διὸ οὐδ’ ἂν ἄλλοις ἐρωτῶσιν ἀπεκρινάμην, ἵνα μηδὲ ἐν τῷ χρόνῳ τῆς ἀπολογίας οἱ ἀκούοντες κρεμαμένην ἔχωσι τὴν διάνοιαν, τῇ δὲ σῇ εὐσεβείᾳ λαμπρᾷ καὶ μεγάλῃ τῇ φωνῇ ἀπολογοῦμαι καὶ τὴν χεῖρα ἐκτείνας, ὃ μεμάθηκα παρὰ τοῦ ἀποστόλου, μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμαυτοῦ ψυχήν . καί, ὡς γέγραπται ἐν ταῖς βασιλικαῖς ἱστορίαις μάρτυς κύριος καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ , κἀμοὶ συγχώρησον εἰπεῖν· οὐδεπώποτε περὶ τῆς σῆς εὐσεβείας κακῶς ἐμνημόνευσα παρὰ τῷ ἀδελφῷ σου τῷ τῆς μακαρίας μνήμης Κώνσταντι τῷ εὐσεβεστάτῳ Αὐγούστῳ· οὐ παρώξυνα τοῦτον, ὡς οὗτοι διαβεβλήκασιν, ἀλλ’ εἴ ποτε καὶ εἰσελθόντων ἡμῶν πρὸς αὐτὸν ἐμνημόνευσεν αὐτὸς τῆς σῆς φιλανθρωπίας – ἐμνημόνευσε δὲ καὶ ὅτε οἱ περὶ Θάλασσον ἦλθον εἰς τὴν Πιτυβίωνα καὶ ἡμεῖς ἐν τῇ Ἀκυληίᾳ διετρίβομεν –, μάρτυς ὁ κύριος, ὅπως ἐμνημόνευον ἐγὼ τῆς σῆς θεοσεβείας καὶ ταῦτα ἔλεγον, ἅπερ ὁ θεὸς ἀποκαλύψει τῇ σῇ ψυχῇ, ἵνα καταγνῷς τῆς συκοφαντίας τῶν με διαβαλλόντων παρὰ σοί. συγχώρησον εἰπόντι μοι ταῦτα, φιλανθρωπότατε Αὔγουστε , καὶ πολλήν μοι συγγνώμην δός.