ὁρᾷς γοῦν ἐκείνων μὲν τὴν ὑποψίαν φευγόντων καὶ κρυπτομένων, ἡμῶν δὲ τὴν ἐλευθερίαν ἀπολογουμένων. οὐ γὰρ περὶ τοῦ τυχόντος ἐστίν, οὐ γὰρ περὶ κτημάτων νῦν ἡ κρίσις, ἀλλὰ περὶ δόξης τῆς ἐκκλησίας. ὁ λίθῳ κρουόμενος ζητεῖ τὸν ἰατρόν, τῶν δὲ λίθων ὀξύτερα τὰ ἐκ τῆς διαβολῆς ἐστι πλήγματα· ῥόπαλόν ἐστιν ἡ διαβολή καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν , ὡς εἶπε Σολομών . καὶ ταῦτα μόνη ἡ ἀλήθεια ἰᾶσθαι δύναται, ταύτης δὲ παρορωμένης αὐξάνει δεινότερον τὰ τραύματα.