Ὁ θεός, ὁ πάντων ἔχων τὸ κράτος, ὅτε τὸ τῶν ἀνθρώπων γένος διὰ τοῦ ἰδίου λόγου ἐποίει, κατιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐτῶν, ὡς οὐχ ἱκανὴ εἴη ἐξ ἑαυτῆς γνῶναι τὸν δημιουργόν, οὐδ’ ὅλως ἔννοιαν λαβεῖν θεοῦ, τῷ τὸν μὲν εἶναι ἀγέννητον ἀγέν ν ητον , τὰ δὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι, καὶ τὸν μὲν ἀσώματον εἶναι, τοὺς δὲ ἀνθρώπους κάτω που σώματι πεπλάσθαι, καὶ ὅλως πολλὴν εἶναι τὴν τῶν γενητῶν γε ν νητῶν γε ν νητῶν ἔλλειψιν πρὸς τὴν τοῦ πεποιηκότος κατάληψιν κατάλ η ψιν καὶ γνῶσιν· ἐλεήσας πάλιν τὸ γένος τὸ ἀνθρώπινον, ἅτε δὴ ἀγαθὸς ὤν, οὐκ ἀφῆκεν αὐτοὺς ἐρήμους τῆς ἑαυτοῦ γνώσεως, ἵνα μὴ ἀνόνητον ἔχωσι καὶ τὸ εἶναι. ποία γὰρ ὄνησις τοῖς πεποιημένοις μὴ γινώσκουσι τὸν ἑαυτῶν ποιητήν· ἢ πῶς ἂν εἶεν λογικοὶ μὴ γινώσκοντες τὸν τοῦ πατρὸς λόγον, ἐν ᾧ καὶ γεγόνασιν· οὐδὲν οὐδὲ γὰρ οὐδὲ ἀλόγων διαφέρειν ἔμελλον, εἰ πλέον οὐδὲν τῶν περιγείων ἐπεγίνωσκον. τί δὲ καὶ ὁ θεὸς ἐποίει τούτους, ἀφ’ ὧν οὐκ ἠθέλησε γινώσκεσθαι· ὅθεν, ἵνα μὴ τοῦτο γένηται, ἀγαθὸς ὢν τῆς ἰδίας εἰκόνος αὐτοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεταδίδωσι, καὶ ποιεῖ τούτους κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· ἵνα διὰ τῆς τοιαύτης χάριτος τὴν εἰκόνα νοοῦντες, λέγω δὴ τὸν τοῦ πατρὸς λόγον, δυνηθῶσιν ἔννοιαν δι’ αὐτοῦ τοῦ πατρὸς λαβεῖν, καὶ γινώσκοντες τὸν ποιητὴν ζῶσι τὸν εὐδαίμονα καὶ μακάριον ὄντως βίον. ἀλλ’ ἄνθρωποι πάλιν παράφρονες, κατολιγωρήσαντες καὶ οὕτως τῆς δοθείσης αὐτοῖς χάριτος, τοσοῦτον ἀπεστράφησαν τὸν θεόν, καὶ τοσοῦτον ἐθόλωσαν ἑαυτῶν τὴν ψυχὴν ὡς μὴ μόνον ἐπιλαθέσθαι τῆς περὶ τοῦ θεοῦ ἐννοίας, ἀλλὰ καὶ ἕτερα ἀνθ’ ἑτέρων ἑαυτοῖς ἀναπλάσασθαι. εἴδωλά τε γὰρ ἀντὶ τῆς ἀληθείας ἑαυτοῖς ἀνετυπώσαντο, καὶ τὰ οὐκ ὄντα τοῦ ὄντος θεοῦ προετίμησαν, τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, καὶ τό γε τε χείριστον, ὅτι καὶ εἰς ξύλα καὶ εἰς λίθους καὶ εἰς πᾶσαν ὕλην καὶ ἀνθρώπους τὴν τοῦ θεοῦ τιμὴν μετετίθουν, καὶ πλείονα τούτων ποιοῦντες, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται. τοσοῦτον