ἀλλ’ ἐσφάλησαν· οὐ γὰρ ὡς ἠθέλησαν ἤκουσας, ἀλλὰ τῇ μακροθυμίᾳ δέδωκας καὶ ἡμῖν χώραν ἀπολογεῖσθαι. τὸ γὰρ μὴ παραυτὰ κινηθῆναι καὶ τιμωρίαν ἀπαιτῆσαι οὐδὲν ἦν ἕτερον ἢ ὡς δίκαιον βασιλέα περιμεῖναι καὶ τὴν τοῦ διαβληθέντος ἀπολογίαν· ἧς ἐὰν καταξιώσῃς ἀκοῦσαι, τεθάρσηκα ὡς καὶ ἐν τούτοις καταγνώσῃ τῶν προπετευσαμένων καὶ μὴ φοβηθέντων τὸν θεὸν ἐντειλάμενον μηδὲν ψεῦδος ἀπὸ στόματος βασιλεῖ λέγεσθαι . Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. οἶδε γὰρ ἀκριβῶς, ὅτι τε αὐτὸς ψεύδεται καὶ οὔτε ἐμάνην ἐγὼ οὔτε τῶν φρενῶν ἐξέστηκα, ἵνα κἂν ὡς ἐνθυμηθείς τι τοιοῦτον ὑπονοηθῶ.