Μέγαν δὲ καὶ καθ’ ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ’ αὐτῶν νεκρὸν τὸν λεγόμενον παρ’ αὐτῶν νεκρὸν τὸν Χριστὸν οἱ πάντες ἅπαντες δαίμονες καὶ οἱ προσκυνούμενοι παρ’ αὐτῶν θεοὶ οὐ διώκουσιν· ἀλλὰ μᾶλλον ὁ Χριστὸς τοὺς πάντας ἐλέγχει νεκρούς. εἰ γὰρ ἀληθὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν, ἐργάζεται δὲ τοσαῦτα καθ’ ἡμέραν ὁ σωτήρ, ἕλκων εἰς εὐσέβειαν, πείθων εἰς ἀρετήν, διδάσκων περὶ ἀθανασίας, εἰς πόθον τῶν οὐρανίων ἀνάγων ἐνάγων , ἀποκαλύπτων τὴν περὶ πατρὸς γνῶσιν, τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων, ἑκάστῳ δεικνύων ἑαυτόν, καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ οὐδὲν δύνανται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες, ἀλλὰ μᾶλλον τῇ Χριστοῦ παρουσίᾳ νεκροὶ γίνονται, ἀργὴν ἀρχὴν ἔχοντες ἔχοντ ες ας καὶ κενὴν τὴν φαντασίαν· τῷ δὲ σημείῳ τοῦ σταυροῦ πᾶσα μὲν μαγεία παύεται, πᾶσα δὲ φαρμακεία καταργεῖται, καὶ πάντα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται, πᾶσα δὲ ἄλογος ἡδονὴ παύεται, καὶ πᾶς τις πίστις ἀπὸ γῆς εἰς οὐρανὸν ἀναβλέπει ἀποβλέπει · τίνα ἄν τις εἴποι νεκρόν· τὸν τοσαῦτα ἐργαζόμενον Χριστόν θεὸν · ἀλλ’ οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μηδ’ ὅλως ἐνεργοῦντα, ἀλλ’ ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν ὑπάρχει ὑπάρχει τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν · ὁ μὲν γὰρ τοῦ θεοῦ υἱὸς ζῶν καὶ ἐνεργὴς ὢν καθ’ ἡμέραν ἐργάζεται, καὶ ἐνεργεῖ τὴν πάντων σωτηρίαν. ὁ δὲ θάνατος ἐλέγχεται καθ’ ἡμέραν αὐτὸς ἐξασθενήσας, καὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες μᾶλλον νεκροὶ τυγχάνοντες, ὡς ἐκ τούτου μηδένα διστάζειν ἔτι περὶ τῆς τοῦ σώματος ἀναστάσεως αὐτοῦ. ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα, καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν, ὡς ὁ λόγος ἔδειξε, τί ἔδει τὸν κύριον ποιεῖν περὶ τούτου· ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος αὐτῷ τοῦ λόγου· μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν ὃν , καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον· οὗ χάριν καὶ ὁ σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν, διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι γεγενῆσθαι ναὸν . ὅθεν ἀπέθανε μὲν ὡς θνητόν· ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ τῆς ἀναστάσεως ἐστὶ γνώρισμα τὰ ἔργα. Εἰ δ’ ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκεσθαι, καθάπερ καὶ ἐπάνω λέλεκται. εἰ μὲν οὖν τὰ ἔργα μή ἐστι, καλῶς τῷ μὴ φαινομένῳ ἀπιστοῦσιν· εἰ δὲ τὰ ἔργα βοᾷ καὶ δείκνυσιν ἐναργῶς, διὰ τί ἑκόντες ἀρνοῦνται τὴν τῆς ἀναστάσεως οὕτως φανερῶς ζωήν· εἰ γὰρ καὶ τὴν διάνοιαν ἐπηρώθησαν, ἀλλὰ κἂν ταῖς ἔξωθεν αἰσθήσεσιν ὁρᾶν ἐστὶ τὴν ἀναντίρρητον τοῦ Χριστοῦ δύναμιν καὶ θεότητα. ἐπεὶ καὶ τυφλὸς ἐὰν μὴ βλέπῃ τὸν ἥλιον, ἀλλὰ κἂν καὶ τῆς ὑπ’ αὐτοῦ γενομένης γινομένης θέρμης ἀντιλαμβανόμενος, οἶδεν ὅτι ἥλιος ὑπὲρ γῆς ἐστίν. οὕτως καὶ οἱ ἀντιλέγοντες εἰ καὶ μήπω πιστεύουσιν, ἀκμὴν τυφλώττοντες περὶ τὴν ἀλήθειαν, ἀλλὰ κἂν ἑτέρων πιστευόντων γινώσκοντες τὴν δύναμιν, μὴ ἀρνείσθωσαν τὴν τοῦ Χριστοῦ θεότητα καὶ τὴν ὑπ’ αὐτοῦ γενομένην ἀνάστασιν. δῆλον γὰρ ὅτι εἰ νεκρός ἐστιν ὁ Χριστός, οὐκ ἂν τοὺς δαίμονας ἐδίωκε, καὶ τὰ εἴδωλα ἐσκύλευε· νεκρῷ γὰρ οὐκ ἂν ὑπήκουσαν οἱ δαίμονες. εἰ δὲ διώκονται φανερῶς τῇ τούτου τοῦ ὀνόματος ὀνομασίᾳ, δῆλον ἂν εἴη μὴ εἶναι τοῦτον νεκρόν, μάλιστα ὅτι δαίμονες, καὶ τὰ μὴ βλεπόμενα τοῖς ἀνθρώποις ὁρῶντες, ἠδύναντο εἰ δύναντο γινώσκειν εἰ νεκρός ἐστιν ὁ Χριστός εἰ νεκρός ἐστιν ὁ χριστὸς, ἠδύναντο γινώσκειν , καὶ μηδόλως μηδ’ ὅλων ὑπακούειν αὐτῷ αὐτοῦ . νῦν δὲ ὃ ὧ ὡς μὴ πιστεύουσιν ἀσεβεῖς ὁρῶσιν οἱ δαίμονες, ὅτι θεός ἐστι, καὶ διὰ τοῦτο φεύγουσι καὶ προσπίπτουσιν αὐτῷ, λέγοντες ἃ καὶ ὅτε ἦν ἐν σώματι ἐφθέγξαντο· οἴδαμέν σε τίς εἶ· σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ· καὶ· ἔα, τί σοι καὶ ἡμῖν, υἱὲ τοῦ θεοῦ· δέομαί σου, μή με βασανίσῃς. δαιμόνων τοίνυν ὁμολογούντων καὶ τῶν ἔργων ὁσημέραι ὡσημέραι μαρτυρούντων, φανερὸν ἂν εἴη, καὶ μηδεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν, ὅτι τε ἀνέστησε τὸ ἑαυτοῦ σῶμα ὁ σωτήρ, καὶ ὅτι θεοῦ υἱός υἱός θεοῦ υἱός ἐστιν ἀληθινός ἀληθὴς , ἐξ αὐτοῦ οἷα δὴ ἐκ πατρὸς ἴδιος λόγος καὶ Σοφία καὶ δύναμις ὑπάρχων, ὃς χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τῶν πάντων ἔλαβε σῶμα, καὶ τὴν μὲν οἰκουμένην περὶ πατρὸς ἐδίδαξε, τὸν δὲ θάνατον κατήργησε, πᾶσι δὲ τὴν ἀφθαρσίαν ἐχαρίσατο διὰ τῆς ἐπαγγελίας τῆς ἀναστάσεως, ἀπαρχὴν ταύτης τὸ ἴδιον ἐγείρας σῶμα, καὶ τρόπαιον αὐτὸ αὐτῷ κατὰ τοῦ θανάτου καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῷ σημείῳ τοῦ σταυροῦ. Τούτων δὲ οὕτως οὕτ ου ω ς ἐχόντων καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ ἀπὸ τοῦ σωτῆρος νίκης, φέρε, καὶ τὴν ἀπιστίαν τῶν Ἰουδαίων καὶ τὴν τῶν Ἑλλήνων χλεύην διελέγξωμεν ἐλέγξωμεν . ἐπὶ τούτοις γὰρ ἴσως Ἰουδαῖοι μὲν ἀπιστοῦσιν, Ἕλληνες δὲ γελῶσι, τὸ ἀπρεπὲς τοῦ σταυροῦ καὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου διασύροντες· ἀλλὰ κατ’ ἀμφοτέρων ὁ λόγος οὐκ ὀκνήσει χωρῆσαι, μάλιστα κατ’ αὐτῶν τὰς ἀποδείξεις ἐναργεῖς