δὲ ἠσέβουν, ὅτι καὶ δαίμονας δαίμον αι α ς ἐθρήσκευον λοιπὸν καὶ θεοὺς ἀνηγόρευον, τὰς ἐπιθυμίας αὐτῶν ἀποπληροῦντες. θυσίας τε γὰρ ζῴων ἀλόγων, καὶ ἀνθρώπων σφαγάς, ὥσπερ εἴρηται πρότερον, εἰς τὸ ἐκείνων καθῆκον ἐπετέλουν, καὶ πλεῖον ἑαυτοὺς τοῖς ἐκείνων οἰστρήμασι καταδεσμεύοντες. διὰ τοῦτο γοῦν καὶ μαγεῖαι μαγε ί ῖ α παρ’ αὐτοῖς ἐδιδάσκοντο, καὶ μαντεῖα κατὰ τόπον τοὺς ἀνθρώπους ἐπλάνα, καὶ πάντες τὰ γενέσεως καὶ τοῦ εἶναι ἑαυτῶν αὐτῶν τὰ αἴτια τοῖς ἄστροις καὶ τοῖς κατ’ οὐρανὸν πᾶσιν ἀνετίθουν, μηδὲν πλέον τῶν φαινομένων λογιζόμενοι. καὶ ὅλως πάντα ἦν ἀσεβείας καὶ παρανομίας μεστά, καὶ μόνος ὁ θεὸς οὐδὲ ὁ τούτου λόγος ἐπεγινώσκετο, καίτοι καίτι οὐκ ἀφανῆ ἑαυτὸν τοῖς ἀνθρώποις ἐπικρύψας, οὐδὲ ἁπλῆν τὴν περὶ ἑαυτοῦ γνῶσιν αὐτοῖς δεδωκώς, ἀλλὰ καὶ ποικίλως καὶ διὰ πολλῶν αὐτὴν αὐτοῖς ἐφαπλώσας. Αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ’ εἰκόνα χάρις γνωρίζειν τὸν θεὸν τοῦ θεοῦ λόγον, καὶ δι’ αὐτοῦ τὸν πατέρα· εἰδὼς δὲ ὁ θεὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων, προενοήσατο καὶ τῆς ἀμελείας τούτων, ἵν’ ἐὰν ἀμελήσαιεν δι’ ἑαυτῶν τὸν θεὸν ἐπιγνῶναι, ἔχωσι διὰ τῶν τῆς κτίσεως ἔργων τὸν δημιουργὸν μὴ ἀγνοεῖν. ἐπειδὴ δὲ ἡ ἀνθρώπων ἀνθρώπων ἡ ἀμέλεια ἐπὶ τὰ χείρονα κατ’ ὀλίγον ἐπικαταβαίνει· προενοήσατο πάλιν ὁ θεὸς καὶ τῆς τοιαύτης αὐτῶν ἀσθενείας ἀσθενείας αὐτῶν , νόμον νόμους καὶ προφήτας τοὺς αὐτοῖς γνωρίμους ἀποστείλας, ἵνα ἐὰν καὶ εἰς τὸν οὐρανὸν ὀκνήσωσιν ἀναβλέψαι καὶ γνῶναι τὸν ποιητήν, ἔχωσιν ἐκ τῶν ἐγγὺς τὴν διδασκαλίαν. ἄνθρωποι γὰρ παρὰ ἀνθρώπων ἐγγυτέρω δύνανται μαθεῖν περὶ τῶν κρειττόνων. ἐξὸν οὖν ἦν ἀναβλέψαντας αὐτοὺς εἰς τὸ μέγεθος μέγεθ ω ος τοῦ οὐρανοῦ, καὶ κατανοήσαντας τὴν τῆς κτίσεως ἁρμονίαν, γνῶναι τὸν ταύτης ἡγεμόνα τὸν τοῦ πατρὸς λόγον, τὸν τῇ ἑαυτοῦ εἰς πάντα προνοίᾳ γνωρίζοντα πᾶσι τὸν πατέρα, καὶ διὰ τοῦτο τὰ ὅλα κινοῦντα, ἵνα δι’ αὐτοῦ πάντες γινώσκωσι τὸν θεόν. ἢ εἰ τοῦτο αὐτοῖς ἦν ὀκνηρόν, κἂν τοῖς ἁγίοις δυνατὸν ἦν δυνατὸν ἦν τοῖς ἁγίοις αὐτοὺς συντυγχάνειν, καὶ δι’ αὐτῶν μαθεῖν τὸν τῶν πάντων δημιουργὸν θεόν, τὸν τοῦ Χριστοῦ πατέρα· καὶ ὅτι τῶν εἰδώλων ἡ θρησκεία ἀθεότης ἐστὶ καὶ πάσης ἀσεβείας μεστή. ἐξὸν δὲ ἦν αὐτοὺς καὶ τὸν νόμον ἐγνωκότας, παύσασθαι πάσης παρανομίας καὶ τὸν κατ’ ἀρετὴν ζῆσαι βίον. οὐδὲ γὰρ διὰ Ἰουδαίους μόνους ὁ νόμος ἦν οὐδὲ δι’ αὐτοὺς μόνους οἱ προφῆται ἐπέμποντο, ἀλλὰ πρὸς Ἰουδαίους μὲν ἐπέμποντο , καὶ παρὰ Ἰουδαίων ἐδιώκοντο· πάσης δὲ τῆς οἰκουμένης ἦσαν διδασκάλιον διδασκάλιον ἦσαν ἱερὸν τῆς περὶ θεοῦ γνώσεως, καὶ τῆς κατὰ ψυχὴν πολιτείας. τοσαύτης οὖν οὔσης τῆς τοῦ θεοῦ ἀγαθότητος καὶ φιλανθρωπίας, ὅμως οἱ ἄνθρωποι, νικώμενοι ταῖς παραυτίκα ἡδοναῖς καὶ ταῖς παρὰ δαιμόνων φαντασίαις καὶ ἀπάταις, οὐκ ἀνένευσαν πρὸς τὴν ἀλήθειαν· ἀλλ’ ἑαυτοὺς πάλιν πλείοσι κακοῖς καὶ ἁμαρτήμασιν ἐνεφόρησαν, ὡς μηκέτι δοκεῖν αὐτοὺς λογικούς, ἀλλὰ ἀλόγους ἐκ τῶν τρόπων νομίζεσθαι. Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ θεοῦ γνῶσιν, τί τὸν θεὸν ἔδει ποιεῖν· σιωπῆσαι τὸ τηλικοῦτον, καὶ ἀφεῖναι ἀφῆναι τοὺς ἀνθρώπους ὑπὸ δαιμόνων πλανᾶσθαι, καὶ μὴ γινώσκειν αὐτοὺς τὸν θεόν· καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς κατ’ εἰκόνα θεοῦ γενέσθαι τὸν ἄνθρωπον· ἔδει γὰρ αὐτὸν ἁπλῶς ὡς ἄλογον γενέσθαι, ἢ γενόμενον λογικὸν τὴν τῶν ἀλόγων ζωὴν μὴ βιοῦν. τίς δὲ ὅλως ἦν ἦν ὅλως χρεία ἐννοίας αὐτὸν λαβεῖν περὶ θεοῦ ἐξ ἀρχῆς· εἰ γὰρ οὐδὲ νῦν ἄξιός ἐστι λαβεῖν, ἔδει μηδὲ κατὰ τὴν ἀρχὴν αὐτῷ δοθῆναι δοθ ει ῆ ναι . τί δὲ καὶ ὄφελος τῷ πεποιηκότι θεῷ, ἢ ποία δόξα αὐτῷ ἂν εἴη, εἰ οἱ ὑπ’ αὐτοῦ γενόμενοι ἄνθρωποι οὐ προσκυνοῦσιν αὐτῷ, ἀλλ’ ἑτέρους εἶναι τοὺς πεποιηκότας αὐτοὺς νομίζουσιν· εὑρίσκεται γὰρ ὁ θεὸς ἑτέροις καὶ οὐχ ἑαυτῷ τούτους δημιουργήσας. εἶτα βασιλεὺς μὲν ἄνθρωπος ὢν τὰς ὑπ’ αὐτοῦ κτισθείσας χώρας οὐκ ἀφίησιν ἐκδότους ἑτέροις δουλεύειν, οὐδὲ πρὸς ἄλλους καταφεύγειν· ἀλλὰ γράμμασιν αὐτοὺς ὑπομιμνήσκει, πολλάκις δὲ καὶ διὰ φίλων αὐτοῖς ἐπιστέλλει, εἰ δὲ καὶ χρεία γένηται, αὐτὸς παραγίνεται, τῇ παρουσίᾳ λοιπὸν αὐτοὺς δυσωπῶν· μόνον ἵνα μὴ ἑτέροις δουλεύσωσι, καὶ ἀργὸν