Διὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κατ’ εἰκόνα γενόμενος ἄνθρωπος ἠφανίζετο· καὶ τὸ ὑπὸ τοῦ θεοῦ γενόμενον ἔργον παραπώλλυτο παραπώλλετο . καὶ γὰρ καὶ ὁ θάνατος, ὡς προεῖπον, νόμῳ λοιπὸν ἴσχυε καθ’ ἡμῶν· καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ θεοῦ τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ γινόμενον ἐν τοῖς γινομένοις ἀληθῶς. ἄτοπον μὲν γὰρ ἦν εἰπόντα τὸν θεὸν ψεύσασθαι, ὥστε νομοθετήσαντος αὐτοῦ θανάτῳ ἀποθνῄσκειν τὸν ἄνθρωπον, εἰ παραβαίη τὴν ἐντολήν, μετὰ τὴν παράβασιν μὴ ἀποθνῄσκειν, ἀλλὰ λύεσθαι τὸν τούτου τοῦ θεοῦ λόγον. οὐκ ἀληθὴς γὰρ ἦν ὁ θεός, εἰ εἰπόντος αὐτοῦ ἀποθνῄσκειν ἡμᾶς, μὴ ἀπέθνῃσκεν ὁ ἄνθρωπος. ἀπρεπὲς δὲ ἦν πάλιν τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ λόγου αὐτοῦ μετασχόντα παραπόλλυσθαι παραπώλλυσθαι , καὶ πάλιν εἰς τὸ μὴ εἶναι διὰ τῆς φθορᾶς ἐπιστρέφειν. οὐκ ἄξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ θεοῦ τὰ ὑπ’ αὐτοῦ γενόμενα διαφθείρεσθαι, διὰ τὴν παρὰ τοῦ διαβόλου γενομένην τοῖς ἀνθρώποις ἀπάτην. ἄλλως τε καὶ τῶν ἀπρεπεστάτων ἦν τὴν τοῦ θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι ἢ διὰ τὴν αὐτῶν ἀμέλειαν, ἢ διὰ τὴν τῶν δαιμόνων ἀπάτην. φθειρομένων τοίνυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιούτων ἔργων, τί τὸν θεὸν ἔδει ποιεῖν ἀγαθὸν ὄντα· ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχύειν, καὶ τὸν θάνατον αὐτῶν κρατεῖν· καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι· ἔδει γὰρ μὴ γενέσθαι, ἢ γενόμενα γινόμενα παραμεληθῆναι καὶ ἀπολέσθαι ἀπόλεσθαι ἀπώλεσθαι . ἀσθένεια γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ θεοῦ, εἰ ποιήσας παρορᾷ φθαρῆναι τὸ ἑαυτοῦ ἔργον, ἤπερ εἰ μὴ πεποιήκει πεποίηκει κατὰ τὴν ἀρχὴν τὸν ἄνθρωπον. μὴ ποιήσαντος μὲν γὰρ οὐκ ἦν ὁ λογιζόμενος τὴν ἀσθένειαν, ποιήσαντος δὲ καὶ εἰς τὸ εἶναι κτίσαντος, ἀτοπώτατον ἦν ἀπόλλυσθαι ἀπώλλυσθαι τὰ ἔργα, καὶ μάλιστα ἐπ’ ὄψει τοῦ πεποιηκότος· οὐκοῦν ἔδει τοὺς ἀνθρώπους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾷ, διὰ τὸ ἀπρεπὲς καὶ ἀνάξιον εἶναι τοῦτο τῆς τοῦ θεοῦ ἀγαθότητος. Ἀλλ’ ὥσπερ ἔδει τοῦτο γενέσθαι, οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν θεὸν εὔλογον, ὥστε ἀληθῆ φανῆναι τὸν θεὸν ἐν τῇ περὶ τοῦ θανάτου νομοθεσίᾳ· ἄτοπον γὰρ ἦν διὰ τὴν ἡμῶν ὠφέλειαν καὶ διαμονὴν ψεύστην φανῆναι τὸν τῆς ἀληθείας πατέρα θεόν. τί οὖν ἔδει καὶ περὶ τούτου γενέσθαι ἢ ποιῆσαι τὸν θεόν· μετάνοιαν ἐπὶ τῇ παραβάσει τοὺς ἀνθρώπους ἀπαιτῆσαι· τοῦτο γὰρ ἄν τις ἄξιον φήσειε θεοῦ, λέγων ὅτι ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν γεγόνασιν, οὕτως ἐκ τῆς μετανοίας γένοιντο πάλιν ἂν πάλιν ἂν γένοιντο εἰς ἀφθαρσίαν. ἀλλ’ ἡ μετάνοια οὔτε τὸ εὔλογον τὸ πρὸς τὸν θεὸν ἐφύλαττεν· ἔμενε γὰρ πάλιν οὐκ ἀληθής, μὴ κρατουμένων ἐν τῷ θανάτῳ τῶν ἀνθρώπων· οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται, ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων. εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα καὶ μὴ φθορᾶς ἐπακολούθησις, καλῶς ἂν ἦν ἡ μετάνοια. εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσεως, εἰς τὴν κατὰ παρὰ φύσιν φθορὰν ἐκρατοῦντο οἱ ἄνθρωποι, καὶ τὴν τοῦ κατ’ εἰκόνα χάριν ἀφαιρεθέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι· ἢ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν, ἢ τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος πεποιηκότος τὰ ὅλα τοῦ θεοῦ λόγου· αὐτοῦ γὰρ ἦν πάλιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν, καὶ τὸ ὑπὲρ πάντων εὔλογον ἀποσῶσαι πρὸς τὸν πατέρα. λόγος γὰρ ὢν τοῦ πατρὸς καὶ ὑπὲρ πάντας ὤν, ἀκολούθως καὶ ἀνακτίσαι τὰ ὅλα μόνος ἦν δυνατὸς καὶ ὑπὲρ πάντων παθεῖν καὶ πρεσβεῦσαι περὶ πάντων ἱκανὸς πρὸς τὸν πατέρα. Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ θεοῦ λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν, οὔτι γε μακρὰν ὢν πρότερον. οὐδὲν γὰρ αὐτοῦ αὐτῶ κενὸν ὑπολέλειπται τῆς κτίσεως μέρος· πάντα δὲ διὰ πάντων πεπλήρωκεν αὐτὸς συνὼν τῷ ἑαυτοῦ πατρί. ἀλλὰ παραγίνεται συγκαταβαίνων τῇ εἰς ἡμᾶς αὐτοῦ φιλανθρωπίᾳ καὶ ἐπιφανείᾳ. καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύμενον γένος, καὶ τὸν θάνατον κατ’ αὐτῶν βασιλεύοντα τῇ φθορᾷ· ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ’ ἡμῶν φθοράν· καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῷ συμβεβηκότι, ὅτι ὧν αὐτὸς ἦν δημιουργός, ταῦτα παρηφανίζετο· ὁρῶν δὲ καὶ τὴν τῶν ἀνθρώπων ὑπερβάλλουσαν κακίαν, ὅτι κατ’ ὀλίγον καὶ ἀφόρητον αὐτὴν ηὔξησαν καθ’ ἑαυτῶν· ὁρῶν δὲ καὶ τὸ ὑπεύθυνον πάντων τῶν ἀνθρώπων ἀνθρωπ ο ω ν πρὸς τὸν θάνατον, ἐλεήσας τὸ γένος ἡμῶν, καὶ τὴν ἀσθένειαν ἡμῶν οἰκτειρήσας οἰκτειρήσας ἡμῶν , καὶ τῇ φθορᾷ ἡμῶν συγκαταβάς, καὶ τὴν τοῦ θανάτου κράτησιν οὐκ ἐνέγκας ἐνεγκών ὑπενέγκας , ἵνα μὴ τὸ γενόμενον ἀπόληται ἀπώληται καὶ εἰς ἀργὸν τοῦ πατρὸς τὸ εἰς ἀνθρώπους ἔργον αὐτοῦ γένηται, λαμβάνει ἑαυτῷ σῶμα, καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου. οὐ γὰρ ἁπλῶς ἠθέλησεν ἐν σώματι γενέσθαι, οὐδὲ μόνον ἤθελε φανῆναι· ἐδύνατο γάρ, εἰ μόνον ἤθελε φανῆναι, καὶ δι’ ἑτέρου κρείττονος τὴν ἐπιφάνειαν θεοφάνειαν αὐτοῦ ἑαυτοῦ ποιήσασθαι· ἀλλὰ λαμβάνει τὸ ἡμέτερον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐξ ἀχράντου καὶ ἀμιάντου ἀνδρὸς ἀπείρου παρθένου, καθαρὸν καὶ ὄντως ἀμιγὲς τῆς ἀνδρῶν ἀνδρὸς συνουσίας. αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημιουργὸς τῶν