Καλῶς ἐποίησας δηλώσας μοι τὴν γενομένην παρὰ σοῦ ζήτησιν πρὸς τοὺς τὰ Ἀρείου πρεσβεύοντας, ἐν οἷς ἦσαν καὶ τῶν Εὐσεβίου τινὲς ἑταίρων καὶ πλεῖστοι δὲ τῶν τὰ τῆς ἐκκλησίας φρονούντων ἀδελφῶν. τὴν μὲν οὖν σὴν φιλόχριστον νῆψιν ἀπεδεξάμην καλῶς διελέγξασαν τὴν τῆς αἱρέσεως ἀσέβειαν, τὴν δ’ ἐκείνων ἀναισχυντίαν τεθαύμακα, ὅτι καίτοι τῶν Ἀρειανῶν λογισμῶν δειχθέντων σαθρῶν τε καὶ ματαίων, ἀλλὰ καὶ παρὰ πάντων αὐτοὶ καταγνωσθέντες ἐπὶ πάσῃ κακοφροσύνῃ, ὅμως καὶ μετὰ ταῦτα διεγόγγυζον κατὰ τοὺς Ἰουδαίους λέγοντες· διατί οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἔγραψαν ἀγράφους λέξεις τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον; σὺ μὲν οὖν ὡς λόγιος ἀνὴρ καὶ οὕτως αὐτοὺς σχηματιζομένους οὐδὲν ἧττον ἀπέδειξας κενολογοῦντας. ἐκεῖνοι δὲ οὐδὲν ξένον τῆς ἑαυτῶν κακονοίας πράττουσι πλαττόμενοι προφάσεις. εἰσὶ γὰρ ποικίλοι καὶ παλίμβολοι τὰς γνώμας ὡς οἱ χαμαιλέοντες ἐν τοῖς χρώμασι, καὶ ἐλεγχόμενοι μὲν ἐρυθριῶσιν, ἀνακρινόμενοι δὲ ἀποροῦσι καὶ λοιπὸν ἀναιδευόμενοι προφασίζονται. ἂν δέ τις αὐτοὺς καὶ ἐν τούτοις διελέγξῃ, κάμνουσιν ἕως ἂν ἐπινοήσωσι τὰ μὴ ὄντα καὶ κατὰ τὸ γεγραμμένον λογίσωνται μάταια, ἵνα μόνον διαμείνωσιν ἀσεβοῦντες.