Αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης καὶ τῆς τούτων δεισιδαιμονίας δη δει σιδαιμονίας , πῶς ἐξ ἀρχῆς τούτων γέγονεν ἡ εὕρεσις, ὅτι ἐκ κακίας οἱ ἄνθρωποι ἑαυτοῖς τὴν πρὸς τὰ εἴδωλα θρησκείαν θρησκεί ας αν αν ἐπενόησαν· ἀλλὰ γὰρ χάριτι θεοῦ σημάναντες ὀλίγα καὶ περὶ τῆς θειότητος τοῦ λόγου τοῦ πατρὸς καὶ τῆς εἰς πάντα προνοίας καὶ δυνάμεως αὐτοῦ· καὶ ὅτι ὁ ἀγαθὸς πατὴρ τούτῳ τὰ πάντα διακοσμεῖ καὶ τὰ πάντα ὑπ’ αὐτοῦ κινεῖται καὶ ἐν αὐτῷ ζωοποιεῖται· φέρε κατὰ ἀκολουθίαν, μακάριε καὶ ἀληθῶς φιλόχριστε, τῇ περὶ τῆς εὐσεβείας πίστει, καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου διηγησώμεθα διηγησόμεθα , καὶ περὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας δηλώσωμεν· ἣν Ἰουδαῖοι μὲν διαβάλλουσιν, Ἕλληνες δὲ χλευάζουσιν, ἡμεῖς δὲ προσκυνοῦμεν· ἵν’ ἔτι μᾶλλον ἐκ τῆς δοκούσης εὐτελείας ἀτελείας τοῦ λόγου μείζονα καὶ πλείονα τὴν εἰς αὐτὸν εὐσέβειαν ἔχῃς ἔχεις . ὅσω γὰρ παρὰ τοῖς ἀπίστοις χλευάζεται, τοσούτῳ μείζονα τὴν περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαν παρέχει· ὅτι τε ἃ μὴ καταλαμβάνουσιν ἄνθρωποι ὡς ἀδύνατα, ταῦτα αὐτὸς ἐπιδείκνυται δυνατά· καὶ ἃ ὡς ἀπρεπῆ χλευάζουσιν ὥσπερ ἐπιχλευάζουσιν ἄνθρωποι, ταῦτα αὐτὸς τῇ ἑαυτοῦ ἀγαθότητι εὐπρεπῆ κατασκευάζει· καὶ ἃ σοφιζόμενοι οἱ ἄνθρωποι ὡς ἀνθρώπινα γελῶσι, ταῦτα αὐτὸς τῇ ἑαυτοῦ αὐτοῦ δυνάμει θεῖα ἐπιδείκνυται, τὴν μὲν τῶν εἰδώλων φαντασίαν τῇ νομιζομένῃ ἑαυτοῦ ἑαυτῶ εὐτελείᾳ διὰ τοῦ σταυροῦ καταστρέφων, τοὺς δὲ χλευάζοντας καὶ ἀπιστοῦντας μεταπείθων ἀφανῶς ὥστε τὴν θειότητα αὐτοῦ καὶ δύναμιν ἐπιγινώσκειν. εἰς δὲ τὴν περὶ τούτων διήγησιν, χρεία τῆς τῶν προειρημένων μνήμης· ἵνα καὶ τὴν αἰτίαν τῆς ἐν σώματι φανερώσεως τοῦ τοσούτου καὶ τηλικούτου πατρικοῦ λόγου γνῶναι δυνηθῇς δυνη , καὶ μὴ νομίσῃς ὅτι φύσεως ἀκολουθίᾳ σῶμα πεφόρεκεν πεφώρεκεν πεφόρηκεν ὁ σωτήρ· ἀλλ’ ὅτι ἀσώματος ὢν τῇ φύσει, καὶ λόγος ὑπάρχων, ὅμως κατὰ φιλανθρωπίαν καὶ ἀγαθότητα τοῦ ἑαυτοῦ πατρός, διὰ τὴν ἡμῶν σωτηρίαν, ἐν ἀνθρωπίνῳ σώματι ἡμῖν πεφανέρωται. πρέπει δὲ ποιουμένους ἡμᾶς τὴν περὶ τούτου διήγησιν, πρότερον περὶ τῆς τῶν ὅλων κτίσεως καὶ τοῦ ταύτης δημιουργοῦ θεοῦ εἰπεῖν, ἵνα οὕτως καὶ θεοῦ τὴν ταύτης ἀνακαίνισιν ἀνακαίνησιν ὑπὸ τοῦ κατὰ τὴν ἀρχὴν αὐτὴν δημιουργήσαντος λόγου γεγενῆσθαι ἀξίως ἄν τις θεωρήσειεν· οὐδὲν γὰρ ἐναντίον φανήσεται, εἰ δι’ οὗ ταύτην ἐδημιούργησεν ὁ πατήρ, ἐν αὐτῷ καὶ τὴν ταύτης σωτηρίαν εἰργάσατο. τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο. οἱ μὲν γὰρ αὐτομάτως, καὶ ὡς ἔτυχε, τὰ πάντα γεγενῆσθαι λέγουσιν, ὡς οἱ Ἐπικούρειοι ἐπικούρ ε ιοι , οἳ καὶ τὴν τῶν ὅλων πρόνοιαν καθ’ ἑαυτῶν οὐκ εἶναι μυθολογοῦντες μυθολογοῦσιν , ἄντικρυς παρὰ τὰ ἐναργῆ καὶ φαινόμενα λέγοντες. εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προνοίαςκατ’ αὐτοὺς γέγονεν, ἔδει τὰ πάντα ἁπλῶς γεγενῆσθαι καὶ ὅμοια εἶναι καὶ μὴ διάφορα διαφέροντα . ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι ἥλιον ἢ καὶ σελήνην, καὶ ἐπὶ τῶν ἀνθρώπων ἔδει τὸ ὅλον εἶναι χεῖρα, ἢ ὀφθαλμόν, ἢ πόδα. νῦν δὲ οὐκ ἔστι μὲν ἐσμὲν οὕτως· ὁρῶμεν δὲ τὸ τὸν μέν, ἥλιον· τὸ τὸν δέ, σελήνην· τὸ δέ, γῆν· καὶ πάλιν ἐπὶ τῶν ἀνθρωπίνων σωμάτων, τὸ μέν, πόδα· τὸ δέ χεῖρα· τὸ δέ, κεφαλήν. ἡ δὲ τοιαύτη διάταξις οὐκ αὐτομάτως αὐτὰ γεγενῆσθαι γνωρίζει, ἀλλ’ αἰτίαν τούτων προηγεῖσθαι δείκνυσιν· ἀφ’ ἧς καὶ τὸν διαταξάμενον καὶ πάντα ποιήσαντα θεὸν ἔστι νοεῖν ἐννοεῖν . ἄλλοι δέ, ἐν οἷς ἐστι καὶ ὁ μέγας παρ’ Ἕλλησι Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν θεὸν τὰ ὅλα διηγοῦνται· μὴ ἂν γὰρ δύνασθαί τι ποιῆσαι τὸν θεὸν εἰ μὴ προϋπέκειτο ἡ ὕλη· ὥσπερ καὶ τῷ τέκτονι προϋποκεῖσθαι δεῖ τὸ ξύλον, ἵνα καὶ ἐργάσασθαι δυνηθῇ. οὐκ ἴσασι δὲ τοῦτο λέγοντες ὅτι ἀσθένειαν περιτιθέασι τῷ θεῷ· εἰ γὰρ οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος, ἀλλ’ ὅλως ὅλως ἐξ ὑποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται, μὴ δυνάμενος ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων · ὥσπερ ὅμως ἀμέλει καὶ τοῦ τέκτονος ἀσθένειά ἐστι τὸ μὴ δύνασθαι χωρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων. καὶ καθ’ ὑπόθεσιν γάρ γοῦν γ’οὖν , εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἂν εἰργάσατό τι ὁ θεός. καὶ πῶς ἔτι ποιητὴς καὶ δημιουργὸς ἂν πῶς ἂν ἔτι ποιητὴς καὶ δημιουργὸς λεχθείη ἐξ ἑτέρου τὸ ποιεῖν ἐσχηκώς, λέγω δὴ ἐκ τῆς ὕλης· ἔσται δέ, εἰ οὕτως ἔχει, κατ’ αὐτοὺς ὁ θεὸς τεχνίτης μόνον καὶ οὐ κτίστης εἰς τὸ εἶναι, εἴ γε τὴν ὑποκειμένην ὕλην ἐργάζεται, τῆς δὲ ὕλης οὐκ ἔστιν αὐτὸς αἴτιος. καθόλου γὰρ οὐδὲ κτίστης ἂν λεχθείη, εἴ γε τε μὴ κτίζει κτίζ η ει τὴν ὕλην, ἐξ ἧς καὶ τὰ κτισθέντα γέγονεν. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἄλλον ἑαυτοῖς ἀναπλάττονται δημιουργὸν τῶν πάντων παρὰ τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τυφλώττοντες μέγα καὶ περὶ ἃ φθέγγονται. τοῦ γὰρ κυρίου λέγοντος πρὸς τοὺς Ἰουδαίους· οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· εἶτα σημαίνων τὸν κτίσαντά φησιν· ὃ ὃς οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, πῶς οὗτοι ξένην τοῦ πατρὸς τὴν κτίσιν εἰσάγουσιν· εἰ δὲ κατὰ τὸν Ἰωάννην πάντα περιλαβόντα καὶ λέγοντα πάντα δι’ αὐτοῦ δι’ αὐτοῦ πάντα πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, πῶς ἂν ἄλλος εἴη ὁ δημιουργός, παρὰ τὸν πατέρα τοῦ Χριστοῦ; ταῦτα μὲν οὗτοι μυθολογοῦσιν. ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ Χριστὸν πίστις τὴν μὲν τούτων ματαιολογίαν ὡς ἀθεότητα διαβάλλει. οὔτε γὰρ αὐτομάτως, διὰ τὸ μὴ ἀπρονόητα εἶναι, οὔτε ἐκ προϋποκειμένης ὕλης, διὰ τὸ μὴ ἀσθενῆ εἶναι τὸν θεόν· ἀλλ’ ἐξ οὐκ ὄντων καὶ μηδαμῆ μηδαμῶς ὑπάρχοντα τὰ ὅλα εἰς τὸ εἶναι πεποιηκέναι τὸν θεὸν διὰ τοῦ λόγου οἶδεν, ᾗ ἦ ἥ φησὶ διὰ μὲν Μωϋσέως· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· διὰ δὲ τῆς ὠφελιμωτάτης βίβλου τοῦ Ποιμένος· πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστὶν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. ὅπερ καὶ ὁ Παῦλος σημαίνων φησί· πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. ὁ θεὸς γὰρ ἀγαθός ἐστι, μᾶλλον