ἐπιστολῆς ἀντίγραφον φήσειεν ἔχειν· τοῦτο γὰρ οὐκ ἀπέκαμον οἱ Ἀρειανοὶ θρυλοῦντες. πρῶτον μὲν οὖν, κἂν τὰ γράμματα τοῖς ἡμετέροις ὅμοια δεικνύῃ, οὔπω τὸ ἀσφαλὲς ἔχει· πλαστογράφοι γὰρ εἰσίν, οἵτινες καὶ τὰς ὑμῶν τῶν βασιλέων χεῖρας πολλάκις ἐμιμήσαντο, καὶ οὐχ ἡ μίμησις παρέχει τοῖς γράμμασι τὸ κῦρος, ἐὰν μὴ καὶ οἱ τὰ τοιαῦτα γράφειν εἰωθότες μαρτυρῶσι ταῖς ἐπιστολαῖς. τοῦτο τοίνυν καὶ τοὺς διαβαλόντας πάλιν ἐρωτῆσαι βούλομαι· τίς ὁ παρασχὼν ταῦτά ποτε καὶ πόθεν ηὑρέθη ταῦτα; καὶ γὰρ κἀγὼ τοὺς γράφοντας εἶχον, κἀκεῖνος πάλιν τοὺς λαμβάνοντας παρὰ τῶν κομιζόντων καὶ ἐπιδιδόντας αὐτῷ. οἱ μὲν οὖν ἡμέτεροι πάρεισι, καταξίωσον δὲ κἀκείνους καλέσαι – ζῆν γὰρ πάντως ἔξεστιν αὐτούς – καὶ μάθε περὶ τούτων τῶν γραμμάτων.