αὐτοῦ τὸ ἔργον γένηται. οὐ πολλῷ πλέον ὁ θεὸς τῶν ἑαυτοῦ κτισμάτων φείσεται πρὸς τὸ μὴ πλανηθῆναι ἀπ’ αὐτοῦ, καὶ τοῖς οὐκ οὖσι δουλεύειν· μάλιστα ὅτι ἡ τοιαύτη πλάνη ἀπωλείας αὐτοῖς αἰτία καὶ ἀφανισμοῦ γίνεται, οὐκ ἔδει δὲ τὰ ἅπαξ κοινωνήσαντα τῆς τοῦ θεοῦ εἰκόνος ἀπολέσθαι. τί οὖν ἔδει ποιεῖν τὸν θεόν· ἢ τί ἔδει γενέσθαι, ἀλλ’ ἢ τὸ κατ’ εἰκόνα πάλιν ἀνανεῶσαι, ἵνα δι’ αὐτοῦ πάλιν αὐτὸν γνῶναι δυνηθῶσιν οἱ ἄνθρωποι· τοῦτο δὲ πῶς ἂν ἐγεγόνει, εἰ μὴ αὐτῆς τῆς τοῦ θεοῦ εἰκόνος παραγενομένης τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ ἀνθρώπων μὲν γὰρ οὐκ ἦν δυνατόν, ἐπεὶ καὶ αὐτοὶ κατ’ εἰκόνα γεγόνασιν· ἀλλ’ οὐδὲ δι’ ἀγγέλων· οὐδὲ γὰρ οὐδὲ αὐτοί εἰσιν εἰκόνες. ὅθεν ὁ τοῦ θεοῦ λόγος δι’ ἑαυτοῦ αὐτοῦ παρεγένετο, ἵνα ὡς εἰκὼν ὢν τοῦ πατρὸς τὸν κατ’ εἰκόνα ἄνθρωπον ἀνακτίσαι δυνηθῇ. ἄλλως δὲ πάλιν οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ὁ θάνατος ἦν καὶ ἡ φθορὰ ἐξαφανισθεῖσα. ὅθεν εἰκότως ἔλαβε σῶμα θνητόν, ἵνα καὶ ὁ θάνατος ἐν αὐτῷ λοιπὸν ἐξαφανισθῆναι δυνηθῇ, καὶ οἱ κατ’ εἰκόνα πάλιν ἀνακαινισθῶσιν ἄνθρωποι. οὐκοῦν ἑτέρου πρὸς ταύτην τὴν χρείαν οὐκ ἦν, εἰ μὴ τῆς εἰκόνος τοῦ πατρός. Ὡς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παραφανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ εἰκὼν δυνηθῇ ἐν τῇ αὐτῇ ὕλῃ, διὰ γὰρ τὴν ἐκείνου γραφὴν καὶ αὐτὴ αὕτη ἡ ὕλη ἐν ᾗ καὶ γέγραπται οὐκ ἐκβάλλεται, ἀλλ’ ἐν αὐτῇ ἀνατυποῦται. κατὰ τοῦτο καὶ ὁ πανάγιος τοῦ πατρὸς υἱός, εἰκὼν ὢν τοῦ πατρός, παρεγένετο ἐπὶ τοὺς ἡμετέρους τόπους, ἵνα τὸν κατ’ αὐτὸν πεποιημένον ἄνθρωπον ἀνακαινίσῃ, καὶ ὡς ἀπολόμενον ἀπολλόμενον εὕρῃ διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, ᾗ φησι καὶ αὐτὸς ἐν τοῖς εὐαγγελίοις· ἦλθον τὸ ἀπολόμενον ἀπολωλὸς εὑρεῖν καὶ σῶσαι. ὅθεν καὶ πρὸς τοὺς Ἰουδαίους ἰδίους ἔλεγεν· ἐὰν μή τις ἀναγεννηθῇ γεννηθῆ , οὐ τὴν ἐκ γυναικῶν γέννησιν σημαίνων ὥσπερ ὑπενόουν ἐκεῖνοι, ἀλλὰ τὴν ἀναγεννωμένην καὶ ἀνακτι ζομένην ψυχὴν ἐν τῷ κατ’ εἰκόνα δηλῶν. ἐπειδὴ δὲ καὶ εἰδωλομανία καὶ ἀθεότης κατεῖχε τὴν οἰκουμένην