α ὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες· περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης· καὶ τῆς τούτων δεισιδαιμονίας· πῶς ἐξ ἀρ χῆς τούτων γέγονεν ἡ εὕρεσις· ὅτι ἐκ κακίας οἱ ἄνθρωποι ἄνοι ἑαυτοῖς τὴν πρὸς τὰ εἴδωλα θρησκείαν ἐπενόησαν· ἀλλὰ γὰρ χάριτι θεοῦ θῦ σημάναντες ὀλίγα κ αὶ περὶ τῆς θειότητος τοῦ λόγου τοῦ πατρὸς πρς · καὶ τῆς εἰς πάντα προνοίας καὶ δυ νάμεως αὐτοῦ· καὶ ὅτι ὁ ἀγαθὸς πατὴρ πὴρ τούτω τὰ πάντα διακοσμεῖ· καὶ τὰ πάν τα ὑπ’ αὐτοῦ κινεῖται· καὶ ἐν αὐτῶ ζωοποιεῖται, φέρε κατὰ ἀκολουθίαν μακάριε καὶ ἀληθῶς φιλόχριστε· τῆ περὶ τῆς εὐσεβείας πίστει· καὶ τὰ πε ρὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου διηγησώμεθα· καὶ περὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας δηλώσωμεν· ἣν ἰουδαῖοι μὲν, διαβάλλουσιν· ἕλληνες δὲ χλευάζουσιν· ἡμεῖς δὲ, προσκυνοῦμεν· ἵν’ ἔτι μᾶλλον ἐκ τῆς δοκούσης εὐτελείας τοῦ λόγου, μείζονα καὶ πλείονα τὴν εἰς αὐτὸν εὐσέβειαν ἔχης· ὅσω γὰρ παρὰ τοῖς ἀπίστοις χλευάζεται, τοσούτω μείζονα τὴν περὶ τῆς θεό τητος αὐτοῦ μαρτυρίαν παρέχει· ὅτι τὲ ἃ μὴ καταλαμβάνουσιν ἄνθρωποι ἄνοι ὡς ἀδύνατα, ταῦτα αὐτὸς ἐπιδείκνυται δυνατά· καὶ ἃ ὡς ἀπρεπῆ χλευά ζουσιν ἄνθρωποι ἄνοι , ταῦτα αὐτὸς τῆ ἑαυτοῦ ἀγαθότητι εὐπρεπῆ κατασκευάζει· καὶ ἃ σοφιζόμενοι οἱ ἄνθρωποι ἄνοι ὡς ἀνθρώπινα γελῶσι, ταῦτα αὐτὸς τῆ ἑαυτοῦ δυνάμει, θεῖα ἐπιδείκνυται· τὴν μὲν τῶν εἰδώλων φαντασίαν, τῆ νομι ζομένη ἑαυτοῦ εὐτελεία διὰ τοῦ σταυροῦ στροῦ καταστρέφων· τοὺς δὲ χλευάζοντας καὶ ἀπιστοῦντας, μεταπείθων ἀφανῶς· ὥστε τὴν θειότητα αὐτοῦ καὶ δύναμιν ἐπιγινώσκειν· εἰς δὲ τὴν περὶ τούτων διήγησιν, χρεία τῆς τῶν προειρημένων μνήμης· ἵνα καὶ τὴν αἰτίαν τῆς ἐν σώματι φανερώσεως τοῦ τοσούτου καὶ τηλικούτου πατρι πρι κοῦ λόγου γνῶναι δυνηθῆς· ὅρα καὶ μὴ νομί σης ὅτι φύσεως ἀκολουθία σῶμα πεφόρεκεν ὁ σωτήρ σήρ · ἀλλ’ ὅτι ἀσώματος ὢν τῆ φύσει· καὶ λόγος ὑπάρχων· ὅμως κατὰ φιλ ανθρωπίαν ανίαν καὶ ἀγαθότητα τοῦ ἑαυτοῦ πατρὸς πρς · διὰ τὴν ἡμῶν σωτηρίαν σρίαν · ἐν ἀνθρωπίνω σώματι ἡμῖν πεφα νέρωται· πρέπει δὲ ποιουμένους ἡμᾶς τὴν περὶ τούτου διήγησιν, πρό τερον περὶ τῆς τῶν ὅλων κτίσεως· καὶ τοῦ ταύτης δημιουργοῦ θεοῦ θῦ εἰπεῖν· ἵνα οὕτως καὶ τὴν ταύτης ἀνακαίνησιν ὑπὸ τοῦ κατὰ τὴν ἀρχὴν αὐτὴν δημιουργήσαντος λόγου γεγενῆσθαι ἀξίως ἄν τις θεωρήσειεν· οὐδὲν γὰρ ἐναντίον φανήσεται· εἰ δι’ οὗ ταύτην ἐδημιούργησεν ὁ πατὴρ πὴρ ἐν αὐτῶ καὶ τὴν ταύτης σωτηρίαν σρίαν εἰργάσατο· τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν, πολλοὶ διαφόρως ἐξειλήφασι· καὶ ὡς ἕκαστος ἠ θέλησεν οὕτως καὶ ὡρίσατο· οἱ μὲν, γὰρ· αὐτομάτως καὶ ὡς ἔτυχε τὰ οἱ μὲν αὐτομάτως ὡς ἔτυχε πάντα γεγενῆσθαι λέγουσιν· ὡς οἱ ἐπικούρειοι· οἳ καὶ τὴν τῶν ὅλων πρόνοιαν καθ’ ἑαυτῶν οὐκ εἶναι μυθολογοῦσιν· ἄντικρυς παρὰ τὰ ἐναρ γῆ καὶ φαινόμενα λέγοντες· ὅρα καὶ ἀντίρρησιν ἅτε μὲν αὐτομάτως καὶ ἁπλῶς ἔδει γεγενῆσθαι εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προ νοίας κατ’ αὐτοὺς γέγονεν, ἔδει τὰ πάντα ἁπλῶς γεγενῆσθαι· καὶ ὅμοια εἶναι καὶ μὴ διάφορα· ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι· ἥλιον καὶ σελήνην· καὶ ἐπὶ τῶν ἀνθρώπων ἀνων ἔδει τὸ ὅλον εἶναι χεῖρα ἢ ὀφθαλμόν· ἢ πόδα· νῦν δὲ, οὐκ ἐσμὲν οὕτως· ὁρῶμεν δὲ τὸ μὲν, ἥλιον· τὸ δὲ, σε λήνην· τὸ δὲ, γῆν· καὶ πάλιν ἐπὶ τῶν ἀνθρωπίνων σωμάτων· τὸ μὲν, πόδα· τὸ δὲ, χεῖρα· τὸ δὲ, κεφαλήν· ἡ δὲ τοιαύτη διάταξις, οὐκ’ αὐτομάτως αὐτὰ γεγενῆσθαι γνωρίζει· ἀλλ’ αἰτίαν τούτων προηγεῖσθαι δείκνυσιν· ἀφ’ ἧς καὶ τὸν διαταξάμενον καὶ πάντα ποιήσαντα θεὸν θν ἐν νοεῖν· οἱ δὲ ἐκ προυποκειμέ νης ὕλης, ὡς πλάτων ἄλλοι δὲ ἐν οἷς ἐστι καὶ ὁ μέγας παρ’ ἕλλησι πλάτων· ἐκ προϋπο κειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν θεὸν θν τὰ ὅλα διηγοῦνται· μὴ ἂν γὰρ δύνασθαί τι ποιῆσαι τὸν θεὸν θν · εἰ μὴ προϋπέκειτο ὕλη· ὥσπερ καὶ τῶ τέκτονι προϋποκεῖσθαι δεῖ τὸ ξύλον· ἵνα καὶ ἐργάσασθαι δυνηθῆ· οὐκ ἴσασι δὲ τοῦτο λέγοντες ὅτι ἀσθένειαν περιτιθέασι τῶ θεῶ θῶ · εἰ γὰρ ὅρα τὴν ἀντίῤῥη σιν πρὸς τοῦτο· ὅτι ἀσθένειαν τῷ θεῷ τιθέασι οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος ἀλλ’ ἐξ ὑποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται· μὴ δυνάμενος ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων· ὅμως ἀμέλει καὶ τοῦ τέκτονος ἀσθένειά ἐστι τὸ μὴ δύνασθαι χω ρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων· καὶ καθ’ ὑπόθεσιν γ’οὖν εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἂν εἰργάσατό τι ὁ θεὸς θς · καὶ πῶς ἂν ἔτι ποιητὴς καὶ δημιουργὸς λεχθείη ἐξ ἑτέρου τὸ ποιεῖν ἐσχηκὼς· λέγω δὴ ἐκ τῆς ὕλης· ἔσται δὲ εἰ οὕτως ἔχει κατ’ αὐτοὺς, ὁ θεὸς θς τεχνίτης μόνον καὶ οὐ κτίστης εἰς τὸ εἶναι· εἴ τε τὴν ὑποκειμένην ὕλην ἐργάζεται· τῆς δὲ ὕλης οὐκ ἔστιν αὐτὸς αἴτιος, καθόλου γὰρ οὐδὲ κτίστης ἂν λεχθείη· εἴ γε μὴ κτίζει τὴν ὕλην· ἐξ ἧς καὶ τὰ κτισθέντα γέγονεν· αἱρετικοὶ οἱ δὲ ἀπὸ τῶν αἱρέσεων, ἄλλον ἑαυτοῖς ἀναπλάττονται δημιουργὸν τῶν πάντων· παρὰ τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · τυφλώττοντες μέγα καὶ περὶ ἃ φθέγγονται· τοῦ γὰρ κυρίου κυ λέγοντος πρὸς τοὺς ἰουδαίους· οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς· καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος ἄνος τὸν πατέρα πρα καὶ τὴν μητέρα μρα αὐτοῦ· καὶ προσκολληθήσεται τῆ γυναικὶ αὐτοῦ· καὶ ἔ σονται οἱ δύο εἰς σάρκα μίαν· εἶτα σημαίνων τὸν κτίσαντα φησίν· ὃ οὖν ὁ θεὸς θς συνέζευξεν, ἄνθρωπος ἄνος μὴ χωριζέτω· πῶς οὗτοι ξένην τοῦ πατρὸς πρς τὴν κτί σιν εἰσάγουσιν· εἰ δὲ κατὰ τὸν ἰ ω άννην πάντα περιλαβόντα καὶ λέγοντα· π άντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, πῶς ἂν ἄλλος εἴη ὁ δημιουργὸς· παρὰ τὸν πατέρα πρα τοῦ χριστοῦ χῦ · ταῦτα μὲν οὗτοι μυθολογοῦσιν· ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ χριστὸν χν πίστις· τὴν μὲν τούτων ματαιολο γίαν, ὡς ἀθεότητα διαβάλλει· οὔτε γὰρ αὐτομάτως διὰ τὸ μὴ ἀπρονό ητα εἶναι· οὔτε ἐκ προϋποκειμένης ὕλης διὰ τὸ μὴ ἀσθενῆ εἶναι τὸν θεόν θν · ἀλλ’ ἐξ οὐκόντων καὶ μηδαμῆ μηδαμῶς ὑπάρχοντα τὰ ὅλα εἰς τὸ εἶναι πεποιηκέναι τὸν θεὸν θν διὰ τοῦ λόγου οἶδεν· ἥ φησι· διὰ μὲν μωϋσέως, ἐν ἀρχῆ ἐποίησεν ὁ θεὸς θς τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν· διὰ δὲ τῆς ὠφελιμωτάτης βίβλου τοῦ ποιμένος· πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστὶν ὁ θεὸς θς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας· καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· ὅπερ καὶ ὁ παῦλος σημαίνων φησί· πίστει νοοῦμεν κατηρτί σθαι τοὺς αἰῶνας ῥήματι θεοῦ θῦ · εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι· ὁ θεὸς θς γὰρ ἀγαθός ἐστι· μᾶλλον δὲ πηγὴ τῆς ἀγαθότητος ὑπάρχει ἀγαθῶ δὲ, περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδενὶ τοῦ εἶναι φθονή σας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε διὰ τοῦ ἰδίου λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ἐν οἷς πάντων τῶν ἐπὶ γῆς τὸ ἀνθρώπων ἀνων γένος ἐλεήσας· καὶ θεωρήσας ὡς οὐχ’ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λόγον διαμένειν ἀεί· πλέον τι χαριζόμενος αὐτοῖς, οὐχ ἁπλῶς ὥσπερ πάντα τὰ ἐπὶ γῆς ἄλογα ζῶα· ἔκτισε τοὺς ἀνθρώπους ἀνους · ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτούς· μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ ἰδίου λόγου δυνάμεως· ἵνα ὥσπερ σκιάς τινος ἔχοντες τοῦ λόγου καὶ γενόμενοι λογικοὶ, διαμένειν ἐν μα καριότητι δυνηθῶσι· ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως ἁγίων ἐν παρα δείσω βίον· εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων ἀνων εἰς ἀμφότερα νεύειν δυνα μ ένων προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμω καὶ τόπω τὴν δοθεῖσαν αὐτοῖς χάριν· εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγὼν, ἔδωκεν αὐτοῖς νόμον· ἵνα εἰ μὲν φυλάξαιεν τὴν χάριν καὶ μένοιεν καλοὶ, ἔχωσι τὴν ἐν παραδείσω ἄλυπον καὶ ἀνώδυνον καὶ ἀμέριμνον ζωὴν· πρὸς τῶ καὶ τῆς ἐν οὐρανοῖς οὐνοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν ἔχειν· εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτω κατὰ φύσιν φθορὰν· γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτω κα τὰ φύσιν φθορὰν ὑπομένειν καὶ μηκέτι μὲν ἐν παραδείσω ζῆν· ἔξω δὲ τούτου λοιπὸν ἀποθνήσκοντας, μένειν ἐν τῶ θανάτω καὶ ἐν τῆ φθορᾶ· τ οῦτο δὲ καὶ ἡ θεία γραφὴ προσημαίνει λέγουσα ἐκ προσώπου τοῦ θεοῦ θῦ · ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῶ παραδείσω βρώσει φαγῆ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγησθε ἀπ’ αὐτοῦ· ἧ δἂν ἡμέρα φάγησθε, θανάτω ἀποθανεῖσθε· τὸ δὲ θανάτω ἀποθανεῖσθε, τί ἂν ἄλλο εἴη ἢ τὸ μὴ μόνον ἀποθνήσκειν, ἀλλὰ καὶ ἐν τῆ τοῦ θανάτου φθορᾶ δια μένειν· ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων ἀνων διηγούμεθα· ἀλλὰ κ αὶ τοῦτο, οὐκ ἀλλότριόν ἐστι τοῦ σκοποῦ τῆς διηγήσεως· ἀνάγκη γὰρ ἡμᾶς λέγοντας περὶ τῆς εἰς ἡμᾶς ἐπιφανείας τοῦ σωτῆρος σρς , λέγειν καὶ περὶ τῆς τῶν ἀνθρώπων ἀνων ἀρχῆς· ἵνα γινώσκης ὅτι ἡ ἡμῶν αἰτία ἐκείνω γέγονε πρόφασις τῆς καθόδου· καὶ ἡ ἡμῶν παράβασις τοῦ λόγου τὴν φιλαν θρωπίαν ἐξεκαλέσατο· ὥστε καὶ εἰς ἡμᾶς φθάσαι καὶ φανῆναι τὸν κύριον κν ἐν ἀνθρώποις ἀνοις · τῆς γὰρ ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις· καὶ δι ὰ τὴν ἡμῶν σωτηρίαν σρίαν ἐφιλανθρωπεύσατο· καὶ ἐν ἀνθρωπίνω γενέσθαι καὶ φα νῆναι σώματι· οὕτως μὲν οὖν ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον πεποίηκε· καὶ μένειν ἠθέλησεν ση(μειωτέον) καὶ μένειν ἠθέ λησεν ἐν ἀφ θαρσία ἐν ἀφθαρσία· ἄνθρωποι ἄνοι δὲ κατολιγωρήσαντες καὶ ἀποστραφέντες τὴν πρὸς τὸν θεὸν θν κατανόησιν· λογισάμενοι δὲ καὶ ἐπινοήσαντες ἑαυτοῖς τὴν κα κίαν, ὥσπερ ἐν τοῖς πρώτοις ἐλέγχθη· ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θα νάτου κατάκρισιν· καὶ λοιπὸν· οὐκέτι ὡς γεγόνασι διέμενον, ἀλλ’ ὡς ἐλογί ζοντο διεφθείροντο· καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων· ἡ γὰρ παρά βασις τῆς ἐντολῆς, εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν· ἵνα ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ εἶναι φθορὰν ὑπομείνωσι τῶ χρόνω εἰκότως· εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναί ποτε τῆ τοῦ λόγου παρουσία καὶ φιλ ανθρωπία ανία εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τοὺς ἀνθρώπους ἀνους τῆς περὶ θεοῦ θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα ἀποστραφέντας, οὐκ ὄντα γάρ ἐστι τὰ κακά· ὄντα δὲ τὰ καλά· ἐπειδήπερ ἀπὸ τοῦ ὄντος θεοῦ θεοῦ γεγόνασι· κενωθῆναι καὶ τοῦ εἶναι ἀεί· τοῦτο δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῶ θανάτω καὶ τῆ φθο ρ ᾶ· ἔστι μὲν, γὰρ κατὰ φύσιν ἄνθρωπος ἄνος θνητὸς· ἄτε δὴ ἐξ οὐκ ὄντων γεγονώς· διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα ἦν εἰ ἐφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατα νοήσεως, ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθορὰν καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησίν· προσοχὴ νόμων, βεβαίωσις ἀφθαρσίας· ἄ φθαρτος δὲ ὢν, ἔζη λοιπὸν ὡς θεός θς · ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο σημαίνει λέγουσα· ἐγὼ εἶπα θεοί ἐστε· καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκετε· καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε· ὁ μὲν γὰρ θεὸς θ εὸς οὐ μόνον ἐξ οὐκvόντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ θεὸν θν ζῆν ἡμῖν ἐχαρίσατο τῆ τοῦ λόγου χάριτι· οἱ δὲ ἄνθρωποι ἄνοι ἀποστραφέντες τὰ αἰώνια· καὶ συμβουλία τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῶ θανάτω φθορᾶς γεγόνασιν· ὄντες μὲν κατὰ φύσιν ὡς προεῖπον φθαρτοὶ· χάριτι τῆς τοῦ λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκ φυγόντες· εἰ μεμενήκεισαν καλοί· διὰ γὰρ τὸν συνόντα τούτοις λόγον, καὶ ἡ κατὰ φύσιν φθορὰ τούτων οὐκ ἤγγιζε· καθὼς καὶ ἡ σοφία φησίν· ὁ θεὸς θς ἔκτισε τὸν ἄνθρωπον ἄνον ἐπὶ ἀφθαρσία καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος· φθόνω δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· τούτου δὲ γενομένου· οἱ μὲν ἄνθρωποι ἄνοι , ἀπέθνησκον· ἡ δὲ φθορὰ, λοιπὸν κατ’ αὐτῶν ἤκμαζεν· καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθ’ ὅλου τοῦ γένους, ὅσω καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ’ αὐτῶν προειλήφει· καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι ἄνοι · οὐκ ἄχρις ὅρων ὡρισμένων εἱστήκεισαν· ἀλλὰ κατ’ ὀλίγον ἐπεκτεινόμενοι, λοιπὸν καὶ εἰς ἄμετρον ἐληλύθασιν· ἐξ ἀρ χῆς μὲν εὑρεταὶ τῆς κακίας γενόμενοι· καὶ καθ’ ἑαυτῶν τὸν θάνατον προ καλεσάμενοι καὶ τὴν φθοράν· ὕστερον δὲ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερβαλόντες· καὶ μὴ ἑνὶ κακῶ ἱστάμενοι· ἀλλὰ πάντα καινὰ καινῶς ἐπινοοῦντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασι· μοιχεῖαι μὲν γὰρ ἦσαν καὶ κλοπαὶ πανταχοῦ· φόνων δὲ καὶ ἁρπαγῶν πλήρης ἦν ἡ σύμπασα γῆ· καὶ νόμου μὲν, οὐκ ἦν φροντὶς περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ’ ἕνα καὶ κοινῆ παρὰ πᾶσιν ἐπράττετο· πόλεις μὲν κατὰ πόλεων ἐπολέμουν· καὶ ἔθνη κατὰ ἐθνῶν ἠγείρετο· διήρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις· ἑκά στου φιλονεικοῦντος ἐν τῶ παρανομεῖν· οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ φύσιν· ἀλλ’ ὡς εἶπεν ὁ τοῦ χριστοῦ χῦ μάρτυς ἀπόστολος· αἵ τε γὰρ θήλειαι αὐτῶν, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργα ζόμενοι· καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπο λαμβάνοντες· διὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος· κ αὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων ἀνων , τὸ μὲν τῶν ἀνθρώπων ἀνων γένος ἐφθεί ρετο· ὁ δὲ λογικὸς καὶ κατ’ εἰκόνα γενόμενος ἄνθρωπος ἄνος ἠφανίζετο· καὶ τὸ ὑπὸ τοῦ θεοῦ θῦ γενόμενον ἔργον παραπώλλυτο· καὶ γὰρ καὶ ὁ θάνατος ὡς προεῖπον, ν όμω λοιπὸν ἴσχυε καθ’ ἡμῶν· καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν διὰ τὸ ὑπὸ θεοῦ θῦ τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ γινόμενον ἀληθῶς· ἄτοπον μεν γὰρ ἦν εἰπόντα τὸν θεὸν θν ψεύ σασθαι· ὥστε νομοθετήσαντος αὐτοῦ θανάτω ἀποθνήσκειν τὸν ἄνθρωπον ἄνον εἰ παραβαίη τὴν ἐντολήν μετὰ τὴν παράβασιν μὴ ἀποθνήσκειν· ἀλλὰ λύ εσθαι τὸν τούτου λόγον· οὐκ ἀληθὴς γὰρ ἦν ὁ θεὸς θς εἰ εἰπόντος αὐτοῦ ἀπο θνήσκειν ἡμᾶς· μὴ ἀπέθνησκεν ὁ ἄνθρωπος ἄνος · ἀπρεπὲς δὲ ἦν πάλιν τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ λόγου αὐτοῦ μετασχόντα παραπώλλυσθαι· καὶ πάλιν εἰς τὸ μὴ εἶναι διὰ τῆς φθορᾶς ἐπιστρέφειν· οὐκ ἄξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ θεοῦ θῦ τὰ ὑπ’ αὐτοῦ γενόμενα διαφθείρεσθαι· διὰ τὴν παρὰ τοῦ διαβόλου γενομένην τοῖς ἀνθρώποις ἀνοις ἀπάτην· ἄλλως τε καὶ τῶν ἀπρε πεστάτων ἦν τὴν τοῦ θεοῦ θῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀνοις ἀφανίζεσθαι· ἢ διὰ τὴν αὐ τῶν ἀμέλειαν· ἢ διὰ τὴν τῶν δαιμόνων ἀπάτην· φθειρομένων τοίνυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιούτων ἔργων, τί τὸν θεὸν θν ἔδει ποιεῖν ἀγαθὸν ὄντα· ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχύειν· καὶ τὸν θά νατον αὐτῶν κρατεῖν; ἀπορία καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι· ἔδει γὰρ μὴ γενέσθαι· ἢ γενόμενα παραμεληθῆναι καὶ ἀπώλεσθαι· λύσις· ἀσθέ νεια γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ θεοῦ θῦ · εἰ ποιήσας παρορᾶ φθαρῆναι τὸ ἑαυτοῦ ἔργον· ἤπερ εἰ μὴ πεποίηκει, κατὰ τὴν ἀρχὴν τὸν ἄνθρωπον ἄνον · μὴ ποιήσαντος μὲν γὰρ οὐκ ἦν ὁ λογιζόμενος τὴν ἀσθένειαν· ποιήσαντος δὲ καὶ εἰς τὸ εἶναι κτίσαντος, ἀτοπώτατον ἦν ἀπώλλυσθαι τὰ ἔργα· καὶ μάλιστα ἐπ’ ὄψει τοῦ πεποιηκότος· οὐκοῦν ἔδει τοὺς ἀνθρώπους ἀνους μὴ ἀφιέναι φέρεσθαι τῆ φθορᾶ· διὰ τὸ ἀπρεπὲς καὶ ἀνάξιον εἶναι τοῦτο τῆς τοῦ θεοῦ θῦ ἀγαθότητος· ἀλλ’ ὥσπερ ἔδει τοῦτο γενέσθαι· οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν θεὸν θν εὔλογον· ὥστε ἀ ληθῆ φανῆναι τὸν θεὸν θν ἐν τῆ περὶ τοῦ θανάτου νομοθεσία· ἄτοπον γὰρ ἦν διὰ τὴν ἡμῶν ὠφέλειαν καὶ διαμονὴν ψεύστην φανῆναι τὸν τῆς ἀληθείας πατέρα πρα θεὸν θν · ὄψε τί οὖν ἔδει καὶ περὶ τούτου γενέσθαι ἢ ποιῆσαι τὸν θεὸν θν · μετάνοιαν ἐπὶ τῆ παραβάσει τοὺς ἀνθρώπους ἀνους ἀπαιτῆσαι; τοῦτο γὰρ ἄν τις ἄξιον φήσειεν θεοῦ θῦ λέγων ὅτι ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν γεγόνασιν, οὕτως ἐκ τῆς μετανοίας γένοιντο πάλιν ἂν εἰς ἀφθαρσίαν· ἀλλ’ ἡ μετάνοια οὔτε τὸ εὔλογον τὸ πρὸς τὸν θεὸν θν ἐφύλαττεν· ἔμενε γὰρ πάλιν οὐκ ἀληθὴς μὴ κρατου μένων ἐν τῶ θανάτω τῶν ἀνθρώπων ἀνων · οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται· ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων· εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα καὶ μὴ φθορᾶς ἐπακολούθησις, καλῶς ἂν ἦν ἡ μετάνοια· εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσεως εἰς τὴν παρὰ φύσιν φθορὰν ἐκρα τοῦντο οἱ ἄνθρωποι ἄνοι · καὶ τὴν τοῦ κατ’ εἰκόνα χάριν ἀφαιρεθέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι· ἢ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν· ἢ τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος πεποιηκότος τὰ ὅλα τοῦ θεοῦ θῦ λόγου· αὐτοῦ γὰρ ἦν πάλιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν· καὶ τὸ ὑπὲρ πάν των εὔλογον ἀποσῶσαι πρὸς τὸν πατέρα πρα · λόγος γὰρ ὢν τοῦ πατρὸς πρς καὶ ὑπὲρ πάντας ὢν, ἀκολούθως καὶ ἀνακτίσαι τὰ ὅλα μόνος ἦν δυνατός· καὶ ὑπὲρ πάν των παθεῖν, καὶ πρεσβεῦσαι περὶ πάντων ἱκανὸς πρὸς τὸν πατέρα πρα · τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ θεοῦ θῦ λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν οὔτι γε μακρὰν ὢν πρότερον· οὐδὲν γὰρ αὐτοῦ κενὸν ὑπολέλειπται τῆς κτίσεως μέρος· πάντα δὲ διὰ πάντων πεπλή ρωκεν αὐτὸς συνὼν τῶ ἑαυτοῦ πατρὶ πρὶ · ἀλλὰ παραγίνεται συγκαταβαίνων τῆ εἰς ἡμᾶς αὐτοῦ φιλ ανθρωπία ανία καὶ ἐπιφανεία· καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύ μενον γένος· καὶ τὸν θάνατον κατ’ αὐτῶν βασιλεύοντα τῆ φθορᾶ· ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ’ ἡμῶν φθορὰν· καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῶ συμβεβηκότι· ὅτι ὧν αὐτὸς ἦν δημιουργὸς· ταῦτα παρη φανίζετο· ὁρᾶν δὲ καὶ τὴν τῶν ἀνθρώπων ἀνων ὑπερβάλλουσαν κακίαν· ὅτι κα τ’ ὀλίγον καὶ ἀφόρητον αὐτὴν ηὔξησαν καθ’ ἑαυτῶν· ὁρῶν δὲ καὶ τὸ ὑπεύ θυνον πάντων τῶν ἀνθρώπων ἀνων πρὸς τὸν θάνατον· ἐλεήσας τὸ γένος ἡμῶν καὶ τὴν ἀσθένειαν οἰκτειρήσας ἡμῶν· καὶ τῆ φθορᾶ ἡμῶν συγκαταβὰς καὶ τὴν τοῦ θανάτου κράτησιν οὐκ ἐνέγκας ἵνα μὴ τὸ γενόμενον ἀπώληται καὶ εἰς ἀρ γὸν τοῦ πατρὸς πρς τὸ εἰς ἀνθρώπους ἀνους ἔργον αὐτοῦ γένηται, λαμβάνει ἑαυτῶ σῶμα· καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου· οὐ γὰρ ἁπλῶς ἠθέλησεν ἐν σώματι γε νέσθαι· οὐδὲ μόνον ἤθελε φανῆναι· ἐδύνατο γὰρ εἰ μόνον ἤθελε φανῆναι· καὶ δι’ ἑτέρου κρείττονος τὴν θεοφάνειαν αὐτοῦ ποιήσασθαι ἀλλὰ λαμβά νει τὸ ἡμέτερον· καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλ’ ἐξ ἀχράντου καὶ ἀμιάντου ἀνδρὸς ἀπείρου παρθένου· καθαρὸν καὶ ὄντως ἀμιγὲς τῆς ἀνδρῶν συνουσίας· αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημιουργὸς τῶν ὅλων, ἐν τῆ παρθένω κατασ κευάζει ἑαυτῶ ναὸν τὸ σῶμα· καὶ ἰδιοποιεῖται τοῦτο· ὥσπερ ὄργανον ἐν αὐτῶ γνωριζόμενος καὶ ἐνοικῶν· καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβὼν· διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῆ τοῦ θανάτου φθορᾶ ἀντὶ πάντων αὐτὸ θανάτω παραδιδοὺς, προσῆγε τῶ πατρὶ πρὶ · καὶ τοῦτο φιλ ανθρώπως ανως ποιῶν· ἵνα ὡς μὲν πάντων ἀποθανόντων, ἐν αὐτῶ λυθῆ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων ἀνων νόμος ἄτε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῶ κυριακῶ σώματι· καὶ μηκέτι χώραν ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων ἀνων · ὡς δὲ εἰς φθορὰν ἀναστρέψαντας τοὺς ἀνθρώπους ἀνους πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψη καὶ ζωοποιήση τούτους ἀπὸ τοῦ θανάτου· τῆ τοῦ σώματος ἰδιοποιήσει καὶ τῆ τῆς ἀναστάσεως χάριτι, τὸν θάνατον ὡς καλάμην ἀπὸ πυρὸς ἀ π’ αὐτῶν ἐξαφανίζων· συμφωνεῖ τῷ θεολόγῳ γρηγορίῳ συνιδὼν γὰρ ὁ λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἀνων ἡ φθορὰ εἰ μὴ διὰ τοῦ πάντας ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθανεῖν· ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς πρς υἱὸν· τούτου ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῶ λαμβάνει σῶμα· ἵνα τὸ τοῦ ἐπὶ πάντων λόγου μεταλα βὼν, ἀντὶ πάντων ἱκανὸν γένηται τῶ θανάτω· καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνη· καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῆ τῆς ἀναστάσεως χάριτι· ὅθεν ὡς ἱερεῖον καὶ θύμα παντὸς ἐλεύθερον σπίλου· ὃ αὐτὸς ἑαυτῶ ἔλαβε σῶμα προσάγων εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον· τῆ προσφορᾶ τοῦ καταλλήλου· ὑπὸ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ θῦ · εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σω ματικὸν ὄργανον προσάγων ἀντίψυχον· ὑπὲρ πάντων ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῶ θανάτω· καὶ ὡς οἷόν τε διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ θῦ υἱὸς· εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῆ περὶ τῆς ἀναστάσεως ἐπαγγελία· καὶ αὐτὴ γὰρ ἡ ἐν τῶ θανάτω φθο ρὰ κατὰ τῶν ἀνθρώπων ἀνων , οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τού τοις διὰ τοῦ ἑνὸς σώματος· καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην· καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῆ οἰκιῶν· πάντως ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται· καὶ οὐκέτι τίς ἐχθρὸς αὐτὴν οὔτε ληστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα, οὕτως καὶ ἐπὶ τοῦ πάντων βασιλέως γέγονεν· ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν· καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σῶμα, λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων ἀνων παρὰ τῶν ἐχθρῶν ἐπιβουλὴ πέπαυται· καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ’ αὐτῶν ἰσχύουσα· παραπωλώλει γὰρ ἂν τὸ τῶν ἀνθρώπων ἀνων γένος· εἰ μὴ ὁ πάντων δεσπότης καὶ σωτὴρ σὴρ τοῦ θεοῦ θῦ υἱὸς παρεγεγόνει πρὸς τὸ τοῦ θανά του τέλος· πρέπον δὲ καὶ μάλιστα τῆ ἀγαθότητι τοῦ θεοῦ θῦ ἀληθῶς τὸ μέγα ἔργον τοῦτο· εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν· καὶ παράδειγμα ταύ την ἐξ ἀμελείας τῶν ἐνοικούντων πολεμουμένην ὑπὸ ληστῶν· τὸ σύνο λον οὐ παρορᾶ· ἀλλ’ ὡς ἴδιον ἔργον ἐκδικεῖ καὶ περισώζει· οὐκ εἰς τῶν ἐνοικούντων ἀμέλειαν ἀφορῶν ἀλλ’ εἰς τὸ ἑαυτοῦ πρέπον, πολλῶ πλέον ὁ τοῦ παναγάθου θεὸς θς λόγος πατρὸς πρς · εἰς φθορὰν κατερχόμενον τὸ δι’ αὐτοῦ γε νόμενον· τῶν ἀνθρώπων ἀνων γένος οὐ παρεῖδεν· ἀλλὰ τὸν μὲν συμβεβηκότα θάνατον, ἀπήλειψε διὰ τῆς προσφορᾶς τοῦ ἰδίου σώματος· τὴν δὲ ἀ μέλειαν αὐτῶν, διωρθώσατο τῆ ἑαυτοῦ διδασκαλία· πάντα δὲ τὰ τῶν ἀνθρώπων ἀνων διὰ τῆς ἑαυτοῦ δυνάμεως κατορθώσας· ταῦτα δὲ καὶ παρὰ τῶν α ὐτοῦ τοῦ σωτῆρος σρς θεολόγων ἀνδρῶν πιστοῦσθαί τις δύναται· ἐντυγχάνων τοῖς ἐκείνων γράμμασιν· ἧ φασίν· ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ χῦ συνέχει ἡμᾶς κρί ναντας τοῦτο· ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀ πέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν· ἵνα ἡμεῖς μηκέτι ἑαυτοῖς ζῶμεν· [nota bene] ἀλλὰ τῶ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι ἐκ νεκρῶν τῶ κυρίω κω ἡμῶν ἰησοῦ ἰῦ χριστῶ χῶ · καὶ πάλιν· τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέ πομεν ἰησοῦν ἰν διὰ τὸ πάθημα τοῦ θανάτου δόξη καὶ τιμῆ ἐστεφανωμένον· ὅπως χάριτι θεοῦ θῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· εἶτα καὶ τὴν αἰ τίαν τοῦ μὴ ἄλλον δεῖν ἢ αὐτὸν τὸν θεὸν θν λόγον ἐνανθρωπῆσαι, σημαίνει λέγων· ἔπρεπε γὰρ αὐτῶ δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα· πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα· τὸν ἀρχηγὸν τῆς σωτηρίας σρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι· τοῦτο δὲ σημαίνει λέγων· ὡς οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνους ἀνενεγκεῖν, ἢ τοῦ θεοῦ θῦ λόγου τοῦ καὶ κατὰ τὴν ἀρχὴν πεποιηκότος αὐτούς· ὅτι δὲ διὰ τὴν περὶ τῶν ὁμοίων σωμάτων θυ σίαν· σῶμα καὶ αὐτὸς ὁ λόγος ἔλαβεν ἑαυτῶ, καὶ τοῦτο σημαίνουσι λέγον τες· ἐπεὶ, οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήση τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· τουτέστι τὸν διάβολον· καὶ ἀπαλλάξη τούτους· ὅσοι φόβω θανάτου διαπαντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας· τ ῆ γὰρ τοῦ ἰδίου σώματος