εἰ γὰρ καὶ ᾐσχύνθη τότε ταύταις ταῖς λέξεσι γράψαι καὶ ὡς ἠθέλησεν αὐτὸς ἀπελογήσατο τῇ ἐκκλησίᾳ, ἀλλά γε διὰ τῆς ἐπιστολῆς τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας μὴ ἀρνησάμενος φανερῶς τοῦτο σημᾶναι βούλεται. καὶ πέπονθέ τι δεινόν· ὡς γὰρ ἀπολογούμενος κατηγόρησε λοιπὸν τῶν Ἀρειανῶν , ὅτι γράψαντες οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῆναι οὐκ ἤθελον αὐτὸν εἶναι οὐδὲ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. καὶ τοῦτο οἶδε καὶ Ἀκάκιος , ἂν μὴ καὶ αὐτὸς φοβηθεὶς νῦν διὰ τὸν καιρὸν ὑποκρίνηται καὶ ἀρνήσηται τὴν ἀλήθειαν. ὑπέταξα γοῦν ἐν τῷ τέλει τὴν ἐπιστολὴν Εὐσεβίου , ἵνα ἐκ ταύτης γνῷς τῶν τε χριστομάχων καὶ κατὰ περιττὸν τὴν Ἀκακίου πρὸς τοὺς ἑαυτῶν διδασκάλους ἀγνωμοσύνην.