ὅλων, ἐν τῇ παρθένῳ κατασκευάζει ἑαυτῷ ναὸν τὸ σῶμα, καὶ ἰδιοποιεῖται τοῦτο ὥσπερ ὄργανον, ἐν αὐτῷ γνωριζόμενος καὶ ἐνοικῶν. καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβών, διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῇ τοῦ θανάτου φθορᾷ, ἀντὶ πάντων αὐτὸ αὐτ ῶ ὸ θανάτῳ παραδιδούς, προσῆγε τῷ πατρί, καὶ τοῦτο φιλανθρώπως ποιῶν, ἵνα ὡς μὲν πάντων ἀποθανόντων ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νόμος, ἅτε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῷ κυριακῷ σώματι, καὶ μηκέτι χώραν ἐχούσης ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων· ὡς δὲ εἰς φθορὰν ἀναστρέψαντας τοὺς ἀνθρώπους πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψῃ, καὶ ζωοποιήσῃ τούτους ἀπὸ τοῦ θανάτου, τῇ τοῦ σώματος ἰδιοποιήσει, καὶ τῇ τῆς ἀναστάσεως χάριτι, τὸν θάνατον ἀπ’ αὐτῶν ὡς καλάμην ἀπὸ πυρὸς ὡς καλάμην ἀπὸ πυρὸς ἀπ’ αὐτῶν ἐξαφανίζων. Συνιδὼν γὰρ ὁ λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ εἰ μὴ διὰ τοῦ πάντως πάντας ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθανεῖν ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς υἱόν, τούτου ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τὸ τοῦ ἐπὶ πάντων λόγου μεταλαβὸν μεταλαβὼν ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι. ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου, ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσάγων εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τοῦ καταλλήλου. ὑπὲρ ὑπὸ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον ὑπὲρ πάντων ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῷ θανάτῳ· καὶ ὡς συνὼν δὲ οἷόν τε διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱὸς εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγελίᾳ. καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος. καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν, πάντως ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν τὸ εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα οἰκῆσαι τὸν βασιλέα· οὕτως καὶ ἐπὶ τοῦ πάντων βασιλέως σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ εἰς τὴν ἡμετέραν χώραν, καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σῶμα, λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων παρὰ τῶν ἐχθρῶν ἐπιβουλὴ πέπαυται, καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ’ αὐτῶν ἰσχύουσα. παραπωλώλει γὰρ ἂν τὸ τῶν ἀνθρώπων γένος, εἰ μὴ ὁ πάντων δεσπότης καὶ σωτὴρ τοῦ θεοῦ υἱὸς παρεγεγόνει πρὸς τὸ τοῦ θανάτου τέλος· Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον ἔργον τοῦτο . εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικούντων πολεμουμένην