Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων , ὑπέβαλεν ὑπέλαβεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπους, καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνῃ, καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον αὐτὸν ὁρῶντας, δι’ ὧν ἐργάζεται ἔργων, πείσῃ μὴ εἶναι ἑαυτὸν ἄνθρωπον μόνον, ἀλλὰ καὶ θεὸν καὶ θεοῦ τοῦ ἀληθινοῦ λόγον καὶ σοφίαν. τοῦτο δὲ καὶ ὁ Παῦλος βουλόμενος βουλό μενος σημᾶναί φησιν· ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ· ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. πανταχοῦ γὰρ τοῦ λόγου ἑαυτὸν ἁπλώσαντος, καὶ ἄνω καὶ κάτω καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος· ἄνω μὲν εἰς τὴν κτίσιν, κάτω δὲ εἰς τὴν ἐνανθρώπησιν, εἰς βάθος δὲ εἰς τὸν ᾅδην, εἰς πλάτος δὲ εἰς τὸν κόσμον· τὰ πάντα τῆς περὶ θεοῦ γνώσεως πεπλήρωται. διὰ δὲ τοῦτο, οὐδὲ παρ’ αὐτὰ παραγενόμενος τὴν θυσίαν τὴν ὑπὲρ πάντων ἐπετέλει, παραδιδοὺς τὸ σῶμα τῷ θανάτῳ, καὶ ἀνιστῶν αὐτό, ἀφανῆ ἑαυτὸν διὰ τούτου ποιῶν. ἀλλὰ καὶ ἐμφανῆ ἑαυτὸν διὰ τούτου καθίστη καθίστει διαμένων ἐν αὐτῷ καὶ τοιαῦτα τελῶν ἔργα καὶ σημεῖα διδούς, ἃ μηκέτι ἄνθρωπον ἀλλὰ θεὸν λόγον αὐτὸν ἐγνώριζον. ἀμφότερα γὰρ ἐφιλανθρωπεύετο ἐφιλανθρωπεύ σω ετο ὁ σωτὴρ διὰ τῆς ἐνανθρωπήσεως, ὅτι καὶ τὸν θάνατον ἐξ ἡμῶν ἠφάνιζε, καὶ ἀνεκαίνιζεν ἡμᾶς· καὶ ὅτι ἀφανὴς ὢν καὶ ἀόρατος, διὰ τῶν ἔργων ἐνέφαινε, καὶ ἐγνώριζεν ἑαυτὸν εἶναι υἱὸν τοῦ θεοῦ καὶ ἑαυτὸν εἶναι τὸν λόγον τοῦ πατρός, τὸν τοῦ παντὸς πατρὸς ἡγεμόνα καὶ βασιλέα. Οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῷ σώματι· οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον, λόγος ὤν, οὐ συνείχετο μὲν ὑπό τινος· συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός· καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὤν, ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ’ οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν, καὶ ἕκαστον καὶ πάντα ὁμοῦ ζωοποιῶν, περιέχων τὰ ὅλα πάντα καὶ μὴ περιεχόμενος, ἀλλ’ ἐν μόνῳ τῷ ἑαυτοῦ πατρὶ ὅλος ὅλως ὢν κατὰ πάντα· οὕτως καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὤν, καὶ αὐτὸς αὐτὸ ζωοποιῶν, εἰκότως ἐζωοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο, καὶ ἔξω τῶν ὅλων ἦν. καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος, οὐκ ἀφανὴς ἦν καὶ ἀπὸ τῆς τῶν ὅλων ἐνεργείας. ψυχῆς μὲν οὖν ἔργον ἐστι ἔργόν ἐστὶ θεωρεῖν μὲν καὶ τὰ ἔξω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ ἔξωθεν τοῦ ἰδίου τοῦ ἰδίου σώματος ἐνεργεῖν, ἢ τὰ τούτου τοῦ μακρὰν τῇ παρουσίᾳ κινεῖν. οὐδέποτε γοῦν ἄνθρωπος διανοούμενος τὰ μακρὰν ἤδη καὶ ταῦτα κινεῖ καὶ μεταφέρει· οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῷ, ἤδη καὶ τὸν ἥλιον κινεῖ, καὶ τὸν οὐρανὸν περιστρέφει. ἀλλ’ ὁρᾷ ὅρα μὲν αὐτὰ κινούμενα καὶ γεγονότα, οὐ μὴν ὥστε καὶ ἐργάζεσθαι αὐτὰ δυνατὸς τυγχάνει. οὐ δὴ τοιοῦτος ἦν ὁ τοῦ θεοῦ λόγος ἐν τῷ ἀνθρώπῳ· οὐ γὰρ συνεδέδετο τῷ σώματι, ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτῳ ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανε, καὶ ἔξω τῶν ὄντων ἦν, καὶ ἐν μόνῳ τῷ πατρὶ ἀνεπαύετο. καὶ τὸ θαυμαστὸν τοῦτο ἦν, ὅτι καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο, καὶ τὸ θαυμαστὸν τοῦτο ἦν, ὅτι καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο καὶ ὡς λόγος τὰ πάντα ἐζωογόνει, καὶ ὡς υἱὸς τῷ πατρὶ συνῆν. ὅθεν οὐδὲ τῆς παρθένου τικτούσης ἔπασχεν αὐτός, οὐδὲ ἐν σώματι ὢν ἐμολύνετο, ἀλλὰ μᾶλλον καὶ τὸ σῶμα ἡγίαζεν. οὐδὲ γὰρ ἐν τοῖς πᾶσιν ὤν, τῶν πάντων μεταλαμβάνει, ἀλλὰ πάντα μᾶλλον ὑπ’ αὐτοῦ ζωογονεῖται καὶ τρέφεται. εἰ γὰρ καὶ ἥλιος ὁ ὁ ἥλιος ὑπ’ αὐτοῦ γενόμενος καὶ ὑφ’ ἡμῶν ὁρώμενος, περιπολῶν περιπο λ λ ῶ ν περιπολλῶν ἐν οὐρανῷ, οὐ ῥυπαίνεται τῶν ἐπὶ γῆς σωμάτων ἁπτόμενος, οὐδὲ ὑπὸ σκότους ἀφανίζεται, ἀλλὰ μᾶλλον αὐτὸς καὶ ταῦτα φωτίζει καὶ καθαρίζει, πολλῷ πλέον ὁ πανάγιος τοῦ θεοῦ λόγος, ὁ καὶ τοῦ ἡλίου ποιητὴς καὶ κύριος, ἐν σώματι γνωριζόμενος οὐκ ἐρυπαίνετο, ἀλλὰ μᾶλλον ἄφθαρτος ὤν, καὶ τὸ σῶμα θνητὸν τυγχάνον ἐζωοποίει καὶ ἐκαθάριζεν, ὃς ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλλήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι θεὸς λόγος τὰ πάντα διακος μῶν, καὶ δι’ ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ θεὸν λόγον ἐγνώριζεν. Λέγεται δὲ περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ καὶ τὸ σῶμα ἐσθίον καὶ τικτόμενον καὶ πάσχον, οὐχ ἑτέρου τινός, ἀλλὰ τοῦ κυρίου ἦν· καὶ ὅτι ἀνθρώπου γενομένου, ἔπρεπε καὶ ταῦτα ὡς περὶ ἀνθρώπου λέγεσθαι, ἵνα ἀληθείᾳ καὶ μὴ φαντασίᾳ σῶμα ἔχων φαίνηται. ἀλλ’ ὥσπερ ἐκ τούτων ἐγινώσκετο σωματικῶς παρών, οὕτως ἐκ τῶν ἔργων ὧν ἐποίει διὰ τοῦ σώματος, υἱὸν θεοῦ ἑαυτὸν ἐγνώριζεν. ὅθεν καὶ πρὸς τοὺς ἀπίστους Ἰουδαίους ἐβόα λέγων· εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύητέ πιστευετέ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί. ὡς γὰρ ἀόρατος ὤν, ἀπὸ τῶν τῆς κτίσεως ἔργων γινώσκεται, οὕτως ἄνθρωπος γενόμενος, καὶ ἐν σώματι μὴ ὁρώμενος χωρούμενος , ἐκ τῶν ἔργων ἂν γνωσθείη ὅτι οὐκ ἄνθρωπος ἀλλὰ θεοῦ δύναμις καὶ λόγος ἐστὶν ὁ ταῦτα ἐργαζόμενος. τὸ γὰρ ἐπιτάσσειν αὐτὸν τοῖς δαίμοσι, κἀκείνους ἀπελαύνεσθαι, οὐκ ἀνθρώπινον ἀλλὰ θεῖόν ἐστι τὸ ἔργον. ἢ τίς ἰδὼν αὐτὸν τὰς νόσους ἰώμενον, ἐν αἷς ὑπόκειται τὸ τῶν ἀνθρώπων γένος, ἔτι ἄνθρωπον καὶ οὐ θεὸν ἡγεῖτο· λεπροὺς γὰρ ἐκαθάριζε, χωλοὺς περιπατεῖν ἐποίει, κωφῶν τὴν ἀκοὴν ἤνοιγε, τυφλοὺς ἀναβλέπειν ἐποίει, καὶ πάσας ἁπλῶς νόσους καὶ πᾶσαν μαλακίαν μαλακίας πᾶσας ἀπήλαυνεν ἀπὸ τῶν ἀνθρώπων, ἀφ’ ὧν ἦν αὐτοῦ καὶ τὸν τυχόντα τὴν θεότητα θεωρεῖν. τίς γὰρ ἰδὼν αὐτὸν ἀποδιδόντα τὸ λεῖπον, οἷς ἧς οἷς ἡ γένεσις ἐνέλειψε, καὶ τοῦ ἐκ γενετῆς γενητῆς γεννητῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀνοίγοντα, οὐκ ἂν ἐνενόησε τὴν ἀνθρώπων ὑποκειμένην ἀποκειμένην αὐτῷ γένεσιν, καὶ ταύτης εἶναι τοῦτον δημιουργὸν δημιουργὸν τοῦτον καὶ ποιητήν· ὁ γὰρ τὸ μὴ ὃ ὃ γὰρ τὸ μὴ ἐκ γενέσεως ἔσχεν ὁ ἄνθρωπος ἀποδιδούς, δῆλος ἂν εἴη πάντως ὅτι κύριος οὗτός ἐστι καὶ τῆς γενέσεως τῶν ἀνθρώπων. διὰ τοῦτο καὶ ἐν ἀρχῇ κατερχόμενος πρὸς ἡμᾶς πρὸς ἡμᾶς κατερχόμενος , ἐκ παρθένου πλάττει ἑαυτῷ τὸ σῶμα, ἵνα μὴ μικρὸν τῆς θεότητος αὐτοῦ γνώρισμα πᾶσι παράσχῃ παράσχη πᾶσιν , ὅτι ὁ τοῦτο πλάσας αὐτός ἐστι καὶ τῶν ἄλλων ποιητής. τίς γὰρ ἰδὼν ἐκ παρθένου χωρὶς ἀνδρὸς ἐκ παρθένου μόνης προερχόμενον παρερχόμενον σῶμα, οὐκ ἐνθυμεῖται τὸν ἐν τούτῳ φαινόμενον εἶναι καὶ τῶν ἄλλων σωμάτων ποιητὴν καὶ κύριον· τίς δὲ ἰδὼν καὶ τὴν ὑδάτων ἀλλασσομένην ἀλασσομένην οὐσίαν, καὶ εἰς οἶνον μεταβάλλουσαν μεταβαλοῦσαν μεταβάλουσαν , οὐκ ἐννοεῖ τὸν τοῦτο ποιήσαντα κύριον εἶναι καὶ κτίστην τῆς τῶν ὅλων ὑδάτων οὐσίας· διὰ τοῦτο γὰρ ὡς ὥ ὡ ς