τὸ δὲ τοιοῦτον ἐπιχείρημα οὐδὲν ἕτερόν ἐστιν ἢ γνώρισμα μὲν ἄντικρυς τῆς ἀλογίας αὐτῶν, μίμησις δὲ καθὰ προεῖπον τῆς ἰουδαικῆς κακοηθείας. καὶ γὰρ ἐλεγχόμενοι κἀκεῖνοι παρὰ τῆς ἀληθείας καὶ μὴ δυνάμενοι πρὸς αὐτὴν ἀντιβλέπειν ἐπροφασίζοντο λέγοντες· τί ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; καίτοι σημείων τοσούτων γενομένων, ὥστε λέγειν καὶ αὐτούς· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; νεκροὶ γὰρ ἠγείροντο, χωλοὶ περιεπάτουν, τυφλοὶ ἀνέβλεπον, λεπροὶ ἐκαθαρίζοντο, καὶ τὸ ὕδωρ οἶνος ἐγίνετο, καὶ ἀπὸ πέντε ἄρτων ἐκορέσθησαν πεντακισχίλιοι. καὶ οἱ μὲν πάντες ἐθαύμαζον καὶ προσεκύνουν τὸν κύριον, ὁμολογοῦντες ἐν αὐτῷ πληροῦσθαι τὰς προφητείας καὶ αὐτὸν εἶναι θεὸν τοῦ θεοῦ τὸν υἱόν· μόνοι δὲ οἱ Φαρισαῖοι , εἰ καὶ λαμπρότερα ἡλίου φαινόμενα ἦν τὰ σημεῖα, ὅμως πάλιν ἐγόγγυζον ὡς ἀμαθεῖς καὶ ἔλεγον· διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; ἄφρονες καὶ τῷ ὄντι τυφλοὶ τὴν διάνοιαν.