ὑπὸ λῃστῶν τὸ σύνολον οὐ παρορᾷ ὑπερορᾶ , ἀλλ’. ὡς ἴδιον ἔργον ἐκδικεῖ καὶ περισῴζει, οὐκ εἰς τὴν τῶν ἐνοικούντων ἀμέλειαν ἀφορῶν, ἀλλ’ εἰς τὸ ἑαυτοῦ ἑ αυτοῦ πρέπον· πολλῷ πλέον ὁ τοῦ παναγάθου θεὸς λόγος πατρὸς πατρὸς θεὸς λόγος εἰς φθορὰν κατερχόμενον τὸ δι’ αὐτοῦ γενόμενον τῶν ἀνθρώπων γένος οὐ παρεῖδεν· ἀλλὰ τὸν μὲν συμβεβηκότα. θάνατον ἀπήλειψε διὰ τῆς προσφορᾶς τοῦ ἰδίου σώματος, τὴν δὲ ἀμέλειαν αὐτῶν διωρθώσατο δι ο ω ρθώσατο τῇ ἑαυτοῦ διδασκαλίᾳ, πάντα δὲ τὰ τῶν ἀνθρώπων διὰ τῆς ἑαυτοῦ δυνάμεως κατορθώσας· ταῦτα δὲ καὶ παρὰ τῶν αὐτοῦ τοῦ σωτῆρος θεολόγων ἀνδρῶν πιστοῦσθαί τις δύναται ἐντυγχάνων τοῖς ἐκείνων γράμμασιν, ᾗ φασιν· ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα ἡμεῖς μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι ἐκ νεκρῶν, τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· καὶ πάλιν· τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα. τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· εἶτα καὶ τὴν αἰτίαν τοῦ μὴ ἄλλον δεῖν ἢ αὐτὸν τὸν θεὸν λόγον ἐνανθρωπῆσαι σημαίνει λέγων· ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν. ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. τοῦτο δὲ σημαίνει λέγων, ὡς οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνενεγκεῖν, ἢ τοῦ θεοῦ λόγου τοῦ καὶ κατὰ τὴν ἀρχὴν πεποιηκότος πεποιηκότ ω ο ς αὐτούς· ὅτι δὲ διὰ τὴν περὶ τῶν ὁμοίων σωμάτων θυσίαν σῶμα καὶ αὐτὸς ὁ λόγος ἔλαβεν ἑαυτῷ, καὶ τοῦτο σημαίνουσι λέγοντες· ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός σαρκὸς καὶ αἵματος , καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι ὅσω φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας· τῇ γὰρ τοῦ ἰδίου σώματος θυσίᾳ καὶ τέλος ἐπέθηκε τῷ καθ’ ἡμᾶς νόμῳ, καὶ ἀρχὴν ζωῆς ἡμῖν ἐκαίνισεν, ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς· ἐπειδὴ γὰρ ἐξ ἀνθρώπων εἰς ἀνθρώπους ὁ θάνατος ἐκράτησε, διὰ τοῦτο πάλιν διὰ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου ἡ τοῦ θανάτου κατάλυσις γέγονε καὶ ἡ τῆς ζωῆς ἀνάστασις, λέγοντος τοῦ χριστοφόρου ἀνδρός· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ὧσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ. ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, καὶ τὰ τούτοις ὅσοι ἀκολουθίαν· γρ(άφε) ἀκόλουθα· ἀκόλουθα. οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνῄσκομεν, ἀλλ’ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν, ἣν καιροῖς ἰδίοις δείξει ὁ καὶ ταύτην ἐργασάμενος καὶ χαρισάμενος θεός· αἰτία μὲν δὴ πρώτη τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος αὕτη. γνοίη δ’ ἄν τις αὐτοῦ τὴν ἀγαθὴν εἰς ἡμᾶς παρουσίαν εὐλόγως γεγενῆσθαι καὶ ἐκ τούτων.