θυσία, καὶ τέλος ἐπέθηκε τῶ καθ’ ἡμᾶς νόμω· καὶ ἀρχὴν ζωῆς ἡμῖν ἐκαίνισεν· ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς· ἐ πειδὴ γὰρ ἐξ ἀνθρώπων ἀνων εἰς ἀνθρώπους ανους ὁ θάνατος ἐκράτησε, διατοῦτο πάλιν διὰ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ θῦ λόγου, ἡ τοῦ θανάτου κατάλυσις γέγονε καὶ ἡ τῆς ζωῆς ἀνάστασις· λέγοντος τοῦ χριστοφόρου ἀνδρός· ἐπειδὴ γὰρ δι’ ἀν θρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῶ ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῶ χριστῶ χῶ πάντες ζωοποιηθήσονται· καὶ τὰ τούτοις ἀκόλουθα· ὅρα διαφορᾶς τοὒ τότε θανάτου, τοῦ πρὸ τῆς χριστοῦ χῦ ἀναστάσεως, καὶ τοῦ οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνήσκομεν· ἀλλ’ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν· ἣν καιροῖς ἰδίοις δείξει ὁ καὶ ταύτην ἐργασάμενος καὶ χαρισάμενος θεός θς · αἰτία μὲν δὴ πρώτη τῆς ἐναν θρωπήσεως τοῦ σωτῆρος σρς αὕτη· γνοίη δἄν τις αὐτοῦ τὴν ἀγαθὴν εἰς ἡμᾶς παρου σίαν εὐλόγως γεγενῆσθαι καὶ ἐκ τούτων· ὁ θεὸς θς ὁ πάντων ἔχων τὸ κράτος· ὅ τε τὸ τῶν ἀνθρώπων ἀνων γένος διὰ τοῦ ἰδίου λόγου ἐποίει· κατιδὼν πάλιν τὴν ἀσ θένειαν τῆς φύσεως αὐτῶν· ὡς οὐχ’ ἱκανὴ εἴη ἐξ ἑαυτῆς γνῶναι τὸν δημι ουργὸν· οὐδ’ ὅλως ἔννοιαν λαβεῖν θεοῦ θῦ · τῶ τὸν μὲν, εἶναι ἀγέννητον· τὰ δὲ, ἐξ οὐκ ὄντων γεγενῆσθαι· καὶ τὸν μὲν, ἀσώματον εἶναι· τοὺς δὲ ἀνθρώπους ἀνους , κάτω ποῦ σώματι πεπλάσθαι· καὶ ὅλως πολλὴν εἶναι τὴν τῶν γενητῶν ἔλλειψιν· πρὸς τὴν τοῦ πεποιηκότος κατάληψιν καὶ γνῶσιν· ἐλεήσας πάλιν τὸ γένος τὸ ἀνθρώπινον· ἄτε δὴ ἀγαθὸς ὢν, οὐκ ἀφῆκεν αὐτοὺς ἐρήμους τῆς ἑαυτοῦ γνώσεως· ἵνα μὴ ἀνόνητον ἔχωσι καὶ τὸ εἶναι· ποία γὰρ ὄνησις τοῖς πεποιημένοις· μὴ γινώσκουσι τὸν ἑαυτῶν ποιητήν· ἢ πῶς ἂν εἶεν λογικοὶ· μὴ γινώσκοντες τὸν τοῦ πατρὸς πρς λόγον· ἐν ὧ καὶ γε γόνασιν· οὐδὲν γὰρ· οὐδὲ ἀλόγων διαφέρειν ἔμελλον· εἰ πλέον οὐδὲν τῶν περι γείων ἐπεγίνωσκον· τί δὲ καὶ ὁ θεὸς θς ἐποίει τούτους ἀφ’ ὧν οὐκ ἠθέλησε γινώσκεσθαι· ὅθεν ἵνα μὴ τοῦτο γένηται, ἀγαθὸς ὢν· τῆς ἰδίας εἰκόνος αὐτοῖς τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ μεταδίδωσι· καὶ ποιεῖ τούτους κατὰ τὴν ἑαυ τοῦ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· ἵνα διὰ τῆς τοιαύτης χάριτος τὴν εἰκόνα νοοῦντες, λέγω δὴ τὸν τοῦ πατρὸς πρς λόγον· δυνηθῶσιν ἔννοιαν δι’ αὐτοῦ τοῦ πατρὸς πρς λαβεῖν· καὶ γινώσκοντες τὸν ποιητὴν, ζῶσι τὸν εὐδαίμονα καὶ μακάριον ὄντως βίον· ἄλλ’ ἄνθρωποι ἄνοι πάλιν παράφρονες· κατολιγωρή σαντες καὶ οὕτως τῆς δοθείσης αὐτοῖς χάριτος, τοσοῦτον ἀπεστράφησαν τὸν θεὸν θν · καὶ τοσοῦτον ἐθόλωσαν ἑαυτῶν τὴν ψυχὴν, ὡς μὴ μόνον ἐπι λαθέσθαι τῆς περὶ θεοῦ θῦ ἐννοίας· ἀλλὰ καὶ ἕτερα ἀνθ’ ἑτέρων ἑαυτοῖς ἀνα πλάσασθαι· εἴδωλά τε γὰρ ἀντὶ τῆς ἀληθείας ἑαυτοῖς ἀνετυπώσαντο· καὶ τὰ οὐκ ὄντα τοῦ ὄντος θεοῦ θῦ προετίμησαν· τῆ κτίσει παρὰ τὸν κτί σαντα λατρεύοντες· καὶ τό γε χείριστον, ὅτι καὶ εἰς ξύλα καὶ εἰς λίθους· καὶ εἰς πᾶσαν ὕλην καὶ ἀνθρώπους ἀνους τὴν τοῦ θεοῦ θῦ τιμὴν μετετίθουν· καὶ πλεί ονα τούτων ποιοῦντες· ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται· τοσοῦτον δὲ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον λοιπὸν καὶ θεοὺς ἀνηγόρευον· τὰς ἐπιθυμίας αὐτῶν ἀποπληροῦντες· θυσίας τὲ γὰρ ζώων ἀλόγων· καὶ ἀνθρώπων ἀνων σφαγὰς· ὥσπερ εἴρηται πρότερον, εἰς τὸ ἐκείνων καθῆκον ἐπε τέλουν· πλεῖον ἑαυτοὺς τοῖς ἐκείνων οἰστρήμασι καταδεσμεύοντες· διατοῦτο γ’οὖν καὶ μαγεῖαι παρ’ αὐτοῖς ἐδιδάσκοντο· καὶ μαντεῖα κατὰ τόπον τοὺς ἀνθρώπους ἀνους ἐπλάνα· καὶ πάντες τὰ γενέσεως καὶ τοῦ εἶναι αὐτῶν τὰ αἴτια τοῖς ἄστροις καὶ τοῖς κατ’ οὐρανὸν οὐνὸν πᾶσιν ἀνετίθουν· μηδὲν πλέον τῶν φαινομένων λογιζόμενοι· καὶ ὅλως πάντα ἦν ἀσεβείας καὶ πα ρανομίας μεστά· καὶ μόνος ὁ θεὸς θς οὐδὲ ὁ τούτου λόγος ἐπεγινώσκετο· κ αίτι οὐκ ἀφανῆ ἑαυτὸν τοῖς ἀνθρώποις ἀνοις ἐπικρύψας· οὐδὲ ἁπλῆν τὴν περὶ ἑαυτοῦ γνῶσιν αὐτοῖς δεδωκώς· ἀλλὰ καὶ ποικίλως καὶ διὰ πολλῶν αὐτὴν αὐτοῖς ἐφαπλώσας· αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ’ εἰκόνα χάρις γνωρίζειν τὸν θεὸν θν