εἰς ταῦτα γὰρ ἡμᾶς ἕλκουσιν οἱ φιλέχθρως διακείμενοι πρὸς ἡμᾶς. ναὶ γέγονεν, ὁμολογῶ· καὶ γὰρ καὶ τὰ πρῶτα λέγων οὐκ ἐψευσάμην καὶ τοῦτο νῦν οὐκ ἀρνήσομαι. ἀλλ’ ἄλλως πάλιν ἢ ὡς αὐτοὶ κατειρήκασίν ἐστι τὸ πρᾶγμα, καί μοι συγχώρησον εἰπεῖν· οὐκ ἐγκαινίων ἡμέραν ἐπετελέσαμεν, θεοσεβέστατε Αὔγουστε , – τοῦτο γὰρ ἀθέμιτον ἦν ἀληθῶς πρὸ τῆς σῆς προστάξεως ποιῆσαι – οὐδὲ ἐκ παρασκευῆς εἰς τοῦτο παρήλθομεν οὐδὲ ἐπίσκοπός τις οὐδὲ ἄλλος κληρικὸς εἰς τοῦτο κέκληται – ἔλειπε δὲ πολλὰ καὶ τῷ ἔργῳ –, ἀλλ’ οὐδὲ ἐκ παραγγελίας γέγονεν ἡ σύναξις, ἵνα πρόφασιν εὕρωσιν οὗτοι τοῦ κατειπεῖν.