ἔχων. Ἰουδαῖοι μὲν ἀπιστοῦντες ἔχουσιν ἀφ’ ὧν ἀναγινώσκουσι καὶ αὐτοὶ γραφῶν τὸν τ ῶ ὸ ν ἔλεγχον· ἄνω καὶ κάτω, καὶ πάσης ἁπλῶς θεοπνεύστου βίβλου περὶ τούτων βοώσης διδασκούσης βοώσης περὶ τούτων , ὡς καὶ αὐτὰ τὰ ῥήματα πρόδηλα. προφῆται μὲν γὰρ ἄνωθεν περὶ τοῦ κατὰ τὴν παρθένον θαύματος καὶ τῆς ἐξ αὐτῆς γενομένης γεννήσεως προεμήνυον, λέγοντες· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός ὁ θεὸς μεθ’ ἡμῶν . Μωυσῆς δὲ ὁ τῷ ὄντι μέγας, καὶ παρ’ αὐτοῖς πιστευόμενος ἀληθής, περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἀντὶ μεγάλου τὸ ῥητὸν δοκιμάσας καὶ ἀληθὲς ἐπιγνοὺς ἔθηκε λέγων· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ. καὶ πάλιν· ὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν ὁ κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει κατακυριεύσει ἐθνῶν πολλῶν. καὶ πάλιν Ἡσαΐας· πρὶν ἢ πρινὴ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων ἀσυρίων . ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, διὰ τούτων προκαταγγέλλεται. ὅτι δὲ κύριος τῶν πάντων ἐστὶν ὁ ἐρχόμενος, πάλιν προμηνύουσι λέγοντες· ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου . καὶ γὰρ κἀκεῖθεν αὐτὸν ὁ πατὴρ ἀνακαλεῖ λέγων· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς. καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι’ ἑαυτόν, ἀλλ’ ὑπὲρ τῆς πάντων ἀθανασίας καὶ σωτηρίας ὑπομένει, καὶ τὴν Ἰουδαίων ἐπιβουλήν, καὶ τὰς εἰς αὐτὸν γινομένας παρ’ αὐτῶν ὕβρεις, οὐκ ἐφοβήθησαν εἰπεῖν, πρὸς τὸ μηδένα αὐτῶν αὐτ ὸ ῶ ν τῶν γινομένων ἀνήκοον εἶναι καὶ πλανηθῆναι. φασὶ τοίνυν· ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται ἀπέστραπτε τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. αὐτὸς οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία παιδία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. θαύμαζε τὴν τοῦ λόγου φιλανθρωπίαν, ὅτι δι’ ἡμᾶς ἀτιμάζεται, ἵνα ἡμεῖς ἔντιμοι γενώμεθα. πάντες γάρ, φησίν, ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη ἤρθη ἡ κρίσις αὐτοῦ . εἶτα, ἵνα μή τις αὐτὸν κοινὸν ἄνθρωπον ἐκ τοῦ πάθους αὐτὸν ὑπολάβοι ὑπολάβη , προλαμβάνει τὰς ὑπονοίας τῶν ἀνθρώπων, καὶ τὴν ὑπὲρ αὐτοῦ δύναμιν, καὶ τὸ πρὸς ἡμᾶς ἀνόμοιον τῆς φύσεως διηγεῖται διηγεῖ τι ται ἡ γραφὴ λέγουσα· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον. καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ ἀπὸ τῆς πληγῆς. Ἀλλ’ ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ καὶ λίαν τηλαυγῶς ἀπὸ τῶν ἁγίων. Μωυσῆς γὰρ πρῶτος μεγάλῃ τῇ φωνῇ προαπαγγέλλει προαπαγγέ λ λει λέγων· ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην κ εκ ρε μαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε. καὶ οἱ μετ’ αὐτὸν δὲ προφῆται πάλιν περὶ τούτου μαρτυροῦσι λέγοντες· ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον ἀγαγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο πονηρὸν λογισμὸν λέγοντες· δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων. καὶ πάλιν· ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν ἐξηρ ή ι θμησαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, διεμερίσαντο πάντα τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. θάνατος δὲ μετέωρος, καὶ ἐν ξύλῳ γινόμενος γενόμενος , οὐκ ἄλλος ἂν ἂν ἄλλος εἴη, εἰ μὴ ὁ σταυρός· καὶ ἐν οὐδενὶ πάλιν θανάτῳ διορύσσονται χεῖρες καὶ πόδες πόδες καὶ χεῖρες , εἰ μὴ ἐν μόνῳ τῷ σταυρῷ. ἐπειδὴ δὲ τῇ τοῦ σωτῆρος σταυροῦ ἐπιδημίᾳ καὶ πάντα τὰ ἔθνη πανταχόθεν ἐπιγινώσκειν τὸν θεὸν ἤρξαντο, οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλειψαν· ἀλλ’ ἔστι καὶ περὶ τούτων μνήμη ἐν τοῖς ἁγίοις γράμμασιν. ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων. πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν Ἰουδαίων ἀπιστίαν. τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηθέντων δικαίων, καὶ ἁγίων προφητῶν, καὶ πατριαρχῶν, ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν· ἢ τίς γυνὴ χωρὶς ἀνδρὸς αὐτάρκης αὐτάρκης ἀνδρὸς γέγονε πρὸς σύστασιν ἀνθρώπων· οὐκ Ἄβελ μὲν ἐξ Ἀδὰμ γέγονεν, Ἐνὼχ δὲ ἐκ τοῦ Ἰάρεδ, Νῶε ἐκ Λαμέχ, καὶ Ἀβραὰμ μὲν δὲ ἐκ Θάρρα, Ἰσαὰκ δὲ ἐξ Ἀβραάμ, καὶ Ἰακὼβ ἐξ Ἰσαάκ ἐξ ἰσαὰκ ἰακώβ · οὐχὶ Ἰούδας ἐξ Ἰακώβ, καὶ Μωυσῆς καὶ Ἀαρὼν ἐξ Ἀβραάμ ἁμβρ α άμ α · οὐ Σαμουὴλ τοῦ Ἑλκανᾶ γέγονεν, οὐ Δαβὶδ τοῦ Ἰεσσαί, οὐ Σολομὼν τοῦ Δαβίδ, οὐκ Ἐζεκίας τοῦ Ἄχαζ, οὐκ Ἰωσίας τοῦ Ἀμώς, οὐχ Ἡσαΐας τοῦ Ἀμώς, οὐχ οὐχὶ Ἱερεμίας τοῦ Χελκίου, οὐκ Ἰεζεκιὴλ τοῦ Βουζί βοσζῆ · οὐχ ἕκαστος ἔσχε τὸν πατέρα πατέρα τὸν τῆς γενέσεως ἀρχηγόν· τίς οὖν ὁ ἐκ παρθένου μόνης γεγονώς· ὅτι καὶ λίαν ἐμέλησε τῷ προφήτῃ περὶ τῆς τούτου σημασίας. τίνος δὲ τῆς γενέσεως γεννήσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς, καὶ τὸν γεννηθέντα ἐσήμανε τῇ οἰκουμένῃ· Μωϋσῆς μὲν γὰρ γεννώμενος ἐκρύπτετο ὑπὸ τῶν γονέων· Δαβὶδ δὲ οὐδὲ τοῖς ἐκ γειτόνων ἠκούσθη, ὅπουγε οὐδὲ ὁ μέγας Σαμουὴλ αὐτὸν ἐγίνωσκεν, ἀλλ’ ἐπυνθάνετο, εἰ ἔστιν ἔτι υἱὸς τῷ Ἰεσσαί· Ἀβραὰμ δὲ λοιπὸν γεγονὼς μέγας ἐγνώσθη τοῖς ἐγγύς. τῆς δὲ τοῦ τῆς Χριστοῦ γενέσεως γεννήσεως μάρτυς οὐκ ἄνθρωπος, ἀλλ’ ἀστὴρ φαινόμενος ἦν ἐν οὐρανῷ, ὅθεν καὶ κατέβαινεν.