μόνον γὰρ ἔλεγον· εὐξώμεθα περὶ τῆς σωτηρίας τοῦ εὐσεβεστάτου Αὐγούστου Κωνσταντίου , καὶ πᾶς ὁ λαὸς εὐθὺς μιᾷ φωνῇ ἐβόα· Χριστέ, βοήθει Κωνσταντίῳ , καὶ διέμενεν οὕτως εὐχόμενος. ̔́Οτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ μήτε ἐδεξάμην ποτὲ παρ’ αὐτοῦ, μάρτυρα τὸν θεὸν καὶ τὸν τούτου λόγον τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπεκαλεσάμην, τὸν δὲ κατειπόντα καὶ περὶ τούτου συγχώρησον ἐρωτηθῆναι δι’ ὀλίγων, πόθεν εἰς τοῦτο παρῆλθεν.