προσθήκη δὲ πρὸς φανερὰν ἀπόδειξιν, εἰ καταξιώσειας μαθεῖν, ὅτι παρόντων μὲν ἡμῶν οὐδὲν ἀπέδειξαν οἱ κατηγοροῦντες κατὰ Μακαρίου τοῦ πρεσβυτέρου, ἀπόντων δὲ ἡμῶν κατὰ μόνας ἔπραξαν ἅπερ ἠθέλησαν. τὰ δὲ τοιαῦτα προηγουμένως μὲν ὁ θεῖος νόμος, ἔπειτα δὲ καὶ οἱ ἡμέτεροι νόμοι μηδεμίαν ἔχειν δύναμιν ἀπεφήναντο. ἀπὸ μὲν οὖν τούτων οἶδα ὅτι καὶ ἡ σὴ εὐσέβεια φιλαλήθης οὖσα καὶ φιλόθεος ἡμᾶς μὲν ἐλευθέρους ἀπὸ πάσης ὑποψίας συνορᾷ, τοὺς δὲ καθ’ ἡμῶν γενομένους συκοφάντας ἀποφαίνει.