ποίοις ὄμμασι τὸν ἀνδροφόνον ἔβλεπον; ἢ πῶς οὐχ ὑπὲρ τῆς σῆς σωτηρίας εὐχόμενος ἐνόμιζον καὶ τὸν μακαρίτην ἐκεῖνον ὁρᾶν; ἀδελφοὶ γὰρ διὰ τὴν φύσιν ἀλλήλων εἰσὶ κάτοπτρα· διὰ τοῦτο καὶ σὲ βλέπων ἐν ἐκείνῳ οὔ ποτε ἂν διέβαλον κἀκεῖνον ἐν σοὶ πάλιν ὁρῶν οὔ ποτε ἂν ἔγραψα τῷ κατ’ ἐκείνου γενομένῳ, ἀλλὰ μᾶλλον περὶ τῆς σῆς σωτηρίας ηὐχόμην. καὶ μάρτυρες τούτων προηγουμένως μὲν ὁ κύριος ὁ ἐπακούσας καὶ χαρισάμενος ὁλόκληρόν σοι τὴν ἐκ προγόνων βασιλείαν, μάρτυρες δὲ καὶ οἱ τότε παρόντες Φιληκήσιμος ὁ γενόμενος δοὺξ τῆς Αἰγύπτου καὶ Ῥουφῖνος καὶ Στέφανος , ὧν ὁ μὲν καθολικός, ὁ δὲ μάγιστρος ἦν ἐκεῖ, καὶ Ἀστέριος ὁ κόμης καὶ Παλλάδιος ὁ γενόμενος τοῦ παλατίου μάγιστρος Ἀντίοχός τε καὶ Εὐάγριος οἱ ἀγεντισηρίβους.