δέσποτα παντοκράτορ, βασιλεῦ τῶν αἰώνων, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺ διὰ τοῦ σοῦ λόγου τὴν βασιλείαν ταύτην τῷ σῷ θεράποντι Κωνσταντίῳ δέδωκας, σὺ λάμψον εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα γνοὺς τὴν καθ’ ἡμῶν συκοφαντίαν εὐμενῶς μὲν αὐτὸς δέξηται τὴν ἀπολογίαν, πάντας δὲ ποιήσῃ γνῶναι, ὅτι αἱ ἀκοαὶ αὐτοῦ ἠσφαλίσθησαν ἐν ἀληθείᾳ καὶ κατὰ τὸ γεγραμμένον μόνα βασιλεῖ δεκτὰ χείλη δίκαιά ἐστιν. οὕτω γὰρ καὶ κατορθοῦσθαι τὸν θρόνον τῆς βασιλείας διὰ Σολομῶντος λεχθῆναι πεποίηκας. οὐκοῦν ὅλως ἐρώτησον – μαθέτωσαν οἱ κατειρηκότες, ὅτι σοι μέλει περὶ τῆς ἀληθείας μαθεῖν –, καὶ οἶμαι καὶ τῷ χρώματι τοῦ προσώπου δείξουσι τὴν συκοφαντίαν. τοῦτο γὰρ τοῦ συνειδότος ἔλεγχός ἐστι καὶ γέγραπται· καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. οὕτω τοὺς μὲν ἐπιβουλεύσαντας τῷ Ἰωσὴφ ἡ συνείδησις ἤλεγξε, τοῦ δὲ Λάβαν ἡ κατὰ τοῦ Ἰακὼβ πονηρία ἐκ τοῦ προσώπου δέδεικται.