δεσπότης ἐπέβαινε καὶ τῇ θαλάσσῃ, καὶ περιεπάτει ὡς ἐπὶ γῆς, γνώρισμα τῆς ἐπὶ πάντα πάντων δεσποτείας αὐτοῦ τοῖς ὁρῶσι παρέχων. τρέφων δὲ καὶ ἐξ ὀλίγων τοσοῦτον τοσοῦτο πλῆθος, καὶ ἐξ ἀπόρων εὐπορῶν αὐτός, ὥστε ἀπὸ πέντε ἄρτων πεντακισχιλίους κορεσθῆναι χορτάσαι γρ(άφε) κορεσθῆναι , καὶ ἄλλο τοσοῦτο τοσοῦτον καταλεῖψαι, οὐδὲν ἕτερον ἢ αὐτὸν εἶναι καὶ τὸν τὸν καὶ τῆς ὅλων ὅλης προνοίας κύριον ἐγνώριζε. Ταῦτα δὲ πάντα ποιεῖν τῷ σωτῆρι καλῶς ἔχειν ἐδόκει, ἵν’ ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτίσεως αὐτοῦ θεότητα, κἂν ἐκ τῶν διὰ τοῦ σώματος ἔργων αὐτοῦ ἀνα βλέψωσι, καὶ ἔννοιαν λάβωσι δι’ αὐτοῦ τῆς εἰς τὸν πατέρα γνώσεως, ἐκ τῶν κατὰ μέρος τὴν εἰς τὰ ὅλα αὐτοῦ πρόνοιαν, ὡς προεῖπον, ἀναλογιζόμενοι ἀναλογιζόμενος . τίς γὰρ ἰδὼν αὐτοῦ τὴν κατὰ δαιμόνων ἐξουσίαν, ἢ τίς ἰδὼν τοὺς δαίμονας ὁμολογοῦντας εἶναι τούτων αὐτὸν κύριον, ἔτι τὴν διάνοιαν ἀμφίβολον ἕξει, εἰ οὗτός ἐστιν ὁ τοῦ θεοῦ υἱὸς καὶ ἡ σοφία καὶ ἡ δύναμις· οὐδὲ γὰρ τὴν κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν, ἀλλὰ τό γε θαυμαστόν, καὶ ἐν τῷ θανάτῳ, μᾶλλον δὲ ἐν αὐτῷ τῷ κατὰ τοῦ θανάτου τροπαίῳ, λέγω δὴ τῷ σταυρῷ, πᾶσα ἡ κτίσις ὡμολόγει τὸν ἐν τῷ σώματι γνωριζόμενον καὶ πάσχοντα οὐχ ἁπλῶς εἶναι ἄνθρωπον, ἀλλὰ θεοῦ υἱὸν καὶ σωτῆρα πάντων. ὅ τε γὰρ ἥλιος ἀπεστράφη, καὶ ἡ γῆ ἐσείετο ἐσίετο , καὶ τὰ ὄρη ἐρρήγνυτο, πάντες κατέπτησσον κατέπτ υ ησ σον κατέπτυσσον . ταῦτα δὲ τὸν μὲν ἐν τῷ σταυρῷ Χριστὸν θεὸν ἐδείκνυον, τὴν δὲ κτίσιν πᾶσαν τούτου δούλην εἶναι, καὶ μαρτυροῦσαν τῷ φόβῳ τὴν τοῦ δεσπότου παρουσίαν. οὕτω μὲν οὖν ὁ θεὸς λόγος διὰ τῶν ἔργων διὰ τῶν ἔργων ὁ θεὸς λόγος ἑαυτὸν ἐνεφάνιζε τοῖς ἀνθρώποις. ἀκόλουθον δ’ ἂν εἴη καὶ τὸ τέλος τῆς ἐν σώματι διαγωγῆς καὶ περιπολήσεως αὐτοῦ διηγήσασθαι, καὶ εἰπεῖν καὶ ὁποῖος γέγονεν ὁ τοῦ σώματος θάνατος· μάλιστα ὅτι τὸ κεφάλαιον τῆς πίστεως ἡμῶν ἐστὶ τοῦτο, καὶ πάντες ἁπλῶς ἄνθρωποι περὶ τούτου θρυλλοῦσιν θρυλοῦσιν · ἵνα γνῷς ὅτι καὶ ἐκ τούτου μᾶλλον οὐδὲν ἧττον γινώσκεται θεὸς ὁ Χριστὸς χριστὸς ὁ θεὸς καὶ τοῦ θεοῦ υἱός. Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλεῖν, εἰ μὴ αὐτοῦ τοῦ σωτῆρος, τοῦ καὶ τὴν ἀρχὴν ἐξ οὐκ ὄντων πεποιηκότος τὰ ὅλα· καὶ οὐκ ἄλλου ἦν τὸ κατ’ εἰκόνα πάλιν ἀνακτίσαι τοῖς ἀνθρώποις, εἰ μὴ τῆς εἰκόνος τοῦ πατρός· καὶ οὐκ ἄλλου ἦν τὸ θνητὸν ἀθάνατον ἀναστῆσαι παραστῆσαι , εἰ μὴ τῆς αὐτοζωῆς οὔσης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὐκ ἄλλου ἦν περὶ πατρὸς διδάξαι, καὶ τὴν εἰδώλων καθαιρῆσαι θρησκείαν, εἰ μὴ τοῦ τὰ πάντα διακοσμοῦντος λόγου, καὶ μόνου τοῦ πατρὸς ὄντος υἱοῦ μονογενοῦς ἀληθινοῦ. ἐπειδὴ δὲ καὶ τὸ ὀφειλόμενον παρὰ πάντων ἔδει λοιπὸν ἀποδοθῆναι· ὠφείλετο γὰρ πάντως πάντας , ὡς προεῖπον, ἀποθανεῖν, δι’ ὃ διὸ μάλιστα καὶ ἐπεδήμησε· τούτου ἕνεκεν μετὰ τὰς περὶ τῆς θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ἑαυτ ὸν οῦ ἑαυτὸν ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ· δείξῃ δὲ ἑαυτὸν ἑαυτοῦ καὶ θανάτου κρείττονα α ον α , ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. καὶ μήτοι μήτι θαυμάσῃς εἰ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγομεν. ἐπειδὴ γὰρ περὶ τῆς εὐδοκίας τοῦ θεοῦ λαλοῦμεν, διὰ τοῦτο τὸν αὐτὸν νοῦν διὰ πλειόνων ἑρμηνεύομεν, μὴ ἄρα τι ὅτι παραλιμπάνειν δόξωμεν, καὶ ἔγκλημα γένηται ὡς ἐνδεῶς εἰρηκόσι· καὶ γὰρ βέλτιον ταὐτολογίας μέμψιν ὑποστῆναι, ἢ παραλεῖψαί τι τῶν ὀφειλόντων γραφῆναι. τὸ μὲν οὖν σῶμα, ὡς καὶ αὐτὸ κοινὴν ἔχον τοῖς πᾶσι τὴν οὐσίαν, σῶμα γὰρ ἦν ἀνθρώπινον, εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὂν κατὰ ἀκολουθίαν τῶν ὁμοίων καὶ ἀπέθνῃσκε· τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει, οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγον, ἐκτὸς ἐγίνετο φθορᾶς. καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ ταυτο γενέσθαι παραδόξως· ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ κυριακῷ σώματι ἐπληροῦτο, καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα λόγον ἐξηφανίζετο. Θανάτου γὰρ ἦν χρεία, καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται. ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν, ἀθάνατος γὰρ ἦν, ἔλαβεν ἔλαχεν ἑαυτῷ αὐ ἑαυ τῶ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ, καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων, διὰ τὴν πρὸς αὐτὸ ἐπίβασιν, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστιν τὸν διάβολον· καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.