α ὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλα βόντες περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλά νης καὶ τῆς τούτων δεισιδαιμονίας· πῶς ἐξ ἀρχῆς τούτων γέγονεν ἡ εὕρεσις· ὅτι ἐκ κακίας οἱ ἄνθρωποι ἄνοι ἑαυ τοῖς τὴν πρὸς τὰ εἴδωλα θρησκείαν ἐπενόησαν· ἀ λλὰ γὰρ χάριτι θεοῦ θῦ σημάναντες ὀλίγα καὶ περὶ τῆς θειότητος τοῦ λόγου τοῦ πατρὸς πρς · καὶ τῆς εἰς πάντα προνοίας καὶ δυνάμεως αὐτοῦ· καὶ ὅτι ὁ ἀγαθὸς πατὴρ πὴρ τούτω τὰ πάντα διακοσμεῖ· καὶ τὰ πάντα ὑπ’ αὐτοῦ κινεῖται καὶ ἐν αὐτῶ ζωοποιεῖ ται· φέρε κατὰ ἀκολουθίαν μακάριε καὶ ἀλη θῶς φιλόχριστε, τῆ περὶ τῆς εὐσεβείας πίστει· καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου, διηγησώμεθα καὶ περὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας δηλώσωμεν· ἣν ἰου δαῖοι μὲν διαβάλλουσιν· ἕλληνες δὲ χλευάζουσιν· ἡμεῖς δὲ προσκυνοῦμεν· ἵν’ ἔτι μᾶλλον ἐκ τῆς δοκούσης εὐτελείας τοῦ λόγου, μείζονα καὶ πλεί ονα τὴν εἰς αὐτὸν εὐσέβειαν ἔχης· ὅσω μείζο να τὴν περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαν παρέχει· ὅτι, τε ἃ μὴ καταλαμβάνουσιν ἄνθρωποι ἄνοι ὡς ἀδύνατα, ταῦτα αὐτὸς ἐπιδείκνυται δυ νατά· καὶ ἃ ὡς ἀπρεπῆ χλευάζουσιν ἄνθρωποι ἄνοι , ταῦ τα αὐτὸς τῆ ἑαυτοῦ ἀγαθότητι εὐπρεπῆ κατασκευά ζει· καὶ ἃ σοφιζόμενοι οἱ ἄνθρωποι ἄνοι ὡς ἀνθρώπινα ἀνινα γελῶ σι, ταῦτα αὐτὸς τῆ αὐτοῦ δυνάμει, θεῖα ἐπιδεί κνυται· τὴν μὲν τῶν εἰδώλων φαντασίαν, τ ῆ νομιζομένη ἑαυτοῦ εὐτελεία, διὰ τοῦ σταυροῦ στροῦ κα ταστρέφων· τοὺς δὲ χλευάζοντας καὶ ἀπι στοῦντας, μεταπείθων ἀφανῶς, ὥστε τὴν θειότητα αὐτοῦ καὶ δύναμιν ἐπιγινώσκειν· εἰς δὲ τὴν περὶ τούτων διήγησιν, χρεία τῆς τῶν προειρημένων μνήμης· ἵνα καὶ τὴν αἰ τίαν τῆς ἐν σώματι φανερώσεως, τοῦ τοσού του καὶ τηλικούτου πατρι πρι κοῦ λόγου γνῶναι δυ νηθῆς· καὶ μὴ νομίσης ὅτι φύσεως ἀκολου θία, σῶμα πεφόρεκεν ὁ σωτήρ σήρ · ἀλλ’ ὅτι ἀσώ ματος ὢν τῆ φύσει· καὶ λόγος ὑπάρχων, ὅμως κατὰ φιλ ανθρωπίαν ανίαν καὶ ἀγαθότητα τοῦ ἑαυτοῦ πατρός πρός διὰ τὴν ἡμῶν σωτηρίαν σρίαν , ἐν ἀν θρωπίνω σώματι ἡμῖν πεφανέρωται· πρέπει δὲ ποιουμένους ἡμᾶς τὴν περὶ τούτου διήγησιν, πρότερον περὶ τῆς τῶν ὅλων κτίσε ως καὶ τὴν ταύτης ἀνακαίνισιν ὑπὸ τοῦ κα τὰ τὴν ἀρχὴν αὐτὴν δημιουργήσαντος λόγου γε γενῆσθαι· ἀξίως ἄν τις θεωρήσειεν· οὐδὲν γὰρ ἐναντίον φανήσεται, εἰ δι’ οὗ ταύτην ἐδη μιούργησεν ὁ πατήρ πήρ , ἐν αὐτῶ καὶ τὴν ταύτης σω τηρίαν εἰργάσατο· τὴν δημιουργίαν τοῦ κόσμου κ αὶ τὴν τῶν πάντων κτίσιν, πολλοὶ διαφόρως ἐξειλήφασι· καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο· οἱ μὲν, γὰρ αὐτομάτως καὶ ὡς ἔτυχε τὰ πάντα γεγενῆσθαι λέγουσιν· ὡς οἱ ἐ πικούρ ε ιοι· οἳ καὶ τὴν τῶν ὅλων πρόνοιαν κα θ’ ἑαυτῶν οὐκ εἶναι μυθολογοῦντες· ἄντικρυς παρὰ τὰ ἐναργῆ καὶ φαινόμενα λέγοντες· εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προνοίας κα τ’ αὐτοὺς γέγονεν, ἔδει τὰ πάντα ἁπλῶς γεγε νῆσθαι, καὶ ὅμοια εἶναι καὶ μὴ διάφορα, ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι ἥλιον ἢ σελήνην· καὶ ἐπὶ τῶν ἀνθρώπων ἀνων ἔδει τὸ ὅλον εἶναι χεῖρα ἢ ὀφθαλμὸν, ἢ πόδα νῦν δὲ οὐκ ἔστι μὲν οὕτως· ὁρῶμεν δὲ τὸ μὲν, ἥλιον· τὸ δὲ, σελήνην· τὸ δὲ, γῆν· καὶ πάλιν ἐπὶ τῶν ἀνθρωπίνων ἀνίνων σωμάτων· τὸ μὲν, πόδα· τὸ δὲ, χεῖρα· τὸ δὲ, κε φαλήν· ἡ δὲ τοιαύτη διάταξις, οὐκ αὐτομάτως αὐτὰ γεγενῆσθαι γνωρίζει· ἀλλ’ αἰτίαν τούτων προ ηγεῖσθαι δείκνυσιν· ἀφ’ ἧς καὶ τὸν διαταξάμενον καὶ πάντα ποιήσαντα θεὸν θν ἔστι νοεῖν· ἄλλοι δὲ ἐν οἷς ἐστι καὶ ὁ μέγας παρ’ ἕλλησι πλ ά των· ἐκ προυπο κειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν θεὸν θν τὰ ὅλα διηγοῦνται· μὴ, ἂν γὰρ δύνασθαί τι ποιῆσαι τὸν θεὸν θν , εἰ μὴ προυπέκειτο ἡ ὕλη· ὥσπερ καὶ τῶ τέκτονι προυποκεῖσθαι δεῖ τὸ ξύ λον· ἵνα καὶ ἐργάσασθαι δυνηθῆ· οὐκ ἴσα σι δὲ τοῦτο λέγοντες, ὅτι ἀσθένειαν περιτι θέασι τῶ θεῶ· εἰ γὰρ οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος· ἀλλ’ ὅλως ἐξ υποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται· μη δυνάμενος ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων· ὥσπερ ἀμέλει καὶ τοῦ τέκτονος ἀσθένειά ἐστι, τὸ μὴ δύνασθαι χωρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων· καὶ καθ’ ὑπόθεσιν γὰρ, εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἂν εἰργάσατό τι ὁ θεός θς · καὶ πῶς ἔτι ποιη τὴς καὶ δημιουργὸς ἂν λεχθείη· ἐξ ἑτέρου τὸ ποι εῖν ἐσχηκὼς, λέγω δὴ ἐκ τῆς ὕλης· ἔσται δὲ, εἰ ο ὕτως ἔχει κατ’ αὐτοὺς ὁ θεὸς θς , τεχνίτης μόνον καὶ οὐ κτίστης, εἰς τὸ εἶναι, εἴ γε τὴν ὑποκειμένην ὕλην ἐργάζεται· τῆς δὲ ὕλης, οὐκ ἔστιν αὐτὸς αἴτι ος· καθόλου γὰρ, οὐδὲ κτίστης ἂν λεχθείη· εἴ γε μὴ κτίζη τὴν ὕλην· ἐξ ἧς καὶ τὰ κτισθέντα γέγονεν· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων, ἄλλον ἑαυτοῖς ἀναπλάτ τονται δημιουργὸν τῶν πάντων· παρὰ τὸν πα τέρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ , τυφλώττοντες μέγα καὶ περὶ ἃ φθέγγονται· τοῦ γὰρ κυρίου κυ λέγοντος πρὸς τοὺς ἰουδαίους· οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς· καὶ εἶ πεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος ἄνος τὸν πατέρα πρα καὶ τὴν μητέρα μρα αὐτοῦ· καὶ προσκολληθήσεται τῆ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· εἶτα σημαίνων τὸν κτίσαντα, φησίν· ὃ οὖν ὁ θεὸς θς συνέ ζευξεν ἄνθρωπος ἄνος μὴ χωριζέτω πῶς οὗτοι ξένην τοῦ πατρὸς πρὸς τὴν κτίσιν εἰσάγουσιν· εἰ δὲ κατὰ τὸν ἰωάννην ἰω π άντα περιλαβόντα καὶ λέγοντα πάντα δι’ αὐ τοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, πῶς ἂν ἄλλος εἴη ὁ δημιουργὸς· παρὰ τὸν πατέρα πρα τοῦ χριστοῦ χῦ · ταῦτα μὲν οὗτοι μυθολογοῦσιν· ἡ δὲ ἔνθεος δι δασκαλία καὶ ἡ κατὰ χριστὸν χν πίστις· τὴν μὲν τούτων ματαιολογίαν, ὡς ἀθεότητα διαβάλλει· οὔτε γὰρ αὐτομάτως, διὰ τὸ μὴ ἀπρονόητα εἶναι, οὔτε ἐκ προυποκειμένης ὕλης, διὰ τὸ μὴ ἀσθενῆ εἶ ναι τὸν θεὸν θν · ἀλλ’ ἐξ οὐκ ὄντων καὶ μηδαμῆ μηδα μῶς ὑπάρχοντα τὰ ὅλα εἰς τὸ εἶναι πεποιη κέναι τὸν θεὸν θν διὰ τοῦ λόγου οἶδεν· ἦ φησι· διὰ μὲν μωυσεώς, ἐν ἀρχῆ ἐποίησεν ὁ θεὸς θς τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν· διὰ δὲ τῆς ὠφελιμωτάτης βίβλου τοῦ ποιμένος· πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστὶν ὁ θεὸς θς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· ὅ περ καὶ ὁ παῦλος σημαίνων, φησί· πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ θῦ · εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι· ὁ θεὸς θς γὰρ ἀγαθός ἐστι· μᾶλλον δὲ πηγὴ τῆς ἀγαθότητος ὑπάρχει· ἀγαθῶ δὲ περὶ οὐδενὸς ἂν γένοιτο φθό νος· ὅθεν οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄν των τὰ πάντα πεποίηκε· διὰ τοῦ ἰδίου λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ἐν οἷς πάντων τῶν ἐπὶ γῆς τὸ ἀνθρώπων ἀνων γένος ἐλεήσας· καὶ θεωρήσας ὡς οὐ χ’ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λό γον διαμένειν ἀεὶ· πλέον, τί χαριζόμενος αὐτοῖς, οὐχ’ ἁπλῶς ὥσπερ πάντα τὰ ἐπὶ γῆς ἄλογα ζῶα ἔκτισε τοὺς ἀνθρώπους ἀνους · ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκό να ἐποίησεν αὐτούς· μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ ἰδίου λόγου δυνάμεως· ἵνα ὥσπερ σκιάς τινας ἔχοντες τοῦ λόγου· καὶ γενόμενοι λογι κοὶ, διαμένειν ἐν μακαριότητι δυνηθῶσι· ζῶν τες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν πα ραδείσω βίον· εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων ἀνων ε ἰς ἀμφότερα νεύειν δυναμένην προαίρεσιν, προλαβὼν, ἠσφαλίσατο νόμω καὶ τόπω τὴν δοθεῖσαν αὐτοῖς χάριν εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγὼν, ἔδωκεν αὐ τοῖς νόμον· ἵνα εἰ μὲν φυλάξοιεν τὴν χάριν· καὶ μένοιεν καλοὶ, ἔχωσι τὴν ἐν παραδεί σω ἄλυπον καὶ ἀνώδυνον καὶ ἀμέριμνον ζωὴν· πρὸς τῶ καὶ τῆς ἐν οὐρανοῖς οὐνοῖς ἀφθαρ σίας αὐτοὺς τὴν ἐπαγγελίαν ἔχειν· εἰ δὲ πα ραβαῖεν καὶ στραφέντες γένοιντο φαῦ λοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανά τω κατὰ φύσιν φθορὰν ὑπομένειν, καὶ μηκέτι μὲν ἐν παραδείσω ζῆν· ἔξω δὲ τούτου λοιπὸν ἀποθνήσκοντας, μένειν ἐν τῶ θανάτω καὶ ἐν τῆ φθορᾶ· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ προσημαίνει λ έγουσα ἐκ προσώπου τοῦ θεοῦ θῦ · ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῶ παραδείσω βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύ λου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγησθε ἀ π’ αὐτοῦ· ἧ δἂν ἡμέρα φάγησθε, θανάτω ἀποθανεῖσθε, τί ἂν ἄλλο εἴη, ἢ τὸ μὴ μόνον ἀποθνήσκειν, ἀλλὰ καὶ ἐν τῆ τοῦ θανάτου φθορᾶ διαμένειν· ἴσως θαυμά ζεις, τί δήποτε περὶ τῆς ἐνανθρωπήσεως τοῦ λό γου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀν θρώπων διηγούμεθα· ἀλλὰ καὶ τοῦτο, οὐκ ἀλλό τ ριον ἐστὶ τοῦ σκοποῦ τῆς διηγήσεως· ἀνάγκη γὰρ ἡμᾶς λέγοντας· περὶ τῆς εἰς ἡμᾶς ἐπιφανείας τοῦ σωτῆρος σρς , λέγειν καὶ περὶ τῆς τῶν ἀνθρώπων ἀνων ἀρχῆς· ἵνα γινώσκης ὅτι ἡ ἡμῶν αἰτία, ἐκείνω γέγονε πρόφασις τῆς καθόδου· καὶ ἡ ἡμῶν παράβα σις τοῦ λόγου τὴν φιλ ανθρωπίαν ανίαν ἐξεκαλέσατο· ὥστε καὶ εἰς ἡμᾶς φθάσαι καὶ φανῆναι τὸν κύριον κν ἐν ἀν θρώποις· τῆς γὰρ ἐκείνου ἐνσωματώσεως, ἡμεῖς γεγόναμεν ὑπόθεσις· καὶ διὰ τὴν ἡμῶν σωτηρίαν σρίαν , ἐφιλανθρωπεύσατο· καὶ ἐν ἀνθρωπίνω ἀνίνω γε νέσθαι καὶ φανῆναι σώματι· οὕτως μὲν οὖν ὁ θεὸς θ ς , τὸν ἄνθρωπον ἄνον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσία· ἄνθρωποι ἄνοι δὲ κατολιγωρήσαντες· καὶ ἀ ποστραφέντες τὴν πρὸς τὸν θεὸν θν κατανόησιν· λογισάμενοι δὲ καὶ ἐπινοήσαντες ἑαυτοῖς τὴν κακίαν ὥσπερ ἐν τοῖς πρώτοις ἐλέχθη, ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν· καὶ λοιπὸν, οὐκ ἔτι ὡς γεγόνασι διέμενον· ἀλλ’ ὡς ἐλογίζοντο διεφθείροντο· καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων· ἡ γὰρ παράβασις τῆς ἐντο λῆς, εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν· ἵνα ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ μὴ εἶναι φθορὰν ὑπομείνωσι τῶ χρόνω εἰκότως· εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναί ποτε· τῆ τοῦ λό γου παρουσία καὶ φιλ ανθρωπία ανία εἰς τὸ εἶναι ἐκλήθη σαν, ἀκόλουθον ἦν κενωθέντας τοὺς ἀνθρώπους ἀνους τῆς περὶ θεοῦ θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα ἀποστραφέντας, οὐκ ὄντα γάρ ἐστι τὰ κακά, ὄντα δὲ τὰ καλά, ἐπειδήπερ ἀπὸ τοῦ ὄντος θεοῦ θεοῦ γεγό νασι· κενωθῆναι καὶ τοῦ εἶναι ἀεί· τοῦτο δέ ἐ στι· τὸ διαλυθέντας, μένειν ἐν τῶ θανάτω καὶ τῆ φθορᾶ· ἔστι μὲν γὰρ κατὰ φύσιν ἄνθρωπος ἄνος θνη τὸς· ἅτε δὴ, ἐξ οὐκ ὄντων γεγονώς· διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἦν εἰ ἐφύλαττε δι ὰ τῆς πρὸς αὐτὸν κατανοήσεως· ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθορὰν καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησί· προσοχὴ νόμων, βε βαίωσις ἀφθαρσίας· ἄφθαρτος δὲ ὢν, ἔζη λοι πὸν ὡς θεός θς · ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο ση μαίνει λέγουσα· ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψί στου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκετε· καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε· ὁ μὲν γὰρ θεὸς θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν· ἀλλὰ καὶ τὸ κατὰ θεὸν θν ζῆν ἡμῖν ἐχαρίσατο· τῆ τοῦ λόγου χά ριτι· οἱ δὲ ἄνθρωποι ἄνοι ἀποστραφέντες τὰ αἰώνια· καὶ συμβουλία τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστρα φέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῶ θανάτω φθο ρᾶς γεγόνασιν· ὄντες μὲν ὡς προεῖπον κατὰ φύ σιν φθαρτοί· χάριτι δὲ τῆς τοῦ λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες, εἰ μεμενήκεισαν καλοί· διὰ γὰρ τὸν συν όντα τούτοις λόγον, καὶ ἡ κατα φύσιν φθορὰ τούτων οὐκ ἤγγιζε κα θὼς καὶ ἡ σοφία φησίν· ὁ θεὸς θς ἔκτισε τὸν ἄν θρωπον ἐπὶ ἀφθαρσία καὶ εἰκόνα τῆς ἰδί ας ἀϊδιότητος· φθόνω δὲ διαβόλου, θάνα τος εἰσῆλθεν εἰς τὸν κόσμον· τούτου δὲ γ ενομένου, οἱ μὲν ἄνθρωποι ἄνοι ἀπέθνησκον· ἡ δὲ φθορὰ λοιπὸν κατ’ αὐτῶν ἤκμαζε· καὶ πλεῖ ον τοῦ κατὰ φύσιν ἰσχύουσα καθόλου τοῦ γέ νους· ὅσω καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ’ αὐτῶν προειλή φει· καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι ἄνοι · οὐκ ἄχρις ὅρων ὡρισμένων εἱστήκει σαν· ἀλλὰ κατ’ ὀλίγον ἐπεκτεινόμενοι· λοιπὸν καὶ εἰς ἄμετρον ἐληλύθασιν, ἐξ ἀρχῆς μὲν εὑ ρεταὶ τῆς κακίας γενόμενοι· καὶ καθ’ ἑαυτῶν τὸν θάνατον προκαλεσάμενοι καὶ τὴν φθο ράν· ὕστερον δὲ εἰς ἀδικίαν ἐκτραπέντες, καὶ παρανομίαν πᾶσαν ὑπερβαλόντες καὶ μὴ ἑνὶ κακῶ ἱστάμενοι· ἀλλὰ πάντα καινὰ καινοῖς ἐπινοοῦντες, ἀκόρεστοι περὶ τὸ ἁμαρ τάνειν γεγόνασι· μοιχεῖαι μὲν γὰρ ἦσαν καὶ κλοπαὶ πανταχοῦ· φόνων δὲ καὶ ἁρπαγῶν, πλή ρης ἦν ἡ σύμπασα γῆ· Καὶ νόμου μὲν, οὐκ ἦν φροντὶς περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ’ ἕνα καὶ κοινῆ παρὰ πᾶσιν ἐ πράττετο· πόλεις μὲν κατὰ πόλεων ἐ π ολέμουν· καὶ ἔθνη κατὰ ἐθνῶν ἠγείρετο· διῄρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις· ἑκάστου φιλονεικοῦντος ἐν τῶ παρανομεῖν· οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ φύσιν· ἀλλ’ ὡς εἶπεν ὁ τοῦ χριστοῦ χῦ μάρτυς ἀπόστολος· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν, εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες· ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχη μοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντι μισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν, ἐν ἑαυ τοῖς ἀπολαμβάνοντες· διὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατα τῶν ἀνθρώπων ἀνων , τὸ μὲν τῶν ἀνθρώπων ἀνων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κα τ’ εἰκόνα γενόμενος ἄνθρωπος ἄνος ἠφανίζετο· καὶ τὸ ὑπὸ τοῦ θεοῦ θῦ γενόμενον ἔργον παραπώλλυ το· καὶ γὰρ καὶ ὁ θάνατος ὡς προεῖπον νόμω λοιπὸν ἴσχυε καθ’ ἡμῶν· καὶ οὐχ’ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν διὰ τὸ ὑπὸ θεοῦ θῦ τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ γινόμενον ἀληθῶς· ἄτοπον μὲν γὰρ ἦν, εἰπόντα τὸν θεὸν θν , ψεύσασθαι· ὥσ τε νομοθετήσαντος αὐτοῦ θανάτω ἀποθνή σκειν τὸν ἄνθρωπον ἄνον εἰ παραβαίη τὴν ἐντολήν, με τὰ τὴν παράβασιν μὴ ἀποθνήσκειν· ἀλλὰ λύ εσθαι τὸν τούτου λόγον· οὐκ ἀληθὴς γὰρ ἦν ὁ θεὸς θς , εἰ εἰπόντος αὐτοῦ ἀποθνήσκειν ἡμᾶς· μὴ ἀπέθνησκεν ὁ ἄνθρωπος ἄνος · ἀπρεπὲς δὲ ἦν πά λιν· τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ λόγου αὐτοῦ μετασχόντα παραπόλλυσθαι· καὶ πάλιν· εἰς τὸ μὴ εἶναι· διὰ τῆς φθορᾶς ἐπιστρέφειν· οὐκ ἄ ξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ θεοῦ θῦ τὰ ὑπ’ αὐτοῦ γενόμενα διαφθείρεσθαι· διὰ τὴν παρὰ τοῦ δια βόλου γενομένην τοῖς ἀνθρώποις ἀνοις ἀπάτην· ἄλλως τε καὶ τῶν ἀπρεπεστάτων ἦν· τὴν τοῦ θεοῦ θῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀνοις ἀφανίζεσθαι ἢ διὰ τὴν αὐτῶν ἀμέλειαν, ἢ διὰ τὴν τῶν δαιμόνων ἀπάτην· φθειρομένων τοί νυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιού των ἔργων, τί τὸν θεὸν θν ἔδει ποιεῖν ἀγαθὸν ὄντα· ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχύειν καὶ τὸν θάνατον αὐτῶν κρατεῖν, καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι, ἔδει γὰρ μὴ γενέσθαι· ἢ γινόμενα· παραμεληθῆναι καὶ ἀπολέσθαι· ἀ σθένεια γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀ μελείας γινώσκεται τοῦ θεοῦ θῦ , εἰ ποιήσας πα ρορᾶ φθαρῆναι τὸ ἑαυτοῦ ἔργον· ἤπερ εἰ μὴ πεποιήκει κατὰ τὴν ἀρχὴν τὸν ἄνθρωπον ἄνον · μὴ ποιή σαντος μὲν γὰρ, οὐκ ἦν ὁ λογιζόμενος τὴν ἀσθέ νειαν· ποιήσαντος δὲ καὶ εἰς τὸ εἶναι κτίσαν τος, ἀτοπώτατον ἦν ἀπόλλυσθαι τὰ ἔργα· καὶ μά λιστα ἐπ’ ὄψει τοῦ πεποιηκότος· οὐκοῦν ἔδει τοὺς ἀνθρώπους ἀνους μὴ ἀφιέναι φέρεσθαι τῆ φθορᾶ δια τὸ ἀπρε πὲς καὶ ἀνάξιον εἶναι τοῦτο τῆς τοῦ θεοῦ θῦ ἀγαθότη τος· ἀλλ’ ὥσπερ ἔδει τοῦτο γενέσθαι· οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν θεὸν θν εὔλογον· ὥστε ἀληθῆ φανῆναι τὸν θεὸν θν · ἐν τῆ περὶ τοῦ θανάτου νομοθεσία· ἄτοπον γὰρ ἦν διὰ τὴν ἡμῶν ὠφέλειαν καὶ διαμονὴν, ψεύστην φανῆναι τὸν τῆς ἀληθείας πατέρα πρα θεόν θν · τί οὖν ἔδει καὶ περὶ τούτου γενέσθαι ἢ ποιῆσαι τὸν θεὸν θν · μετάνοιαν ἐπὶ τῆ παραβάσει τοὺς ἀν θρώπους ἀπαιτῆσαι, τοῦτο γὰρ ἄν τις ἄξιον φή σειε θεοῦ θῦ λέγων· ὅτι ὥσπερ ἐκ τῆς παραβά σεως εἰς φθορὰν γεγόνασιν; οὕτως ἐκ τῆς με τανοίας γένοιντο πάλιν ἂν εἰς ἀφθαρσίαν· ἀλ λ’ ἡ μετάνοια· οὔτε τὸ εὔλογον τὸ πρὸς τὸν θεὸν θν ἐφύλαττεν· ἔμενε γὰρ πάλιν οὐκ ἀληθὴς μὴ κρατουμένων ἐν τῶ θανάτω τῶν ἀνθρώπων ἀνων · οὔ τε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακα λεῖται· ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων· εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα· καὶ μὴ φθο ρᾶς ἐπακολούθησις, καλῶς ἂν ἦν ἡ μετάνοι α· εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσε ως εἰς τὴν κατὰ φύσιν φθορὰν ἐκρατοῦντο οἱ ἄ νθρωποι· καὶ τὴν τοῦ κατ’ εἰκόνα χάριν ἀφαιρε θέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι· ἢ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν· ἢ, τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος πε ποιηκότος τὰ ὅλα, τοῦ θεοῦ θῦ λόγου· αὐτοῦ γὰρ ἦν πά λιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν· καὶ τὸ ὑπὲρ πάντων εὔλογον ἀποσῶσαι πρὸς τὸν πατέρα πρα · λόγος γὰρ ὢν τοῦ πατρὸς πρὸς · καὶ ὑπὲρ πάν τας ὢν, ἀκολούθως καὶ ἀνακτίσαι τὰ ὅλα μόνος ἦν δυνατὸς· καὶ ὑπὲρ πάντων παθεῖν· καὶ πρεσβεῦσαι περὶ πάντων ἱκανὸς πρὸς τὸν πατέρα πρα · τούτου δὴ ἕνεκεν ὁ ἀσώματος, καὶ ἄ φθαρτος καὶ ἄϋλος τοῦ θεοῦ θῦ λόγος παραγίνεται· εἰς τὴν ἡμετέραν χώραν· οὔτι γε μακρὰν ὢν πρότερον· οὐδὲν γὰρ αὐτοῦ κενὸν ὑπολέλειπται τῆς κτίσεως μέρος· πάντα δὲ διὰ πάντων πεπλήρωκεν· αὐτὸς συνὼν τῶ ἑαυτοῦ πατρί πρί · ἀλλὰ παραγίνεται· συγκαταβαίνων τῆ εἰς ἡ μᾶς αὐτοῦ φιλ ανθρωπία ανία καὶ ἐπιφανεία· καὶ ἰδὼν τὸ λογικὸν απολλύμενον γένος· καὶ τὸν θά νατον κατ’ αὐτῶν βασιλεύοντα τῆ φθορᾶ· ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρα τοῦσαν τὴν καθ’ ἡμῶν φθορὰν· καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον, λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῶ συμβεβηκότι· ὅ τι ὧν αὐτὸς ἦν δημιουργὸς, ταῦτα παρηφα νίζετο· ὁρῶν δὲ καὶ τὴν τῶν ἀνθρώπων ἀνων ὑπερβάλλου σαν κακίαν· ὅτι κατ’ ὀλίγον καὶ ἀφόρητον αὐ τὴν ηὔξησαν καθ’ ἑαυτῶν· ὁρῶν δὲ καὶ τὸ ὑ πεύθυνον πάντων ἀνθρώπων ἀνων πρὸς τὸν θάνατον· ἐλεήσας τὸ γένος ἡμῶν καὶ τὴν ἀσθένειαν ἡμῶν οἰκτειρήσας· καὶ τῆ φθορᾶ ἡμῶν συγκα ταβὰς· καὶ τὴν τοῦ θανάτου κράτησιν οὐκ ἐνε γκὼν ἵνα μὴ τὸ γενόμενον ἀπόλ λ ηται καὶ εἰς ἀργὸν τοῦ πατρὸς πρὸς τὸ εἰς ἀνθρώπους ἀνους ἔργον αὐτοῦ γένηται, λαμβάνει ἑαυτῶ σῶμα· καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου· οὐ γὰρ ἁ πλῶς ἠθέλησεν ἐν σώματι γενέσθαι· οὐδὲ μόνον ἤθελε φανῆναι· ἐδύνατο γάρ, εἰ μόνον ἤθελε φανῆναι· καὶ δι’ ἑτέρου κρείττονος τὴν θεο φάνειαν αὐτοῦ ποιήσασθαι· ἀλλὰ λαμβάνει τὸ ἡμέτερον· καὶ τοῦτο οὐχ’ ἁπλῶς· ἀλλ’ ἐξ ἀ χράντου καὶ ἀμιάντου ἀνδρὸς ἀπείρου παρ θένου· καθαρὸν καὶ ὄντως ἀμιγὲς τῆς ἀν δρῶν συνουσίας· αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημιουργὸς τῶν ὅλων ἐν τῆ παρθένω κατα σκευάζει ἑαυτῶ ναὸν τὸ σῶμα· καὶ ἰδιοποι εῖται τοῦτο· ὥσπερ ὄργανον ἐν αὐτῶ γνω ριζόμενος καὶ ἐνοικὼν· καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβὼν· διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῆ τοῦ θανάτου φθορᾶ, ἀντὶ πάντων αὐτὸ, θανάτω παραδιδοὺς, προσῆγε τῶ πατρί πρί · καὶ τοῦτο φιλανθρώπως ποιῶν· ἵνα ὡς μὲν πάντων ἀποθανόντων ἐν αὐτῶ λ υθῆ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων ἀνων νόμος, ἅ τε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῶ κυ ριακῶ σώματι· καὶ μὴκἔτι χώραν ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων ἀνων · ὡς δὲ εἰς φθορὰν ἀναστρέ ψαντας τοὺς ἀνθρώπους ἀνους , πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψη καὶ ζωοποιήση τούτους ἀπὸ τοῦ θανά του· τῆ τοῦ σώματος ἰδιοποιήσει καὶ τῆ τῆς ἀ ναστάσεως χάριτι· τὸν θάνατον ἀπ’ αὐτῶν ὡς καλάμην ἀπὸ πυρὸς ἐξαφανίζων· συνιδὼν γὰρ ὁ λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἀνων ἡ φθο ρὰ· εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν· οὐχ’ οἷον τε δὲ ἦν τὸν λόγον ἀποθανεῖν· ἀθάνατον ὄντα, καὶ τοῦ πατρὸς πρὸς υἱὸν, τούτου ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῶ λαμβάνει σῶμα· ἵνα τοῦτο τοῦ ἐπὶ πάντων λόγου μεταλαβὸν, ἀντὶ πάντων ἱκανὸν γένηται τῶ θανάτω· καὶ διὰ τὸν ἐνοι κήσαντα λόγον ἄφθαρτον διαμείνη· καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται· τῆ τῆς ἀνα στάσεως χάριτι· ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παν τὸς ἐλεύθερον σπίλου· ὃ αὐτὸς ἑαυτῶ ἔλαβε σῶμα προσάγων εἰς θάνατον· ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῆ προσ φορᾶ τοῦ καταλλήλου· ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ θῦ · εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σω ματικὸν ὄργανον προσάγων ἀντίψυχον, ὑπὲρ πάν των ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῶ θανάτω· καὶ ὡς οἷόν τε διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ θῦ υἱὸς, εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῆ περὶ τῆς ἀναστάσεως ἐπαγγε λία· καὶ αὐτὴ γὰρ ἡ ἐν τῶ θανάτω φθορὰ κα τὰ τῶν ἀνθρώπων ἀνων οὐκἔτι χώραν ἔχει διὰ τὸν ἐνοική σαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος· καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην· καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῆ οἰκιῶν· πάντως ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται· καὶ οὐκἔτι τίς ἐχθρὸς αὐτὴν· οὔτε ληστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται· διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασι λέα, οὕτως καὶ ἐπὶ τοῦ πάντων βασιλέως, γέγονεν· ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν, καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σῶ μα, λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων ἀνων παρὰ τῶν ἐχθρῶν ἐπιβουλὴ πέπαυται· καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ· ἡ πάλαι κατ’ αὐτῶν ἰσχύουσα· παραπωλώλει γὰρ ἂν τὸ τῶν ἀνθρώπων ἀνων γένος εἰ μὴ ὁ πάντων δεσπότης καὶ σωτὴρ σὴρ τοῦ θεοῦ θῦ υἱὸς παρε γεγόνει πρὸς τὸ τοῦ θανάτου τέλος· πρέπον δὲ καὶ μάλιστα τῆ ἀγαθότητι τοῦ θεοῦ θῦ ἀληθῶς τὸ μέ γ α τοῦτο ἔργον· εἰ γὰρ βασιλεὺς κατασκευάσας· οἰκίαν ἢ πόλιν· καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικούντων πολεμουμένην ὑπὸ ληστῶν· τὸ σύ νολον οὐ παρορᾶ· ἀλλ’ ὡς ἴδιον ἔργον ἐκδικεῖ καὶ περισώζει· οὐκ εἰς τῶν ἐνοικούντων ἀμέ λειαν ἀφορῶν· ἀλλ’ εἰς τὸ ἑαυτοῦ πρέπον, πολλῶ πλέον ὁ τοῦ παναγάθου θεὸς θς λόγος πατρὸς πρὸς εἰς φθορὰν κατερχόμενον τὸ δι’ αὐτοῦ γενόμενον τῶν ἀνθρώπων ἀνων γένος, οὐ παρεῖδεν· ἀλλὰ τὸν μὲν συμβεβηκό τα θάνατον ἀπήλειψε διὰ τῆς προσφορᾶς τοῦ ἰδίου σώματος· τὴν δὲ ἀμέλειαν αὐτῶν διωρ θώσατο τῆ ἑαυτοῦ διδασκαλία· πάντα τὰ τῶν ἀνθρώπων ἀνων διὰ τῆς ἑαυτοῦ δυνάμεως κατορθώ σας· ταῦτα δὲ, καὶ παρὰ τῶν αὐτοῦ τοῦ σωτῆρος σ ρς θεολόγων ἀνδρῶν πιστοῦσθαί τις δύναται ἐντυγχάνων τοῖς ἐκείνων γράμμασιν· ἧ φασίν· ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ χῦ συνέχει ἡμᾶς· κρίναντας τοῦ το· ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέ θανεν· ἵνα ἡμεῖς μηκἔτι ἑαυτοῖς ζῶμεν· ἀλλὰ τῶ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι ἐκ νεκρῶν τῶ κυρίω κω ἡμῶν ἰησοῦ ἰῦ χριστῶ χῶ · καὶ πάλιν· τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπο μεν ἰησοῦν ἰν · διὰ τὸ πάθημα τοῦ θανάτου; δόξῃ καὶ τιμῇ ἐστεφανωμένον· ὅπως χάριτι θεοῦ θῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· εἶτα καὶ τὴν αἰτί αν τοῦ μὴ ἄλλον δεῖν· ἢ αὐτὸν τὸν θεὸν θν λόγον ἐναν θρωπῆσαι σημαίνει λέγων· ἔπρεπε γὰρ αὐτῶ δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα· πολλοὺς υἱ οὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας σρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι· τοῦτο δὲ σημαίνει λέγων· ὡς οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενο μένης φθορᾶς τοὺς ἀνθρώπους ἀνους ἀνενεγκεῖν, ἢ τοῦ θεοῦ θῦ λόγου τοῦ καὶ κατὰ τὴν ἀρχὴν πεποιηκότος αὐτούς· ὅτι δὲ διὰ τὴν περὶ τῶν ὁμοίων σ ωμάτων θυσίαν· σῶμα καὶ αὐτὸς ὁ λόγος ἔ λαβεν ἑαυτῶ· καὶ τοῦτο σημαίνουσι λέγοντες· ἐπεὶ, οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήση τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· τουτέστι τὸν δι άβολον· καὶ ἀπαλλάξη τούτους ὅσοι φόβω θα νάτου διαπαντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλεί ας· τῆ γὰρ τοῦ ἰδίου σώματος θυσία, καὶ τέ λ ος ἐπέθηκε τῶ καθ’ ἡμᾶς νόμω· καὶ ἀρχὴν ζωῆς ἡμῖν ἐκαίνισεν· ἐλπίδα τῆς ἀναστάσε ως δεδωκώς· ἐπειδὴ γὰρ ἐξ ἀνθρώπων ἀνων εἰς ἀνθρώπους ανους ὁ θάνατος ἐκράτησε· διὰ τοῦτο πάλιν διὰ τῆς ἐ νανθρωπήσεως τοῦ θεοῦ θῦ λόγου ἡ τοῦ θανάτου κατάλυσις γέγονε καὶ ἡ τῆς ζωῆς ἀνάστασις· λέγοντος τοῦ χριστοφόρου ἀνδρός· ἐπειδὴ γ ὰρ δι’ ἀνθρώπου ἀνου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῶ ἀδ ὰ μ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῶ χριστῶ χῶ πάν τες ζωοποιηθήσονται· καὶ τὰ τούτοις ἀκόλου θα· οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀπο θνήσκομεν· ἀλλ’ ὡς ἐγειρόμενοι περιμένο μεν τὴν κοινὴν πάντων ἀνάστασιν· ἣν και ροῖς ἰδίοις δείξει ὁ καὶ ταύτην ἐργασάμε νος καὶ χαρισάμενος θεός θς · αἰτία μὲν δὴ π ρώτη τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος σρς , αὕτη· γνοίη δ’ ἄν τις αὐτοῦ τὴν ἀγαθὴν εἰς ἡμᾶς πα ρουσίαν εὐλόγως γεγενῆσθαι, καὶ ἐκ τούτων· ὁ θεὸς θς , ὁ πάντων ἔχων τὸ κράτος· ὅτε τὸ τῶν ἀν θρώπων γένος διὰ τοῦ ἰδίου λόγου ἐποίει· κα τιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐ τῶν· ὡς οὐχ’ ἱκανὴ εἴη ἐξ ἑαυτῆς γνῶναι τὸν δημιουργὸν· οὐδ’ ὅλως ἔννοιαν λαβεῖν θεοῦ θῦ · τῶ τὸν μὲν, εἶναι ἀγέννητον, τὰ δὲ, ἐξ οὐκ ὄντων γεγενῆσθαι· καὶ τὸν μὲν, ἀσώματον εἶναι, τοὺς δὲ ἀνθρώπους ἀνους κάτω που σώματι πεπλάσθαι· καὶ ὅ λως πολλὴν εἶναι τὴν τῶν γε ν νητῶν ἔλλειψιν πρὸς τὴν τοῦ πεποιηκότος κατάληψιν καὶ γνῶσιν· ἐλεήσας πάλιν τὸ γένος τὸ ἀνθρώπινον ἀνινον · ἅτε δη ἀγαθὸς ὤν, οὐκ ἀφῆκεν αὐτοὺς ἐρήμους τῆς ἑαυτοῦ γνώσεως· ἵνα μὴ ἀνόνητον ἔχω σι καὶ τὸ εἶναι· ποία γὰρ ὄνησις τοῖς πεποιη μένοις· μὴ γινώσκουσι τὸν ἑαυτῶν ποιητήν· ἢ, πῶς ἂν εἶεν λογικοὶ, μὴ γινώσκοντες τὸν τοῦ πατρὸς πρὸς λόγον· ἐν ᾧ καὶ γεγόνασιν· οὐδὲ γὰρ ο ὐδὲ ἀλόγων διαφέρειν ἔμελλον· εἰ πλέον οὐ δὲν τῶν περιγείων ἐπεγίνωσκον· τί δὲ καὶ ὁ θεὸς θς ἐποίει τούτους, ἀφ’ ὧν οὐκ ἠθέλησε γινώσ κεσθαι· ὅθεν ἵνα μὴ τοῦτο γένηται, ἀγα θὸς ὢν, τῆς ἰδίας εἰκόνος αὐτοῖς τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ μεταδίδωσι, καὶ ποιεῖ τούτους κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· ἵνα διὰ τῆς τοιαύτης χάριτος τὴν εἰκόνα νοοῦντες, λέγω δὴ τὸν τοῦ πατρὸς πρὸς λόγον, δυνηθῶσιν ἔννοιαν δι’ αὐτοῦ τοῦ πατρὸς πρὸς λαβεῖν· καὶ γινώσκοντες τὸν ποιητὴν, ζῶσι τὸν εὐ δαίμονα καὶ μακάριον ὄντως βίον· ἄλλ’ ἄνθρωποι ἄνοι πάλιν παράφρονες κατολιγωρήσαντες καὶ οὕτως τῆς δοθείσης αὐτοῖς χάριτος, τοσοῦτον ἀπεστρά φησαν τὸν θεόν θν καὶ τοσοῦτον ἐθόλωσαν ἑαυτῶν τὴν ψυχὴν, ὡς μὴ μόνον ἐπιλαθέσθαι τῆς περὶ θεοῦ θῦ ἐννοίας· ἀλλὰ καὶ ἕτερα ἀνθ’ ἑτέρων ἑαυτοῖς ἀναπλάσασθαι· εἴδωλά τε γὰρ ἀντὶ τῆς ἀ λ ηθείας ἑαυτοῖς ἀνετυπώσαντο· καὶ τὰ οὐκ ὄντα τοῦ ὄντος θεοῦ θῦ προετίμησαν· τῆ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· καὶ τό γε χείριστον, ὅτι καὶ εἰς ξύλα καὶ εἰς λίθους· καὶ εἰς πᾶσαν ὕλην καὶ ἀνθρώπους ἀνους τὴν τοῦ θεοῦ θῦ τιμὴν μετετίθουν· καὶ πλείονα τούτων ποιοῦντες, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται· τοσοῦτον δὲ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον λοιπὸν καὶ θεοὺς ἀνηγό ρευον· τὰς ἐπιθυμίας αὐτῶν ἀποπληροῦντες· θυσίας τε γὰρ ζώων ἀλόγων καὶ ἀνθρώπων ἀνων σφαγὰς ὥσπερ εἴρηται πρότερον εἰς τὸ ἐκείνων καθῆ κον ἐπετέλουν· πλεῖον ἑαυτοὺς τοῖς ἐκείνων οἰ στρήμασι καταδεσμεύοντες· διὰ τοῦτο γοὖν καὶ μα γεῖαι παρ’ αὐτοῖς ἐδιδάσκοντο· καὶ μαντεῖα κα τὰ τόπον τοὺς ἀνθρώπους ἀνους ἐπλάνα· καὶ πάντες τὰ γενέσεως καὶ τοῦ εἶναι ἑαυτῶν τὰ αἴτια τοῖς ἄστροις καὶ τοῖς κατ’ οὐρανὸν οὐνὸν πᾶσιν ἀνετίθουν· μη δὲν πλέον τῶν φαινομένων λογιζόμενοι· καὶ ὅ λως πάντα ἦν ἀσεβείας καὶ παρανομίας μεστά· καὶ μόνος ὁ θεὸς θς οὐδὲ ὁ τούτου λόγος ἐπεγινώσκε το· καίτοι οὐκ ἀφανῆ ἑαυτὸν τοῖς ἀνθρώποις ἀνοις ἐ πικρύψας· οὐδὲ ἁπλῆν τὴν περὶ ἑαυτοῦ γνῶ σιν αὐτοῖς δεδωκώς· ἀλλὰ καὶ ποικίλως καὶ διὰ πολλῶν αὐτὴ ν αὐτοῖς ἐφαπλώσας· αὐτάρ κης μὲν γὰρ ἦν ἡ κατ’ εἰκόνα χάρις γνωρίζειν τὸν θεὸν θν λόγον, καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα · εἰδὼς δὲ ὁ θεὸς θς τὴν ἀσθένειαν τῶν ἀνθρώπων ἀνων , προενοήσατο καὶ τῆς ἀ μελείας τούτων· ἵν’ ἐὰν ἀμελήσαιεν δι’ ἑαυ τῶν τὸν θεὸν θν ἐπιγνῶναι, ἔχωσι διὰ τῶν τῆς κτί σεως ἔργων τὸν δημιουργὸν μὴ ἀγνοεῖν· ἐπει δ ὴ δὲ ἡ ἀνθρώπων ἀνων ἀμέλεια ἐπὶ τὰ χείρονα κατ’ ὀλίγον ἐπικαταβαίνει· προενοήσατο πάλιν ὁ θεὸς θς καὶ τῆς τοιαύτης αὐτῶν ἀσθενείας· νόμον καὶ προ φήτας τοὺς αὐτοῖς γνωρίμους ἀποστείλας, ἵνα ἐὰν καὶ εἰς τὸν οὐρανὸν οὐνὸν ὀκνήσωσιν ἀναβλέψαι καὶ γνῶναι τὸν ποιητὴν, ἔχωσιν ἐκ τῶν ἐγγὺς τὴν δι δασκαλίαν· ἄνθρωποι ἄνοι γὰρ παρὰ ἀνθρώπων ἀνων ἐγγυτέρω δύ νανται μαθεῖν περὶ τῶν κρειττόνων· ἐξὸν οὖν ἦ ν ἀναβλέψαντας αὐτοὺς εἰς τὸ μέγεθος τοῦ οὐρανοῦ οὐνοῦ · καὶ κατανοήσαντας τὴν τῆς κτίσεως ἁρμονί αν, γνῶναι τὸν ταύτης ἡγεμόνα τὸν τοῦ πατρὸς πρὸς λό γον· τὸν τῆ ἑαυτοῦ εἰς πάντα προνοία γνωρίζον τα πᾶσι τὸν πατέρα πρα , καὶ διὰ τοῦτο τὰ ὅλα κινοῦντα· ἵνα δι’ αὐτοῦ πάντες γινώσκωσι τὸν θεὸν θν · ἢ εἰ τοῦτο αὐτοῖς ἦν ὀκνηρὸν, κἂν τοῖς ἁγίοις δυνατὸν ἦν αὐ τοὺς συντυγχάνειν, καὶ δι’ αὐτῶν μαθεῖν τὸν τῶν πάν των δημιουργὸν θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · καὶ ὅτι τῶν εἰδώλων ἡ θρησκεία, ἀθεότης ἐστὶ καὶ πάσης ἀ σεβείας μεστή· ἐξὸν δὲ ἦν αὐτοὺς καὶ τὸν νόμον ἐγνωκότας, παύσασθαι πάσης παρανομίας, καὶ τὸν κατ’ ἀρετὴν ζῆσαι βίον· οὐδὲ γὰρ διὰ ἰου δαίους μόνους ὁ νόμος ἦν· οὐδὲ δι’ αὐτοὺς μό νους οἱ προφῆται ἐπέμποντο· ἀλλὰ πρὸς ἰου δαίους μὲν ἐπέμποντο καὶ παρὰ ἰουδαίων ἐδιώ κοντο· πάσης δὲ τῆς οἰκουμένης ἦσαν διδασ κάλιον ἱερὸν τῆς περὶ θεοῦ θῦ γνώσεως καὶ τῆς κα τὰ ψυχὴν πολιτείας· τοσαύτης οὖν οὔσης τῆς τοῦ θεοῦ θῦ ἀγαθότητος καὶ φιλ ανθρωπίας ανίας , ὅμως οἱ ἄν θρωποι, νικώμενοι ταῖς παραυτίκα ἡδοναῖς· καὶ ταῖς παρὰ δαιμόνων φαντασίαις καὶ ἀ πάταις, οὐκ ἀνένευσαν πρὸς τὴν ἀλήθειαν· ἀλλ’ ἑαυτοὺς πλείοσι κακοῖς καὶ ἁμαρτήμασιν ἐνεφόρησαν· ὡς μηκέτι δοκεῖν αὐτοὺς λογικοὺς ἀλλὰ ἀλόγους ἐκ τῶν τρόπων νομίζεσθαι· οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων ἀνων καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ· καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ γνῶ σιν, τί τὸν θεὸν θν ἔδει ποιεῖν· σιωπῆσαι τὸ τη λ ικοῦτον, καὶ ἀφεῖναι τοὺς ἀνθρώπους ἀνους ὑπὸ δαιμόνων πλανᾶσθαι· καὶ μὴ γινώσκειν αὐτοὺς τὸν θεὸν θν , καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς κατ’ εἰκόνα θεοῦ θῦ γενέσθαι τὸν ἄνθρωπον ἄνον · ἔδει γὰρ αὐτὸν ἁπλῶς ὡς ἄλογον γενέσθαι· ἢ γενόμενον λογικὸν τὴν τῶν ἀλόγων ζωὴν μὴ βιοῦν· τίς δὲ ὅλως ἦν χρεία ἐννοίας αὐτὸν λαβεῖν περὶ θεοῦ θῦ ἐξ αρχῆς· εἰ γὰρ οὐδὲ νῦν ἄξιός ἐστι λαβεῖν, ἔδει μηδὲ κατὰ τὴν ἀρχὴν αὐτῶ δοθῆναι· τί δὲ καὶ ὄφελος τῶ πε ποιηκότι θεῶ θῶ · ἢ ποία δόξα αὐτῶ ἂν εἴη· εἰ οἱ ὑ π’ αὐτοῦ γενόμενοι ἄνθρωποι ἄνοι οὐ προσκυνοῦσιν αὐτῶ ἀλλ’ ἑτέρους εἶναι τοὺς πεποιηκότας αὐτοὺς νο μίζουσιν· εὑρίσκεται γὰρ ὁ θεὸς θς ἑτέροις καὶ οὐχ’ ἑ αυτῶ τούτους δημιουργήσας· εἶτα βασιλεὺς μ ὲν ἄνθρωπος ἄνος ὢν· τὰς ὑπ’ αὐτοῦ κτισθείσας χώρας· οὐκ ἀφίησιν ἐκδότους ἑτέροις δουλεύειν, οὐ δὲ πρὸς ἄλλους καταφεύγειν· ἀλλὰ γράμμασιν αὐτοὺς ὑπομιμνήσκει· πολλάκις δὲ καὶ διὰ φί λων αὐτοῖς ἐπιστέλλει· εἰ δὲ καὶ χρεία γένηται· αὐ τὸς παραγίνεται τῆ παρουσία λοιπὸν αὐτοὺς δυ σωπῶν· μόνον ἵνα μὴ ἑτέροις δουλεύσωσι καὶ ἀρ γὸν αὐτοῦ τὸ ἔργον γένηται, οὐ πολλῶ πλέον ὁ θεὸς θς τῶν ἑαυτοῦ κτισμάτων φείσεται· πρὸς τὸ μὴ πλανηθῆναι ἀπ’ αὐτοῦ καὶ τοῖς οὐκ οὖσι δουλεύειν· μάλιστα ὅτι ἡ τοιαύτη πλάνη ἀπωλείας αὐτοῖς αἰτία καὶ ἀφανισμοῦ γίνεται, οὐκ ἔδει δὲ τὰ ἅ παξ κοινωνήσαντα τῆς τοῦ θεοῦ θῦ εἰκόνος, ἀπο λέσθαι· τί οὖν ἔδει ποιεῖν τὸν θεὸν θν · ἢ τί ἔδει γενέσ θαι· ἀλλ’ ἢ τὸ κατ’ εἰκόνα πάλιν ἀνανεῶσαι· ἵνα δι’ αὐτοῦ πάλιν αὐτὸν γνῶναι δυνηθῶσιν οἱ ἄν θρωποι· τοῦτο δὲ πῶς ἂν ἐγεγόνει· εἰ μὴ αὐτῆς τ ῆς τοῦ θεοῦ θῦ εἰκόνος παραγενομένης· τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · δι’ ἀνθρώπων ἀνων μὲν γὰρ οὐκ ἦν δυνατὸν· ἐπεὶ, καὶ αὐτοὶ κατ’ εἰκόνα γεγόνασιν· ἀλλ’ οὐδὲ δι’ ἀγγέλων· οὐδὲ γὰρ οὐδὲ αὐτοί εἰσιν εἰκόνες· ὅθεν ὁ τοῦ θεοῦ θῦ λόγος δι’ ἑαυτοῦ παρεγένετο· ἵνα ὡς εἰκὼν ὢν τοῦ πατρὸς πρὸς , τὸν κατ’ εἰκόνα ἄνθρωπον ἀνον ἀνακτίσαι δυνηθῆ· ἄλλως δὲ πάλιν οὐκ ἂν ἐγεγόνει· εἰ μὴ ὁ θάνατος ἦν καὶ ἡ φθορὰ ἐξαφανισθεῖσα· ὅθεν εἰκότως ἔ λαβε σῶμα θνητὸν, ἵνα καὶ ὁ θάνατος ἐν αὐτῶ λοιπὸν ἐξαφανισθῆναι δυνηθῇ· καὶ οἱ κατ’ εἰκό να πάλιν ἀνακαινισθῶσιν ἄνθρωποι ἄνοι · οὐκοῦν ἑτέρου πρὸς ταύτην τὴν χρείαν οὐκ ἦν· εἰ μὴ τῆς εἰκό νος τοῦ πατρός πρός · ὡς γὰρ τῆς γραφείσης ἐν ξύλω μορφῆς παραφανισθείσης ἐκ τῶν ἔξωθεν ῥύ πων· πάλιν χρεία τοῦτον παραγενέσθαι· οὗ καὶ ἔ στιν ἡ μορφὴ· ἵνα ἀνακαινισθῆναι ἡ εἰκὼν δυνηθῆ ἐν τῆ αὐτῆ ὕλη· διὰ γὰρ τὴν ἐκείνου γραφὴν· καὶ αὐτὴ ἡ ὕλη ἐν ἧ καὶ γέγραπται οὐκ ἐκβάλλεται· ἀλ λ’ ἐν αὐτῆ ἀνατυποῦται· κατὰ τοῦτο καὶ ὁ πανά γιος τοῦ πατρὸς πρὸς υἱὸς· εἰκὼν ὢν τοῦ πατρὸς πρὸς , παρε γένετο ἐπὶ τοὺς ἡμετέρους τόπους· ἵνα τὸν κατ’ αὐτὸν πεποιημένον ἄνθρωπον ἀνον ἀνακαινίση καὶ ὡς ἀπολόμενον εὕρη· διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέ σεως· ἤ φησι καὶ αὐτὸς ἐν τοῖς εὐαγγελίοις· ἦλ θον τὸ ἀπολόμενον εὑρεῖν καὶ σῶσαι· ὅθεν καὶ πρὸς τοὺς ἰδίους ἔλεγεν· ἐὰν μή τις ἀναγεννη θῆ· οὐ τὴν ἐκ γυναικῶν γέννησιν σημαίνων ὥσ περ ὑπενόουν ἐκεῖνοι· ἀλλὰ τὴν ἀναγεννωμέ νην καὶ ἀνακτιζομένην ψυχὴν ἐν τῷ κατ’ εἰκόνα δηλῶν· ἐπειδὴ δὲ καὶ εἰδωλομανία καὶ ἀθε ό της κατεῖχε τὴν οἰκουμένην· καὶ ἡ περὶ θεοῦ θῦ γνῶσις ἐκέκρυπτο, τίνος γὰρ ἦν διδάξαι τὴν οἰκουμέ νην περὶ πατρὸς πρὸς · ἀνθρώπου ἀνου φαίη τις ἄν· ἀλλ’ οὐκ ἦν ἀν θρώπων ἐνὸν τὴν ὑφήλιον πᾶσαν ὑπελθεῖν· οὔ τε τῆ φύσει τοσοῦτον ἰσχυόντων δραμεῖν, οὔτε ἀ ξιοπίστων περὶ τούτου δυναμένων γενέσθαι· οὔ τε πρὸς τὴν τῶν δαιμόνων ἀπάτην καὶ φαντα σίαν ἱκανῶν δι’ ἑαυτῶν ἀντιστῆναι· πάντων γ ὰρ κατὰ ψυχὴν πληγέντων καὶ ταραχθέντων πα ρὰ τῆς δαιμονικῆς ἀπάτης· καὶ τῆς τῶν εἰδώ λων ματαιότητος· πῶς οἷόν τε ἦν ἀνθρώπου ἀνου ψυχὴν, καὶ ἀνθρώπων ἀνων νοῦν μεταπεῖσαι ὅπουγε οὐδὲ ὁρᾶν αὐτοὺς δύνανται· ὃ, δὲ μὴ ὁρᾶ τις, πῶς δύναται μετα παιδεῦσαι· ἀλλ’ ἴσως ἄν τις εἴποι· τὴν κτίσιν ἀρ κεῖσθαι· ἀλλ’ εἰ ἡ κτίσις ἤρκει, οὐκ ἂν ἐγεγόνει τὰ τηλικαῦτα κακά· ἦν γὰρ καὶ ἡ κτίσις· καὶ οὐδὲν ἧτ τον οἱ ἄνθρωποι ἄνοι ἐν τῆ αὐτῆ περὶ θεοῦ θῦ πλάνη ἐκυλίοντο· τί νος οὖν ἦν πάλιν χρεία· ἢ τοῦ θεοῦ θῦ λόγου τοῦ καὶ ψυ χὴν καὶ νοῦν ὁρῶντος· τοῦ καὶ τὰ ὅλα ἐν τῆ κτίσει κινοῦντος· καὶ δι’ αὐτῶν γνωρίζοντος τὸν πατέρα πρα · τοῦ γὰρ διὰ τῆς ἰδίας προνοίας καὶ διακοσμήσε ως τῶν ὅλων διδάσκοντος περὶ τοῦ πατρὸς πρὸς , αὐτοῦ ἦν καὶ τὴν αὐτὴν διδασκαλίαν ἀνανεῶσαι· πῶς ο ὖν ἂν ἐγεγόνει τοῦτο ἴσως ἄν τις εἴποι· ὅτι ἐξὸν ἦν διὰ τῶν αὐτῶν· ὥστε πάλιν διὰ τῶν τῆς κτίσε ως ἔργων τὰ περὶ αὐτοῦ δεῖξαι· ἀλλ’ οὐκ ἦν ἀσφα λὲς ἔτι τοῦτο· οὐχί γε· παρεῖδον γὰρ τοῦτο πρότε ρον οἱ ἄνθρωποι ἄνοι · καὶ οὐκἔτι μὲν ἄνω· κάτω δὲ τοὺς ὀ φθαλμοὺς ἐσχήκασιν· ὅθεν εἰκότως ἀνθρώπους ἀνους θέ λων ὠφελῆσαι ὡς ἄνθρωπος ἀνος ἐπιδημεῖ· λαμβάνων ἑαυτῶ σῶμα ὅμοιον ἐκείνοις· καὶ ἐκ τῶν κά τω· λέγω δὴ διὰ τῶν τοῦ σώματος ἔργων· ἵνα οἱ μὴ θελήσαντες αὐτὸν γνῶναι ἐκ τῆς εἰς τὰ εἴδω ὅλα προνοίας καὶ ἡγεμονίας αὐτοῦ· κἂν ἐκ τῶν δι’ αὐτοῦ τοῦ σώματος ἔργων γνώσων ται τὸν ἐν τῶ σώματι τοῦ θεοῦ θῦ λόγον· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα · ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν· τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι· πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς παιδεύει, οὕ τως καὶ ὁ τοῦ θεοῦ θῦ λόγος καθὼς καὶ ὁ παῦ λ ος φησίν· ἐ πειδὴ γὰρ ἐν τῆ σοφία τοῦ θεοῦ θῦ , οὐκ ἔγνω ὁ κόσμος δι ὰ τῆς σοφίας τὸν θεὸν θν , εὐδόκησεν ὁ θεὸς θς διὰ τῆς μω ρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ἄνοι ἀποστραφέντες τὴν πρὸς τὸν θεὸν θν θεωρίαν· καὶ ὡς ἐν βυθῶ βυθισθέντες· κάτω τοὺς ὀφθαλμοὺς ἔχοντες ἐν γενέσει καὶ τοῖς αἰ σθητοῖς τὸν θεὸν θν ἀνεζήτουν· ἀνθρώπους θνη τοὺς καὶ δαίμονας ἑαυτοῖς θεοὺς ἀνατυπού μενοι· τούτου ἕνεκα ὁ φιλ άνθρωπος άνος καὶ κοινὸς πάν των σωτὴρ σὴρ ὁ τοῦ θεοῦ θῦ λόγος λαμβάνει ἑαυτῶ σῶ μα· καὶ ὡς ἄνθρωπος ἀνος ἐν ἀνθρώποις ἀνοις ἀναστρέφεται· καὶ τὰς αἰσθήσεις πάντων ἀνθρώπων προσλαμβά νει· ἵνα οἱ ἐν σωματικοῖς νοοῦντες εἶναι τὸν θεὸν θν · ἀφ’ ὧν ὁ κύριος κς ἐργάζεται διὰ τῶν τοῦ σώματος ἔρ γων· ἀπ’ αὐτῶν νοήσωσι τὴν ἀλήθειαν· καὶ δι’ αὐ τοῦ τὸν πατέρα πρα λογίσωνται· ἄνθρωποι ἀνοι δὲ ὄντες καὶ ἀνθρώπινα ἀνινα πάντα νοοῦντες· οἷς ἐὰν ἐπέβαλον τὰς ἑαυτῶν αἰσθήσεις· ἐν τούτοις προσλαμβανο μένους ἑαυτοὺς ἑώρων· καὶ πανταχόθεν διδασ κομένους τὴν ἀλήθειαν· εἴτε γὰρ εἰς τὴν κτίσιν ἐπτόηντο· ἀλλ’ ἑώρων αὐτὴν ὁμολογοῦσαν τ ὸν χριστὸν χν κύριον κν · εἴτε εἰς ἀνθρώπους ανους ἦν αὐτῶν ἡ διάνοια προ ληφθεῖσα ὥστε τούτους θεοὺς νομίζειν· ἀλλ’ ἐκ τῶν ἔργων τοῦ σωτῆρος σρς , συγκρινόντων τὲ ἐκείνων ἐφαί νετο ἐν ἀνθρώποις ἀνοις μόνος ὁ σωτὴρ σὴρ θεοῦ θῦ υἱὸς· οὐκ ὄντων παρ’ ἐκείνοις τοιούτων ὁποῖα παρὰ τοῦ θεοῦ θῦ λόγου γέγονεν· εἰ δὲ καὶ εἰς δαίμονας ἦσαν προληφθέν τες· ἀλλ’ ὁρῶντες αὐτοὺς διωκομένους ὑπὸ τοῦ κυρίου κυ , ἐγίνωσκον μόνον εἶναι τοῦτον τὸν τοῦ θεοῦ θῦ λό γον· καὶ οὐκ εἶναι θεοὺς τοὺς δαίμονας· εἰ δὲ καὶ εἰς νεκροὺς ἤδη τούτων ἦν ὁ νοῦς κατασχε θείς ὥστε θρησκεύειν ἥρωας καὶ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς, ἀλλ’ ὁρῶντες τὴν τοῦ σωτῆρος σρς ἀνάστασιν, ὡμολόγουν ἐκείνους εἶναι ψευ δεῖς, καὶ μόνον τὸν κύριον κν ἀληθινὸν τὸν τοῦ πατρὸς πρὸς λόγον τὸν καὶ τοῦ θανάτου κυριεύοντα διὰ τοῦτο καὶ γεγέννηται· καὶ ἄνθρωπος ἀνος ἐφάνη, καὶ ἀπέθα νε καὶ ἀνέστη· ἀμβλύνας καὶ ἐπισκιάσας τὰ τῶν πώποτε γενομένων ἀνθρώπων ἀνων διὰ τῶν ἰδίων ἔρ γων· ἵνα ὅπου δἂν ὦσι προληφθέντες οἱ ἄνθρωποι ἄνοι , ἐκεῖθεν αὐτοὺς ἀναγάγη· καὶ διδάξη τὸν ἀληθι νὸν ἑαυτοῦ πατέρα πρα · καθάπερ καὶ αὐτός φησιν· ἦλ θον σῶσαι καὶ εὑρεῖν τὸ ἀπολωλός· ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων ἀνων , ὑπέ βαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ λόγος, ἵ να μετενέγκη εἰς ἑαυτὸν ὡς ἄνθρωπον ἀνον τοὺς ἀνθρώπους ανους · καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλί νη· καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον ἀνον αὐτὸν ὁρῶντας δι’ ὧν ἐργάζεται ἔργων, πείση μὴ εἶναι ἑαυτὸν ἄνθρωπον ἀνον μόνον· ἀλλὰ καὶ θεὸν θν καὶ θεοῦ θῦ ἀληθινοῦ λόγον καὶ σοφίαν· τοῦτο δὲ καὶ ὁ πα ῦ λος βουλόμενος σημᾶναί φησίν· ἐν ἀγάπη ἐρριζωμένοι καὶ τε θεμελιωμένοι· ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις· τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος· γνῶναί τε τὴν ὑπερβάλ λουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ χῦ · ἵνα πλη ρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ θῦ · πανταχοῦ γὰρ τοῦ λόγου ἑαυτὸν ἁπλώσαντος, καὶ ἄνω καὶ κάτω· καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος· ἄνω μὲν εἰς τὴν κτίσιν· κάτω δὲ εἰς τὴν ἐνανθρώπη σιν· εἰς βάθος δὲ εἰς τὸν ἅδην· εἰς πλάτος δὲ εἰς τὸν κόσμον· τὰ πάντα τῆς περὶ θεοῦ θῦ γνώσεως πεπλήρωται· διὰ δὲ τοῦτο οὐδὲ παραυτὰ παραγε νόμενος· τὴν θυσίαν τὴν ὑπὲρ πάντων ἐπετέλει· παραδιδοὺς τὸ σῶμα τῶ θανάτω· καὶ ἀνιστῶν αὐτὸ, ἀφανῆ ἑαυτὸν διατούτου ποιῶν· ἀλλὰ καὶ ἐμφανῆ ἑαυτὸν διὰ τούτου καθίστει διαμέ νων ἐν αὐτῶ καὶ τοιαῦτα τελῶν ἔργα καὶ ση μεῖα διδοὺς· ἃ μηκἔτι ἄνθρωπον ἀνον ἀλλὰ θεὸν θν λόγον αὐτὸν ἐγνώριζον ἀμφότερα γὰρ ἐφιλανθρωπεύετο ὁ σωτὴρ σὴρ διὰ τῆς ἐνανθρωπήσεως ὅτι καὶ τὸν θάνατον ἐξ ἡμῶν ἠφανιζε καὶ ἀνεκαίνιζεν ἡμᾶς· καὶ ὅ τι ἀφανὴς ὢν καὶ ἀόρατος· διὰ τῶν ἔργων ἐνέ φαινε καὶ ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν λόγον τοῦ πατρὸς πρὸς τὸν τοῦ παντὸς ἡγεμόνα καὶ βασιλέα· οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῶ σώματι· οὐ δὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν· οὐδὲ ἐ κεῖνο μὲν ἐκίνει· τὰ ὅλα δὲ τῆς τούτου ἐνεργεί ας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδο ξότατον· λόγος ὢν, οὐ συνείχετο μὲν ὑπό τινος· συ νεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός· καὶ ὥσπερ ἐν πάσῃ τῆ κτίσει ὢν· ἐκτὸς μέν ἐστι τοῦ παντὸς κα τ’ οὐσίαν· ἐν πᾶσι δέ ἐστι· ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν· καὶ εἰς πάντα, ἐν πᾶσι τὴν ἑ αυτοῦ πρόνοιαν ἐφαπλῶν· καὶ ἕκαστον καὶ πάν τα ὁμοῦ ζωοποιῶν· περιέχων τὰ ὅλα καὶ μὴ πε ριεχόμενος· ἀλλ’ ἐν μόνω τῶ ἑαυτοῦ πατρὶ πρὶ ὅλος ὢν κατὰ πάντα, οὕτως καὶ ἐν τῶ ἀνθρωπίνω ἀνίνω σώματι ὢν· καὶ αὐτὸς αὐτὸ ζωοποιῶν, εἰκότως ἐζωοποί ει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο· καὶ ἔξω τῶν ὅλων ἦν· καὶ ἀπὸ τοῦ σώματος δὲ διατῶν ἔργων γνωριζόμενος· οὐκ ἀφανὴς ἦν καὶ ἀπὸ τῆς τῶν ὅλων ἐνεργείας· ψυχῆς μὲν οὖν ἔργόν ἐστι θεωρεῖν μὲν καὶ τὰ ἔξω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς· οὐ μὴν καὶ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνεργεῖν· ἢ τὰ τούτου μακρὰν τῆ παρουσία κινεῖν· οὐδέποτε γοὖν ἄνθρωπος ἀνος διανοούμενος τὰ μακρὰν, ἤδη καὶ ταῦ τα κινεῖ καὶ μεταφέρει· οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῶ οὐνῶ ἤδη καὶ τὸν ἥλιον κινεῖ· καὶ τὸν οὐρανὸν οὐνὸν περιστρέ φει· ἄλλ’ ὁρᾶ μὲν αὐτὰ κινούμενα καὶ γεγονότα· οὐ μὴν ὥστε ἐργάζεσθαι αὐτὰ δυνατὸς τυγχάνει· οὐ δὴ τοιοῦτος ἦν ὁ τοῦ θεοῦ θῦ λόγος ἐν τῶ ἀνθρώπω ἀνω · οὐ γὰρ συνεδέδετο τῶ σώματι· ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο· ὥστε καὶ ἐν τούτω ἦν· καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανε· καὶ ἔξω τῶν ὄντων ἦν· καὶ ἐν μόνω τῶ πατρὶ πρὶ ἀνεπαύετο· καὶ τὸ θαυμαστὸν τοῦ το ἦν· ὅτι καὶ ὡς ἄνθρωπος ἀνος ἐπολιτεύετο· καὶ ὡς λό γος τὰ πάντα ἐζωογόνει· καὶ ὡς υἱὸς τῶ πατρὶ πρὶ συνῆν· ὅθεν οὐδὲ τῆς παρθένου τικτούσης ἔ πασχεν αὐτὸς· οὐδὲ ἐν σώματι ὢν ἐμολύνετο· ἀλλὰ μᾶλλον καὶ τὸ σῶμα ἡγίαζεν· οὐδὲ γὰρ ἐν τοῖς πᾶσιν ὤν τῶν πάντων μεταλαμβάνει ἀλλὰ πάντα μᾶλλον ὑπ’ αὐτοῦ ζωογονεῖται καὶ τρέφεται· εἰ γὰρ καὶ ἥλιος ὁ ὑπ’ αὐτοῦ γενόμε νος καὶ ὑφ’ ἡμῶν ὁρώμενος περι πολῶν ἐν οὐρανῶ οὐνῶ · οὐ ῥυπαίνεται τῶν ἐπὶ γῆς σωμάτων ἁπτόμενος· οὐδὲ ὑπὸ σκότους ἀφανίζεται· ἀλ λὰ μᾶλλον αὐτὸς καὶ ταῦτα φωτίζει καὶ κα θαρίζει· πολλῶ πλέον, ὁ πανάγιος τοῦ θεοῦ θῦ λόγος· ὁ καὶ τοῦ ἡλίου ποιητὴς καὶ κύριος κς , ἐν σώματι γνωριζόμενος οὐκ ἐρυπαίνετο ἀλλὰ μᾶλλον ἄφθαρτος ὢν· καὶ τὸ σῶμα θνητὸν τυγχάνον, ἐζωοποίει καὶ ἐκαθάρι ζεν· ὃς ἁμαρτίαν γάρ φησιν οὐκ ἐποίησεν, οὐδὲ εὑρέ θη δόλος ἐν τῶ στόματι αὐτοῦ· ὅταν τοίνυν ἐσθίον τ α καὶ πίνοντα· καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα ἐτίκτετο· καὶ καταλλήλοις ἐτρέφετο τροφαῖς· αὐτὸς δὲ ὁ συνὼν τῶ σώματι θεὸς θς λόγος τὰ πάντα διακοσμῶν· καὶ δι’ ὧν εἰργάζετο ἐν τῶ σώματι οὐ κ ἄνθρωπον ἀνον ἑαυτὸν· ἀλλὰ θεὸν θν λόγον ἐγνώριζε· λέγεται δὲ περὶ αὐτοῦ ταῦτα· ἐπειδὴ καὶ τὸ σῶμα ἐσθίον καὶ τικτόμενον καὶ πάσχον, οὐχ’ ἑτέρου τινὸς, ἀλλὰ τοῦ κυρίου κυ ἦν· καὶ ὅτι ἀνθρώπου ἀνου γενομένου, ἔπρεπε καὶ ταῦτα ὡς πε ρὶ ἀνθρώπου ἀνου λέγεσθαι· ἵνα ἀληθεία καὶ μὴ φαντασία σῶμα ἔχων φαίνηται· ἀλλ’ ὥσπερ ἐκ τούτων ἐγινώσκετο σ ωματικῶς παρὼν, οὕτως ἐκ τῶν ἔργων ὧν ἐποίει διὰ τοῦ σώματος, υἱὸν θεοῦ θῦ ἑαυτὸν ἐγνώριζεν· ὅθεν καὶ πρὸς τοὺς ἀπίστους ἰουδαίους ἐβόα λέγων· εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός πρός μου, μὴ πιστεύητέ μοι· εἰ δὲ ποιῶ κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ γινώσκητε· ὅτι ἐν ἐμοὶ ὁ πατὴρ πὴρ κἀγὼ ἐν τῶ πατρί πρί · ὡς γὰρ ἀόρατος ὢν ἀπὸ τῶν τῆς κτίσεως ἔργων γινώσκεται· οὕτως ἄνθρωπος ἀνος γενόμενος καὶ ἐν σώματι· μὴ ὁρώμενος, ἐκ τῶν ἔργων ἂν γνωσθείη, ὅτι οὐκ ἄνθρωπος ἀνος ἀλλὰ θεοῦ θῦ δύναμις καὶ λόγος ἐστὶν ὁ ταῦτα ἐργαζόμενος· τὸ γὰρ ἐπιτάσσειν αὐτὸν τοῖς δαίμοσι· κἀκείνους ἀπελαύνεσθαι, οὐκ ἀνθρώπινον ἀνινον ἀλλὰ θεῖόν ἐστι τὸ ἔργον· ἢ τίς ἰδὼν αὐτὸν τὰς νό σους ἰώμενον ἐν αἷς ὑπόκειται τὸ τῶν ἀνθρώπων ἀνων γένος· ἔτι ἄνθρωπον ἀνον καὶ οὐ θεὸν θν ἡγεῖτο· λεπροὺς γὰρ ἐκαθάριζε· χωλοὺς περιπατεῖν ἐποίει· κωφῶν τὴν ἀκοὴν ἤνοι γε· τυφλοὺς ἀναβλέπειν ἐποίει· καὶ πάσας ἁπλῶς νόσους καὶ πᾶσαν μαλακίαν ἀπήλαυνεν ἀπὸ τῶν ἀνθρώπων ἀνων · ἀφ’ ὧν ἦν αὐτοῦ καὶ τὸν τυχόντα, τὴν θεότητα θεωρεῖν· τ ίς γὰρ ἰδὼν αὐτὸν ἀποδιδόντα τὸ λεῖπον οἷς ἡ γένεσις ἐνέλειψε· καὶ τοῦ ἐκ γενετῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀνοίγοντα, οὐκ ἂν ἐνενόησε τὴν ἀνθρώπων ἀνων ὑποκειμένην αὐτῶ γένεσιν, καὶ ταύτης εἶναι τοῦτον δημιουργὸν καὶ ποιητήν· ὃ γὰρ τὸ μὴ ἐκ γενέσεως ἔσχεν ὁ ἄνθρωπος ἀνος ἀποδιδοὺς, δῆλος ἂν εἴη πάντως· ὅτι κύριος κς οὗτός ἐστι καὶ τῆς γενέσεως τῶν ἀνθρώπων ἀνων · διὰ τοῦτο καὶ ἐν ἀρχῇ κατερ χόμενος πρὸς ἡμᾶς, ἐκ παρθένου πλάττει ἑαυτῶ τὸ σῶμα· ἵνα μὴ μικρὸν τῆς θεότητος αὐτοῦ γνώ ρισμα πᾶσι παράσχη· ὅτι ὁ τοῦτο πλάσας, αὐτός ἐστι καὶ τῶν ἄλλων ποιητής· τίς γὰρ ἰδὼν χωρὶς ἀν δ ρὸς ἐκ παρθένου μόνης προερχόμενον σῶμα· οὐ κ ἐνθυμεῖται τὸν ἐν τούτω φαινόμενον, εἶναι καὶ τῶν ἄλλων σωμάτων ποιητὴν καὶ κύριον κν · τίς δὲ ἰδὼν καὶ τ ὴν ὑδάτων ἀλασσομένην οὐσίαν καὶ εἰς οἶνον μεταβα λοῦσαν οὐκ ἐννοεῖ τὸν τοῦτο ποιήσαντα κύριον κν εἶναι καὶ κτίστην τῆς τῶν ὅλων ὑδάτων οὐσίας· διὰ τοῦτο γὰρ ὡς δεσπότης ἐπέβαινε καὶ τῆ θαλάσση καὶ περιεπά τει ὡς ἐπὶ γῆς· γνώρισμα τῆς ἐπὶ πάντα δεσποτείας αὐτοῦ τοῖς ὁρῶσι παρέχων· τρέφων δὲ καὶ ἐξ ὀλίγων τ οσοῦτον πλῆθος· καὶ ἐξ ἀπόρων εὐπορῶν αὐτὸς ὥσ τε ἀπὸ πέντε ἄρτων πεντακισχιλίους κορεσθῆναι· καὶ ἄλλο τοσοῦτον καταλεῖψαι· οὐδὲν ἕτερον, ἢ αὐτὸν εἶναι τὸν καὶ τῆς ὅλων προνοίας κύριον κν ἐγνώριζε· ταῦτα δ ὲ πάντα ποιεῖν τῶ σωτῆρι σρι καλῶς ἔχειν ἐδόκει· ἵν’ ἐπει δὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι ἄνοι καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτίσεως αὐτοῦ θεό τητα, κἂν ἐκ τῶν διὰ τοῦ σώματος ἔργων αὐτοῦ ἀναβλέψωσι καὶ ἔννοιαν λάβωσι δι’ αὐτοῦ, τῆς εἰς τὸν πατέρα πρα γνώσεως· ἐκ τῶν κατὰ μέρος τὴν εἰς τὰ ὅλα αὐτοῦ πρόνοιαν ὡς προεῖπον ἀναλογιζόμενος· τίς γὰρ ἰδὼν αὐτοῦ τὴν κατὰ δαιμόνων ἐξουσίαν· ἢ τ ίς ἰδὼν τοὺς δαίμονας ὁμολογοῦντας· εἶναι τούτων αὐτὸν κύριον κν , ἔτι τὴν διάνοιαν ἀμφίβολον ἕξει, εἰ οὗτός ἐστιν ὁ τοῦ θεοῦ θῦ υἱὸς καὶ ἡ σοφία καὶ ἡ δύναμις· οὐδὲ γὰρ τὴν κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν· ἀλλὰ τό γε θαυμαστὸν καὶ ἐν τῶ θανάτω, μᾶλλον δὲ ἐν αὐτῶ τῶ κατὰ τοῦ θανάτου τροπαίω λέγω δὴ τῶ σταυρῶ στρῶ , πᾶσα ἡ κτίσις ὡμολόγει, τὸν ἐν τῶ σώματι γνωριζόμενον καὶ πάσχοντα· οὐχ’ ἁπλῶς εἶναι ἄνθρωπον ἀνον · ἀλλὰ θεοῦ θῦ υἱὸν καὶ σωτῆρα σρα πάντων· ὅτε γὰρ ἥλιος ἀπεστράφη, καὶ ἡ γῆ ἐσείετο· καὶ τὰ ὄρη ἐρρήγνυτο· πάντες κατέπτησσον· ταῦτα δὲ τὸν μὲν ἐν τῶ σταυρῶ στρῶ χριστὸν χν , θεὸν θν ἐδείκνυον· τὴν δὲ κτίσιν πᾶσαν τούτου δούλην εἶναι καὶ μαρτυροῦ σαν τῶ φόβω, τὴν τοῦ δεσπότου παρουσίαν· οὕτω μ ὲν οὖν ὁ θεὸς θς λόγος διὰ τῶν ἔργων ἑαυτὸν ἐνεφάνι ζε τοῖς ἀνθρώποις ἀνοις · ἀκόλουθον δἂν εἴη καὶ τὸ τέλος τῆς ἐν σώματι διαγωγῆς καὶ περιπολήσεως αὐτοῦ διη γήσασθαι· καὶ εἰπεῖν· καὶ ὁποῖος γέγονεν ὁ τοῦ σώ ματος θάνατος· μάλιστα ὅτι τὸ κεφάλαιον τῆς π ίστεως ἡμῶν ἐστι τοῦτο· καὶ πάντες ἁπλῶς ἄνθρωποι ἄνοι · πε ρὶ τούτου θρυλοῦσιν· ἵνα γνῶς ὅτι καὶ ἐκ τούτου μᾶλ λον οὐδὲν ἧττον γινώσκεται θεὸς θς ὁ χριστὸς χς καὶ τοῦ θεοῦ θῦ υἱός· τ ὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν ἐκ μέρους καὶ ὡς ἡμεῖς ἠ δυνήθημεν νοῆσαι, προείπομεν· ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλεῖν, εἰ μὴ αὐτοῦ τοῦ σωτῆρος σρς · τοῦ καὶ τὴν ἀρχὴν ἐξ οὐκ ὄντων πεποιηκό τος τὰ ὅλα· καὶ οὐκ ἄλλου ἦν τὸ κατ’ εἰκόνα πάλιν ἀνακτίσαι τοῖς ἀνθρώποις ἀνοις εἰ μὴ τῆς εἰκόνος τοῦ πατρός πρός · καὶ οὐκ ἄλλου ἦν τὸ θνητὸν ἀθάνατον παραστῆσαι, εἰ μὴ τῆς αὐτοζωῆς οὔσης τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · καὶ οὐκ ἄλ λου ἦν περὶ πατρὸς πρὸς διδάξαι· καὶ τὴν εἰδώλων καθαιρῆ σαι θρησκείαν, εἰ μὴ τοῦ τὰ πάντα διακοσμοῦντος λό γου· καὶ μόνου τοῦ πατρὸς πρὸς ὄντος υἱοῦ μονογενοῦς ἀλη θινοῦ· ἐπειδὴ δὲ καὶ τὸ ὀφειλόμενον παρὰ πάν τ ων ἔδει λοιπὸν ἀποδοθῆναι· ὠφείλετο γὰρ πάν τας ὡς προεῖπον αποθανεῖν, διὸ μάλιστα καὶ ἐπε δήμησε, τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν· ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδοὺς· ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήση· δείξη δὲ ἑ αυτὸν καὶ θανάτου κρείττονα· ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως· τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπι δεικνύμενος· καὶ μήτοι θαυμάσης, εἰ πολλάκις τ ὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγομεν· ἐπειδὴ γὰρ περὶ τῆς εὐδοκίας τοῦ θεοῦ θῦ λαλοῦμεν, διὰ τοῦτο τὸν αὐτὸν νοῦν διὰ πλειόνων ἑρμηνεύομεν, μὴ ἄρά τι παραλιμπά νειν δόξωμεν· καὶ ἔγκλημα γένηται ὡς ἐνδεῶς εἰρηκόσι· καὶ γὰρ βέλτιον ταυτολογίας μέμψιν ὑποστῆναι, ἢ παραλεῖψαί τι τῶν ὀφειλόντων γρα φῆναι· τὸ μὲν οὖν σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔ χ ον τοῖς πᾶσι τὴν οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον ἀνινον εἰ καὶ καινοτέρω θαύματι συνέστη ἐκ παρθένου μό νης, ὅμως θνητὸν ὂν, κατὰ ἀκολουθίαν τῶν ὁμοίων καὶ ἀπέθνησκε· τῆ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει, οὐκἔτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο· ἀλλὰ δι ὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ θῦ λόγον, ἐκτὸς ἐγίνετο φθορᾶς· καὶ συνέβαινεν ἀμφότερα ἐν ταυτῶ γενέ σθαι παραδόξως· ὅτι τὲ ὁ πάντων θάνατος, ἐν τῶ κυριακῶ σώματι ἐπληροῦτο· καὶ ὁ θάνατος καὶ ἡ φθορὰ, διὰ τὸν συνόντα λόγον ἐξ ἠφανίζετο· θανάτου γὰρ ἦν χρεία· καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται· ὅθεν ὡς προεῖπον ὁ λόγος ἐπεὶ, οὐχ’ οἷ ό ν τε ἦν αὐτὸν ἀποθανεῖν, ἀθάνατος γὰρ ἦν, ἔλα βεν ἑαυτῶ σῶμα τὸ δυνάμενον ἀποθανεῖν· ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκη· καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων· διὰ τὴν πρὸς αὐτὸ ἐπίβασιν, καταργήση τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· τουτέστι τὸν διάβολον· καὶ ἀπαλλάξη τού τους ὅσοι φόβω θανάτου διὰ παντὸς τοῦ ζῆν ἔ νοχοι ἦσαν δουλείας· ἀμέλει τοῦ κοινοῦ πάντων σωτῆρος σρς ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκ ἔστι νῦν ὥσπερ π άλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτω ἀποθνή σκομεν οἱ ἐν χριστῶ χῶ πιστοί· πέπαυται γὰρ ἡ τοιαύτη κατα δίκη· ἀλλὰ τῆς φθορᾶς παυομένης καὶ ἀφανιζο μένης ἐν τῆ τῆς ἀναστάσεως χάριτι, λοιπὸν κα τὰ τὸ τοῦ σώματος θνητὸν διαλυόμεθα μόνον· τῶ χρόνω· ὃν ἑκάστω ὁ θεὸς θς ὥρισεν· ἵνα κρείττονος ἀναστάσεως τυχεῖν δυνηθῶμεν· δίκην γὰρ τῶν ἐν τ ῆ γῆ καταβαλλομένων σπερμάτων, οὐκ ἀπολλύ μεθα διαλυόμενοι, ἀλλ’ ὡς σπειρόμενοι ἀναστησό μεθα, καταργηθέντος τοῦ θανάτου κατὰ τὴν τοῦ σωτῆρος σρς χάριν· διὰ τοῦτο γοὖν καὶ ὁ μακάριος παῦ λ ος ἐ γγυητὴς τῆς ἀναστάσεως πᾶσι γενόμενος, φησί· δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο, ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενή σεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνα τος εἰς νῖκος· ποῦ σου θάνατε τὸ κέντρον· διατί ο ὖν ἄν τις εἴποι· εἴπερ ἀναγκαῖον ἦν ἀντὶ πάντων αὐ τὸν παραδοῦναι τὸ σῶμα θανάτω, οὐχ’ ὡς ἄνθρωπος ἀνος ἰ δίως ἀπέθετο τοῦτο· ἀλλὰ καὶ μέχρι τοῦ σταυρω στρω θῆναι παρῆλθεν· ἐντίμως γὰρ μᾶλλον αὐτὸν ἔπρεπεν ἀπο θέσθαι τὸ σῶμα, ἤπερ μεθ’ ὕβρεως τὸν τοιοῦτον θά νατον ὑπομεῖναι· θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν ἀνθρωπίνη ἀνίνη · τὸ δὲ ὑπὸ τοῦ σωτῆρος σρς γενόμε μενον, θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ θεότη τος διὰ πολλά· πρῶτον μὲν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις ἀνοις θάνατος κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνάμενοι γὰρ ἐπὶ πολὺ διαμένειν, τῶ χρόνω διαλύονται· διὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι, καὶ ἐξασθενήσαν τες ἀποθνήσκουσιν· ὁ δὲ κύριος κς οὐκ ἀσθενής· ἀλλὰ θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ λόγος ἐστὶ καὶ αὐτ ο ζωή· εἰ μὲν ο ὖν ἦν ἰδία που καὶ κατὰ τὴν συνήθειαν τῶν ἀνθρώπων ἀνων ἀποθέμενος τὸ σῶμα ἐν κλίνη, ἐνομίσθη ἂν καὶ αὐτὸς κατὰ τὴν τῆς φύσεως ἀσθένειαν τοῦτο παθών· καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων ἀνων · ἐ πειδὴ δὲ καὶ ζωὴ ἦν καὶ θεοῦ θῦ λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι θάνατον, διὰ τοῦτο ὡς μὲν ζωὴ καὶ δύναμις ὢν, συνίσχυεν ἐν αὐτῶ τὸ σῶμα· ὡς δὲ ὀφείλοντος γενέσθαι τοῦ θανάτου οὐχ’ ἑαυτῶ· ἀλλὰ παρ’ ἑτέρων ἐλάμβανε τὴν πρόφασιν τοῦ τε λειῶσαι τὴν θυσίαν· ἐπεὶ, μηδὲ νοσεῖν ἔδει τὸν κύριον κν · τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα ἀλ λ’ οὐδὲ ἐξασθενῆσαι ἔδει πάλιν τὸ σῶμα· ἐν ὧ καὶ τὰς τῶν ἄλλων ἀσθενείας ἰσχυροποιεῖ· διατί οὖν κ αὶ τὸν θάνατον ὥσπερ καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν· ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κω λῦσαι· ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῆ· προη γήσασθαι μέντοι τοῦ θανάτου νόσον, ἀπρεπὲς πά λιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῶ σώματι νομισ θῆ· οὐκ ἐπείνασεν οὖν; ναὶ ἐπείνασε διὰ τὸ ἴδιον τ οῦ σώματος· ἀλλ’ οὐ λιμῶ διεφθάρη διὰ τὸν φοροῦν τα αὐτὸ κύριον κν · διὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάν των λύτρον, ἀλλ’ οὐκ εἶδε διαφθοράν· ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ, μηδὲ ἄλλου τινὸς· ἀλλ’ αὐτῆς τῆς ζω ῆς ἦν τὸ σῶμα· ἀλλ’ ἔδει φήσειεν ἄν τις κρυβῆναι τ ὴν ἐπιβουλὴν τῶν ἰουδαίων· ἵνα καθόλου τὸ ἑαυ τοῦ σῶμα ἀθάνατον φυλάξη· ἀκουέτω δὴ ὁ τοιοῦ τος, ὅτι καὶ τοῦτο ἀπρεπὲς ἦν τῶ κυρίω κω · ὡς γὰρ οὐκ ἔ πρεπε τῶ τοῦ θεοῦ θῦ λόγω ζωῆ ὄντι· τῶ σώματι ἑαυτοῦ θάνατον παρ’ ἑαυτοῦ διδόναι, οὕτως οὐχ’ ἥρμοζεν οὐ δὲ τὸν παρ’ ἑτέρων διδόμενον, φεύγειν· ἀλλὰ καὶ μᾶλλον διώκειν αὐτὸν εἰς ἀναίρεσιν· ὅθεν εἰκότως οὔτε ἑαυτῶ ἀπέθετο τὸ σῶμα, οὔτε πάλιν ἐπιβου λεύοντας τοὺς ἰουδαίους ἔφυγε· τὸ δὲ τοιοῦτον, οὐ κ ἀσθένειαν ἐδείκνυε τοῦ λόγου· ἀλλὰ μᾶλλον καὶ σωτῆρα σρα καὶ ζωὴν αὐτὸν ἐγνώριζεν· ὅτι καὶ τὸν θάνατον εἰς ἀναίρεσιν περιέμενε· καὶ τὸν διδόμενον θάνατον ὑπὲρ τῆς πάντων σωτηρίας σρίας , ἔσπευδε τελειῶσαι· καὶ ἄλ λως δέ· οὐ τὸν ἑαυτοῦ θάνατον· ἀλλὰ τὸν τῶν ἀνθρώπων ἀνων ἦλθε τελειῶσαι ὁ σωτήρ σήρ · ὅθεν, οὐκ ἰδίω θανάτω, οὐ κ εἶχε γὰρ ζωὴν ὢν, ἀπετίθετο τὸ σῶμα· ἀλλὰ τὸν παρὰ τῶν ἀνθρώπων ἀνων ἐδέχετο· ἵνα καὶ τοῦτον ἐν τῶ ἑαυ τοῦ σώματι προσελθόντα, τέλεον ἐξαφανίση· ἔ πειτα καὶ ἐκ τούτων ἄν τις εὐλόγως ἴδοι τὸ τοιοῦτο τέλος ἐσχηκέναι τὸ κυριακὸν σῶμα ἔμελλε τῶ κυρίω κω μ άλιστα περὶ ἧς ἔμελλε ποιεῖν ἀναστάσεως τοῦ σώματος· τοῦτο γὰρ ἦν κατὰ τοῦ θανάτου τρόπαιον· ταύτην ἐπι δείξασθαι πᾶσι· καὶ πάντας πιστώσασθαι τὴν πα ρ’ αὐτοῦ γενομένην τῆς φθορᾶς ἀπάλειψιν καὶ λοιπὸν τὴν τῶν σωμάτων ἀφθαρσίαν, ἧς πᾶσιν ὥσπερ ἐνέ χυρον καὶ γνώρισμα τῆς ἐπὶ πάντων ἐσομένης ἀνα στάσεως, τετήρηκεν ἄφθαρτον τὸ ἑαυτοῦ σῶμα· εἰ μ ὲν οὖν πάλιν νοσῆσαν τὸ σῶμα, καὶ ἐπ’ ὄψει πάντων διαλυθεὶς ἀπ’ αὐτοῦ ὁ λόγος· ἀπρεπὲς μὲν ἦν τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα, παρορᾶν τὸ ἴδιον ὄρ γανον ἐν νόσοις τηκόμενον· πῶς γὰρ ἂν ἐπιστεύθη τὰς ἄλλων ἀπελάσας ἀσθενείας· ἀσθενοῦντος ἐν αὐτῶ τοῦ ἰδίου ναοῦ· ἢ γὰρ ὡς οὐ δυνάμενος ἀπελάσαι νό σον ἐγελάσθη, ἢ δυνάμενος καὶ μὴ ποιῶν, ἀφιλ άνθρωπος άνος καὶ πρὸς τοὺς ἄλλους ἐνομίζετο· εἰ δὲ καὶ χωρίς τινος ν όσου· καὶ χωρίς τινος ἀλγηδόνος ἰδία που καὶ καθ’ ἑαυ τὸν ἐν γωνία· ἢ ἐν ἐρήμω τόπω· ἢ κατ’ οἰκίαν· ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας ἦν, καὶ μετὰ ταῦτα πάλιν ἐ ξαίφνης φανεὶς, ἔλεγεν ἑαυτὸν ἐκ νεκρῶν ἐγηγέρ θαι, μύθους μὲν ἂν ἔδοξε λέγειν παρὰ πᾶσιν· ἠπι στήθη δὲ πολλῶ πλέον· καὶ περὶ τῆς ἀναστάσεως λέγων, οὐκ ὄντος ὅλως τοῦ μαρτυροῦντος περὶ τοῦ θανάτου αὐτοῦ τῆς δὲ ἀναστάσεως, προηγεῖσθαι δεῖ θάνατον· ἐπεὶ, οὐκ ἂν εἴη ἀνάστασις· μὴ προηγουμέ νου θανάτου· ὅθεν εἰ κρύφά που ἐγεγόνει τοῦ σώ μ ατος ὁ θάνατος, οὐ φαινομένου τοῦ θανάτου, οὐδὲ ἐπὶ μαρτύρων γενομένου, ἀφανὴς ἦν καὶ ἀμάρτυρος καὶ ἡ τούτου ἀνάστασις· ἢ διατί τὴν μὲν ἀνάστασιν ἐκή ρυττεν ἀναστὰς, τὸν δὲ θάνατον ἀφανῶς ἐποίει γενέσθαι· ἢ διατί τοὺς μὲν δαίμονας ἐπ’ ὄψει πάντων ἀπήλαυνε τόν τε ἐκ γενετῆς τυφλὸν ἀναβλέπειν ἐποίει, καὶ τὸ ὕ δωρ εἰς οἶνον μετέβαλεν· ἵνα δι’ αὐτῶν πιστευθῆ λόγος θεοῦ θῦ · τὸ δὲ θνητὸν οὐκ ἐπ’ ὄψει πάντων ἄφθαρτον ἐδείκνυ εν, ἵνα πιστευθῆ αὐτὸς ὢν ἡ ζωὴ· πῶς δὲ καὶ οἱ τούτου μαθηταὶ παρρησίαν εἶχον περὶ τοῦ τῆς ἀναστάσεως λ όγου οὐκ ἔχοντες εἰπεῖν ὅτι πρῶτον ἀπέθανεν· ἢ πῶς ἂν ἐπιστεύθησαν λέγοντες γεγονέναι πρῶτον θάνατον εἶτα τὴν ἀνάστασιν· εἰ μὴ παρ’ οἷς ἐπαρρησιάζοντο, εἶχον τούτους μάρτυρας τοῦ θανάτου· εἰ γὰρ καὶ οὕ τ ως ἐπ’ ὄψει πάντων γενομένων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως οὐκ ἠθέλησαν οἱ τότε φαρισαῖοι πι στεύειν ἀλλὰ καὶ τοὺς ἑωρακότας τὴν ἀνάστασιν ἠ νάγκασαν ἀρνήσασθαι ταύτην· πάντως εἰ κεκρυμμέ νως ἐγεγόνει ταῦτα, πόσας ἂν προφάσεις ἐπενό ουν ἀπιστίας· πῶς δὲ ἄρα τὸ τοῦ θανάτου τέλος ἐ δείκνυτο, καὶ ἡ κατὰ τούτου νίκη εἰ μὴ ἐπ’ ὄψει πάν των προσκαλεσάμενος αὐτὸν, ἤλεγξε νεκρὸν κενω θέντα λοιπὸν τῆ τοῦ σώματος ἀφθαρσία· τὰ δὲ καὶ π αρ’ ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις· τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο εἰ ἐπ’ ὄψει πάντων καὶ ἐμμάρτυρον ἔδει γενέσθαι τὸν τούτου θάνατον· ἵνα καὶ ὁ τῆς ἀναστάσεως πι στευθῆ λόγος, ἔδει κἂν αὐτὸν ἑαυτῶ ἔνδοξον ἐπινο ῆσαι θάνατον, ἵνα μόνον τὴν ἀτιμίαν τοῦ σταυροῦ στροῦ φύ γη· ἀλλ’ εἰ καὶ τοῦτο ποιήσας ἦν, ὑπόνοιαν κα θ’ ἑαυτοῦ παρεῖχεν ὡς οὐ κατὰ παντὸς θανάτου δυνάμενος, ἀλλὰ μόνου τοῦ περὶ αὐτοῦ ἐπινοηθέν τος· καὶ οὐδὲν ἧττον πάλιν ἦν ἡ πρόφασις τῆς περὶ τῆς ἀναστάσεως, ἀπιστίας· ὅθεν οὐ παρ’ αὐτοῦ ἀλ λ’ ἐξ ἐπιβουλῆς ἐγίνετο τῶ σώματι ὁ θάνατος· ἵνα ὃν αὐτοὶ προσαγάγωσι τῶ σωτῆρι σρι θάνατον, τοῦτον αὐτὸς ἐξαφανίση· καὶ ὥσπερ γενναῖος παλαιστὴς μέγας ὢ ν τῆ συνέσει καὶ τῆ ἀνδρία, οὐκ αὐτὸς ἑαυτῶ τοὺς ἀντιπάλους ἐκλέγεται· ἵνα μὴ ὑπόνοιαν τῆς πρός τινας δειλίας παράσχη· ἀλλὰ τῆ τῶν θεωρούν των δίδωσιν, ἐξουσία· καὶ μάλιστα κἂν ἐχθροὶ τυγχάνωσιν· ἵνα πρὸς ὃν ἐὰν συμβάλωσιν αὐτοὶ τοῦτον αὐτὸς καταρράξας κρείττων τῶν πάντων πι στευθῆ, οὕτως καὶ ἡ τῶν πάντων ζωὴ· ὁ κύριος κς καὶ σωτὴρ σὴρ ἡμῶν ὁ χριστὸς χς · οὐχ’ ἑαυτῶ θάνατον ἐπενόει τῶ σώματι· ἵνα μὴ ὡς ἕτερον δειλιῶν φανῆ· ἀλλὰ τὸν παρ’ ἑτέρων καὶ μάλιστα τὸν παρὰ τῶν ἐ χθρῶν ὃν ἐνόμιζον εἶναι δεινὸν ἐκεῖνοι καὶ ἄτιμον καὶ φευκτὸν, τοῦτον αὐτὸς ἐν σταυρῶ στρῶ δεχόμενος ἠνείχετο· ἵνα καὶ τούτου καταλυθέντος, αὐτὸς μὲν ὢν ἡ ζωὴ πιστευθῆ· τοῦ δὲ θανάτου τὸ κράτος, τέλεον καταργηθῆ· γέγονε γοὖν τι θαυμαστὸν καὶ π αράδοξον· ὃν γὰρ ἐνόμιζον ἄτιμον ἐπιφέρειν θάνατον, οὗτος ἦν τρόπαιον κατ’ αὐτοῦ τοῦ θανά του· διὸ, οὐδὲ τὸν ἰω ά ννου θάνατον ὑπέμεινε διαιρουμένης τῆς κεφαλῆς· οὐδὲ ὡς ἡσ α ΐας ἐ πρήσθη· ἵνα καὶ τῶ θανάτω ἀδιαίρετον καὶ ὁλό κληρον τὸ σῶμα φυλάξη· καὶ μὴ πρόφασις τοῖς βουλομένοις διαιρεῖν τὴν ἐκκλησίαν γένηται· κ αὶ ταῦτα μὲν, πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισ μοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος ἀλλ’ ὡς φιλομαθὴς ζητῆ· δια τί μὴ ἑτέρως ἀλλὰ σταυρὸν στρὸν ὑπέμεινεν ἀκουέτω καὶ οὗ τος ὅτι οὐκ ἄλλως ἢ οὕτως ἡμῖν συνέφερε· καὶ τοῦ το δι’ ἡμᾶς καλῶς ὑπέμεινεν ὁ κύριος κς · εἰ γὰρ τὴν κα θ’ ἡμῶν γενομένην κατάραν ἦλθεν αὐτὸς βαστάσαι, πῶς ἂν ἄλλως ἐγένετο κατάρα· εἰ μὴ τὸν ἐπὶ κα τάρα γενόμενον θάνατον ἐδέξατο· ἔστι δὲ οὗτος ὁ σταυρὸς στρὸς οὕτω γὰρ καὶ γέγραπται, ἐπικατάρατος ὁ κρεμ μάμενος ἐπὶ ξύλου· ἔπειτα, εἰ ὁ θάνατος τοῦ κυρίου κυ λύτρον ἐστὶ πάντων· καὶ τῶ θανάτω τούτου τὸ μεσό τοιχον τοῦ φραγμοῦ λύεται· καὶ γίνεται τῶν ἐθνῶν ἡ κλῆσις, πῶς ἂν ἡμᾶς προσεκαλέσατο εἰ μὴ ἐσταύρω το· ἐν μόνω γὰρ τῶ σταυρῶ στρῶ ἐκτεταμμέναις χερσὶ, τίς ἀποθνήσκει· διὸ, καὶ τοῦτο ἔπρεπεν ὑπομεῖναι τὸν κύριον κν καὶ τὰς χεῖρας ἐκτεῖναι· ἵνα τῆ μὲν, τὸν παλαι ὸν λαὸν· τῆ δὲ, τοὺς ἀπὸ τῶν ἐθνῶν ἑλκύση· καὶ ἀμφο τέρους, ἐν ἑαυτῶ συνάψη· τοῦτο γὰρ καὶ αὐτὸς εἴρη κε σημαίνων ποίω θανάτω μέλλει λυτροῦσθαι τοὺς πάντας· ὅταν ὑψωθῶ πάντας ἑλκύσω πρὸς ἐ μαυτόν· καὶ πάλιν, εἰ ἐχθρὸς τοῦ γένους ἡμῶν διάβολος ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ οὐνοῦ περὶ τὸν ἀέρα τὸν ὧδε κάτω πλανᾶται· κἀκεῖ τῶν σὺν αὐτῶ δαιμό νων ὡς ὁμοίων ἐν τῆ ἀπειθεία ἐξουσιάζων φαν τασίας μὲν δι’ αὐτῶν ἐνεργεῖ τοῖς ἀπατωμένοις ἐπιχειρεῖ δὲ τοῖς ἀνερχομένοις ἐμποδίζειν καὶ περὶ τούτου φησὶν ὁ ἀπόστολος· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἦλθε δὲ ὁ κύριος κς ἵνα τὸν μὲν διάβολον καταβάλη· τὸν δὲ ἀέρα καθαρίση καὶ ὁδοποιήση ἡμῖν, τὴν εἰς οὐρανοὺς ἄνοδον· ὡς εἶπεν ὁ ἀπόστολος διὰ τοῦ καταπετάσματος τουτέστι τῆς σαρκὸς αὐτοῦ· τοῦτο δὲ ἔδει γενέσθαι διὰ τοῦ θα νάτου· ποίω δ’ ἂν ἄλλω θανάτω ἐγεγόνει ταῦτα· ἢ τῶ ἐ ν ἀέρι γενομένω φημὶ δὴ, τῶ σταυρῶ στρῶ · μόνος γὰρ ἐν τῶ ἀ έρι τίς ἀποθνήσκει ὁ σταυρῶ στρῶ τελειούμενος· διὸ καὶ εἰκότως τοῦτον ὑπέμεινεν ὁ κύριος κς · οὕτω γὰρ ὑψωθεὶς, τὸν μὲν ἀ έρα ἐκαθάριζεν ἀπό τε τῆς διαβολικῆς καὶ πάσης τῶν δαιμόνων ἐπιβουλῆς λέγων· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα· τὴν εἰς οὐρανοὺς οὐνοὺς ἄνοδον ὁδ οπ οιῶν ἐ νεκαίνιζε λέγων πάλιν· ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι· οὐ γὰρ αὐτὸς ὁ λόγος ἦν ὁ χρήζων ἀνοίξεως τῶν πυλῶν πάντων κύριος κς ὤν· οὐδὲ κε κλεισμένον ἦν τι τῶν ποιημάτων τῶ ποιητῆ· ἀλλ’ ἡμεῖς ἦμεν οἱ χρήζοντες οὓς ἀνέφερεν αὐτὸς διὰ τοῦ ἰδίου σώ ματος αὐτοῦ· ὡς γὰρ ὑπὲρ πάντων αὐτῶ προσήνεγκε τῶ θανάτω, οὕτως δι’ αὐτοῦ πάλιν ὡδοποίησε τὴν εἰς οὐρανοὺς οὐνοὺς ἄνοδον· πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῶ σταυρῶ στρῶ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου ε ὔλογος ἐφάνη κατὰ πάντα· καὶ δικαίους ἔχει τοὺς λογισμοὺς ὅτι μὴ ἄλλως ἀλλὰ διὰ τοῦ σταυροῦ στροῦ ἔδει γενέσθαι τὴν σωτηρίαν σρίαν πάντων· καὶ γὰρ οὐδ’ οὕτως ἀφανῆ ἑαυτὸν οὐδὲ ἐν τῶ σταυρῶ στρῶ ἀφῆκεν· ἀλλὰ κατὰ περιττὸν τὴν μὲν κτίσιν ἐποίοι μαρτυρεῖν τὴν τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν· τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα· οὐκ ἐπὶ πο λὺ μένειν ἀνασχόμενος· ἀλλὰ μόνον δείξας νεκρὸν τῆ τοῦ θανάτου πρὸς αὐτὸ συμπλοκῆ· τριταῖον εὐθέως ἀνέστησε· τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέ ρων, τὴν ἐν τῶ σώματι γενομένην ἀφθαρσίαν καὶ ἀ πάθειαν· ἠδύνατο μὲν γὰρ καὶ παρ’ αὐτὰ τοῦ θανάτου τὸ σῶμα διεγεῖραι· καὶ πάλιν δεῖξαι ζῶν· ἀλλὰ καὶ τοῦ το καλῶς προϊδὼν ὁ σωτὴρ σὴρ οὐ πεποίηκεν· εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι· ἢ μὴ δὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυκέναι, εἰ παραυτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας· τάχα δὲ καὶ ἐν ἴσω τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως, ἄδηλον ἐγί νετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος· ὅθεν ἵνα δειχθῆ νεκρὸν τὸ σῶμα, καὶ μίαν ὑπέμεινε μέσην ὁ λόγος· καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον· ἕνε κ α μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῶ σώμα τι, τριταῖον ἀνέστησε τοῦτο· ἵνα δὲ μὴ ἐπὶ πολὺ δια μεῖναν καὶ φθαρὲν τέλεον, ὕστερον ἀναστήσας ἀπιστη θῆ ὡς οὐκ αὐτὸ ἀλλ’ ἕτερον σῶμα φέρων· ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῶ φαινομένω, καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων· διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο· οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως πα ρείλκυσεν· ἀλλ’ ἔτι τῶν ἀκοῶν αὐτῶν ἔναυλον ἐχόν των τὸν λόγον· καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδε χομένων καὶ τῆς διανοίας αὐτῶν ἠρτημένης· καὶ ζώντων ἐπὶ γῆς ἔτι· καὶ ἐπὶ τόπων ὄντων τῶν θανα τωσάντων καὶ μαρτύρων τοῦ θανάτου τοῦ κυρια κοῦ σώματος, αὐτὸς ὁ τοῦ θεοῦ θῦ υἱὸς, ἐν τριταίω δια στήματι τὸ γενόμενον νεκρὸν σῶμα· ἔδειξεν ἀ θάνατον καὶ ἄφθαρτον· καὶ ἀνεδείχθη πᾶσιν· ὅτι οὐκ ἀσθένεια φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνη κεν τὸ σῶμα· ἀλλ’ ἐπὶ τῶ τὸν θάνατον ἐξαφανισθῆναι· ἐν αὐτῶ τῆ δυνάμει τοῦ σωτῆρος σρς · τοῦ μὲν γὰρ καταλελύσ θαι τὸν θάνατον, καὶ νίκην κατ’ αὐτοῦ γεγενῆσθαι τὸν σταυρὸν στρὸν , καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ’ εἶναι νεκρὸν αὐτὸν ἀληθῶς, γνώρισμα οὐκ’ ὀλίγον καὶ πίστις ἐναργὴς τὸ παρὰ πάντων τῶν τοῦ χριστοῦ χῦ μαθητῶν αὐτὸν κατα φρονεῖσθαι· καὶ πάντας ἐπιβαίνειν κατ’ αὐτοῦ, καὶ μηκέτι φοβεῖσθαι τοῦτον· ἀλλὰ τῶ σημείω τοῦ σταυροῦ στροῦ καὶ τῆ εἰς χριστὸν χν πίστει, καταπατεῖν αὐτὸν ὡς νεκρόν· π άλαι μὲν γὰρ πρὶν τὴν θείαν ἐπιδημίαν γενέσθαι τοῦ σωτῆρος σρς , πάντες τοὺς ἀποθνήσκοντας, ὡς φθειρο μένους ἐθρήνουν· ἄρτι δὲ τοῦ σωτῆρος σρς ἀναστήσαν τος τὸ σῶμα, οὐκἔτι μὲν ὁ θάνατός ἐστι φοβερός· πάντες δὲ οἱ τῶ χριστῶ χῶ πιστεύοντες ὡς οὐδὲν αὐτὸν ὄν τα πατοῦσι· καὶ μᾶλλον ἀποθνήσκειν αἱροῦνται· ἢ ἀρνήσασθαι τὴν εἰς χριστὸν χν πίστιν· ἴσασι γὰρ ὄντως ὅτι ἀποθνῄσκοντες οὐκ ἀπόλλυνται· ἀλλὰ καὶ ζῶσι καὶ ἄφθαρτοι διὰ τῆς ἀναστάσεως γίνονται· ἐκεῖ νος δὲ, ὁ πάλαι τῶ θανάτω πονηρῶς ἐναλλόμενος διάβολος λυθεισῶν αὐτοῦ τῶν ὠδίνων, ἔμεινε μό νος ἀληθῶς νεκρός· καὶ τούτου τεκμήριον ὅτι πρὶν πιστεύσωσιν οἱ ἄνθρωποι ἄνοι τῶ χριστῶ χῶ , φοβερὸν τὸν θάνατον ὁρῶ σι καὶ δειλιῶσιν αὐτόν· ἐπειδὰν δὲ εἰς τὴν ἐκείνου πίστιν καὶ διδασκαλίαν μετέλθωσι, τοσοῦτον κατα φρονοῦσι τοῦ θανάτου, ὡς καὶ προθύμως ἐπ’ αὐτὸν ὁρμᾶν· καὶ μάρτυρας γίνεσθαι τῆς κατ’ αὐτοῦ πα ρὰ τοῦ σωτῆρος σρς γενομένης ἀναστάσεως· καὶ γὰρ ἔτι νήπιοι ὄντες τὴν ἡλικίαν, σπεύδουσιν ἀποθνῄσκειν· καὶ μελετῶσι κατ’ αὐτοῦ ταῖς ἀσκήσεσιν· οὐ μόνον ἄν δρες ἀλλὰ καὶ γυναῖκες· οὕτως ἀσθενὴς γέγονεν ὡς καὶ γυναῖκας τὰς ἀπατηθείσας τὸ πρὶν παρ’ αὐτοῦ, νῦν παίζειν αὐτὸν ὡς νεκρὸν καὶ παρειμένον· ὡς γὰρ τυράννου καταπολεμηθέντος ὑπὸ γνησίου βασιλέως· καὶ δεθέντος τοὺς πόδας καὶ τὰς χεῖρας· πάντες λοιπὸν οἱ διαβαίνοντες καταπαίζουσιν αὐτοῦ τύπτοντες καὶ διασύροντες· οὐκ ἔτι φοβούμενοι τὴν μανίαν αὐτοῦ· καὶ τὴν ἁγριότητα διὰ τὸν νικήσαντα βασιλέα, οὕτω καὶ τοῦ θανάτου νικηθέντος καὶ στη λιτευθέντος ὑπὸ τοῦ σωτῆρος σρς ἐν τῶ σταυρῶ στρῶ , καὶ δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας, πάντες οἱ ἐν χριστῶ χῶ διαβαίνον τες, αὐτὸν καταπατοῦσι· καὶ μαρτυροῦντες τῶ χριστῶ χῶ , χλευάζουσι τὸν θάνατον, ἐπικερτομοῦντες αὐτῶ· καὶ τὰ ἄνωθεν κατ’ αὐτοῦ γεγραμμένα λέγοντες· ποῦ σου θάνατε τὸ νῖκος· ποῦ σου ἅδη τὸ κέντρον· ἆρ’ οὖν τοῦ τ ο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας, ἢ, μικρά ἐστιν ἀπόδειξις τῆς κατ’ αὐτοῦ γενομένης νίκης, παρὰ τοῦ σωτῆρος σρς · ὅταν οἱ ἐν χριστῶ χῶ παῖδες καὶ νέαι κόραι παρορῶσι τὸν ἐνταῦθα βίον· καὶ ἀποθανεῖν μελετῶσιν· ἔστι μὲν γὰρ κατὰ φύσιν ὁ ἄνθρωπος ἄνος δειλιῶν τ ὸν θάνατον· καὶ τὴν τοῦ σώματος διάλυσιν· τὸ δὲ παραδοξότατον τοῦτό ἐστιν, ὅτι τὴν τοῦ σταυροῦ στροῦ πίστιν ἐν δυσάμενος, καταφρονεῖ καὶ τῶν κατὰ φυσίν· καὶ τὸν θάνατον οὐ δειλιᾶ διὰ τὸν χριστόν χν · καὶ ὥσπερ τοῦ πυρὸς ἔ χοντος κατὰ φύσιν τὸ καίειν· εἰ λέγοι τίς εἶναί τι τὸ μὴ δειλιῶν αὐτοῦ τὴν καῦσιν· ἀλλὰ καὶ μᾶλλον ἀσθενὲς αὐτὸ δεικνύον· οἷον δὴ λέγεται τὸ παρὰ ἰν δοῖς ἀμίαντον· εἶτα ὁ τῶ λεγομένω μὴ πιστεύων, εἰ πεῖραν θελήσειε λαβεῖν τοῦ λεγομένου, πάντως τὸ ἄκαυστον ἐνδυσάμενος καὶ προσβαλὼν πυρὶ, πι στοῦται λοιπὸν τὴν κατὰ τοῦ πυρὸς ἀσθένειαν· ἢ, ὡς, ε ἴ τις τὸν τύραννον δεδεμένον ἰδεῖν θελήσειε πάν τως εἰς τὴν τῶν νικησάντων χώραν καὶ ἀρχὴν παρελθὼν, ὁρᾶ τὸν ἄλλοις φοβερὸν ἀσθενῆ γενό μενον, οὕτως εἴ τις ἐστὶν ἄπιστος· μετὰ τοσαῦτα καὶ μετὰ τοὺς τοσούτους ἐν χριστῶ χῶ , γενομένους μάρ μάρτυρας, μετὰ τὴν καθ’ ἡμέραν γινομένην κατὰ τοῦ θανάτου χλεύην παρὰ τῶν ἐν χριστῶ χῶ διαπρεπόν των· ὅμως εἰ ἔτι τὴν διάνοιαν ἀμφίβολον ἔχει πε ρὶ τοῦ κατηργῆσθαι τὸν θάνατον καὶ τέλος ἐσχηκέ ναι, καλῶς μὲν ποιεῖ θαυμάζων περὶ τοῦ τηλικούτου· πλὴν μὴ σκληρὸς εἰς ἀπιστίαν, μηδὲ ἀναιδὴς πρὸς τὰ οὕτως ἐναργῆ γινέσθω· ἀλλ’ ὥσπερ ὁ τὸ ἀμίαντον λ αβὼν γινώσκει τὸ ἄψαυστον τοῦ πυρὸς πρὸς αὐτὸ· καὶ ὁ τὸν τύραννον δεδεμένον θέλων ὁρᾶν εἰς τὴν τοῦ νικήσαντος ἀρχὴν παρέρχεται, οὕτως καὶ ὁ ἀπιστῶν περὶ τῆς τοῦ θανάτου νίκης, λαμβανέτω τὴν πίστιν τοῦ χριστοῦ χῦ · καὶ εἰς τὴν τούτου διδασκαλίαν πα ρερχέσθω· καὶ ὄψεται τοῦ θανάτου τὴν ἀσθένειαν καὶ τὴν κατ’ αὐτοῦ νίκην· πολλοὶ γὰρ πρότερον ἀπιστοῦν τες καὶ χλευάζοντες· ὕστερον πιστεύσαντες, οὕτως κα τεφρόνησαν τοῦ θανάτου, ὡς καὶ μάρτυρας αὐτοὺς γενέσθαι τοῦ χριστοῦ χῦ · εἰ δὲ τῶ σημείω τοῦ σταυροῦ στροῦ καὶ τῆ π ίστει τῆ εἰς χριστὸν χν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθεία δικαζούση, μὴ ἄλλον εἶναι· ἀλλ’ ἢ αὐ τὸν τὸν χριστὸν χν · τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον· κἀκεῖνον ἐξασθενῆσαι ποιήσαντα· καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος καὶ διὰ τοῦτο φοβερὸς ἦν· ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ σωτῆρος σρς καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ τὴν ἀνάστασιν κατα φρονεῖται, φανερὸν ἂν εἴη παρ’ αὐτοῦ τοῦ ἐπὶ τὸν σταυρὸν στρὸν ἀναβάντος χριστοῦ χῦ , κατηργῆσθαι καὶ νενικῆσθαι τὸν θά νατον· ὡς γὰρ ἐὰν μετὰ νύκτα γένηται ἥλιος· καὶ πᾶς ὁ περίγειος τόπος καταλάμπηται ὑπ’ αὐτοῦ, πάντως οὐ κ ἔστιν ἀμφίβολον ὅτι ὁ τὸ φῶς ἐφαπλώσας ἥλιος παν ταχοῦ, αὐτός ἐστιν ὁ καὶ τὸ σκότος ἀπελάσας καὶ τὰ πάν τα φωτίσας· οὕτως τοῦ θανάτου καταφρονηθέν τος καὶ καταπατηθέντος ἀφ’ οὗ γέγονεν ἡ τοῦ σωτῆρος σρς ἐν σώματι σωτήριος σριος ἐπιφάνεια καὶ τὸ τέλος τοῦ σταυροῦ στροῦ , πρό δ ηλον ἂν εἴη, ὅτι αὐτός ἐστιν ὁ σωτὴρ σὴρ ὁ καὶ ἐν σώματι φανείς, ὁ τὸν θάνατον καταργήσας καὶ κατ’ αὐτοῦ τρό παια καθ’ ἡμέραν ἐν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδει κνύμενος· ὅταν γὰρ ἴδη τις ἀνθρώπους ἀνους ἀσθενεῖς ὄντας τῆ φύσει· προπηδῶντας εἰς τὸν θάνατον καὶ μὴ κα ταπτήσσοντας αὐτοῦ τὴν