ἀλλὰ καὶ οὕτως τοῦ σωτῆρος πολυμερῶς καὶ πολυτρόπως δεικνύοντος ἑαυτοῦ τὴν θεότητα καὶ εὐαγγελιζομένου πᾶσι τὸν πατέρα οὐδὲν ἧττον ὥσπερ εἰς κέντρα λακτίζοντες ἀντέλεγον ἐκεῖνοι μωρολογοῦντες, ἵνα μόνον κατὰ τὴν θείαν παροιμίαν προφάσεις ἐφευρίσκοντες χωρίσωσιν ἑαυτοὺς ἀπὸ τῆς ἀληθείας. Ἰουδαῖοι μὲν οὖν οἱ τότε τοιαῦτα πονηρευόμενοι καὶ ἀρνούμενοι τὸν κύριον εἰκότως τῶν τε νόμων καὶ τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας ἔξω γεγόνασι. καὶ Ἀρειανοὶ δὲ νῦν Ἰουδαίζοντες ταὐτόν μοι δοκοῦσι πάσχειν τῷ Καιάφᾳ καὶ τοῖς τότε Φαρισαίοις · οὐδὲν γὰρ ὁρῶντες εὔλογον ἔχουσαν ἑαυτῶν τὴν αἵρεσιν προφάσεις ἐπινοοῦσι, διατί τοῦτο καὶ μὴ τοῦτο γέγραπται; καὶ μήτοι θαυμάσῃς, εἰ τοιαῦτα νῦν μηχανῶνται.