καὶ ἡ περὶ θεοῦ γνῶσις ἐκέκρυπτο, τίνος ἦν διδάξαι τὴν οἰκουμένην περὶ τοῦ πατρός· ἀνθρώπου φαίη τις ἄν· ἀλλ’ οὐκ ἦν ἀνθρώπων ἐνὸν τὴν ὑφήλιον πᾶσαν ὑπελθεῖν, οὔτε τῇ φύσει τοσοῦτον ἰσχυόντων δραμεῖν, οὔτε ἀξιοπίστων περὶ τούτου δυναμένων γενέσθαι, οὔτε πρὸς τὴν τῶν δαιμόνων ἀπάτην καὶ φαντασίαν ἱκανῶν δι’ ἑαυτῶν ἀντιστῆναι. πάντων γὰρ κατὰ ψυχὴν πληγέντων καὶ ταραχθέντων παρὰ τῆς δαιμονικῆς ἀπάτης καὶ τῆς τῶν εἰδώλων ματαιότητος, πῶς οἷόν τε ἦν ἀνθρώπου ψυχὴν καὶ ἀνθρώπων νοῦν μεταπεῖσαι μεταπ οι εῖ σαι , ὅπουγε οὐδὲ ὁρᾶν αὐτοὺς δύνανται· ὃ δὲ μὴ ὁρᾷ τις, πῶς δύναται μεταπαιδεῦσαι· ἀλλ’ ἴσως ἄν τις εἴποι τὴν κτίσιν ἀρκεῖσθαι· ἀλλ’ εἰ ἡ κτίσις ἤρκει ἠρκεῖτο , οὐκ ἂν ἐγεγόνει τὰ τηλικαῦτα κακά. ἦν γὰρ καὶ ἡ κτίσις, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἐν τῇ αὐτῇ περὶ θεοῦ πλάνῃ ἐκυλίοντο. τίνος οὖν ἦν πάλιν χρεία, ἢ τοῦ θεοῦ λόγου τοῦ καὶ ψυχὴν καὶ νοῦν ὁρῶντος, τοῦ καὶ τὰ ὅλα ἐν τῇ κτίσει κινοῦντος, καὶ δι’ αὐτῶν γνωρίζοντος τὸν πατέρα· τοῦ γὰρ διὰ τῆς ἰδίας προνοίας καὶ διακοσμήσεως τῶν ὅλων τῶν ὅλων διδάσκοντος περὶ τοῦ πατρός, αὐτοῦ ἦν καὶ τὴν αὐτὴν διδασκαλίαν ἀνανεῶσαι ἀνορθῶσαι . πῶς οὖν ἂν ἐγεγόνει τοῦτο· ἴσως ἄν τις εἴποι ὅτι ἐξὸν ἦν διὰ τῶν αὐτῶν, ὥστε πάλιν διὰ τῶν τῆς κτίσεως ἔργων τὰ περὶ αὐτοῦ δεῖξαι. ἀλλ’ οὐκ ἦν ἀσφαλὲς ἔτι τοῦτο. οὐχί γε· παρεῖδον γὰρ τοῦτο πρότερον οἱ ἄνθρωποι, καὶ οὐκέτι μὲν ἄνω, κάτω δὲ τοὺς ὀφθαλμοὺς ἐσχήκασιν. ὅθεν εἰκότως ἀνθρώπους θέλων ὠφελῆσαι, ὡς ἄνθρωπος ἐπιδημεῖ, λαμβάνων ἑαυτῷ σῶμα ὅμοιον ἐκείνοις, καὶ ἐκ τῶν κάτω, λέγω δὴ διὰ τῶν τοῦ σώματος ἔργων, ἵνα οἱ μὴ θελήσαντες αὐτὸν γνῶναι ἐκ τῆς εἰς τὰ ὅλα προνοίας καὶ ἡγεμονίας αὐτοῦ, κἂν ἐκ τῶν δι’ αὐτοῦ τοῦ σώματος ἔργων γνώσωνται γνώσονται τὸν ἐν τῷ σώματι τοῦ θεοῦ λόγον, καὶ δι’ αὐτοῦ τὸν πατέρα. Ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν, τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς παιδεύει· οὕτως καὶ ὁ τοῦ θεοῦ λόγος, καθὼς καὶ ὁ Παῦλός φησιν· ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ἀποστραφέντες τὴν πρὸς τὸν θεὸν θεωρίαν καὶ ὡς ἐν βυθῷ βυθισθέντες κάτω τοὺς ὀφθαλμοὺς ἔχοντες, ἐν γενέσει καὶ τοῖς τοὺς τοῖς αἰσθητοῖς τὸν θεὸν ἀνεζήτουν, ἀνθρώπους θνητοὺς καὶ δαίμονας ἑαυτοῖς θεοὺς ἀνατυπούμενοι· τούτου ἕνεκα ὁ φιλάνθρωπος καὶ κοινὸς πάντων σωτήρ, ὁ τοῦ θεοῦ λόγος, λαμβάνει ἑαυτῷ σῶμα, καὶ ὡς ἄνθρωπος ἐν ἀνθρώποις ἀναστρέφεται, καὶ τὰς αἰσθήσεις πάντων ἀνθρώπων προσλαμβάνει, ἵνα οἱ ἐν σωματικοῖς νοοῦντες εἶναι τὸν θεόν, ἀφ’ ὧν ὁ κύριος ἐργάζεται διὰ τῶν τοῦ σώματος ἔργων, ἀπ’ αὐτῶν νοήσωσι τὴν ἀλήθειαν, καὶ δι’ αὐτοῦ τὸν πατέρα λογίσωνται λογίσ ο ω νται . ἄνθρωποι δὲ ὄντες καὶ ἀνθρώπινα πάντα νοοῦντες, οἷς ἐὰν ἂν ἐπέβαλον τὰς ἑαυτῶν αἰσθήσεις, ἐν τούτοις προσλαμβανομένους ἑαυτοὺς αὐτοὺς ἑώρων, καὶ πανταχόθεν διδασκομένους τὴν ἀλήθειαν. εἴτε γὰρ εἰς τὴν κτίσιν ἐπτόηντο, ἀλλ’ ἑώρων αὐτὴν ὁμολογοῦσαν τὸν Χριστὸν κύριον· εἴτε εἰς ἀνθρώπους ἦν αὐτῶν ἡ διάνοια προληφθεῖσα, ὥστε τούτους θεοὺς νομίζειν, ἀλλ’ ἐκ τῶν ἔργων τοῦ σωτῆρος, συγκρινόντων τε τε καὶ τὰ ἐκείνων, ἐφαίνετο ἐν ἀνθρώποις μόνος ὁ σωτὴρ θεοῦ υἱός, οὐκ ὄντων παρ’ ἐκείνοις τοιούτων ὁποῖα παρὰ τοῦ θεοῦ λόγου γέγονεν. εἰ δὲ καὶ εἰς δαίμονας ἦσαν προληφθέντες, ἀλλ’ ὁρῶντες αὐτοὺς διωκομένους διοκωμένους ὑπὸ τοῦ κυρίου, ἐγίνωσκον μόνον εἶναι τοῦτον τὸν τοῦ θεοῦ λόγον, καὶ οὐκ εἶναι θεοὺς τοὺς δαίμονας. εἰ δὲ καὶ εἰς νεκροὺς ἤδη τούτων ἦν ὁ νοῦς κατασχεθείς, ὥστε θρησκεύειν ἥρωας, καὶ τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς· ἀλλ’ ὁρῶντες τὴν τοῦ σωτῆρος ἀνάστασιν, ὡμολόγουν ἐκείνους εἶναι ψευδεῖς, καὶ μόνον τὸν κύριον ἀληθινόν, τὸν καὶ τοῦ πατρὸς λόγον, τὸν καὶ τοῦ θανάτου κυριεύοντα. διὰ τοῦτο καὶ γεγέννηται γεγέ ν νηται γεγ ή έ ννηται γεγένηται , καὶ ἄνθρωπος ἐφάνη, καὶ ἀπέθανε, καὶ ἀνέστη, ἀμβλύνας καὶ ἐπισκιάσας τὰ τῶν πώποτε γενομένων ἀνθρώπων διὰ τῶν ἰδίων ἔργων, ἵνα ὅπου δ’ ἂν ὦσι προληφθέντες προ σ ληφθέντες οἱ ἄνθρωποι, ἐκεῖθεν αὐτοὺς ἀναγάγῃ, καὶ διδάξῃ τὸν ἀληθινὸν ἑαυτοῦ ε αυτοῦ πατέρα, καθάπερ καὶ αὐτός φησιν· ἦλθον σῶσαι καὶ εὑρεῖν τὸ ἀπολωλός.