Περὶ δὲ τῆς διαβολῆς τῆς κατ’ ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰώνιον Κώνσταντα τὸν ἀδελφόν σου – τοῦτο γὰρ οἱ ἐχθροὶ θρυλοῦσι καὶ γράψαι τετολμήκασιν – ἱκανὰ τὰ πρῶτα δεῖξαι καὶ ταῦτα μὴ ἀληθῆ. εἰ μὲν γὰρ ἄλλοι τινὲς ἦσαν οἱ τοῦτο λέγοντες, δικάσιμον ἦν τὸ πρᾶγμα χρεία τε πολλῆς ἀποδείξεως καὶ τῶν εἰς πρόσωπον ἐλέγχων· εἰ δὲ οἱ τὰ πρῶτα πλάσαντες αὐτοὶ καὶ ταῦτα συνέθηκαν, πῶς οὐκ ἐξ ἐκείνων εἰκότως καὶ ταῦτα πεπλασμένα δείκνυται; διὰ τοῦτο γὰρ πάλιν κατὰ μόνας λαλοῦσι νομίζοντες ὑφαρπάζειν δύνασθαι τὴν σὴν θεοσέβειαν.