δὲ πηγὴ τῆς ἀγαθότητος ὑπάρχει· ἀγαθῷ δὲ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε διὰ τοῦ ἰδίου λόγου τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐν οἷς πρὸ πάντων τῶν ἐπὶ γῆς τὸ ἀνθρώπων γένος ἐλεήσας, καὶ θεωρήσας ὡς οὐχ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λόγον διαμένειν ἀεί, πλέον τι χαριζόμενος αὐτοῖς, οὐχ ἁπλῶς, ὥσπερ πάντα τὰ ἐπὶ γῆς ἄλογα ζῷα, ἔκτισε τοὺς ἀνθρώπους, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτούς, μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ ἰδίου λόγου δυνάμεως, ἵνα ὥσπερ σκιάς τινας τινος ἔχοντες τοῦ λόγου καὶ γενόμενοι λογικοὶ διαμένειν ἐν μακαριότητι δυνηθῶσι, ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν παραδείσῳ βίον. εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων εἰς ἀμφότερα νεύειν δυναμένην δυναμένων προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμῳ καὶ τόπῳ τὴν δοθεῖσαν αὐτοῖς χάριν. εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγών, ἔδωκεν αὐτοῖς νόμον· ἵνα εἰ μὲν φυλάξαιεν φυλάξοιεν τὴν χάριν καὶ μένοιεν καλοί, ἔχωσι τὴν ἐν παραδείσῳ καὶ ἄλυπον καὶ ἀνώδυνον ἀνόδυνον καὶ ἀμέριμνον ζωήν, πρὸς τῷ καὶ τῆς ἐν οὐρανοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν ἔχειν· εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτῳ κατὰ φύσιν φθορὰν ὑπομένειν, καὶ μηκέτι μὲν ἐν παραδείσῳ ζῆν, ἔξω δὲ τούτου λοιπὸν ἀποθνῄσκοντας μένειν ἐν τῷ θανάτῳ καὶ ἐν τῇ φθορᾷ. τοῦτο δὲ καὶ ἡ θεία γραφὴ προσημαίνει λέγουσα ἐκ προσώπου τοῦ θεοῦ· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ μὴ φάγησθε φάγεσθαι ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ , θανάτῳ ἀποθανεῖσθε. τὸ δὲ θανάτῳ ἀποθανεῖσθε , τί ἂν ἄλλο εἴη εἴη ἄλλο ἢ τὸ μὴ μόνον ἀποθνῄσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾷ διαμένειν; Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν ἐστι τοῦ σκοποῦ τῆς διηγήσεως. ἀνάγκη γὰρ ἡμᾶς λέγοντας περὶ τῆς εἰς ἡμᾶς ἐπιφανείας τοῦ σωτῆρος, λέγειν καὶ περὶ τῆς τῶν ἀνθρώπων ἀρχῆς, ἵνα γινώσκῃς ὅτι ἡ ἡμῶν αἰτία ἐκείνῳ γέγονε πρόφασις τῆς καθόδου, καὶ ἡ ἡμῶν παράβασις τοῦ λόγου τὴν φιλανθρωπίαν ἐξεκαλέσατο, ὥστε καὶ εἰς ἡμᾶς φθάσαι καὶ φανῆναι τὸν κύριον ἐν ἀνθρώποις. τῆς γὰρ ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο καὶ ἐν ἀνθρωπίνῳ γενέσθαι καὶ φανῆναι σώματι. οὕτως μὲν οὖν ὁ θεὸς τὸν ἄνθρωπον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσίᾳ· ἄνθρωποι δὲ κατολιγωρήσαντες καὶ ἀποστραφέντες τὴν πρὸς τὸν θεὸν κατανόησιν, λογισάμενοι δὲ καὶ ἐπινοήσαντες ἑαυτοῖς τὴν κακίαν, ὥσπερ ἐν τοῖς πρώτοις ἐλέχθη ἐλέγχθη , ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν, καὶ λοιπὸν οὐκ ἔτι ὡς γεγόνασι διέμενον· ἀλλ’ ὡς ἐλογίζοντο διεφθείροντο· καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων. ἡ γὰρ παράβασις τῆς ἐντολῆς εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν, ἵνα, ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ μὴ εἶναι φθορὰν ὑπομείνωσι τῷ χρόνῳ εἰκότως. εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναί ποτε, τῇ τοῦ λόγου παρουσίᾳ καὶ φιλανθρωπίᾳ εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τοὺς ἀνθρώπους τῆς περὶ θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα ἀποστραφέντας, οὐκ ὄντα γάρ ἐστι τὰ κακά, ὄντα δὲ τὰ καλά, ἐπειδήπερ ἀπὸ τοῦ ὄντος θεοῦ γεγόνασι, κενωθῆναι καὶ τοῦ εἶναι ἀεί. τοῦτο τὸ δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ. ἔστι μὲν γὰρ δ ὲ μὲν κατὰ φύσιν ἄνθρωπος θνητός, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονώς. διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν εἰ ἐφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθοράν, καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησίν· προσοχὴ νόμων, βεβαίωσις ἀφθαρσίας· ἄφθαρτος δὲ ὤν, ἔζη λοιπὸν ὡς θεός, ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο σημαίνει λέγουσα· ἐγὼ εἶπα θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὁ μὲν γὰρ θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ λόγου χάριτι. οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰώνια, καὶ συμβουλίᾳ τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῷ θανάτῳ φθορᾶς γεγόνασιν, ὄντες μὲν ὡς προεῖπον κατὰ φύσιν φθαρτοί κατὰ φύσιν ὡς προεῖπον φθαρτοὶ , χάριτι δὲ τῆς τοῦ λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες, εἰ μεμενήκεισαν μὲν ἥκεισαν καλοί. διὰ γὰρ τὸν συνόντα τούτοις λόγον, καὶ ἡ κατὰ φύσιν φθορὰ τούτων οὐκ ἤγγιζε, καθὼς καὶ ἡ σοφία φησίν· ὁ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτὸν · φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· τούτου δὲ γενομένου οἱ μὲν ἄνθρωποι ἀπέθνῃσκον, ἡ δὲ φθορὰ λοιπὸν ἀλοιπὸν κατ’ αὐτῶν ἤκμαζε, καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθ’ ὅλου τοῦ γένους, ὅσῳ καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ’ αὐτῶν προειλήφει. καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι οὐκ ἄχρις ὅρων ὡρισμένων εἱστήκεισαν, ἀλλὰ κατ’ ὀλίγον ἐπεκτεινόμενοι λοιπὸν καὶ εἰς ἄμετρον ἐληλύθασιν, ἐξ ἀρχῆς μὲν εὑρεταὶ τῆς κακίας γενόμενοι, καὶ καθ’ ἑαυτῶν ἑαυτὸν τὸν θάνατον προκαλεσάμενοι προσκαλεσάμενοι καὶ τὴν φθοράν· ὕστερον δὲ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερβαλόντες, καὶ μὴ ἑνὶ κακῷ ἱστάμενοι, ἀλλὰ πάντα καινὰ κενὰ καινοῖς κανοῖς καινῶς ἐπινοοῦντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασι. μοιχεῖαι μὲν γὰρ ἦσαν καὶ κλοπαὶ πανταχοῦ, φόνων δὲ καὶ ἁρπαγῶν πλήρης ἦν ἡ σύμπασα πᾶσα ἡ γῆ. καὶ νόμου μὲν οὐκ ἦν φροντὶς φροντὶς οὐκ ἦν περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ’ ἕνα καὶ κοινῇ παρὰ πᾶσιν ἐπράττετο. πόλεις μὲν κατὰ πόλεων ἐπολέμουν, καὶ ἔθνη κατὰ ἐθνῶν ἐχθρῶν ἠγείρετο· διῄρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις, ἑκάστου φιλονεικοῦντος ἐν τῷ παρανομεῖν. οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ φύσιν, ἀλλ’ ὡς εἶπεν ὁ τοῦ Χριστοῦ μάρτυς ἀπόστολος· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμιςθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.