ἐξέτασον ὡς ἀληθείας σοι συμπαρούσης· αὕτη γὰρ βασιλέων καὶ μάλιστα Χριστιανῶν ἐστὶ φυλακτήριον, μετὰ ταύτης βασιλεύειν ὑμᾶς ἐστιν ἀσφαλὲς λεγούσης τῆς θείας γραφῆς ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ καὶ περικυκλώσει ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. ταύτην προβαλὼν Ζοροβάβελ ὁ σοφὸς νενίκηκε καὶ πᾶς ὁ λαὸς ἐφώνησε· μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει. Εἰ μὲν οὖν παρ’ ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην, ὡς ὁ ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ’ αὐτοῦ ἐπιβουλή· ἐπειδὴ δὲ παρὰ σοὶ τετολμήκασι κατειπεῖν, τίνα ἀπὸ σοῦ ἐπικαλέσομαι; τὸν πατέρα τοῦ λέγοντος ἐγώ εἰμι ἡ ἀλήθεια , ἵνα σου τὴν καρδίαν εἰς εὐμένειαν κλίνῃ·