Πῶς τοίνυν οὐκ ἀδικοῦσιν οὗτοι κἂν ἐνθυμούμενοι μόνον ἀντιλέγειν τῇ τοσαύτῃ καὶ οἰκουμενικῇ συνόδῳ; πῶς οὐ παρανομοῦσι τολμῶντες ἀντιβλέπειν τοῖς καλῶς ὁρισθεῖσι κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ μαρτυρουμένοις ὑπὸ τῶν αὐτοὺς πρότερον ἀσεβεῖν διδαξάντων; εἰ δὲ καὶ μετὰ τὸ ὑπογράψαι μετεβάλοντο οἱ περὶ Εὐσέβιον καὶ ὡς κύνες εἰς τὸ ἴδιον ἐξέραμα τῆς ἀσεβείας ἐπέστρεψαν, πῶς οὐχὶ καὶ μᾶλλον ἄξιοι μίσους οἱ νῦν ἀντιλέγοντες, ὅτι τὴν ἐλευθερίαν τῆς ἑαυτῶν ψυχῆς ἄλλοις προπίνοντες τούτους καὶ καθηγεμόνας τῆς αἱρέσεως ἔχειν ἐθέλουσιν, ἀνθρώπους, ὡς εἶπεν ὁ Ἰάκωβος, διψύχους καὶ ἀκαταστάτους ὄντας ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν , καὶ μὴ μίαν μὲν ἔχοντας γνώμην, ἄλλοτε δὲ ἄλλως μεταβαλλομένους, καὶ νῦν μὲν ἐπαινοῦντας ὃ λέγουσι, μετ’ ὀλίγον δὲ ψέγοντας ὅπερ εἰρήκασι, καὶ πάλιν ἐπαινοῦντας ὅπερ πρὸ μικροῦ διέβαλλον.