σκόπει δὲ καὶ σύ, ἀγαπητέ, εἰ μὴ οὕτως ἔχει. εἰ θαρροῦσιν οἷς ἐφεῦρον αὐτοὶ κακοῖς ἐπισπείραντος αὐτοῖς τοῦ διαβόλου τὴν κακοφροσύνην, ἀπολογείσθωσαν περὶ ὧν ἐγκληθέντες ἀπεδείχθησαν αἱρετικοί, καὶ τότε λοιπὸν αἰτιάσθωσαν, εἰ δύνανται, τὰ κατ’ αὐτῶν ὁρισθέντα. οὐδεὶς γὰρ ἐλεγχθεὶς ἐπὶ φόνῳ καὶ μοιχείᾳ μετὰ τὴν δίκην χώραν ἔχει τὴν ἀπόφασιν τοῦ κρίναντος αἰτιᾶσθαι, διατί μὴ οὕτως ἀλλ’ ἐκείνως ἐλάλησε. τοῦτο γὰρ οὐκ ἐλευθεροῖ τὸν κριθέντα, ἀλλὰ καὶ μᾶλλον αὐτοῦ τὸ ἔγκλημα διὰ τὴν προπέτειαν καὶ τὴν τόλμαν ἐπαυξάνει. οὐκοῦν καὶ οὗτοι ἢ δεικνύτωσαν τὸ φρόνημα ἑαυτῶν εὐσεβές – κατηγορηθέντες γὰρ ἠλέγχθησαν, οὐ μεμψάμενοι πρότερον· καὶ δίκαιόν ἐστι τοὺς αἰτιαθέντας μηδὲν ἕτερον ποιεῖν ἢ ἀπολογεῖσθαι – ἢ εἰ τὸ συνειδὸς ἔχουσι ῥυπαρὸν καὶ συνορῶσιν ἑαυτοὺς ἀσεβοῦντας, μὴ αἰτιάσθωσαν ἃ ἀγνοοῦσιν, ἵνα μὴ καὶ διπλοῦν ἀσεβείας ἔγκλημα καὶ ἀπαιδευσίας ἀπενέγκωνται μέμψιν.