φθορὰν· μὴ δὲ τὰς ἐν ᾅδου καθόδους δειλιῶντας· ἀλλὰ προθύμω ψυχῆ προκα λουμένους αὐτὸν· καὶ μὴ πτήσσοντας βασάνους, ἀλ λὰ μᾶλλον τῆς ἐνταῦθα ζωῆς προκρίνοντας διὰ τὸν χριστὸν χν τὴν εἰς τὸν θάνατον ὁρμὴν· ἢ καὶ ἐὰν θεωρός τις γένηται ἀνδρῶν καὶ θηλειῶν καὶ παίδων νέων, ὁρμώντων καὶ ἐπιπηδώντων εἰς τὸν θάνατον, διὰ τὴν εἰς χριστὸν χν εὐσέβειαν, τίς οὕτως ἐστὶν εὐήθης, ἢ τίς οὕτως ἐστὶν ἄπιστος· τίς δὲ οὕτως τὴν διάνοιαν πε πήρωται, ὡς μὴ νοεῖν καὶ λογίζεσθαι, ὅτι ὁ χριστὸς χς εἰς ὃν μαρτυροῦσιν οἱ ἄνθρωποι ἄνοι , αὐτὸς τὴν κατὰ τοῦ θανάτου νί κην ἑκάστω παρέχει καὶ δίδωσιν; ἐξασθενεῖν αὐτὸν ποιῶν ἐν ἑκάστω τῶν αὐτοῦ τὴν πίστιν ἐχόντων· καὶ τὸ σημεῖον τοῦ σταυροῦ στροῦ φορούντων· καὶ γὰρ ὁ τὸν ὄφιν β λέπων καταπατούμενον, εἰδὼς αὐτοῦ μάλιστα τὴν προτέραν ἁγριότητα, οὐκ ἀμφιβάλει λοιπὸν ὅτι νεκρός ἐστι καὶ τέλεον ἐξησθένησεν, ἐκτὸς εἰ μὴ τὴν διάνοιαν ἀπεστράφη, καὶ οὐδὲ τὰς τοῦ σώματος αἰσθήσεις ὑγιαινούσας ἔχει· τίς γὰρ καὶ λέοντα παι ζ όμενον ὑπὸ παιδίων ὁρῶν, ἀγνοεῖ τοῦτον· ἢ νεκρὸν γενόμενον· ἢ πᾶσαν ἀπολέσαντα τὴν ἑαυτοῦ δύ ναμιν· ὥσπερ οὖν ταῦτα ἀληθῆ εἶναι τοῖς ὀφθαλμοῖς ἔξεστιν ὁρᾶν, οὕτως παιζομένου καὶ καταφρονουμένου τοῦ θανάτου ὑπὸ τῶν εἰς χριστὸν χν πιστευόντων, μηκέτι μηδεὶς ἀμφιβαλλέτω· μὴ δὲ γινέσθω τίς ἄπιστος ὅτι ὑπὸ χριστοῦ χῦ κατήργηται ὁ θάνατος καὶ ἡ τούτου φθορὰ διαλέλυ ται καὶ πέπαυται· τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνα τον· καὶ τρόπαιον εἶναι κατ’ αὐτοῦ τὸν κυριακὸν σταυρὸν στρὸν , οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα· τῆς δὲ γενομέ νης λοιπὸν ἀθανάτου ἀναστάσεως τοῦ σώματος π αρὰ τοῦ κοινοῦ πάντων σωτῆρος σρς καὶ ζωῆς ὄντως χριστοῦ χῦ · ἐναρ γεστέρα τῶν λόγων, ἡ διὰ τῶν φαινομένων ἀπόδει ξις ἐστὶ τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας ἔχουσιν ὑγι αίνοντα· εἰ γὰρ κατήργηται ὁ θάνατος, ὡς ὁ λόγος ἔ δειξε· καὶ διὰ τὸν κύριον κν πάντες αὐτὸν καταπατοῦσι, πολλῶ πλέον αὐτὸς αὐτὸν πρῶτος κατεπάτησε τῶ ἰδίω σώματι καὶ κατήργησεν αὐτόν· τοῦ δὲ θανά του νεκρωθέντος ὑπ’ αὐτοῦ, τί ἔδει γενέσθαι; ἢ, τὸ σῶμα ἀναστῆναι, καὶ τοῦτο δειχθῆναι κατ’ αὐτοῦ τρόπαιον· ἢ πῶς γὰρ ἂν ἐφάνη καταργηθεὶς ὁ θ άνατος, εἰ μὴ τὸ σῶμα τὸ κυριακὸν ἦν ἀναστάν· εἰ δέ τω μὴ αὐτάρκης ἡ ἀπόδειξις αὕτη περὶ τῆς ἀναστάσεως αὐτοῦ, κἂν ἐκ τῶν ἐν ὄψει γενομέ νων πιστούσθω τὸ λεγόμενον· εἰ γὰρ δὴ νεκρός τις γενόμενος οὐδὲν ἐνεργεῖν δύναται· ἀλλὰ μέχρι τοῦ μνήματός ἐστιν αὐτῶ ἡ χάρις· καὶ πέπαυται λοιπὸν, μόνων δὲ τῶν ζώντων εἰσὶν αἱ πράξεις· καὶ αἱ πρὸς τοὺς ἀνθρώπους ἀνους ἐνέργειαι, ὁράτω δὴ ὁ βουλόμενος καὶ γε νέσθω δικαστὴς ἐκ τῶν ὁρωμένων τὴν ἀλήθειαν ὁμο λογῶν· τοσαῦτα γὰρ τοῦ σωτῆρος σρς ἐνεργοῦντος ἐν ἀνθρώποις ἀνοις , κ αὶ καθημέραν πανταχόθεν ἀπό τε τῶν τὴν ἑλλάδα καὶ τὴν βάρβαρον οἰκούντων· τοσοῦτον πλῆθος ἀορά τως πείθοντος· εἰς τὴν ἑαυτοῦ πίστιν παρελθεῖν· καὶ πάν τας ὑπακούειν τῆ αὐτοῦ διδασκαλία, ἆρ’ ἔτι τις διάνοιαν ἀμ φίβολον ἕξει· εἰ γέγονεν ἀνάστασις ὑπὸ τοῦ σωτῆρος σρς καὶ ζῆ ὁ χριστός χς , μᾶλλον δε αὐτός ἐστιν ἡ ζωή· ἆρα δὲ, νεκροῦ ἐστι τὰς μὲν δ ιανοίας τῶν ἀνθρώπων ἀνων κατανύττειν ὥστε τοὺς πατρι πρι κοὺς ἀρνεῖσ θαι νόμους· τὴν δὲ χριστοῦ χῦ διδασκαλίαν προσκυνεῖν, ἢ πῶς εἴπερ οὐκ ἔστιν ἐνεργῶν· νεκροῦ γὰρ ἴδιόν ἐστι τοῦτο· αὐτὸς τοὺς ἐνεργοῦντας καὶ ζῶντας τῆς ἐνεργείας παύει· ὥστε τὸν μὲν μοιχὸν, μηκέτι μοιχεύειν· τὸν δὲ ἀνδροφόνον, μη κέτι φονεύειν· τὸν δὲ ἀδικοῦντα, μηκέτι πλεονεκτεῖν· καὶ τὸν ἀσεβῆ λοιπὸν, εὐσεβεῖν· πῶς δὲ εἰ μὴ ἀνέστη ἀλλὰ νε κ ρός ἐστι τοὺς λεγομένους ὑπὸ τῶν ἀπίστων ζῆν ψευδ οθ έους καὶ θρησκευομένους δαίμονας, αὐτὸς ἀπελαύνει καὶ διώκει καὶ καταβάλλει· ἔνθα γὰρ ὀνομάζεται χριστὸς χς καὶ ἡ τούτου πίστις, ἐκεῖθεν πᾶσα μὲν εἰδωλολατρία κα θαιρεῖται· πᾶσα δὲ δαιμόνων ἀπάτη ἐλέγχεται· πᾶς δὲ δαίμων, οὐδὲ τὸ ὄνομα ὑποφέρει· ἀλλὰ καὶ μόνον ἀ κούσας, φυγὰς οἴχεται· τοῦτο δὲ οὐ νεκροῦ τὸ ἔργον ἀλλὰ ζῶντος καὶ μάλιστα θεοῦ θῦ · ἄλλως τε καὶ γελοῖον ἂν εἴη τοὺς μ ὲν διωκομένους ὑπ’ αὐτοῦ δαίμονας καὶ τὰ καταργούμε να εἴδωλα λέγειν ζῶντας εἶναι· τὸν δὲ ἀπελαύνοντα καὶ τῆ ἑαυτοῦ δυνάμει· μὴ δὲ φανῆναι ποιοῦντα τούτους· ἀλλὰ καὶ ὁμολογούμενον ὑπὸ πάντων εἶναι θεοῦ θῦ υἱὸν, τοῦτον λέγειν εἶναι νεκρόν· μέγαν δὲ καὶ καθ’ ἑαυτῶν τὸν ἔλεγχον ο ἱ ἀπιστοῦντες τῆ ἀναστάσει προβάλλονται· εἰ τὸν χριστὸν χν τὸν λεγόμενον παρ’ αὐτῶν νεκρὸν· οἱ πάντες δαίμονες καὶ οἱ προσκυνούμενοι παρ’ αὐτῶν θεοὶ οὐ διώκουσιν· ἀλλὰ μᾶλλον ὁ χριστὸς χς , τοὺς πάντας ἐλέγχει νεκρούς· εἰ γὰρ ἀλη θ ὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν· ἐργάζεται δὲ τοσαῦτα κα θ’ ἡμέραν ὁ σωτὴρ σὴρ · ἕλκων εἰς εὐσέβειαν· πείθων εἰς ἀρετήν· διδάσκων περὶ ἀθανασίας· εἰς πόθον τῶν οὐρανίων οὐνίων ἀνάγων· ἀποκαλύπτων τὴν περὶ πατρὸς πρς γνῶσιν· τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων· ἑκάστω δεικνύων ἑαυτὸν· καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ, οὐδὲν δύναν ται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες· ἀλλὰ μᾶλλον τῆ χριστοῦ χῦ παρουσία, νεκροὶ γίνονται ἀρχὴν ἔχοντες καὶ κε νὴν τὴν φαντασίαν· τῶ δὲ σημείω τοῦ σταυροῦ στροῦ , πᾶσα μὲν μα γεία παύεται· πᾶσα δὲ φαρμακεία καταργεῖται· καὶ πάν τα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται· πᾶ σα δὲ ἄλογος ἡδονὴ, παύεται· καὶ πίστις ἀπὸ γῆς εἰς οὐρανὸν οὐνὸν ἀναβλέπει, τίνα ἄν τις εἴποι νεκρόν· τὸν τοσαῦτα ἐρ γαζόμενον χριστὸν χν , ἀλλ’ οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μηδόλως ἐνεργοῦντα, ἀλλ’ ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν, ὑπάρχει· ὁ μὲν γὰρ τοῦ θεοῦ θῦ υἱὸς ζῶν καὶ ἐνεργὴς ὢν, καθ’ ἡμέραν ἐρ γάζεται καὶ ἐνεργεῖ τὴν πάντων σωτηρίαν σρίαν · ὁ δὲ θάνατος ἐ λέγχεται καθ’ ἡμέραν· αὐτὸς ἐξασθενήσας καὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες μᾶλλον νεκροὶ τυγχάνοντες· ὡς ἐκ τού του μηδένα διστάζειν ἔτι· περὶ τῆς τοῦ σώματος ἀναστά σεως αὐτοῦ· ἕοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυρια κ οῦ σώματος ἀπιστῶν, ἀγνοεῖν δύναμιν θεοῦ θῦ λόγου καὶ σο φίας· εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῶ σῶμα· καὶ τοῦτο ἰδιο ποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν ὡς ὁ λόγος ἔδει ξε, τί ἔδει τὸν κύριον κν ποιεῖν περὶ τούτου· ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος ἅπαξ ἐπιβάντος αὐτῶ τοῦ λόγου· μὴ ἀποθανεῖν μὲν γὰρ, οὐκ ἠδύνατο· ἅτε δὴ θνητὸν ὄν καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον· οὗ χάριν καὶ ὁ σωτὴρ σὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῶ· μεῖναι δὲ νεκρὸν, οὐ χ’ οἷόν τε ἦν· διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι· ὅθεν ἀπέθα νε μὲν, ὡς θνητόν· ἀνέζησε δὲ, διὰ τὴν ἐν αὐτῶ ζωήν· καὶ τῆς ἀναστάσεως εστι γνώρισμα, τὰ ἔργα· εἰ δὲ ὅτι μὴ ὁρᾶται ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύ σιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας· θεοῦ θῦ γὰρ ἴδιον μὴ ὁρᾶσ θαι μὲν ἐκ δὲ τῶν εργων γινώσκεσθαι καθάπερ καὶ ἐ πάνω λέλεκται· εἰ μὲν οὖν τὰ ἔργα μή ἐστι, καλῶς τῶ μ ὴ φαινομένω ἀπιστοῦσιν· εἰ δὲ τὰ ἔργα βοᾶ καὶ δείκνυ σιν ἐναργῶς, διατί εκόντες ἀρνοῦνται τὴν τῆς ἀναστά σεως οὕτως φανερῶς ζωήν· εἰ γὰρ καὶ τὴν διάνοιαν ἐπηρώθησαν, ἀλλὰ κἂν ταῖς ἔξωθεν αἰσθήσεσιν ὁ ρᾶν ἐστι τὴν ἀναντίρρητον τοῦ χριστοῦ χῦ δύναμιν καὶ θεότητα· ἐπεὶ, καὶ τυφλὸς ἐὰν μὴ βλέπη τὸν ἥλιον· ἀλλὰ καὶ τῆς ὑπ’ αὐτοῦ γενομένης θέρμης ἀντιλαμβανόμενος, οἶ δεν ὅτι ἥλιος ὑπὲρ γῆς ἐστιν, οὕτως καὶ οἱ ἀντιλέγοντες· εἰ καὶ μήπω πιστεύουσιν ἀκμὴν τυφλώττοντες περὶ τὴν ἀλήθειαν, ἀλλὰ κἂν ἑτέρων πιστευόντων γινώσκον τες τὴν δύναμιν, μὴ ἀρνείσθωσαν τὴν τοῦ χριστοῦ χῦ θεότητα καὶ τὴν ὑπ’ αὐτοῦ γενομένην ἀνάστασιν· δῆλον γὰρ ὅτι εἰ νεκρός ἐστιν ὁ χριστὸς χς , οὐκ ἂν τοὺς δαίμονας ἐδίωκε καὶ τὰ εἴδωλα ἐσκύλευε· νεκρῶ γὰρ οὐκ ἂν ὑπήκουσαν οἱ δαί μονες· εἰ δὲ διώκονται φανερῶς, τῆ τούτου ὀνομασί α, δῆλον ἂν εἴη, μὴ εἶναι τοῦτον νεκρόν· μάλιστα ὅτι δαί μονες, καὶ τὰ μὴ βλεπόμενα τοῖς ἀνθρώποις ἀνοις ὁρῶντες, ἠ δύναντο γινώσκειν, εἰ νεκρός ἐστιν ὁ χριστός χς , καὶ μηδόλως ὑπακούειν αὐτοῦ· νῦν δὲ ὧ μὴ πιστεύουσιν ἀσεβεῖς, ὁ ρῶσιν οἱ δαίμονες ὅτι θεός θς ἐστι καὶ διὰ τοῦτο φεύγουσι καὶ προσ πίπτουσιν αὐτῶ λέγοντες· ἃ καὶ ὅτε ἦν ἐν σώματι ἐ φθέγξαντο, οἴδαμέν σε τις εἶ· σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ θῦ · καὶ ἔα τί σοι καὶ ἡμῖν υἱὲ τοῦ θεοῦ θῦ · δέομαί σου, μή με βασα νίσης· δαιμόνων τοίνυν ὁμολογούντων· καὶ τῶν ἔρ γων ὁσημέραι μαρτυρούντων, φανερὸν ἂν εἴη· καὶ μηδεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν· ὅτι τὲ ἀνέστησε τὸ ἑ αυτοῦ σῶμα ὁ σωτὴρ σὴρ · καὶ ὅτι θεοῦ θῦ υἱός ἐστιν ἀληθινὸς ἐ ξ αὐτοῦ, οἷα δὴ ἐκ πατρὸς πρὸς ἴδιος λόγος καὶ σοφία καὶ δύ ναμις ὑπάρχων· ὃς χρόνοις ὕστερον ἐπὶ σωτηρία σρία τῶν πάν των ἔλαβε σῶμα καὶ τὴν μὲν οἰκουμένην περὶ πατρὸς πρὸς ἐδίδαξε, τὸν δὲ θάνατον ἐδίδαξε τὸν δὲ θάνατον κα τήργησε, πασὶ δὲ τὴν ἀφθαρσίαν ἐχαρίσατο διὰ τῆς ἐπαγγελίας τῆς ἀναστάσεως· ἀπαρχὴν ταύτης τὸ ἴδι ον ἐγείρας σῶμα· καὶ τρόπαιον αὐτῶ κατὰ τοῦ θανά του καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῶ σημεί ω τοῦ σταυροῦ στροῦ · τούτων δὲ οὕτως ἐχόντων καὶ φα νερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τ οῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ σωτῆρος σρος νίκης, φέρε καὶ τὴν ἀπιστίαν τῶν ἰουδαί ων καὶ τὴν τῶν ἑλλήνων χλεύην διελέγξωμεν, ἐπὶ τούτοις γὰρ ἴσως ἰουδαῖοι μὲν ἀπιστοῦσιν· ἕλληνες δὲ γελῶσι τὸ ἀπρεπὲς τοῦ σταυροῦ στροῦ καὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ θῦ λόγου διασύροντες· ἀλλὰ κατ’ ἀμφοτέρων ὁ λόγος οὐ κ ὀκνήσει χωρῆσαι· μάλιστα κατ’ αὐτῶν τὰς ἀποδείξεις ἐναργεῖς ἔχων· ἰουδαῖοι μὲν ἀπιστοῦντες ἔχου σ ιν ἀφ’ ὧν ἀναγινώσκουσι καὶ αὐτοὶ γραφῶν τὸν ἔλεγχον ἄνω καὶ κάτω καὶ πάσης ἁπλῶς θεοπνεύστου βίβλου περὶ τούτων διδασκούσης ὡς καὶ αὐτὰ τὰ ῥήματα πρόδηλα· προφῆται μὲν γὰρ ἄνωθεν περὶ τοῦ κα τὰ τὴν παρθένον θαύματος καὶ τῆς ἐξ αὐτῆς γενομέ νης γεννήσεως προεμήνυον λέγοντες· ἰδοὺ ἡ παρθέ νος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν· καὶ καλέσουσι τὸ ὄνο μα αὐτοῦ, ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡ μῶν ὁ θεός θς · μ ωσ ῆς δὲ ὁ τῶ ὄντι μέγας· καὶ παρ’ αὐ τοῖς πιστευόμενος ἀληθὴς περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος· ἀντὶ μεγάλου τὸ ῥητὸν δοκιμάσας καὶ ἀληθὲς ἐπιγνοὺς, ἔθηκε λέγων· ἀνατελεῖ ἄστρον ἐξ ἰα κ ὼ β· καὶ ἄνθρωπος ἄνος ἐξ ἰσραὴλ ἰὴλ · καὶ θραύσει τοὺς ἀρχηγοὺς μω ὰβ· καὶ πάλιν· ὡς καλοί σου οἱ οἶκοι, ἰακ ὼ β, αἱ σκηναί σου, ἰσραὴλ ἰὴλ , ὡσεὶ νάπαι σκιάζουσαι· καὶ ὡσεὶ παράδεισοι ἐ πὶ ποταμῶν· καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν ὁ κύριος κς · ὡσεὶ κέ δροι παρ’ ὕδατα· ἐξελεύσεται ἄνθρωπος ἄνος ἐκ τοῦ σπέρματος αὐ τοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ πάλιν ἡσ α ΐας· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα πρα ἢ μητέρα, λήψεται δύναμιν δαμασκοῦ καὶ τὰ σκύλα σαμαρείας ἔναντι βασιλέως ἀσ συρίων· ὅτι μὲν οὖν ἄνθρωπος ἄνος φανήσεται· διὰ τούτων προκα τ αγγέλλεται· ὅτι δὲ κύριος κς πάντων ἐστὶν ὁ ἐρχόμενος, πάλιν προμηνύουσι λέγοντες· ἰδοὺ κύριος κς κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς αἴγυπτον· καὶ σεισθήσεται τὰ χει ροποίητα αἰγύπτου· καὶ γὰρ κἀκεῖθεν αὐτὸν ὁ πατὴρ πὴρ ἀνα καλεῖ λέγων· ἐξ αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· οὐ σεσι ώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυ γῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς· καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου· ὅτι μὴ δι’ ἑαυτὸν ἀλλ’ ὑπὲρ τῆς πάντων ἀθανασίας καὶ σωτηρίας σρίας ὑπομένει, καὶ τὴν ἰουδαίων ἐπι βουλήν· καὶ τὰς εἰς αὐτὸν γινομένας παρ’ αὐτῶν ὕβρεις· οὐκ εφοβήθησαν εἰπεῖν· πρὸς τὸ μηδένα αὐτῶν τῶν γι νομένων ἀνήκοον εἶναι· καὶ πλανηθῆναι· φασὶ τοίνυν· ἄνθρωπος ἄνος ἐν πληγῆ ὤν· καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀ πέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐ λογίσθη· αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει· καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνω καὶ ἐν πληγῆ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυ ματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν· τῶ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· θαύμαζε τὴν τοῦ λόγου φιλ ανθρωπίαν ανίαν · ὅτι δι’ ἡμᾶς ἀτιμάζεται· ἵνα ἡμεῖς ἔντιμοι γενώμεθα· πάντες γάρ φησιν ὡς πρόβατα ἐπλανήθη μεν· ἄνθρωπος ἄνος τῆ ὁδῶ αὐτοῦ ἐπλανήθη· καὶ κύριος κς παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσ θαι, οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῆ ταπεινώσει αὐ τοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· εἶτα ἵνα μή τις αὐτὸν κοινὸν ἄνθρωπον ἄνον ἐκ τοῦ πάθους ὑπολάβοι, προλαμβάνει τὰς ὑ πονοίας τῶν ἀνθρώπων ἀνων · καὶ τὴν ὑπὲρ αὐτοῦ δύναμιν· καὶ τὸ πρὸς ἡμᾶς ἀνόμοιον τῆς φύσεως διηγεῖται ἡ γρα φὴ λέγουσα· τὴν δὲ γενεὰν αὐτοῦ, τίς διηγήσεται· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωή αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς, ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θα νάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῶ στόματι αὐτοῦ· καὶ κύριος κς βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἀλλ’ ἴσως περὶ τῆς τοῦ θα νάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ στροῦ σημαινόμενα μαθεῖν· οὐδὲ γὰρ οὐδὲ τοῦτο σε σιώπηται· δεδήλωται δὲ καὶ λίαν τηλαυγῶς, ἀπὸ τῶν ἁγίων· μωϋσῆς γὰρ πρῶτος μεγάλη τῆ φωνῆ προ απαγγέλλει λέγων· ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμέ νην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν· καὶ οὐ μὴ πιστεύση τε· καὶ οἱ μετ’ αὐτὸν δὲ προφῆται πάλιν· περὶ τούτου μαρ τυροῦσι λέγοντες· ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο πονηρὸν λέ γοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐ τοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ πάλιν ὤρυξαν χεῖρας μου καὶ πόδας μου· ἐξηρίθμησαν πάν τα τὰ ὀστᾶ μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· θάνατος δὲ μετέωρος καὶ ἐν ξύλω γινόμενος, οὐκ ἄλλος ἂν εἴη εἰ μὴ ὁ σταυρός στρς · καὶ ἐν οὐδενὶ πάλιν θανάτω διορύσσονται χεῖρες καὶ πόδες, εἰ μὴ ἐν μόνω τῶ σταυρῶ σταυρῶ · ἐπειδὴ δὲ τῆ τοῦ σωτῆρος σρος ἐ πιδημία, καὶ πάντα τὰ ἔθνη πανταχόθεν ἐπιγινώσκειν τὸν θεὸν θν ἤρξαντο, οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλει ψαν· ἀλλ’ ἔστι καὶ περὶ τούτων μνήμη ἐν τοῖς ἁγίοις γράμμασιν· ἔσται γάρ φησιν ἡ ῥίζα τοῦ ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ’ αὐτῶ ἔθνη ἐλπιοῦσι· ταῦτα μὲν ὀλίγα πρὸς ἀ πόδειξιν τῶν γενομένων· πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν ἰουδαίων ἀπιστίαν· τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηθέντων· δικαίων καὶ ἁγίων προφητῶν καὶ πατριαρχῶν· ἐκ παρθένο ν υ μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν· ἢ τίς γυνὴ χωρὶς ἀνδρὸς αὐτάρκης γέγονε πρὸς σύστασιν ἀνθρώπων ἀνων · οὐκ ἄβελ μ ὲν ἐξ ἀδὰμ γέγονεν· ἐνὼχ δὲ ἐκ τοῦ ἰάρεδ· νῶε ἐκ λά μεχ· καὶ ἁβ ρα ὰμ μὲν, ἐκ θάρρα· ἰσ αὰ κ δὲ ἐξ ἀβ ρα ὰμ καὶ ἰακ ὼ β ἐξ ἰσαάκ· οὐχὶ ἰούδας ἐξ ἰ ακ ώβ· καὶ μω ϋσῆς καὶ ἀ αρ ὼν ἐξ ἁβ ρα άμ· οὐ σαμ ου ὴλ τοῦ ἑλ κ ανᾶ γέγονεν, οὐ δα β ὶδ δαδ τοῦ ἰεσσαί; οὐ σολομὼν τοῦ δα β ὶδ δαδ , οὐ κ ἐζεκίας τοῦ ἄχαζ, οὐκ ἰωσίας τοῦ ἀμώς, οὐχ’ ἡ σα ΐας τοῦ ἀμώς, οὐχ’ ἱερεμίας τοῦ χελκίου; οὐκ ἰεζεκ ι ὴλ τοῦ βου ζί; οὐχ’ ἕκαστος ἔσχε τὸν πατέρα πρα τῆς γενέσεως ἀρχηγόν; τίς ο ὖν ὁ ἐκ παρθένου μόνης γεγονὼς· ὅτι καὶ λίαν ἐμέλησε τῶ προφήτη περὶ τῆς τούτου σημασίας· τίνος δὲ τῆς γενέσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς οὐνοῖς καὶ τὸν γεν νηθέντα ἐσήμανε τῆ οἰκουμένη· μωϋσῆς μὲν γὰρ γεννώμενος, ἐκρύπτετο ὑπὸ τῶν γονέων· δα β ὶδ δαδ δὲ, οὐδὲ τοῖς ἐκ γειτόνων ἠκούσθη· ὅπουγε οὐδὲ ὁ μέγας σα μ ου ὴλ αὐτὸν ἐγίνωσκεν· ἀλλ’ ἐπυνθάνετο εἰ ἔστιν ἔτι υἱὸς τῶ ἰεσσαί· ἁβρ α ὰμ δὲ λοιπὸν γεγονὼς μέγας, ἐγνώσθη τοῖς ἐγγύς· τῆς δὲ τοῦ χριστοῦ χῦ γενέσεως μάρτυς, οὐκ ἄνθρωπος ἄνος · ἀλ λ’ ἀστὴρ φαινόμενος ἦν ἐν οὐρανῶ οὐνῶ , ὅθεν καὶ κατέβαινε· τίς δὲ πώποτε τῶν γενομένων βασιλέων· πρὶν ἰσχύσαι καλεῖν πατέρα πρα ἢ μητέρα μρα ἐβασίλευσε· καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; οὐ δα β ὶδ δαδ τριακονταέτης ἐβασίλευσεν, καὶ σαλομὼν νέος γεγονὼς ἐβασίλευσεν; οὐκ ἰ ω ὰς ἐτῶν ἑπτὰ γενόμενος ἐπὶ τὴν βασιλείαν παρῆλθε; καὶ ὁ ἔτι κατωτέρω ἰω σ ίας περὶ ἔτη γεγονὼς ἑπτὰ, τῆς ἀρχῆς ἀντελάβετο, ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ἡλικίαν, ἴσχυον καλεῖν πατέρα πρα ἢ μητέρα μρα · τίς οὖν ἄ ρα ἐστὶν ὁ σχεδὸν πρὶν γενέσεως βασιλεύων καὶ σκυ λεύων τοὺς ἐχθρούς· τίς δὲ τοιοῦτος γέγονε βασι λεὺς ἐν τῶ ἰσραὴλ ἰὴλ καὶ ἐν τῶ ἰούδα· λεγέτωσαν οἱ ἰουδαῖ οι διερευνήσαντες, ἐφ’ ὃν τὰ ἔθνη πάντα τὴν ἐλπί δα τέθεινται καὶ εἰρήνην ἔσχε· καὶ οὐ μᾶλλον ἐναν τιοῦντο πανταχόθεν αὐτοῖς· ἕως γὰρ συνειστήκει ἡ ἰερουσαλὴμ ἰλὴμ , πόλεμος ἦν ἄσπονδος αὐτοῖς· καὶ ἐμάχοντο πάντες πρὸς τὸν ἰσραήλ ἰήλ · ἀσσύριοι μὲν θλίβοντες· αἰγύ πτιοι δὲ διώκοντες· βαβυλώνιοι δὲ ἐπιβαίνοντες, καὶ τό γε θαυμαστὸν, ὅτι καὶ σύρους τοὺς ἐκ γειτόνων, ἀντι πολεμοῦντας εἶχον αὐτοῖς· ἢ οὐχὶ δα β ὶδ δαδ τοὺς ἐν μωὰβ ἐπολέμει· καὶ τοὺς σύρους ἐξέκοπτεν· ἰ ωσ ίας τοὺς πλησίον ἐφυλάττετο· καὶ ἐζε κί ας ἐδειλία τὴν ἀλα ζονείαν τοῦ σεναχηρείμ; καὶ μ ωυ σῆ ὁ ἀμαλὴκ, ἐστρα τεύετο, καὶ οἱ ἀμορραῖοι ἠναντιοῦντο, ἰησοῦ τῶ τοῦ ναυῆ οἱ τὴν ἰεριχὼ κατοικοῦντες ἀντιπαρετάσσοντο, καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν ἰσραὴλ ἰὴλ τὰ τῆς φιλίας· τίς οὖν ἐστιν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθενται ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ ἐπεὶ, καὶ τὸν προφήτην, ἀδύνατον ψεύ σασθαι· τίνος δὲ τῶν ἁγίων προφητῶν ἢ τῶν ἄνωθεν πα τ ριαρχῶν· ὁ θάνατος, ἐν σταυρῶ στρῶ γέγονεν ὑπὲρ τῆς πάντων σω τηρίας· ἢ, τίς ἐτραυματίσθη καὶ ἀνηρέθη ὑπὲρ τῆς πάν των ὑγείας· τίς δὲ τῶν δικαίων ἢ τῶν βασιλέων, κατῆλ θεν εἰς αἴγυπτον καὶ τῆ τούτου καθόδω τὰ τῶν αἰγυπτίων εἴδωλα πέπαυται· ἁβρ αὰ μ μὲν γὰρ κατῆλθε· καὶ πά λ ιν ἡ εἰδωλολατρία, κατὰ πάντων· μ ωυ σῆς ἐκεῖ γεγέννη ται, καὶ οὐδὲν ἧττον ἦν ἐκεῖ ἡ τῶν πεπλανημένων θρησκεία· τ ίς δὲ, τῶν ἐν τῆ γραφῆ μαρτυρουμένων, διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ, ὅλως ἐπὶ ξύλου κεκρέμμα ται καὶ σταυρῶ στρῶ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας σρίας , ἁ βρ αὰ μ μὲν γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· ἰ σα ὰκ δὲ καὶ ἰακ ὼ β καὶ αὐτοὶ ἐξάραντες τοὺς πόδας, ἐ πὶ κλίνης ἀπέθανον· μω ϋσ ῆς καὶ ἀ α ρὼν ἐν τῶ ὄρει· δα β ὶδ δαδ ἐν τῶ οἴκω τετελεύτηκεν· οὐδὲ μίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθών· εἰ δὲ καὶ ἐζητήθη ὑπὸ τοῦ σ α ούλ, ἀλ λὰ ἀβλαβὴς ἐσώζετο· ἡσ α ΐας ἐπρίσθη μὲν, ἀλλ’ οὐκ ἐ πὶ ξύλου κεκρέμαται· ἱερ ε μίας ὑβρίσθη ἀλλ’ οὐ κατα κριθεὶς ἀπέθανεν· ἰεζε κι ὴλ ἔπασχεν· ἀλλ’ οὐχ’ ὑπὲρ τοῦ λαοῦ· ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων· ἔπειτα ο ὗτοι καὶ πάσχοντες, ἄνθρωποι ἄνοι ἦσαν, ὁποῖοι καὶ πάντες κα τὰ τὴν τῆς φύσεως ὁμοιότητα· ὁ δὲ σημαινόμενος ἐκ τῶν γραφῶν ὑπὲρ πάντων πάσχειν, οὐκ ἁπλῶς ἄνθρωπος ἄνος , ἀλλὰ ζωὴ πάντων λέγεται· κἂν ὅμοιος κατὰ τὴν φύσιν τοῖς ἀνθρώποις ἀνοις · ὄψεσθε γάρ φησι τὴν ζωὴν ὑμῶν, κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν· καὶ, τὴν γενεὰν αὐτοῦ, τίς διηγήσεται· πάντων μὲν γὰρ τῶν ἁγίων τὴν γ ενεάν τις, δύναται μαθὼν ἄνωθεν διηγήσασθαι· τίς καὶ πόθεν ἕκαστος γέγονε· τοῦ δὲ τυγχάνοντος ζωῆς, ἀδιήγητον τὴν γενεὰν, οἱ θεῖοι σημαίνουσι λόγοι· τίς οὖν ἐστι περὶ οὗ ταῦτα λέγουσιν αἱ θεῖαι γραφαί· ἢ τίς τηλικοῦτος, ὡς καὶ τοὺς προφήτας περὶ αὐτοῦ τοσαῦτα προκαταγγέλλειν· ἀλλὰ γὰρ οὐδεὶς ἄλλος ἐν ταῖς γραφαῖς εὑρίσκεται, πλὴν τοῦ κοινοῦ πάντων σωτῆρος σρς τοῦ θεοῦ θῦ λόγου τοῦ κυρίου ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · οὗ τος γάρ ἐστιν ὁ ἐκ παρθένου προελθὼν· καὶ ἄνθρωπος ἄνος ἐπὶ γῆς φα νεὶς· καὶ ἀδιήγητον ἔχων τὴν κατὰ σάρκα γενεάν· οὐ γάρ ἐστιν ὃς δύναται τὸν κατὰ σάρκα πατέρα πρα τούτου λέγειν· οὐκ ὄν τος τοῦ σώματος αὐτοῦ ἐξ ἀνδρός· ἀλλ’ ἐκ παρθένου μόνης· ὥσπερ οὖν τοῦ δα β ὶδ δαδ καὶ μωυσέως· καὶ πάν τ ων τῶν πατριαρχῶν τοὺς πατέρας πρας τίς γενεαλογεῖν δύνα ται, οὕτως οὐδεὶς δύναται τὴν κατὰ σάρκα γενεὰν τοῦ σωτῆρος σρς ἐξ ἀνδρὸς διηγήσασθαι· οὗτός ἐστιν ὁ καὶ τὸν ἀστέ ρα σημαίνειν τὴν τοῦ σώματος γένεσιν ποιήσας· ἔδει γὰρ ἀπ’ οὐρανοῦ οὐνοῦ κατερχόμενον τὸν λόγον, ἐξ οὐρανοῦ οὐνοῦ καὶ τὴν σημασίαν ἔχειν· καὶ ἔδει τὸν τῆς κτίσεως βασιλέα προερχόμενον, ἐμφανῶς ὑπὸ πάσης τῆς οἰκουμένης γινώσκεσθαι· ἀμέλει ἐν ἰουδαία ἐγεννᾶτο· καὶ οἱ ἀπὸ π ερσίδος ἤρχοντο προσκυνῆσαι αὐτῶ· οὗτός ἐστιν ὁ καὶ πρὶν τῆς σωματικῆς ἐπιφανείας λαβὼν τὴν κατὰ τῶν ἀντικειμένων δαιμόνων, νίκην, καὶ κατὰ τῆς εἰδωλο λατρίας τρόπαια· πάντες γοὖν πανταχόθεν οἱ ἀπὸ τῶν ἐθνῶν ἐξομνύμενοι τὴν πάτριον συνήθειαν· καὶ τὴν εἰδώλων ἀθεότητα, πρὸς τὸν χριστὸν χν λοιπὸν τὴν ἐ λπίδα τίθενται καὶ αὐτῶ καταγράφουσιν ἑαυτούς· ὡς καὶ τοῖς ὀφθαλμοῖς ἔξεστιν ἰδεῖν τὸ τοιοῦτον· οὐδὲ γὰρ ἄλλοτε ἡ τῶν αἰγυπτίων ἀθεότης πέπαυται· εἰ μὴ ὅτε ὁ κύριος κς τοῦ παντὸς ὡς ἐπὶ νεφέλης ἐποχούμενος τῶ σώματι, κατῆλθεν ἐκεῖ, καὶ τὴν τῶν εἰδώλων κατήργησε πλάνην· πάντας δὲ εἰς ἑαυτὸν καὶ δι’ αὐτοῦ πρὸς τὸν πατέρα πρα μετήνεγκεν· οὗτός ἐστιν ὁ σταυρω στρω θεὶς ἐπὶ μάρτυρι τ ῶ ἡλίω καὶ τῆ κτίσει· καὶ τοῖς αὐτῶ τὸν θάνατον προ σαγαγοῦσι· καὶ τῶ τούτου θανάτω, ἡ σωτηρία σρία πᾶσι γέγονε, καὶ ἡ κτίσις πᾶσα λελύτρωται· οὗτός ἐστιν ἡ πάντων ζωή, καὶ ὁ ὡς πρόβατον ὑπὲρ τῆς πάντων σωτηρίας σρίας ἀν τίψυχον τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον παραδοὺς κἂν ἰουδαῖοι μη πιστεύωσιν· εἰ γὰρ μὴ αὐτάρκη νομίζωσι τ αῦτα, κἂν, ἐξ ἑτέρων πειθέσθωσαν· ἀφ’ ὧν αὐτοὶ πά λιν ἔχουσι λογίων· περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆ ται· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέ θην τοῖς ἐμὲ ἐπερωτῶσιν· εἶπα ἰδού εἰμι τῶ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα· ἐξεπέτασα τὰς χεῖ ράς μου· πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· τ ίς οὖν ἐστιν ὁ ἐμφανὴς γενόμενος εἴποι τις πρὸς ἰου δαίους· εἰ μὲν γὰρ ὁ προφήτης ἐστὶ, λεγέτωσαν· πότε ἐκρύπτετο ἵνα καὶ ὕστερον φανῆ· ποῖος δὲ οὗτος ἐστὶν ὁ προφήτης ὁ καὶ ἐμφανὴς ἐξ ἀφανῶν γενόμενος· καὶ τὰς χεῖρας ἐκπετάσας ἐπὶ σταυροῦ στροῦ , τῶν μὲν οὖν δικαίων, οὐδείς· μόνος δὲ ὁ τοῦ θεοῦ θῦ λόγος ὁ ἀσώμα τος ὢν τὴν φύσιν· καὶ δι’ ἡμᾶς σώματι φανείς, καὶ ὑπὲρ ἡμῶν παθών· ἢ, εἰ μηδὲ τοῦτο αὔταρκες αὐ τ οῖς, κἂν ἐξ ἑτέρων δυσωπείσθωσαν· οὕτως ἐναρ γῆ τὸν ἔλεγχον ὁρῶντες· φησὶ γὰρ ἡ γραφή· ἰσχύσα τε χεῖρες ἀνειμέναι· καὶ γόνατα παραλελυμένα· πα ρακαλέσατε οἱ ὀλιγόπιστοι τῆ διανοία· ἰσχύσατε μὴ φοβῆσθε· ἰδοὺ ὁ θεὸς θς ἡμῶν κρίσιν ἀνταποδίδωσιν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν· καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλός· καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων· τί τοίνυν καὶ περὶ τούτου δύνανται λέγειν, ἢ πῶς ὅλως καὶ πρὸς τοῦτο τολμῶσιν ἀντιβλέ πειν· ἡ μὲν γὰρ προφητεία, θεὸν θν ἐπιδημεῖν σημαίνει· τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει· τό, τε γὰρ τυφλοὺς ἀναβλέπειν· καὶ χωλοὺς περιπατεῖν καὶ κωφοὺς ἀκούειν· καὶ τρανοῦσθαι μογγιλάλων τὴν γλῶσ σαν, ἐπὶ τῆ γενομένη θεία παρουσία λέγουσι· πότε τοί νυν γέγονε τοιαῦτα σημεῖα, ἐν τῶ ἰσραὴλ ἰὴλ · ἢ ποῦ τοιοῦτον τι γέ γονεν ἐν τῆ ἰουδαία· λεγέτωσαν· λεπρὸς ἐκαθαρίσθη ναι μ ά ν, ἀλλ’ οὐ κωφὸς ἤκουσεν, οὐ χωλὸς περιεπάτησε, νε κρὸν ἤγειρεν ἡλ ί ας· καὶ ἐλισσαῖος· ἀλλ’ οὐκ ἐκ γενετῆς ἀνέβλεψε τυφλός· μέγα μὲν γὰρ καὶ τὸ ἐγεῖραι νεκρὸν ἀ ληθῶς· ἀλλ’ οὐ τοιοῦτον, ὁποῖον τὸ παρὰ τοῦ σωτῆρος σρς θαῦ μα· πλὴν εἰ τὸ περὶ τοῦ λεπροῦ καὶ τοῦ νεκροῦ τῆς χή ρας οὐ σεσιώπηκεν ἡ γραφὴ, πάντως εἰ ἐγεγόνει καὶ χωλὸν περιπατεῖν καὶ τυφλὸν ἀναβλέπειν, οὐκ ἂν πα ρῆκε τοῦ δηλῶσαι καὶ ταῦτα ὁ λόγος· ἐπειδὴ δὲ σε σ ιώπηται ἐν ταῖς γραφαῖς, δῆλόν ἐστι μὴ γεγενῆσθαι ταῦ τα πρότερον· πότε οὖν γέγονε ταῦτα, εἰ μὴ ὅτε αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος, ἐν σώματι παραγέγονε· πότε δὲ πα ραγέγονεν, εἰ μὴ ὅτε χωλοὶ περιεπάτησαν· καὶ μογ γιλάλοι ἐτρανώθησαν· καὶ κωφοὶ ἤκουσαν· καὶ τυ φλοὶ ἐκ γενετῆς ἀνέβλεψαν· διὰ τοῦτο γὰρ καὶ οἱ τό τε θεωροῦντες ἰουδαῖοι, ἔλεγον· ὡς οὐκ ἄλλοτε ταῦτα γενόμενα ἀκούσαντες· ἐκ τοῦ αἰῶνος οὐ κ ἠκούσθη ὅτι ἀνέωξέ τις ὀφθαλμοὺς τυφλοῦ γε γεννημένου· εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ θῦ , οὐκ ἠδύνατο ποιεῖν, οὐδέν· ἀλλ’ ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν, τὰ γεγραμμένα· προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω πα ραγεγενῆσθαι τὸν θεὸν θν λόγον διαβεβαιώσονται· τοῦτο γὰρ ἄνω καὶ κάτω θρυλλοῦντες, οὐκ ἐρυθριῶσιν· ἀ ναιδευόμενοι πρὸς τὰ φαινόμενα· ἀλλὰ περὶ τού του καὶ πρὸ πάντων μᾶλλον ἐλεγχθήσονται, οὐ πα ρ’ ἡμῶν, ἀλλὰ παρὰ τοῦ σοφωτάτου δαν ι ὴλ σημαί νοντος καὶ τὸν παρόντα καιρὸν καὶ τὴν θείαν τοῦ σωτῆρος σρς ἐπιδημίαν καὶ λέγοντος· ἑβδομήκοντα ἑβδομά δες συνετμήθησαν ἐπὶ τὸν λαόν σου· καὶ ἐπὶ τὴν πό λιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγισθῆναι ἁμαρτίας· καὶ ἀπαλεῖψαι τὰς ἀδικίας· καὶ τοῦ ἐξιλάσασθαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· καὶ γνώση καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀπο κριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι ἰερουσαλὴμ ἰλὴμ ἕως χριστοῦ χῦ ἡγουμέ νου· ἴσως ἐπὶ τοῖς ἄλλοις κἂν προφάσεις εὑρίσκειν δύνανται· καὶ εἰς μέλλοντα χρόνον ἀναβάλλεσθαι τὰ γεγραμμένα· τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀν τ ωπῆσαι δύνανται· ὅπουγε καὶ ὁ χριστὸς χς σημαίνεται, καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἄνος ἁπλῶς, ἀλλ’ ἅγιος ἁγίων εἶναι κα ταγγέλλεται· καὶ ἕως τῆς παρουσίας αὐτοῦ, ἰερουσαλὴμ ἰλὴμ συ νίσταται καὶ λοιπὸν παύεται προφήτης καὶ ὅρασις ἐν τῶ ἰσραήλ ἰήλ · ἐχρίσθη πάλαι δα β ὶδ δαδ · καὶ σαλ ο μὼν καὶ ἐ ζε κ ίας· ἀλλὰ καὶ πάλιν ἰερουσαλὴμ ἰλὴμ καὶ ὁ τόπος συνειστή κει· καὶ προφῆται προεφήτευον· γὰδ· καὶ ἀσὰφ καὶ νάθαν· καὶ μετ’ αὐτους ἡσ α ΐας· καὶ ὠ σ ηέ· καὶ ἀμώς καὶ ἄλλοι· ἔπειτα καὶ αὐτοὶ οἱ χρισθέντες, ἄνθρωποι ἄνοι ἅγιοι ἐ κλήθησαν· καὶ οὐχ’ ἅγιοι ἁγίων· ἀλλ’ ἐὰν τὴν αἰχμαλω σ ίαν προβάλωνται καὶ δι’ αὐτὴν μὴ εἶναι λέγωσι τὴν ἰερουσαλήμ ἰλήμ · τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν καὶ γὰρ πάλαι· καταβαίνοντος τοῦ λαοῦ εἰς βαβυλῶνα· ἦσαν ἐκεῖ δαν ι ὴλ καὶ ἱερεμίας· προεφήτευον δὲ ἰεζεκ ι ὴλ καὶ ἀγγαῖος καὶ ζαχαρίας· οὐκοῦν μυθολογοῦσιν ἰουδαῖοι· καὶ π αρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται· πότε γὰρ ἐπαύ σατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ ἰσραήλ ἰήλ · εἰ μὴ νῦν ὅτε ὁ ἅγιος τῶν ἁγίων χριστὸς χς παρεγένετο σημεῖον γὰρ καὶ μέ γα γνώρισμα τῆς τοῦ θεοῦ θῦ λόγου παρουσίας τὸ μὴ κέτι μήτε τὴν ἰερουσαλήμ ἰλήμ ἑστάναι· μήτε προφήτην ἐγερθῆναι· μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις καὶ μάλα εἰκότως· ἐλθόντος γὰρ τοῦ σημαινομένου, τίς ἔτι χρεία τῆς σκι ᾶς ἦν· διὰ τοῦτο γὰρ καὶ προεφήτευον· ἕως ἂν ἔλθη ἡ αὐ το δι καιοσύνη· καὶ ὁ λυτρούμενος τὰς πάντων ἁμαρτί ας· διὰ τοῦτο καὶ ἰερουσαλὴμ ἰλὴμ ἐπὶ τοσοῦτον συνειστήκει· ἵν’ ἐκεῖ προμελετῶσι τῆς ἀληθείας τοὺς τύπους· παρόντος τ οίνυν τοῦ ἁγίου τῶν ἁγίων, εἰκότως ἐσφραγίσθη καὶ ὅ ρασις καὶ προφητεία· καὶ ἡ τῆς ἰερουσαλὴμ ἰλὴμ βασιλεία πέ παυται· ἐπὶ τοσοῦτον γὰρ ἐχρίοντο παρ’ αὐτοῖς βασιλεῖς, ἕως ἂν ἐχρίσθη ὁ ἅγιος τῶν ἁγίων, καὶ μ ω υσῆς δὲ ἕως αὐτοῦ τὴν ἰουδαίων ἵστασθαι βασιλείαν προφητεύει λέγων· οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μη ρῶν αὐτοῦ ἕως ἂν ἔλθη τὰ ἀποκείμενα αὐτῶ· καὶ αὐτὸς προσδοκία ἐθνῶν· ὅθεν καὶ αὐτὸς ὁ σωτὴρ σὴρ ἐβόα λέγων· ὁ νό μος καὶ οἱ προφῆται, ἕως ἰωάννου προεφήτευσαν· εἰ μὲν οὖν ἔστι παρὰ ἰουδαίοις νῦν βασιλεὺς· ἢ προφήτης ἢ ὅρασις, καλῶς ἀρνοῦνται τὸν ἐλθόντα χριστὸν χν · εἰ δὲ μήτε βασιλεὺς μήτε ὅρασις· ἀλλ’ ἐσφράγισται λοιπὸν καὶ πᾶσα προφητεία· καὶ ἡ πόλις καὶ ὁ ναὸς ἑάλω, τί το σοῦτον ἀσεβοῦσι καὶ παραβαίνουσιν ὡς τὰ μὲν γενό μενα ὁρᾶν· τὸν δὲ ταῦτα πεποιηκότα χριστὸν χν ἀρνεῖσθαι· τ ί δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν θεωροῦντες καταλιμπά νοντας τὰ εἴδωλα, καὶ ἐπὶ τὸν θεὸν θν ἰσραὴλ ἰὴλ διὰ τοῦ χριστοῦ χῦ ἔχον τας τὴν ἐλπίδα, ἀρνοῦνται τὸν ἐκ τῆς ῥίζης ἰεσσαὶ κα τὰ σάρκα γενόμενον χριστὸν χν καὶ βασιλεύοντα λοιπόν· εἰ μ ὲν γὰρ ἄλλον ἐθρήσκευον τὰ ἔθνη θεὸν θν , ἀλλὰ μὴ τὸν θεὸν θν ἁβ ρα ὰμ καὶ ἰ σα ὰκ καὶ ἰακ ὼ β καὶ μωϋσέως ὡμο λόγουν, καλῶς ἂν πάλιν προεφασίζοντο μὴ ἐλη λυθέναι τὸν θεόν θν · εἰ δὲ τὸν μωυσῆ δεδωκότα τὸν νόμον· καὶ τῶ ἁβρ α ὰμ ἐπαγγειλάμενον θεὸν θν , καὶ οὗ τὸν λόγον ἠτίμασαν ἰουδαῖοι, τοῦτον τὰ ἔθνη σέβου σι, διὰ τί μὴ γινώσκουσι· μᾶλλον δὲ, διατί ἑκόντες παρορῶσιν, ὅτι ὁ προφητευόμενος ὑπὸ τῶν γρα φῶν κύριος κς ἐπέλαμψε τῆ οἰκουμένη· καὶ ἐπεφάνη σωματικῶς αὐτῆ καθὼς εἶπεν ἡ γραφή· κύριος κς ὁ θεὸς θς ἐπέφανεν ἡμῖν· καὶ πάλιν· ἐξαπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· καὶ πάλιν· οὐ πρέσβις οὐ κ ἄγγελος ἀλλ’ αὐτὸς ὁ κύριος κς ἔσωσεν αὐτούς· ὅμοιον δ ὲ πάσχουσιν ὡς εἴ τις παραπεπληγὼς τὴν διάνοιαν, τὴν μὲν γῆν φωτιζομένην ὑπὸ τοῦ ἡλίου βλέποι· τὸν δὲ ταύτην φωτίζοντα ἥλιον ἀρνεῖται· τί γὰρ καὶ πλεῖ ον ἐλθὼν ὁ προσδοκώμενος παρ’ αὐτοῖς ἔχει ποιῆ σαι· καλέσαι τὰ ἔθνη, ἀλλ’ ἔφθασαν κληθῆναι· ἀλλὰ παῦσαι προφήτην καὶ βασιλέα καὶ ὅρασιν, γέγονεν ἤδη καὶ τοῦτο· τὴν εἰδώλων ἀθεότητα διελέγξαι διειλέγχθη ἤδη καὶ κατεγνώσθη· ἀλλὰ τὸν θάνατον καταργῆσαι, κατήργηται ἤδη· τί τοίνυν οὐ γέγο ν εν ὃ δεῖ τὸν χριστὸν χν ποιῆσαι· ἢ τί περιλείπεται ὃ μὴ πε πλήρωται· ἵνα νῦν χαίρωσιν ἰουδαῖοι καὶ ἀπιστῶ σιν· εἰ γὰρ δή, ὥσπερ οὖν καὶ ὁρῶμεν· οὔτε βασιλεὺς οὔτε προφήτης οὔτε ἰερουσαλήμ ἰλήμ · οὔτε θυσία οὔτε ὅρα σίς ἐστι παρ’ αὐτοῖς· ἀλλα καὶ πᾶσα πεπλήρωται ἡ γῆ τῆς γνώσεως τοῦ θεοῦ θῦ · καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καταλιμ πάνοντες τὴν ἀθεότητα, λοιπὸν πρὸς τὸν θεὸν θν ἁβρ α ὰμ καταφεύγουσι διὰ τοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ , δῆλον ἂν εἴη καὶ τοῖς λίαν ἀναισχυντοῦσιν ἐληλυθέναι τὸν χριστόν χν · καὶ αὐτὸν πάντας ἁπλῶς τῶ ἑαυτοῦ φωτὶ καταλάμ ψαντα καὶ διδάξαντα περὶ τοῦ ἑαυτοῦ πατρὸς πρς τὴν ἀληθῆ· καὶ θείαν διδασκαλίαν· ἰουδαίους μὲν οὖν ἄν τις ἐκ τού τ ων καὶ τῶν πλειόνων παρὰ τῶν θείων γραφῶν εἰκό τως ἐλέγξειεν· ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα· πεπηρωμένους δὲ ἐπὶ τῆ ἑαυτῶν αἰσχύνη ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ’ ὁρῶσι· πλὴν οὐκ ἀποροῦντος ἐν ἀποδείξεσι τοῦ παρ’ ἡμῖν λόγου, φέρε καὶ τούτους ἐκ τῶν εὐλόγων δυσω πήσωμεν· μάλιστα ἀφ’ ὧν καὶ αὐτοὶ ἡμεῖς ὁρῶμεν· τ ί γὰρ ἄτοπον· ἢ τί χλεύης παρ’ ἡμῖν ἄξιον· ἢ πάντως ὅ τι τὸν λόγον ἐν σώματι πεφανερῶσθαι λέγομεν· ἀλ λὰ τοῦτο καὶ αὐτοὶ συνομολογήσουσι μὴ ἀτόπως γεγε νῆσθαι, ἐάνπερ τῆς ἀληθείας γένωνται φίλοι· εἰ μὲν ο ὖν ὅλως ἀρνοῦνται λόγον εἶναι θεοῦ θῦ · περιττῶς ποιοῦσι περὶ οὗ μὴ ἴσασι χλευάζοντες· εἰ δὲ ὁμολογοῦσιν εἶναι λόγον θεοῦ θῦ · καὶ τοῦτον ἡγεμόνα τοῦ παντὸς· καὶ ἐν αὐ τῶ τὸν πατέρα πρα δεδημιουργηκέναι τὴν κτίσιν· καὶ τῆ τούτου προνοία τὰ ὅλα φωτίζεσθαι καὶ ζωογονεῖσθαι καὶ εἶναι· καὶ ἐπὶ πάντων αὐτὸν βασιλεύειν, ὡς ἐκ τῶν ἔργων τῆς προνοίας γινώσκεσθαι αὐτὸν· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα , σκό πει παρακαλῶ εἰ μὴ τὴν χλεύην καθ’ ἑαυτῶν κινοῦντες ἀγνοοῦσι· τὸν κόσμον, σῶμα μέγα φασὶν εἶναι οἱ τῶν ἑ λλήνων φιλόσοφοι· καὶ ἀληθεύουσι λέγοντες· ὁρῶμεν γὰρ αὐτὸν καὶ τὰ τούτου μέρη, ταῖς αἰσθήσεσιν ὑποπίπτον τα· εἰ τοίνυν ἐν τῶ κόσμω σώματι ὄντι· ὁ τοῦ θεοῦ θῦ λόγος ἐστὶ καὶ ἐν ὅλοις καὶ τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπι βέβηκε, τί θαυμαστὸν, ἢ τί ἄτοπον· εἰ καὶ ἐν ἀνθρώπω ἀνω φα μὲν αὐτὸν ἐπιβεβηκέναι· εἰ γὰρ ἄτοπον ὅλως ἐν σώ μ ατι αὐτὸν γενέσθαι, ἄτοπον ἂν εἴη, καὶ ἐν τῶ παντὶ τοῦ τον ἐπιβεβηκέναι καὶ τὰ πάντα τῆ προνοία ἑαυτοῦ φω τίζειν καὶ κινεῖν· σῶμα γάρ ἐστι καὶ τὸ ὅλον· εἰ δὲ τῶ κόσ μω τοῦτον ἐπιβαίνειν· καὶ ἐν ὅλω αὐτὸν γνωρίζεσθαι πρέπει, πρέποι ἂν καὶ ἐν ἀνθρωπίνω ἀνίνω σώματι αὐτὸν ἐπιφαί νεσθαι· καὶ ὑπ’ αὐτοῦ τοῦτο φωτίζεσθαι καὶ ἐνεργεῖν· μέ ρος γὰρ τοῦ παντὸς, καὶ τὸ ἀνθρώπων ἀνων ἐστὶ γένος· καὶ εἰ τὸ μέ ρος, ἀπρεπές ἐστιν, ὄργανον αὐτοῦ γίνεσθαι πρὸς τὴν τῆς θεότητος γνῶσιν, ἀτοπώτατον ἂν εἴη, καὶ δι’ ὅ λου τοῦ κόσμου γνωρίζεσθαι τοῦτον· ὥσπερ γὰρ ὅλου τ οῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἀνου ἐνεργουμένου· καὶ φωτιζο μένου εἴ τις λέγοι ἄτοπον εἶναι· καὶ ἐν τῶ δακτύλω τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ ἀνθρώπου ἀνου · ἀνόητος ἂν νομισ θείη· ὅτι διδοὺς ἐν τῶ ὅλω αὐτὸν διϊκνεῖσθαι καὶ ἐνερ γεῖν, κωλύει καὶ ἐν τῶ μέρει αὐτὸν εἶναι, οὕτως ὁ διδοὺς καὶ πιστεύων τὸν τοῦ θεοῦ θῦ θεὸν θν λόγον· ἐν τῶ παντὶ εἶναι· καὶ τὸ πᾶν ὑπ’ αὐτοῦ φωτίζεσθαι καὶ κινεῖσθαι, οὐκ ἄτο πον ἂν ἡγήσηται καὶ σῶμα ἓν ἀνθρώπινον ἀνινον ὑπ’ αὐτοῦ κινεῖσθαι καὶ φωτίζεσθαι· εἰ δὲ ὅτι γενητόν ἐστι καὶ ἐξ οὐκ ὄντων γ έγονε τὸ ἀνθρώπινον ἀνινον γένος διὰ τοῦτο οὐκ εὐπρεπῆ νομίζουσιν ἡμᾶς λέγειν τὴν ἐν ἀνθρώπω ἀνω τοῦ σωτῆρος σρς ἐπιφάνειαν, ὥρα καὶ τῆς κτίσεως αὐτοὺς αὐτὸν ἐκβάλλειν· καὶ γὰρ καὶ αὕ τη ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ λόγου γέγονεν· εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως, οὐκ ἄτοπον ἐν αὐτῆ τὸν λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπω ἀνω αὐτὸν εἶναι ἄτοπον· ὁποῖα γὰρ ἂν περὶ τοῦ ὅλου νοήσειαν, τοιαῦ τα ἀνάγκη καὶ περὶ τοῦ μέρους αὐτοὺς ἐνθυμεῖσθαι· μέρος γὰρ ὡς προεῖπον τοῦ ὅλου, καὶ ὁ ἄνθρωπος ἄνος ἐστίν· οὔκουν ὅ λως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπω ἀνω εἶναι τὸν λόγον· καὶ πάν τα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῶ φωτίζεσθαι καὶ κινεῖσθαι καὶ ζῆν· καθὼς καὶ οἱ παρ’ αὐτοῖς συγγραφεῖς φασὶν· ὅτι ἐν αὐτῶ ζῶμεν, καὶ κινούμεθα καὶ ἐσμέν· τί λοιπὸν χλεύης ἄξιον λέγομεν· εἰ ἐν ὧ ἐστιν ὁ λόγος, τούτω πρὸς φανέρωσιν ὡς ὀργάνω κέχρηται ὁ λόγος· εἰ μὲν γὰρ ο ὐκ ἦν ἐν αὐτῶ, οὐδὲ χρήσασθαι ἂν ἠδυνήθη τούτω· εἰ δὲ προαποδεδώκαμεν· ἐν τῶ παντὶ καὶ ἐν τοῖς κατὰ μέρος εἶναι τοῦτον, τί ἄπιστον· εἰ ἐν οἷς ἐστιν ἐν τούτοις ἑαυτὸν καὶ ἐπιφαίνει· ὥσπερ γὰρ ταῖς ἑαυτοῦ δυνά μ εσιν ὅλως ἐν ἑκάστω καὶ πᾶσιν ἐπιβαίνων· καὶ πάντα διακοσμῶν ἀφθόνως· ἤθελε διὰ ἡλίου ἢ σελήνης· ἢ, οὐ ρανοῦ· ἢ, γῆς, ἢ, ὑδάτων, ἢ πυρὸς οὐκ ἄν τις ἀτόπως αὐ τὸν φωνῆ χρήσασθαι καὶ γνωρίσαι ἑαυτὸν καὶ τὸν αὐτοῦ πατέρα πρα ἔφησε πεποιηκέναι· ἅπαξ πάντα αὐτοῦ συνέχον τος καὶ μετὰ πάντων καὶ ἐν αὐτῶ τῶ μέρει τυγχά νοντος· καὶ ἀοράτως ἑαυτὸν δεικνύντος, οὕτως οὐκ ἄ τοπον ἂν εἴη διακοσμοῦντα αὐτὸν τὰ πάντα· καὶ τὰ ὅ λα ζωοποιοῦντα· καὶ θελήσαντα δι’ ἀνθρώπων ἀνων γνωρίσαι· εἰ ὀργάνω κέχρηται ἀνθρώπου ἀνου σώματι πρὸς φανέρωσιν ἀ ληθείας καὶ γνῶσιν τοῦ πατρὸς πρς · μέρος γὰρ τοῦ ὅλου, καὶ ἡ ἀνθρωπότης τυγχάνει· καὶ ὥσπερ ὁ νοῦς δι’ ὅλου τοῦ ἀνθρώπου ἀ νου ὢν· ἀπὸ μέρους τοῦ σώματος τῆς γλώττης λέγω σημαίνεται· καὶ οὐ δήπου τίς ἐλαττοῦσθαι τὴν οὐσίαν τοῦ νοῦ διὰ τοῦτο λέγει· οὕτως ὁ λόγος διὰ πάντων ὢν, εἰ ἀνθρωπίνω ἀνίνω κέχρηται ὀργάνω, οὐκ ἀπρεπὲς ἂν φαίνοιτο τοῦτο· εἰ γὰρ ὡς προεῖπον ἀπρεπὲς, ὀργάνω χρήσασ θαι σώματι, ἀπρεπὲς, καὶ ἐν τῶ ὅλω αὐτὸν εἶναι· δι α τί οὖν ἐὰν λέγωσιν οὐχι δι’ ἄλλων μερῶν καλλιόνων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνω· οἷον ἡλίω· ἢ σελήνη· ἢ ἄστροις ἢ πυρὶ· ἢ αἰθέρι οὐ κέχρηται· ἀλλὰ ἀνθρώπω ἀνω μόνον· γινωσκέτωσαν ὅτι οὐκ ἐπιδείξασθαι ἦλθεν ὁ κύριος κς , ἀλλὰ θεραπεῦσαι καὶ διδάξαι τοὺς πάσ χοντας· ἐπιδεικνυμένου μὲν γὰρ ἦν μόνον ἐπιφα νῆναι καὶ καταπλῆξαι τοὺς ὁρῶντας θεραπεύοντος δὲ καὶ διδάσκοντός ἐστι, μὴ ἁπλῶς ἐπιδημῆσαι· ἀλ λ’ ἐπ’ ὠφελεία τῶν δεομένων γενέσθαι· καὶ ὡς οἱ χρή ζοντες φέρουσιν ἐπιφανῆναι· ἵνα μὴ τῶ ὑπερβάλλον τι τὴν χρείαν τῶν πασχόντων, αὐτοὺς τοὺς δεομέ νους ταράξη· καὶ ἀνωφελὴς τούτοις ἡ ἐπιφάνεια τοῦ θείου γένηται· οὐδὲν τοίνυν τῶν ἐν τῆ κτίσει πε π λανημένον ἦν εἰς τὰς περὶ θεοῦ θῦ ἐννοίας, εἰ μὴ μόνος ὁ ἄνθρωπος ἄνος · ἀμέλει οὐχ’ ἥλιος· οὐ σελήνη· οὐκ οὐρανός οὐνός · οὐ τὰ ἄστρα· οὐχ’ ὕδωρ, οὐκ αἰθὴρ, παρήλλαξαν τὴν τάξιν· ἀλλ’ εἰδότες τὸν ἑαυτῶν δημιουργὸν καὶ βασιλέα λό γον μένουσιν ὡς γεγόνασιν· ἄνθρωποι ἄνοι δὲ μόνοι ἀποστρα φέντες τὸ καλὸν, λοιπὸν τὰ οὐκ ὄντα ἀντὶ τῆς ἀληθεί ας ἐπλάσαντο· καὶ τὴν εἰς θεὸν θν τιμὴν καὶ τὴν περὶ αὐ τοῦ γνῶσιν, δαίμοσι καὶ ἀνθρώποις ἀνοις ἐν λίθοις ἀνατεθεί κασιν· ὅθεν εἰκότως, ἐπειδὴ παριδεῖν τὸ τηλι κ οῦτον οὐκ ἄξιον ἦν τῆς τοῦ θεοῦ θῦ ἀγαθότητος· ἀλλὰ καὶ ἐν τῶ ὅλω αὐτὸν διέποντα καὶ ἡγεμονεύοντα· οὐ κ ἠδυνήθησαν αὐτὸν γνῶναι οἱ ἄνθρωποι ἄνοι , μέρος τοῦ ὅλου λαμβάνει ἑαυτῶ ὄργανον, τὸ ἀνθρώπινον ἀνινον σῶμα· καὶ ἐπιβαίνει τούτω· ἵν’ ἐπειδὴ ἐν τῶ ὅλω αὐτὸν οὐκ ἠ δυνήθησαν γνῶναι, κἂν ἐν τῶ μέρει μὴ ἀγνοήσω σιν αὐτόν· καὶ ἐπειδὴ ἀναβλέψαι οὐκ ἠδυνήθη σ αν εἰς τὴν ἀόρατον αὐτοῦ δύναμιν, κἂν ἐκ τῶν ὁμοί ων λογίσασθαι καὶ θεωρῆσαι δυνηθῶσιν αὐτόν· ἄνθρωποι ἄνοι γὰρ ὄντες· διὰ τοῦ καταλλήλου σώματος καὶ τῶν δι’ αὐτοῦ θείων ἔργων, ταχύτερον καὶ ἐγγύτερον τὸν τούτου πατέρα πρα γινώσκειν δυνήσονται· συγκρίνοντες ὡς οὐκ ἀνθρώπινα ἀνινα ἀλλὰ θεοῦ θῦ ἔργα ἐστὶ τὰ ὑπ’ αὐτοῦ γινόμενα· κ αὶ ἐὰν ἄτοπον ἦν κατ’ αὐτοὺς διὰ τῶν τοῦ σώματος ἔργων τὸν λόγον γνωρίζεσθαι, πάλιν ἂν εἴη ἄτοπον ἐκ τῶν ἔργων τοῦ παντὸς γινώσκεσθαι τοῦτον· ὥσ π ερ γὰρ ἐν τῆ κτίσει ὢν, οὐδέν τι τῆς κτίσεως μεταλαμ βάνει· ἀλλὰ μᾶλλον πάντα τῆς αὐτοῦ δυνάμεως μεταλαμβάνει, οὕτως καὶ τῶ σώματι ὀργάνω χρώμενος, οὐδενὸς τῶν τοῦ σώματος μετεῖχεν, ἀλλὰ μᾶλλον αὐτὸς ἡγίαζε καὶ τὸ σῶμα· εἰ γὰρ δὴ καὶ ὁ παρὰ τοῖς ἕλλησι θαυμαζόμενος πλάτων φησὶν, ῀ ὅτι ὁρῶν τὸν κόσμον ὁ γενήσας αὐτὸν χειμαζόμε ῀ νον καὶ κινδυνεύοντα εἰς τὸν τῆς ἀνομοιότητος ῀ δύνειν τόπον· καθίσας ἐπὶ τοὺς οἴακας τῆς ψυχῆς ῀ βοηθεῖ· καὶ πάντα τὰ πταίσματα διορθοῦται, τί ἄπιστον λέγεται παρ’ ἡμῖν εἰ πλανωμένης τῆς ἀνθρω πότητος, ἐκάθισεν ὁ λόγος ἐπὶ ταύτην καὶ ἄνθρωπος ἄνος ἐ πεφάνη· ἵνα χειμαζομένην αὐτὴν περισώση διὰ τῆς κυβερνήσεως αὐτοῦ καὶ ἀγαθότητος· ἀλλ’ ἴσως συγκα ταθήσονται μὲν τούτοις, αἰσχυνόμενοι· θελήσουσι δὲ ῀ λέγειν, ὅτι ἔδει τὸν θεὸν θν παιδεῦσαι καὶ σῶσαι θέλοντα ῀ τοὺς ἀνθρώπους ἀνους , νεύματι μόνον ποιῆσαι καὶ μὴ σώμα ῀ τος ἅψασθαι τὸν τούτου λόγον· ὥσπερ οὖν καὶ πάλαι ῀ πεποίηκεν ὅτε ἐκ τοῦ μὴ ὄντος αὐτὰ συνίστη· πρὸς δ ὴ ταύτην αὐτῶν τὴν ἀντίθεσιν, εἰκότως ἂν λεχθείη ταῦτα· ὅτι πάλαι μὲν οὐδενὸς οὐδαμοῦ ὑπάρχον τος, νεύματος γέγονε χρεία καὶ βουλήσεως μόνης εἰς τὴν τοῦ παντὸς δημιουργίαν· ὅτε δὲ γέγονεν ὁ ἄνθρωπος ἄνος καὶ χρεία ἀπῄτησεν οὐ τὰ μὴ ὄντα· ἀλλὰ τὰ γενόμενα θεραπεῦσαι, ἀκόλουθον ἦν ἐν τοῖς ἤδη γενομένοις, τὸν ἰατρὸν καὶ σωτῆρα σρα παραγενέσθαι· ἵνα καὶ τὰ ὄντα θεραπεύση· γέγονε δὲ ὁ ἄνθρωπος ἄνος · διὰ τοῦτο καὶ ἐν ἀνθρωπείω ὀργάνω· κέχρηται τῶ σώματι· ἐπεὶ, εἰ μὴ τοῦτον γενέσθαι ἔδει τὸν τρόπον, πῶς ἔδει τὸν λόγον ὀργάνω θέλοντα χρήσασθαι παραγε νέσθαι· ἢ, πόθεν ἔδει τοῦτο λαβεῖν αὐτόν· εἰ μὴ ἐκ τῶν ἤδη γενομένων καὶ χρηζόντων τῆς αὐτοῦ θειότητος διὰ τοῦ ὁμοίου· οὐδὲ γὰρ τὰ οὐκ ὄντα ἔχρηζε σω τηρίας, ἵνα καὶ προστάξει μόνον ἀρκεσθῆ· ἀλλ’ ὁ ἤδη γενόμενος ἄνθρωπος ἄνος , ἐφθείρετο· καὶ παραπώλλυτο· ὅθεν εἰκότως ἀνθρωπίνω ἀνίνω κέχρηται καλῶς ὀργάνω· καὶ εἰς πάντα ἑαυτὸν ἥπλωσεν ὁ λόγος· ἔπειτα καὶ τ οῦτο ἰστέον· ὅτι ἡ γενομένη φθορὰ, οὐκ ἔξωθεν ἦν τοῦ σώματος· ἀλλ’ αὐτῶ προσεγεγόνει, καὶ ἀνάγκη ἦν ἀντὶ τῆς φθορᾶς, ζωὴν αὐτῶ προσπλακῆναι· ἵνα ὥσπερ ἐν τῶ σώματι γέγονεν ὁ θάνατος, οὕτως ἐν αὐτῶ γένηται καὶ ἡ ζωή· εἰ μὲν οὖν ἔξωθεν ἦν ὁ θάνα τ ος τοῦ σώματος, ἔξωθεν ἔδει καὶ τὴν ζωὴν αὐτοῦ γε γονέναι· εἰ δὲ ἐν τῶ σώματι συνεπλάκη ὁ θάνατος καὶ ὡς συνὼν αὐτὸ κατεκράτει τούτου, ἀνάγκη καὶ τὴν ζωὴν συμπλακῆναι τῶ σώματι· ἵνα ἀντενδυ θὲν τὸ σῶμα τὴν ζωὴν, ἀποβάλη τὴν φθοράν· ἄ λλως τε· εἰ καὶ ἐγεγόνει ἔξω τοῦ σώματος ὁ λόγος καὶ μὴ ἐν αὐτῶ, ὁ μὲν θάνατος, ἡττᾶτο ὑπ’ αὐτοῦ φυ σικώτατα· ἅτε δὴ μὴ ἰσχύοντος τοῦ θανάτου, κατὰ τῆς ζωῆς, οὐδὲν ἧττον δὲ ἔμενεν ἐν τῶ σώμα τι ἡ προσγενομένη φθορά· διὰ τοῦτο εἰκότως ἐνε δύσατο σῶμα ὁ σωτὴρ σὴρ · ἵνα συμπλακέντος τοῦ σώμα τος· τῆ ζωῆ, μηκέτι ως θνητὸν ἀπομείνη ἐν τῶ θανά τω· ἀλλ’ ὡς ἐνδυσάμενον τὴν ἀθανασίαν· λοιπὸν ἀ ναστὰν, ἀθάνατον διαμείνη· ἅπαξ γὰρ ἐνδυσάμενον φθορὰν, οὐκ ἂν ἀνέστη εἰ μὴ ἐνεδύσατο τὴν ζωήν· καὶ πάλιν· θάνατος καθ’ ἑαυτὸν οὐκ ἂν φανείη· εἰ μὴ ἐν τῶ σώματι· διὰ τοῦτο ἐνεδύσατο σῶμα· ἵνα τὸν θάνα τον ἐν τῶ σώματι εὑρὼν, ἀπαλείψη· πῶς γὰρ ἂν ὅλως ὁ κύριος κς ἐδείχθη ζωὴ, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε· καὶ ὥσ π ερ τῆς καλάμης ὑπὸ πυρὸς φύσει φθειρομένης, εἰ κω λύει τις τὸ πῦρ ἀπὸ τῆς καλάμης· οὐ καίεται μὲν ἡ καλάμη· μένει δὲ ὅλως πάλιν καλάμη, ἡ καλάμη ὑποπτεύουσα τὴν τοῦ πυρὸς ἀπειλήν· φύσει γάρ ἐστιν ἀ ἀναλωτικὸν αὐτῆς τὸ πῦρ· εἰ δέ τις ἐνδιδύσκει τὴν καλάμην ἀμιάντω πολλῶ· ὃ δὴ, λέγεται ἀντιπαθὲς εἶναι τοῦ πυρὸς, οὐκέτι τὸ πῦρ φοβεῖται ἡ καλάμη ἔχουσα τὴν ἀσφάλειαν ἐκ τοῦ ἐνδύματος τοῦ ἀ καύστου, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ σώμα τος καὶ ἐπὶ τοῦ θανάτου ἄν τις εἴποι· ὅτι εἰ προστά ξει μόνον κωλυθεὶς ἦν ὁ θάνατος ὑπ’ αὐτοῦ, οὐδὲν ἧττον πάλιν ἦν θνητὸν καὶ φθαρτὸν κατὰ τὸν τῶν σωμάτων λόγον· ἀλλ’ ἵνα μὴ τοῦτο γένηται, ἐνε δύσατο τὸν ἀσώματον τοῦ θεοῦ θῦ λόγον· καὶ οὕτως οὐκέτι τὸν θάνατον οὐδὲ τὴν φθορὰν, φοβεῖται· ἔ χον ἔνδυμα τὴν ζωὴν καὶ ἐν αὐτῶ ἀφανιζομένης τῆς φθορᾶς· οὐκοῦν ἀκολούθως ὁ τοῦ θεοῦ θῦ λόγος· σ ῶμα ἀνέλαβε καὶ ἀνθρωπίνω ἀνίνω ὀργάνω κέχρηται, ἵνα καὶ ζωοποιήση τὸ σῶμα· καὶ ἵν’ ὥσπερ ἐν τῆ κτίσει διὰ τῶν ἔργων γνωρίζεται, οὕτως καὶ ἐν ἀνθρώπω ἀνω ἐρ γάσηται· καὶ δείξη ἑαυτὸν πανταχοῦ· μηδὲν ἔρη μον τῆς ἑαυτοῦ θειότητος καὶ γνώσεως καταλιμπά νων· πάλιν γὰρ το αὐτό φημι τοῖς πρότερον ἐπα ναλαβὼν· ὅτι τοῦτο πεποίηκεν ὁ σωτὴρ σὴρ · ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρὼν, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώση· ἧ φησὶ καὶ ἡ θεία γραφή· ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶ ναι τὸν κύριον κν · εἴτε γάρ τις ἀναβλέπειν εἰς τὸν οὐρανὸν οὐνὸν βούλεται, ὁρᾶ τὴν τούτου διακόσμησιν· εἴτε οὐ δύναται μὲν εἰς τὸν οὐρανὸν οὐνὸν · εἰς ἀνθρώπους ἀνους δὲ μόνον ἀ νακύπτει, ὁρᾶ διὰ τῶν ἔργων τὴν ἀσύγκριτον αὐ τοῦ πρὸς ἀνθρώπους ἀνους δύναμιν· καὶ γινώσκει τοῦτον ἐν ἀνθρώποις ἀνοις μόνον θεὸν θν λόγον· εἴτε ἐν δαίμοσί τις ἀ πεστράφη καὶ περὶ τούτου ἐπτόηται, ὁρᾶ τοῦτον ἐλαύνοντα τούτους, καὶ κρίνει τοῦτον αὐτῶν εἶναι δεσπότην· εἴτε εἰς τὴν ὑδάτων βεβύθισται φύσιν καὶ νομίζει ταῦτα θεὸν θν εἶναι ὥσπερ αἰγύπτιοι σέβουσι τὸ ὕδωρ, ὁρᾶ ταύτην μεταβαλλομένην ὑπ’ αὐτοῦ, καὶ γινώσκει τούτων εἶναι κτίστην, τὸν κύριον κν · εἰ δὲ καὶ εἰς ᾅδην τίς κατέβη καὶ πρὸς τοὺς ἐκεῖ κατελθόν τας ἥρωας ἐπτόηται ὡς θεοὺς, ἀλλ’ ὁρᾶ τὴν τούτου γενομένην ἀνάστασιν καὶ τὴν κατὰ τοῦ θανάτου νί κην καὶ λογίζεται ἐν ἐκείνοις μόνον εἶναι τὸν χριστὸν χν ἀ ληθινὸν κύριον κν καὶ θεὸν θν · πάντων γὰρ τῶν τῆς κτίσε ω ς μερῶν ἥψατο ὁ κύριος κς , καὶ τὰ πάντα, πάσης ἀπά της ἠλευθέρωσε· καὶ ἤλεγξεν ὡς π αῦ λος φησίν· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐθριάμβευσεν ἐν τῶ σταυρῶ στρῶ , ἵνα μηκέτι τίς ἀπα τηθῆναι δυνηθῆ· ἀλλὰ πανταχοῦ τὸν ἀληθινὸν τοῦ θεοῦ θῦ λόγον εὕρη· οὕτω γὰρ λοιπὸν πανταχόθεν συγκλειόμενος ὁ ἄνθρωπος ἄνος · καὶ πανταχοῦ· τοῦτέστιν, ἐν οὐρανῶ οὐνῶ · ἐν ἅδη· ἐν ἀνθρώπω ἀνω · ἐπὶ γῆς ἡπλωμένην τὴν τοῦ λόγου θειότητα βλέπων· οὐκ ἔτι μὲν ἀπατᾶται περὶ θεοῦ θῦ μόνον δὲ τοῦτον προσκυνεῖ· καὶ δι’ αὐτοῦ καλῶς τὸν πατέρα πρα γινώσκει· τούτοις μὲν οὖν καὶ ἕλληνες εἰκότως δυσωπηθήσονται παρ’ ἡμῶν ἐκ τῶν εὐ λόγων· εἰ δὲ μὴ αὐτάρκεις εἶναι τοὺς λόγους ἡγοῦν ται πρὸς αἰσχύνην αὐτῶν, κἂν ἐκ τῶν ἐπ’ ὄψεσι πάντων φαινομένων· πιστούσθωσαν τὰ λεγόμε να· πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο κ αταλιμπάνειν οἱ ἄνθρωποι ἄνοι · εἰ μὴ ἀφ’ οὗ γέγονεν ὁ ἀληθι νὸς τοῦ θεοῦ θῦ λόγος ἐν ἀνθρώποις ἀνοις · πότε δὲ τὰ παρ’ ἕλλη σι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένω ται· εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ σωτήρ σήρ · πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ π οιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες ὡς μόνον ὄν τες ἄνθρωποι ἄνοι θνητοὶ· εἰ μὴ ἀφ’ οὗ ὁ κύριος κς τὸ κατὰ τοῦ θα νάτου τρόπαιον εἰργάσατο· καὶ ὅπερ ἔλαβε σῶ μα τετήρηκεν ἄφθαρτον· ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν· πότε δὲ ἡ δαιμόνων ἀπάτη καὶ μανία κατεφρονήθη· εἰ μὴ ὅτε ἡ τοῦ θεοῦ θῦ δύναμις· ὁ λόγος ὁ πάντων καὶ τούτων δεσπότης διὰ τὴν τῶν ἀνθρώπων ἀνων ἀσθένειαν συγκαταβὰς ἐπὶ γῆς ἐφά νη· πότε δὲ τῆς μαγείας ἡ τέχνη καὶ τὰ διδασ καλεῖα, ἤρξαντο καταπατεῖσθαι, εἰ μὴ ὅτε τὰ θεοφάνια τοῦ λόγου γέγονεν ἐν ἀνθρώποις ἀνοις · καὶ ὅλως πότε τῶν ἑλλήνων ἡ σοφία μεμώραται· εἰ μὴ ὅτε ἡ ἀληθὴς τοῦ θεοῦ θῦ σοφία ἐπὶ γῆς ἑαυτὴν ἐφα νέρωσε· πάλαι μὲν γὰρ πᾶσα ἡ οἰκουμένη καὶ π ᾶς τόπος τῆ θρησκεία τῶν εἰδώλων ἐπλα νᾶτο· καὶ οὐδὲν ἄλλο ἢ τὰ εἴδωλα θεοὺς ἐνό μιζον οἱ ἄνθρωποι ἄνοι · νῦν δὲ κατὰ πᾶσαν τὴν οἰκουμέ νην· τὴν μὲν τῶν εἰδώλων δεισιδαιμονίαν καταλιμ πάνουσιν οἱ ἄνθρωποι ἄνοι · ἐπὶ δὲ τὸν χριστὸν χν καταφεύγουσι· καὶ θεὸν θν αὐτὸν προσκυνοῦντες, δι’ αὐτοῦ καὶ ὃν οὐκ ἤδεισαν πατέρα πρα γινώσκουσι· καὶ τό γε θαυμαστόν· διαφόρων ὄντων κ αὶ μυρίων σεβασμάτων· καὶ ἑκάστου τόπου τὸ ἴδιον ἔχοντος εἴδωλον· καὶ μὴ ἰσχύοντος τοῦ παρ’ αὐτοῖς λεγομένου θεοῦ· τὸν πλησίον ὑπερβῆναι τόπον· ὥστε καὶ τοὺς ἐκ γειτόνων πεῖσαι σέβειν αὐτόν· ἀλλὰ μόλις καὶ ἐν τοῖς ἰδίοις θρησκευομένου· οὐδεὶς γὰρ ἄλλος τὸν τοῦ γείτονος ἐσέβετο θεὸν θν · ἀλλ’ ἕκαστος τὸ ἴδιον ἐφύλαττεν εἴδωλον· νομίζων τῶν πάντων αὐτὸ κύριον εἶναι, μόνος ὁ χριστὸς χς παρὰ πᾶσιν εἷς καὶ πανταχοῦ ὁ αὐτὸς προσκυνεῖται· καὶ ὃ μὴ δεδύνηται τῶν εἰδώ λων ἡ ἀσθένεια ποιῆσαι, τοῦτο ὁ χριστὸς χς πεποίηκεν· οὐ μόνον τοὺς πλησίον ἀλλὰ καὶ πᾶσαν ἁπλῶς τὴν οἰκουμέ νην πείσας ἕνα καὶ τὸν αὐτὸν κύριον κν σέβειν· καὶ δι’ αὐτοῦ τὸν θεὸν θν τὸν αὐτοῦ πατέρα πρα · καὶ πάλαι μὲν τὰ παν τ αχοῦ, τῆς ἀπάτης τῶν μαντείων, ἐπεπλήρωτο· καὶ τὰ ἐν δελφοῖς καὶ δωδώνη καὶ βοιωτία· καὶ λυκία· καὶ λιβύη· καὶ αἰγύπτω· καὶ καβίροις μαντεύματα, καὶ ἡ πυθία· ἐθαυμάζοντο τῆ φαντασίᾳ παρα τῶν ἀνθρώπων ἀνων · νῦν δὲ ἀφ’ οὗ χριστὸς χς καταγγέλλεται πανταχοῦ, πέ παυται καὶ τούτων ἡ μανία· καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος· καὶ πάλαι μὲν δαίμονες ἐ φαντασ ιο κόπουν τους ἀνθρώπους ἀνους · προκαταλαμβάνον τες· πηγὰς ἢ ποταμους ἢ ξύλα· ἢ λίθους· καὶ οὕτως ταῖς μαγγανείαις ἐξέπληττον τοὺς ἄφρονας· νῦν δὲ, τῆς θείας ἐπιφανείας τοῦ λόγου γεγενημένης, πέπαυται τούτων ἡ φαντασία· τῶ γὰρ σημείω τοῦ σταυροῦ στροῦ καὶ μόνον ὁ ἄνθρωπος ἄνος χρώμενος, ἀπελαύνει τούτων τὰς ἀπάτας· καὶ πάλαι μὲν τοὺς παρὰ ποι η ταῖς λεγομένους θεοὺς· δία καὶ κρόνον· καὶ ἀπόλλωνα καὶ ἥρωας, ἐνόμιζον οἱ ἄνθρωποι ἄνοι θεοὺς· καὶ τούτους ἐπλα νῶντο σέβοντες· ἄρτι δὲ τοῦ σωτῆρος σρς ἐν ἀνθρώποις ἀνοις φανέν τος, ἐκεῖνοι μὲν, ἐγυμνώσθησαν ὄντες ἄνθρωποι ἄνοι θνητοί· μόνος δὲ ὁ χριστὸς χς ἐν ἀνθρώποις ἀνοις ἐγνωρίσθη· θεὸς θς ἀληθινοῦ θεοῦ θῦ θεὸς θς λόγος· τί δὲ περὶ τῆς θαυμαζομένης παρ’ αὐτοῖς μ αγείας ἄν τις εἴποι· ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν λόγον, ἴσχυε καὶ ἐνήργει παρ’ αἰγυπτίοις καὶ χαλ δαίοις καὶ ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῆ δὲ παρουσία τῆς ἀληθείας καὶ τῆ ἐπιφανεία τοῦ λόγου διηλέγχθη καὶ αὕτη καὶ κατηργήθη παντελῶς· π ερὶ δὲ τῆς ἑλληνικῆς σοφίας καὶ τῆς τῶν φιλοσόφων μεγαλοφωνίας, νομίζω μηδένα τοῦ παρ’ ἡμῶν δεῖ σθαι λόγου· ἐπ’ ὄψει πάντων ὄντος τοῦ θαύματος· ὅτι τοσαῦτα γραψάντων τῶν παρ’ ἕλλησι σοφῶν· καὶ μὴ δυνηθέντων πεῖσαι· κἂν, ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ’ ἀρετὴν βίου, μόνος ὁ χριστὸς χς δι’ εὐτελῶν ῥημάτων· καὶ δι’ ἀνθρώπων ἀνων οὐ κατὰ τὴν γλῶτταν σοφῶν, κατὰ πᾶσαν τὴν οἰκου μένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων ἀνων · κατα φρονεῖν μὲν, θανάτου φρονεῖν δὲ ἀθάνατα· καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν· εἰς δὲ τὰ αἰώνια ἀπο βλέπειν· καὶ μηδὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν, μό νης δὲ τῆς ἀθανασίας ἀντιποιεῖσθαι· ταῦτα δὲ τ ὰ λεγόμενα παρ’ ἡμῶν, οὐκ ἄχρι λόγων ἐστὶν· ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας, ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν· παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτω τῆς μὲν ἀρε τῆς τὸ γνώρισμα, ἐν ταῖς χριστοῦ χῦ παρθένοις· καὶ ἐν τοῖς σωφροσύνην ἀγνεύουσι νεωτέροις· τῆς δὲ ἀθανασίας τὴν πίστιν, ἐν τῶ τοσούτω τῶν μαρτύρων χορῶ· ἡ κ έτω δὲ καὶ ὁ πεῖραν τῶν προλεχθέντων βουλόμενος λαβεῖν· καὶ ἐπ’ αὐτῆς τῆς φαντασίας τῶν δαιμόνων· καὶ τῆς τῶν μαντειῶν ἀπάτης· καὶ τῶν τῆς μαγείας θαυμάτων, χρησάσθω τῶ σημειῶ τοῦ γελωμένου παρ’ αὐτοῖς σταυροῦ στροῦ · τὸν χριστὸν χν ὀνομάσας μόνον· καὶ ὄψε ται πῶς δι’ αὐτοῦ δαίμονες μὲν φεύγουσι· μαντεῖα δὲ παύεται· μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήρ γηται· τίς οὖν ἄρα καὶ πηλίκος ἐστὶν οὗτος ὁ χριστὸς χς ὁ τ ῆ ἑαυτοῦ ὀνομασία καὶ παρουσία τὰ πάντα παντα χόθεν ἐπισκιάσας καὶ καταργήσας· καὶ μόνος κατὰ πάντων ἰσχύων· καὶ πᾶσαν τὴν οἰκουμένην τῆς ἑαυτοῦ διδασκαλίας πληρώσας, λεγέτωσαν οἱ πάνυ γελῶντες καὶ οὐκ ἐρυθριῶντες ἕλληνες· εἰ μὲν γ ὰρ ἄνθρωπος ἄνος ἐστι, καὶ πῶς εἷς ἄνθρωπος ἄνος τὴν πάντων τῶν παρ’ ἑ αυτοῖς θεῶν δύναμιν ὑπερῆρε· καὶ οὐδὲν ἐκείνους ὄντας· τῆ ἑαυτοῦ δυνάμει διήλεγξεν· εἰ δὲ μάγον αὐ τὸν λέγουσι, πῶς οἷόν τέ ἐστιν, ὑπὸ μάγου καταργεῖσθαι πᾶσαν τὴν μαγείαν· καὶ μὴ μᾶλλον συνίστασθαι· εἰ μὲν γὰρ ἀνθρώπους ἀνους μάγους ἐνίκα· ἢ καθενὸς ἴσχυε μό νου, καλῶς ἂν ἐνομίσθη παρ’ αὐτοῖς κρείττονι τέχνη, τὴν τῶν ἄλλων ὑπερβάλλων· εἰ δὲ κατὰ πάσης ἁπλῶς μαγείας, καὶ αὐτοῦ τοῦ ὀνόματος αὐτῆς ᾔ ρατο τὴν νίκην ὁ τούτου σταυρὸς στρς , δῆλον ἂν εἴη, μὴ εἶναι μάγον τὸν σωτῆρα σρα · ὃν καὶ οἱ παρὰ τῶν ἄλλων μάγων ἐπι καλούμενοι δαίμονες, ὡς δεσπότην φεύγουσι· τίς οὖν ἄ ρά ἐστι λεγέτωσαν οἱ μόνον ἐν τῶ χλευάζειν ἔχοντες τὴν σπουδὴν ἕλληνες· ἴσως ἂν φήσαιεν, δαίμονα καὶ αὐτὸν γεγενῆσθαι· καὶ οὕτως ἰσχύειν· τοῦτο δὲ καὶ πάνυ λέγοντες, ὀφλήσουσι χλεύην· πάλιν ταῖς προ τέραις ἀποδείξεσι δυσωπεῖσθαι δυνάμενοι· πῶς γὰρ οἷόν τέ ἐστι δαίμονα εἶναι τὸν τοὺς δαίμονας ἀπελαύ νοντα· εἰ μὲν γὰρ ἁπλῶς δαίμονας ἤλαυνε, καλῶς ἂν ἐνομίσθη τῶ ἄρχοντι τῶν δαιμον ί ων ἰσχύειν αὐ τὸν κατὰ τῶν ἐλαττόνων· ὁποῖα καὶ ἰουδαῖοι θέ λοντες αὐτὸν ὑβρίζειν, ἔλεγον αὐτῶ· εἰ δὲ πᾶσα τ ῶν δαιμόνων μανία ἐξίσταται τῆ τούτου ὀνομασία καὶ διώκεται, φανερὸν ἂν εἴη καὶ ἐν τούτω πλα νᾶσθαι αὐτοὺς· καὶ μὴ εἶναι ὡς νομίζουσι, δαιμονικήν τινα δύναμιν, τὸν κύριον κν ἡμῶν καὶ σωτῆρα σρα χριστόν χν · οὐκοῦν εἰ μ ήτε ἄνθρωπος ἄνος ἁπλῶς· μήτε μάγος· μήτε δαίμων τίς ἐστιν ὁ σωτὴρ σὴρ · ἀλλὰ καὶ τὴν τῶν παρὰ ποιηταῖς ὑπόνοιαν καὶ δαιμόνων φαντασίαν καὶ ἑλλήνων σοφίαν τῆ αὐτοῦ θειότητι κατήργησε καὶ ἐπεσκίασε, φανερὸν ἂν εἴη καὶ παρὰ πᾶσιν ὁμολογηθήσεται, ὅτι οὗτος ἀληθῶς θεοῦ θῦ υἱός ἐστι· λόγος καὶ σοφία καὶ δύναμις τοῦ πατρὸς πρς ὑπάρ χων· διὰ τοῦτο γὰρ οὐδὲ ἀνθρώπινά ἀνίνά ἐστιν αὐτοῦ τὰ ἔργα· ἀλ λ’ ὑπὲρ ἄνθρωπον ἄνον · καὶ θεοῦ θῦ τῶ ὄντι γινώσκεται ταῦτα, καὶ ἀπ’ αὐτῶν τῶν φαινομένων· καὶ ἀπὸ τῆς πρὸς ἀνθρώπους ἀνους συγκρίσεως· τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἀνων ἐ κ παρθένου μόνης ἑαυτῶ συνεστήσατο σῶμα· ἢ τίς πώποτε ἀνθρώπων ἀνων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντων κύριος κς · τίς δὲ τὸ τῆ γενέσει ἐλλεῖπον ἀ ποδέδωκε καὶ ἐκ γενετῆς τυφλὸν ἐποίησε βλέπειν· ἀ σκληπιὸς ἐθεοποιήθη παρ’ αὐτοῖς, ὅτι τὴν ἰατρικὴν ἤσκησε· καὶ βοτάνας πρὸς τὰ πάσχοντα τῶν σωμά των ἐπενόει· οὐκ αὐτὸς ταῦτα πλάττων ἀπὸ γῆς, ἀλ λὰ τῆ ἐκ φύσεως ἐπιστήμη, ταύτας ἐφευρίσκων· τί δὲ πρὸς τὸ ὑπὸ τοῦ σωτῆρος σρς γενόμενον· ὅτι οὐ τραῦμα ἐθερά πευσεν· ἀλλὰ γένεσιν ἔπλασε· καὶ ἀπεκατέστησε το πλάσμα· ἡρ α κλῆς· ὡς θεὸς θς προσκυνεῖται παρ’ ἕλλησιν, ὅτι πρὸς ἴ σους ἀνθρώπους ἀνους ἀντεμαχέσατο καὶ θηρία δόλοις ἀνεῖλε, τί πρὸς τὰ ὑπὸ τοῦ λόγου γενόμενα, ὅτι νόσους καὶ δαί μονας καὶ θάνατον αὐτὸν ἀπήλαυνε τῶν ἀνθρώπων ἀνων · διό ν υσος θρησκεύεται παρ’ αὐτοῖς, ὅτι μέθης γέγονε δι δάσκαλος τοῖς ἀνθρώποις ἀνοις , ὁ δὲ σωτὴρ σὴρ τῶ ὄντι καὶ κύριος κς τοῦ παν τὸς, σωφροσύνην διδάξας, χλευάζεται παρ’ ἐκείνων· ἀ λλ’ ἔστω ταῦτα· τί καὶ πρὸς τὰ ἕτερα θαύματα τῆς θε ότητος αὐτοῦ· τίνος ἀποθνήσκοντος ἀνθρώπου ἀνου , ὁ μὲν ἥ λιος ἐσκοτίσθη· ἡ δὲ γῆ ἐσείετο· ἰδοὺ μέχρι νῦν, ἀποθνή σκουσι καὶ ἀπέθανον ἔτι ἄνθρωποι ἄνοι · πότε τί τοιοῦτον ἐπ’ αὐ τοῖς γέγονε θαῦμα· ἢ, ἵνα τὰς διὰ τοῦ σώματος αὐτοῦ πράξεις παραλίπω, καὶ τὰς μετὰ τὴν ἀνάστασιν αὐτοῦ μνημονεύσω, τίνος πώποτε τῶν γενομένων ἀνθρώπων ἀνων ἡ διδασκαλία· ἀπὸ περάτων γῆς ἕως περά των, μία καὶ ἡ αὐτὴ δι’ ὅλων ἴσχυσεν, ὥστε διὰ πά σης γῆς τὸ σέβας αὐτοῦ δ ια πτῆναι, ἢ, διατί εἴπερ ἄνθρωπός ἄ νός ἐστιν ὁ χριστὸς χς καὶ οὐ θεὸς θς λόγος κατ’ αὐτοὺς, οὐ κωλύεται ὑπὸ τῶν παρ’ αὐτοῖς θεῶν, εἰς τὴν αὐτὴν χώραν ἔν θα εἰσὶ· τὸ τούτου σέβας δ ια βῆναι· ἀλλὰ μᾶλλον αὐτὸς ὁ λόγος ἐπιδημῶν τῆ διδασκαλία ἑαυτοῦ, τὴν ἐκείνων θρησκείαν παύει· καὶ τὴν φαντασίαν αὐτῶν καταισχύνει· π ολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς· καὶ τύραννοι γῆς πολ λοὶ παρὰ χαλδαίοις ἱστοροῦνται· καὶ παρ’ αἰγυπτίοις καὶ ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς τούτων ποτὲ, οὐ λέγω μετὰ θάνατον, ἀλλὰ καὶ ἔτι ζῶν ἠδυνή θη τοσοῦτον ἰσχῦσαι, ὥστε τὴν σύμπασαν αὐτὸν γῆν πλη ρῶσαι τῆς αὐτοῦ διδασκαλίας· καὶ τοσοῦτον πλῆθος παιδεῦσαι ἀπὸ τῆς τῶν εἰδώλων δεισιδαιμονίας, ὅ σους ὁ ἡμέτερος σωτὴρ σὴρ εἰς ἑαυτὸν ἀπὸ τῶν εἰδώλων με τήνεγκεν· ἑλλήνων οἱ φιλόσοφοι μετὰ πιθανότη τ ος καὶ τέχνης λόγων, πολλὰ συνέγραψαν· τί οὖν τοσοῦτον ὅσον ὁ τοῦ χριστοῦ χῦ σταυρὸς στρὸς , ἐπεδείξαντο· ἄχρι γὰρ τελευτῆς αὐτῶν τὰ παρ’ αὐτῶν σοφίσματα, τὸ πι θανὸν ἔσχον· ἀλλὰ καὶ ὃ ἔδοξαν ζῶντες ἰσχύειν, ἐν ἀλλήλοις ἔσχον τὴν ἅμιλλαν· καὶ κατ’ ἀλλήλων μελετῶν τες ἐφιλονείκουν· ὁ δὲ τοῦ θεοῦ θῦ λόγος τὸ παραδοξό τ ατον· πτωχοτέραις ταῖς λέξεσι διδάξας, τοὺς πά νυ σοφιστὰς ἐπεσκίασε· καὶ τὰς μὲν ἐκείνων διδασκα λίας κατήργησε πάντας ἕλκων πρὸς ἑαυτόν· τὰς δὲ ἑαυτοῦ ἐκκλησίας πεπλήρωκε· καὶ τό γε θαυμα στόν· ὅτι ὡς ἄνθρωπος ἄνος εἰς τὸν θάνατον καταβὰς, τὴν τῶν σοφῶν μεγαλοφωνίαν περὶ εἰδώλων κατήργησε· τ ίνος γάρ ποτε θάνατος ἀπήλασε δαίμονας· ἢ τίνος ποτὲ θάνατον ἐφοβήθησαν δαίμονες ὡς τὸν χριστοῦ χῦ · ἔν θα γὰρ ὀνομάζεται τὸ ὄνομα τοῦ σωτῆρος σρς · ἐκεῖθεν πᾶς δαί μων ἀπελαύνεται· τίς δὲ οὕτως τὰ ψυχικὰ πάθη περ ι εῖλε τ ῶν ἀνθρώπων ἀνων , ὥστε τοὺς μὲν πόρνους σωφρονεῖν· τοὺς δὲ ἀνδροφόνους μηκέτι ξίφος κρατεῖν· τοὺς δὲ δειλία προκατεχομένους ἀνδρίζεσθαι· καὶ ὅλως, τίς τοὺς παρὰ βαρβάροις καὶ τοὺς κατὰ τόπον τῶν ἐθνῶν ἀνθρώπους ἀνους ἔπεισεν· ἀποθέσθαι μὲν τὴν μανίαν· εἰρηναῖα δὲ φρονεῖν, εἰ μὴ ἡ τοῦ χριστοῦ χῦ πίστις καὶ τὸ τοῦ σταυροῦ στροῦ σημεῖον· τίς δὲ ἄλλος περὶ ἀθανασίας οὕ τ ως ἐπιστώσατο τοὺς ἀνθρώπους ἀνους , ὡς ὁ τοῦ χριστοῦ χῦ σταυρὸς στρὸς · καὶ ἡ τοῦ σώματος ἀνάστασις αὐτοῦ· καίπερ γὰρ πάν τα ψευσάμενοι ἕλληνες, ὅμως οὐκ ἠδυνήθησαν ἀνά στασιν τῶν ἑαυτῶν εἰδώλων πλάσασθαι· οὐκ ἐνθυ μούμενοι τὸ σύνολον· εἰ ὅλως δυνατὸν, μετὰ θάνατον εἶναι πάλιν τὸ σῶμα· ἐφ’ ὧ καὶ μάλιστα ἄν τις αὐτοὺς ἀποδέξεται· ὅτι τοιαῦτα λογισάμενοι, τὴν μὲν ἀσθένειαν τῆς ἑαυτῶν εἰδωλολατρίας ἤλεγξαν τὸ δὲ δυνατὸν τῶ χριστῶ χῶ παρεχώρησαν· ἵνα καὶ ἐκ τού του γνωσθῆ παρὰ πᾶσι τοῦ θεοῦ θῦ υἱός· τίς οὖν ἀνθρώπων ἀνων μ ετὰ θάνατον ἢ ὅλως ζῶν, περὶ παρθενίας ἐδίδαξε· καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις ἀνοις · ἀλλ’ ὁ ἡμέτερος σωτὴρ σὴρ καὶ τῶν πάντων βασι λεὺς χριστὸς χς · τοσοῦτον ἴσχυσεν ἐν τῆ περὶ ταύτης διδασ καλία· ὡς καὶ παιδία μήπω τῆς νομίμης ἡλικίας ἐπιβάντα, τὴν ὑπὲρ τὸν νόμον ἐπαγγέλλεσθαι παρ θενίαν· τίς πώποτε ἀνθρώπων ἀνων ἠδυνήθη διαβῆναι το σ οῦτον καὶ εἰς σκύθας καὶ αἰθίοπας ἢ πέρσας· ἢ ἀρμενίους· ἢ γότθους· ἢ τοὺς ἐπέκεινα τοῦ ὠκεανοῦ λεγομένους· ἢ τοὺς ὑπὲρ τὴν ὑρκανίαν ὄντας, ἢ ὅλως τοὺς αἰγυπτίους καὶ χαλδαίους παρελθεῖν· τοὺς φρο νοῦντας μὲν μαγικὰ· δεισιδαίμονας δὲ ὑπὲρ τὴν φύ σιν· καὶ ἀγρίους τοῖς τρόποις· καὶ ὅλως κηρύξαι πε ρὶ ἀρετῆς καὶ σωφροσύνης, καὶ τῆς κατὰ εἰδώλων θρησκείας, ὡς ὁ πάντων κύριος κς · ἡ τοῦ θεοῦ θῦ δύναμις· ὁ κύριος κς ἡμῶν ἰησοῦς ἰς χριστός χς · ὃς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυτοῦ μα θητῶν· ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν τὴν μὲν τῶν τρόπων ἀγριότητα μεταθέσθαι· μηκέτι δὲ τοὺς πατρίους σέβειν θεοὺς· ἀλλ’ αὐτὸν ἐπιγινώ σκειν· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα θρησκεύειν· πάλαι μ ὲν γὰρ εἰδωλολατροῦντες ἕλληνες καὶ βάρβαροι, κατ’ ἀλλήλων ἐπολέμουν· καὶ ὠμοὶ πρὸς τοὺς συγγε νεῖς ἐτύγχανον· οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλατταν διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι· ἕνεκα τῆς πρὸς ἀλλήλους ἀκαταλ λάκτου μάχης· καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς δ ια γωγὴ, δι’ ὅπλων ἐγίνετο· καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας· καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι ὡς προεῖπον· εἰδώλοις ἐλάτρευον· καὶ δαίμοσιν ἔσπενδον θυσίας, καὶ ὅμως οὐδὲν ἐκ τῆς εἰδώλων δεισιδαιμονίας ἠδυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι· ὅτε δ ὲ εἰς τὴν χριστοῦ χῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ πα ραδόξως τῶ ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο· καὶ οὐκέ τι πολέμια φρονοῦσι· πάντα δὲ αὐτοῖς εἰρηναῖα· καὶ τὰ πρὸς φιλίαν καταθύμια λοιπόν ἐστι· τίς οὖν ὁ τ αῦτα ποιήσας· ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ πατρὸς πρς υἱός· ὁ κοινὸς πάντων σωτὴρ σὴρ ἰησοῦς ἰς χριστός χς · ὃς, τῆ ἑαυτοῦ ἀγάπη πάντα ὑπὲρ τῆς ἡμῶν σωτηρίας σρίας ὑπέστη· καὶ γὰρ καὶ ἄ νωθεν ἦν προφητευόμενον περὶ τῆς παρ’ αὐτοῦ πρυ τανευομένης εἰρήνης· λεγούσης τῆς γραφῆς· συγκό ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα· καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ οὐκ ἄπιστόν γε τὸ τοιοῦτον· ὅπου καὶ νῦν οἱ τὸ ἄγριον τ ῶν τρόπων ἔμφυτον ἔχοντες βάρβαροι· ἔτι μὲν θύοντες παρ’ αὐτοῖς τοῖς εἰδώλοις μαίνονται κατ’ ἀλλήλων· καὶ χωρὶς ξίφους, οὐδεμίαν ὥραν ἀνέχονται μένειν· ὅτε δὲ τῆς χριστοῦ χῦ διδασκαλίας ἀκούουσιν, εὐθέως ἀν τι μὲν πολέμων, εἰς γεωργίαν τρέπονται· ἀντὶ δὲ τοῦ ξίφεσι τὰς χεῖρας ὁπλίζειν, εἰς εὐχὰς ἐκτείνου σι· καὶ ὅλως ἀντὶ τοῦ πολεμεῖν πρὸς ἑαυτοὺς, λοι πὸν κατὰ διαβόλου καὶ κατὰ δαιμόνων ὁπλίζονται· σωφροσύνη καὶ ψυχῆς ἀρετῆ, τούτους καταπολεμοῦν τες· τοῦτο δὲ τῆς μὲν θειότητος τοῦ σωτῆρος σρς ἐστὶ γνώρισμα· ὅ τι ὃ μὴ δεδύνηνται ἐν εἰδώλοις μαθεῖν οἱ ἄνθρωποι ἄνοι · τοῦτο παρ’ αὐτοῦ μεμαθήκασι· τῆς δὲ δαιμόνων καὶ τῆς εἰδώλων ἀσθενείας καὶ οὐθενείας, ἔλεγχος οὐκ ὀλί γος ἐστὶν οὗτος· εἰδότες γὰρ ἑαυτῶν οἱ δαίμονες τὴν ἀσθένειαν, διὰ τοῦτο συνέβαλον πάλαι τοὺς ἀνθρώπους ἀνους καθ’ ἑαυτῶν πολεμεῖν· ἵνα μὴ παυσάμενοι τῆς κατ’ ἀλλήλων ἔριδος, εἰς τὴν κατὰ δαιμόνων μάχην ἐπιστρέψωσιν· ἀμέλει μὴ πολεμοῦντες π ρὸς ἑαυτοὺς οἱ χριστῶ χῶ μαθητευόμενοι, κατὰ δαιμό νων τοῖς τρόποις καὶ ταῖς κατ’ ἀρετὴν πράξεσιν ἀ ντιπαρατάσσονται· καὶ τούτους μὲν διώκου σι· τὸν δὲ τούτων ἀρχηγὸν διάβολον, καταπαίζουσιν· ὥστε ἐν νεότητι μὲν, σωφρονεῖν· ἐν πειρασμοῖς δὲ ὑπομένειν· ἐν πόνοις δὲ καρτερεῖν· καὶ ὑβρι ζομένους μὲν, ἀνέχεσθαι· ἀποστερουμένους δὲ κα ταφρονεῖν· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ θανάτου καταφρονοῦσι· καὶ γίνονται μάρτυρες χριστοῦ χῦ · καὶ ἵ να ἓν ὃ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότη τος τοῦ σωτῆρος σρς εἴπω; τίς πώποτε ἄνθρωπος ἄνος ἁπλῶς· ἢ μάγος, ἢ, τύραννος, ἢ βασιλεὺς, ἐφ’ ἑαυτοῦ τοσοῦτον ἠ δυνήθη βαλεῖν· καὶ καθ’ ὅλης τῆς εἰδωλ ολ ατρίας· καὶ πάσης δαιμονικῆς στρατιᾶς· καὶ πάσης μαγείας καὶ πάσης σοφίας ἑλλήνων τοσοῦτον ἰσχυόντων· καὶ ἔτι ἀκμαζόντων καὶ ἐκπληττόντων πάντας, ἀντι μάχεσθαι· καὶ μιᾶ ῥοπῆ κατὰ πάντων ἀντιστῆναι· ὡς ὁ ἡμέτερος κύριος κς ὁ τοῦ θεοῦ θῦ ἀληθὴς λόγος· ὃς ἀοράτως ἑκάστου τὴν πλάνην ἐλέγχων· μόνος παρὰ πάντων τοὺς πάντας ἀνθρώπους ἀνους σκυλεύει· ὥστε τοὺς μὲν τὰ εἴδωλα προσκυνοῦντας, λοιπὸν αὐτὰ καταπατεῖν· τοὺς δὲ μαγείαις θαυμασθέντας, τὰς βίβλους κατακαίειν· τοὺς δὲ σοφοὺς τὴν τῶν εὐαγγελίων προκρίνειν πάν των ἑρμηνείαν· οὓς μὲν γὰρ πρότερον προσεκύ νουν, τούτους καταλιμπάνουσιν· ὃν δὲ ἐχλεύαζον ἐ σταυρωμένον, τοῦτον προσκυνοῦσι θεὸν θν αὐτὸν ὁμολο γοῦντες· ῀ καὶ οἱ μὲν παρ’ αὐτοῖς λεγόμενοι θεοὶ, τῶ ση μείω τοῦ σταυροῦ στροῦ διώκονται· ὁ δὲ σταυρω στρω θεὶς σωτὴρ σὴρ , ἐν πά ση τῆ οἰκουμένη θεὸς θς ἀναγορεύεται καὶ θεοῦ θῦ υἱός· καὶ οἱ μὲν, παρ’ ἕλλησι προσκυνούμενοι θεοὶ, ὡς αἰσχροὶ διαβάλ λονται παρ’ αὐτῶν· οἱ δὲ τὴν χριστοῦ χῦ λαμβάνοντες διδασκα λίαν, σωφρονέστερον ἐκείνων ἔχουσι τὸν βίον· ταῦ τ α οὖν· καὶ τὰ τοιαῦτα εἰ μὲν ἀνθρώπινά ἀνίνά ἐστι, δεικνύτω τίς ὁ βουλόμενος καὶ τὰ τῶν προτέρων τοιαῦτα, καὶ πει θέτω· εἰ δὲ μὴ ἀνθρώπων ἀνων ἀλλὰ θεοῦ θῦ ἔργα ταῦτα φαίνεται· καί εἰσὶ, διατί τοσοῦτον ἀσεβοῦσιν οἱ ἄπιστοι, μὴ ἐπιγινώσκοντες τὸν ταῦτα ἐργασάμενον δεσπότην· ὅμοιον γὰρ πάσχουσιν ὡς εἴ τις ἐκ τῶν ἔργων τῆς κτίσεως μὴ γινώσκοι τὸν τούτων δημιουργὸν θεόν θν · εἰ γὰρ ἐκ τῆς εἰς τὰ ὅλα αὐτοῦ δυνάμεως ἐγίνωσκον αὐτοῦ τὴν θεότητα, ἔγνωσαν ἂν, ὅτι καὶ τὰ διὰ τοῦ σώματος ἔργα τοῦ χριστοῦ χῦ , οὐκ ἀνθρώπινα ανίνα · ἀλλὰ τοῦ πάντων σωτῆρος σρς ἐστὶ τοῦ θεοῦ θῦ λόγου· γινώσκοντες δὲ οὕτως καθάπερ εἶπεν ὁ παῦλος, οὐκ ἂν τὸν κύριον κν τῆς δόξης ἐ σταύρω στρώ σαν· ὥ σπερ οὖν εἴ τις ἀόρατον ὄντα τῆ φύσει τὸν θεὸν θν · καὶ μη δόλως ὁρώμενον εἰ θέλοι ὁρᾶν· ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει, οὕτως ὁ μὴ ὁρῶν τῆ διανοία τὸν χριστόν χν , κἂν ἐκ τῶν ἔργων τοῦ σώματος καταμανθανέτω τοῦτον· καὶ δοκιμαζέτω εἰ ἀνθρώπινά ἀνίνά ἐστιν ἢ θεοῦ θῦ · καὶ ἐὰν μὲν ἀνθρώπινα ἀνίνα ἦ, χλευαζέτω· εἰ δὲ μὴ ἀνθρώπινά ἀνίνά ἐστιν ἀλλὰ θεοῦ θῦ γινώσκεται, μὴ γελάτω τὰ ἀχλεύα στα· ἀλλὰ μᾶλλον θαυμαζέτω, ὅτι διὰ τοιούτου πράγμα τος εὐτελοῦς, τὰ θεῖα ἡμῖν πεφανέρωται· καὶ διὰ τοῦ θανάτου, ἡ ἀθανασία εἰς πάντας ἔφθασε· καὶ διὰ τῆς ἐνανθρωπήσεως τοῦ λόγου, ἡ τῶν πάντων ἐ γνώσθη πρόνοια· καὶ ὁ ταύτης χορηγὸς καὶ δημι ουργὸς αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος· αὐτὸς γὰρ ἐνηνθρώπη σεν, ἵνα ἡμεῖς θεοποιηθῶμεν· καὶ αὐτὸς ἐφανέ ρωσεν ἑαυτὸν διὰ σώματος, ἵνα ἡμεῖς τοῦ ἀοράτου πατρὸς πρς ἔννοιαν λάβωμεν· καὶ αὐτὸς ὑπέμεινε τὴν πα ρ’ ἀνθρώπων ἀνων ὕβριν, ἵνα ἡμεῖς ἀφθαρσίαν κληρονομήσω μεν· ἐβλάπτετο μὲν γὰρ αὐτὸς οὐδὲν, ἀπαθὴς καὶ ἄ φθαρτος καὶ αὐτ ολ όγος ὢν, καὶ θεός θς · τοὺς δὲ πάσχον τας ἀνθρώπους ἀνους δι’ οὓς καὶ ταῦτα ὑπέμεινεν, ἐν τῆ ἑαυ τοῦ ἀπαθεία ἐτήρει καὶ δ ιέ σωζε· καὶ ὅλως τὰ κατορ θ ώματα τοῦ σωτῆρος σρς τὰ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενόμενα, τοιαῦτα καὶ τοσαῦτά ἐστιν· ἃ εἰ διηγήσα σθαί τις ἐθελήσειεν, ἕοικε τοῖς ἀφορῶσιν εἰς τὸ πέλα γος τῆς θαλάσσης καὶ θέλουσιν ἀριθμεῖν τὰ κύματα ταύτης· ὡς γὰρ οὐ δύναται τοῖς ὀφθαλμοῖς περι λ αβεῖν τὰ ὅλα κύματα· τῶν ἐπερχομένων παριόντων τὴν αἴσθησιν τοῦ πειράζοντος, οὕτως καὶ τῶ βουλο μένω πάντα τὰ ἐν σώματι τοῦ χριστοῦ χῦ κατορθώματα περιλαβεῖν, ἀδύνατα τὰ ὅλα κἀν τῶ λογισμῶ δέ ξασθαι, πλειόνων ὄντων τῶν παριόντων αὐτοῦ τὴν ἐνθύμησιν, ὧν αὐτὸς νομίζει περιειληφέναι· κ άλλιον οὖν μὴ πρὸς τὰ ὅλα ἀφορῶντα λέγειν· ὧν οὐδὲ μέρος ἐξειπεῖν τις δύναται· ἀλλ’ ἔτι ἑνὸς μνημονεῦ σαι, καὶ σοὶ καταλιπεῖν τὰ ὅλα θαυμάζειν· πάντα γὰρ ἐπίσης ἔχει τὸ θαῦμα· καὶ ὅποι δ’ ἄν τις ἀποβλέ ψη ἐκεῖθεν τοῦ λόγου τὴν θειότητα βλέπων ὑπερ εκπλήττεται· τοῦτο οὖν μετὰ τὰ προειρημένα, καταμαθεῖν σε ἄξιόν ἐστι· καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέν των θέσθαι καὶ θαυμάσαι λίαν· ὅτι τοῦ σωτῆρος σρος ἐπιδημή σαντος οὐκέτι μὲν ηὔξησεν ἡ εἰδωλολατρία· καὶ ἡ οὖσα δὲ ἐλαττοῦται καὶ κατ’ ὀλίγον παύεται καὶ οὐκέτι μὲν ἡ ἑλλήνων σοφία προκόπτει· καὶ ἡ οὖσα δὲ λοιπὸν ἀφανίζεται· καὶ δαίμονες μὲν, οὐκέτι φαντασίαις καὶ μαντείαις καὶ μαγείαις ἀπατῶσι· μόνον δὲ τολ μῶντες καὶ ἐπιχειροῦντες, καταισχύνονται τῶ σημεί ω τοῦ σταυροῦ στροῦ · καὶ συλλήβδην εἰπεῖν, θεώρει πῶς ἡ μὲν τ οῦ σωτῆρος σρς διδασκαλία πανταχοῦ αὔξει· πᾶσα δὲ εἰδω λολατρία καὶ πάντα τὰ ἐναντιούμενα τῆ χριστοῦ χῦ πίστει, καθ’ ἡμέραν ἐλαττοῦται καὶ ἐξασθενεῖ καὶ πίπτει· οὕ τ ω δὲ θεωρῶν, προσκύνει μὲν τὸν ἐπὶ πάντων σω τῆρα καὶ δυνατὸν θεὸν θν λόγον· καταγίνωσκε δὲ τῶν ἐλατ τουμένων καὶ ἀφανιζομένων ὑπ’ αὐτοῦ· ὡς γὰρ ἡλίου παρόντος οὐκέτι τὸ σκότος ἰσχύει· ἀλλὰ καὶ εἴ πού ἐστι περιλειπόμενον ἀπελαύνεται, οὕτως ἐλθούσης τῆς θείας ἐπιφανείας τοῦ θεοῦ θῦ λόγου, οὐκέτι μὲν ἰσχύει τὸ τῶν εἰδώλων σκότος· πάντα δὲ τὰ πανταχοῦ τῆς οἰκουμέ νης μέρη· τῆ τούτου διδασκαλία καταλάμπεται· καὶ ὥ σπερ βασιλεύοντός τινος, καὶ μὴ φαινομένου ἔν τινι χώρα· ἀλλ’ ἔνδον ὄντος ἐν τῶ ἑαυτοῦ οἴκω· πολ λάκις τινὲς ἄτακτοι· καταχρώμενοι τῆ τούτου ἀναχω ρήσει ἑαυτοὺς ἀναγορεύουσι· καὶ ἕκαστος κατασχημα τισάμενος, τοὺς ἀκεραίους φαντασιοκοπεῖ ὡς βασιλεὺς· καὶ οὕτως πλανῶνται οἱ ἄνθρωποι ἄνοι · τῶ ὀνόματι ἀκούοντες μὲν εἶναι βασιλέα· οὐχ’ ὁρῶντες δὲ αὐτὸν διὰ τὸ μάλιστα μὴ δὲ δύνασθαι αὐτοὺς ἔσω τοῦ οἴκου χωρῆσαι· ἐπειδὰν δὲ ὁ ἀληθῶς βασιλεὺς προέλθη καὶ φανῆ· τότε οἱ μὲν ἀπατῶντες ἄτακτοι ἐλέγχονται τῆ τούτου παρουσία· οἱ δὲ ἄνθρωποι ἄνοι ὁρῶντες τὸν ἀλη θῶς βασιλέα καταλιμπάνουσι τοὺς πάλαι πλα νῶντας αὐτοὺς· οὕτως καὶ πάλαι μὲν, ἠπάτων οἱ δαί μονές τε καὶ ἄνθρωποι ἄνοι θεοῦ θῦ τιμὴν ἑαυτοῖς περιτιθέντες· ὅ τε δὲ ἐπεφάνη ὁ τοῦ θεοῦ θῦ λόγος ἐν σώματι· καὶ ἐγνώρι σεν ἡμῖν τὸν ἑαυτοῦ πατέρα πρα , τότε δὴ· ἡ μὲν τῶν δαιμό νων ἀπάτη ἀφανίζεται καὶ παύεται· οἱ δὲ ἄνθρωποι ἄνοι ἀφορῶντες εἰς τὸν ἀληθινὸν τοῦ πατρὸς πρς θεὸν θν λόγον, κα ταλιμπάνουσι τὰ εἴδωλα· καὶ λοιπὸν ἐπιγινώσκου σι τὸν ἀληθινὸν θεὸν θν · τοῦτο δὲ γνώρισμα τοῦ εἶναι τ ὸν χριστὸν χν θεὸν θν λόγον καὶ θεοῦ θῦ δύναμίν ἐστι· τῶν γὰρ ἀνθρωπίνων ἀνίνων παυομένων· καὶ μένοντος τοῦ ῥήματος χριστοῦ χῦ , δῆλόν ἐστι παρὰ πᾶσι· τὰ μὲν παυόμενα εἶναι πρόσκαιρα· τὸν δὲ μένοντα, εἶναι θεὸν θν καὶ θεοῦ θῦ υἱὸν ἀληθινὸν μο νογενῆ λόγον· ταῦτα μέν σοι παρ’ ἡμῶν δι’ ὀλίγων, ὅ σον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ χριστὸν χν π ίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας, ἀνατεθείσθω ὦ φιλόχριστε ἄνθρωπε ἄνε · σὺ δὲ· τὴν πρόφασιν ἐ κ τούτων λαβὼν εἰ ἐντυγχάνοις τοῖς τῶν γραφῶν γράμ μασι γνησίως αὐτοῖς ἐφιστάνων τὸν νοῦν, γνώση, πα ρ’ αὐτῶν τελειότερον μὲν καὶ τρανότερον τῶν λεχθέν των τὴν ἀκρίβειαν· ἐκεῖναι μὲν γὰρ διὰ θεολόγων ἀν δρῶν παρὰ θεοῦ θῦ ἐλαλήθησαν καὶ ἐγράφησαν· ἡμεῖς δὲ παρὰ τῶν αὐταῖς ἐντυγχανόντων θεοπνεύστων δι δασκάλων· οἳ καὶ μάρτυρες τῆς χριστοῦ χῦ θεότητος γεγόνα σι, μαθόντες, μεταδίδομεν καὶ τῆ σῆ φιλομαθία· γ νώση, δὲ καὶ τὴν δευτέραν αὐτοῦ πάλιν πρὸς ἡμᾶς ἔν δοξον καὶ θείαν ἀληθῶς ἐπιφάνειαν· ὅτε οὐκέτι με τὰ ταπεινότητος, ἀλλ’ ἐν τῆ ἰδία δόξη. ὅτε οὐκέτι με τ’ εὐτελείας· ἀλλ’ ἐν τῆ ἰδία μεγαλειότητι· ὅτε οὐκέτι παθεῖν· ἀλλὰ λοιπὸν τοῦ ἰδίου σταυροῦ στροῦ τὸν καρπὸν ἀποδοῦναι πᾶ σιν ἔρχεται· φημὶ δὴ τὴν ἀνάστασιν καὶ τὴν ἀφθαρσί αν· καὶ οὐκέτι μὲν κρίνεται· κρινεῖ δὲ τοὺς πάντας, πρὸς ἃ ἕκαστος ἔπραξε διὰ τοῦ σώματος, εἴτε ἀγα θὰ, εἴτε φαῦλα· ἔνθα τοῖς μὲν ἀγαθοῖς, ἀπόκειται βασιλεία οὐρανῶν οὐνῶν · τοῖς δὲ τὰ φαῦλα πράξασι, πῦρ αἰώνιον καὶ σκότος ἐξώτερον· οὕτω γὰρ καὶ αὐτὸς ὁ κύριος κς φησὶ· λέγω ὑμῖν· ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνοῦ ἐν τῆ δόξη τοῦ πατρός πρός · διὸ δὴ καὶ σω τήριός ἐστι λόγος εὐτρεπίζων ἡμᾶς εἰς ἐκείνην τὴν ἡμέ ραν, καὶ λέγων· γίνεσθε ἕτοιμοι καὶ γρηγορεῖτε· ὅτι ᾗ ὥρα οὐκ οἴδατε ἔρχεται· κατὰ γὰρ τὸν μακάριον παῦλον· τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ, ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ χῦ · ἵνα κομίσηται ἕκαστος πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν· εἴτε ἀγαθὸν εἴτε φαῦλον· ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς· καὶ τῆς κατὰ χριστὸν χν ἀρετῆς· ἵνα δι’ αὐτῆς ὁδεύσας ὁ νοῦς, τυχεῖν ὧν ὀρέγεται καὶ κα ταλαβεῖν δυνηθῆ, καθ’ ὅσον ἐφικτόν ἐστι τῆ ἀνθρώπων ἀνων φύσει· περὶ τοῦ θεοῦ θῦ λόγου μανθάνειν· ἄνευ γὰρ καθαρᾶς δια νοίας, καὶ τῆς πρὸς τοὺς ἁγίους τοῦ βίου μιμήσεως, οὐκ ἄν τις καταλαβεῖν δυνηθείη τοὺς τῶν ἁγίων λόγους· ὥ σπερ γὰρ εἴ τις ἐθελήσειεν ἰδεῖν τὸ τοῦ ἡλίου φῶς, πάντως τὸν ὀφθαλμὸν ἀποσμήχει· καὶ λαμπρύνει· σχε δὸν ὅμοιον τῶ ποθουμένω ἑαυτὸν διακαθαίρων· ἵνα οὕτως φῶς γενόμενος ὁ ὀφθαλμὸς τὸ τοῦ ἡλίου φῶς ἴ δη· ἢ ὡς εἴ τις θελήσειεν ἰδεῖν πόλιν ἢ χώραν· πάντως ἐπὶ τὸν τόπον ἀφικνεῖται, τῆς θέας ἕνεκεν, οὕτως ὁ θέλων τῶν θεολόγων τὴν διάνοιαν καταλαβεῖν, προ απονίψαι καὶ προαποπλῦναι τῶ βίω, τὴν ψυχὴν ὀφεί λει· καὶ πρὸς αὐτοὺς τοὺς ἁγίους ἀφικέσθαι, τῆ ὁμοι ότητι τῶν πράξεων αὐτῶν· ἵνα σὺν αὐτοῖς τῆ ἀγωγῆ τῆς συζήσεως γενόμενος, τὰ καὶ αὐτοῖς ἀποκαλυ φθέντα παρὰ θεοῦ θῦ , κατανοήση· καὶ λοιπὸν ὡς ἐκεί νοις συναφθεὶς, ἐκφύγη μὲν, τὸν τῶν ἁμαρτωλῶν κίνδυνον καὶ τὸ τούτων πῦρ, ἐν τῆ ἡμέρα τῆς κρίσεως· ἀπολάβη δὲ τὰ τοῖς ἁγίοις ἀποκείμενα, ἐν τῆ τῶν οὐρανῶν ουνῶν βασιλεία· ἃ ὀφθαλμὸς οὐκ εἶδεν· οὐδὲ οὖς ἤκουσεν· οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἀνων ἀνέβη ὅσα ἡτοίμασται τοῖς κατ’ ἀρετὴν βιοῦσι καὶ ἀγαπῶσι τὸν θεὸν θν καὶ πατέρα πρα , ἐν χριστῶ χῶ ἰησοῦ ἰῦ κυρίω κω ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ αὐτῶ τῶ πατρὶ πρὶ σὺν αὐτῶ τῶ υἱῶ ἐν ἁγίω πνεύματι πνι · τιμὴ καὶ κράτος καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. τέλος τοῦ περὶ τῆς ἐνανθρωπήσεως λόγου.