Βραδέως ἐδήλωσας περὶ τῆς νῦν διαλέξεως τῆς γενομένης παρ’ ὑμῖν πρὸς τοὺς χριστομάχους· καὶ γὰρ πρὶν γράψαι τὴν σὴν διάθεσιν ἔμαθον φιλοπευστῶν καὶ ἡδέως ἀκούων περὶ τῶν τοιούτων. τὴν μὲν οὖν σὴν εὐλάβειαν ἀπεδεξάμην καλῶς φρονοῦσαν περὶ τῶν μακαρίων πατέρων ἡμῶν, τῶν δ’ Ἀρειομανιτῶν τὴν ἀλογίαν καὶ νῦν ἐπέγνων. οὐδὲν γὰρ οὔτ’ εὔλογον οὔτε πρὸς ἀπόδειξιν ἐκ τῆς θείας γραφῆς ῥητὸν ἐχούσης τῆς αἱρέσεως αὐτῶν ἀεὶ μὲν προφάσεις ἀναισχύντους ἐπορίζοντο καὶ σοφίσματα πιθανά, νῦν δὲ καὶ διαβάλλειν τοὺς πατέρας τετολμήκασι. καὶ οὐκ ἀλλότριόν γε ἀλλὰ καὶ οἰκεῖον τοῦτο τῆς κακονοίας ἐστὶν αὐτῶν· οἱ γὰρ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ μελετᾶν ἐπιχειρήσαντες, τί θαυμαστὸν εἰ καὶ τὸν μακαρίτην Διονύσιον τὸν ἐπίσκοπον Ἀλεξανδρείας ὡς ὁμόδοξον ἑαυτῶν καὶ ὁμόφρονα λοιδοροῦσιν;