λόγον· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα · εἰδὼς δὲ ὁ θεὸς θς τὴν ἀσθέ νειαν τῶν ἀνθρώπων ἀνων , προενοήσατο καὶ τῆς ἀμελείας τούτων· ἵν’ ἐὰν ἀ μελήσαιεν δι’ ἑαυτῶν τὸν θεὸν θν ἐπιγνῶναι, ἔχωσι διὰ τῶν τῆς κτίσεως ἔργων τὸν δημιουργὸν μὴ ἀγνοεῖν· ἐπειδὴ δὲ ἡ ἀνθρώπων ἀνων ἀμέλεια· ἐπὶ τ ὰ χείρονα κατ’ ὀλίγον ἐπικαταβαίνει, προενοήσατο πάλιν ὁ θεὸς θς καὶ τῆς τοιαύτης ἀσθενείας αὐτῶν· νόμους καὶ προφήτας τοὺς αὐτοῖς γνω ρίμους ἀποστείλας· ἵνα ἐὰν καὶ εἰς τὸν οὐρανὸν οὐνὸν ὀκνήσωσιν ἀναβλέψαι καὶ γνῶναι τὸν ποιητὴν, ἔχωσιν ἐκ τῶν ἐγγὺς τὴν διδασκαλίαν· ἄνθρωποι ἄνοι γὰρ παρὰ ἀνθρώπων ἀνων ἐγγυτέρω δύνανται μαθεῖν περὶ τῶν κρειττόνων· ἐ ξὸν οὖν ἦν ἀναβλέψαντας αὐτοὺς εἰς τὸ μέγεθος τοῦ οὐρανοῦ οὐνοῦ · καὶ κατα νοήσαντας τὴν τῆς κτίσεως ἁρμονίαν, γνῶναι τὸν ταύτης ἡγεμόνα τὸν τοῦ πατρὸς πρς λόγον· τὸν τῆ ἑαυτοῦ εἰς πάντα προνοία γνωρίζοντα πᾶσι τὸν πατέρα πρα · καὶ διατοῦτο τὰ ὅλα κινοῦντα· ἵνα δι’ αὐτοῦ πάντες γινώσ κωσι τὸν θεὸν θν · ἢ εἰ τοῦτο αὐτοῖς ἦν ὀκνηρὸν, κἂν τοῖς ἁγίοις δυνατὸν ἦν αὐτοὺς συντυγχάνειν· καὶ δι’ αὐτῶν μαθεῖν τὸν τῶν πάντων δημιουργὸν θεὸν θν · τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · καὶ ὅτι τῶν εἰδώλων ἡ θρησκεία, ἀθεότης ἐστὶ καὶ πά σης ἀσεβείας μεστή· ἐξὸν δὲ ἦν αὐτοὺς καὶ τὸν νόμον ἐγνωκότας, παύ σασθαι πάσης παρανομίας, καὶ τὸν κατ’ ἀρετὴν ζῆσαι βίον· οὐδὲ γὰρ διὰ ἰουδαίους μόνους ὁ νόμος ἦν· οὐδὲ δι’ αὐτοὺς μόνους οἱ προφῆται ἐπέμποντο· ἀλλὰ πρὸς ἰουδαίους μὲν ἐπέμποντο· καὶ παρὰ ἰουδαίων ἐδιώκοντο· πάσης δὲ τῆς οἰκουμένης ἦσαν διδασκάλιον ἱερὸν τῆς περὶ θεοῦ θῦ γνώσεως· καὶ τῆς κατὰ ψυχὴν πολιτείας· τοσαύτης οὖν οὔσης τῆς τοῦ θεοῦ θῦ ἀγαθότητος καὶ φιλ ανθρωπίας ανίας · ὅμως οἱ ἄνθρωποι ἄνοι νικώμενοι ταῖς παραυτίκα ἡδοναῖς· καὶ ταῖς παρὰ δαιμόνων φαντασίαις καὶ ἀπάταις, οὐκ ἀνέ νευσαν πρὸς τὴν ἀλήθειαν· ἀλλ’ ἑαυτοὺς πλείοσι κακοῖς καὶ ἁμαρτήμασιν ἐνεφόρησαν, ὡς μηκέτι δοκεῖν αὐτοὺς λογικοὺς· ἀλλὰ ἀλόγους ἐκ τῶν τρόπων νομίζεσθαι· οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων ἀνων · καὶ οὕτως τ ῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ· καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ γνῶσιν, τί τὸν θεὸν θν ἔδει ποιεῖν· σιωπῆσαι τὸ τη λικοῦτον· καὶ ἀφῆναι τοὺς ἀνθρώπους ἀνους ὑπο δαιμόνων πλανᾶσθαι· καὶ μὴ γινώσκειν αὐτοὺς τὸν θεὸν; καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς κατ’ εἰ κόνα θεοῦ θῦ γενέσθαι τὸν ἄνθρωπον ἄνον · ἔδει γὰρ αὐτὸν ἁπλῶς ὡς ἄλογον γενέσθαι· ἢ γενόμενον λογικὸν, τὴν τῶν ἀλόγων ζωὴν μὴ βιοῦν· τίς δὲ ὅλως ἦ ν χρεία ἐννοίας αὐτὸν λαβεῖν περὶ θεοῦ θῦ ἐξ ἀρχῆς· εἰ γὰρ οὐδὲ νῦν ἄξι ός ἐστι λαβεῖν, ἔδει μὴ δὲ κατὰ τὴν ἀρχὴν αὐτῶ δοθῆναι· τί δὲ καὶ ὄ φελος τῶ πεποιηκότι θεῶ θῶ · ἢ ποία δόξα αὐτῶ ἂν εἴη· εἰ οἱ ὑπ’ αὐτοῦ γενό μενοι ἄνθρωποι ἄνοι · οὐ προσκυνοῦσιν αὐτῶ· ἀλλ’ ετέρους εἶναι τοὺς πεποιηκότας αὐτοὺς νομίζουσιν, εὑρίσκεται γὰρ ὁ θεὸς θς ἑτέροις καὶ οὐχ’ ἑαυτῶ τούτους δημιουργήσας· εἶτα βασιλεὺς μὲν ἄνθρωπος ἄνος ὢν· τὰς ὑπ’ αὐτοῦ κτι σ θείσας χώρας, οὐκ ἀφίησιν ἐκδότους ἑτέροις δουλεύειν· οὐδὲ πρὸς ἄλλους καταφεύγειν· ἀλλὰ γράμμασιν αὐτοὺς ὑπομιμνήσκει· πολλάκις δὲ, καὶ διὰ φίλων αὐτοῖς ἐπιστέλλει· εἰ δὲ καὶ χρεία γένηται, αὐτὸς παραγί νεται· τῆ παρουσία λοιπὸν αὐτοὺς δυσωπῶν· μόνον ἵνα μὴ ἑτέροις δου λεύσωσι καὶ ἀργὸν αὐτοῦ τὸ ἔργον γένηται· οὐ πολλῶ πλέον ὁ θεὸς θς τῶν ἑαυ τοῦ κτισμάτων φείσεται· πρὸς τὸ μὴ πλανηθῆναι ἀπ’ αὐτοῦ καὶ τοῖς οὐκ οὖσι δουλεύειν; μάλιστα ὅτι ἡ τοιαύτη πλάνη ἀπωλείας αὐτοῖς αἰτία καὶ ἀφανισμοῦ γίνεται; οὐκ ἔδει δὲ τὰ ἅπαξ κοινωνήσαντα τῆς τοῦ θεοῦ θῦ εἰκόνος ἀπολέσθαι· τί οὖν ἔδει ποιεῖν τὸν θεὸν θν · ἢ τί ἔδει γε νέσθαι· ἀλλ’ ἢ τὸ κατ’ εἰκόνα πάλιν ἀνανεῶσαι· ἵνα δι’ αὐτοῦ πάλιν αὐ τὸν γνῶναι δυνηθῶσιν οἱ ἄνθρωποι ἄνοι · τοῦτο δὲ πῶς ἂν ἐγεγόνει· εἰ μὴ αὐ τ ῆς τῆς τοῦ θεοῦ θῦ εἰκόνος παραγενομένης· τοῦ σωτῆρος σρος ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · δι’ ἀνθρώπων ἀνων μὲν, γὰρ οὐκ ἦν δυνατὸν· ἐπεὶ, καὶ αὐτοὶ κατ’ εἰκόνα γεγόνασιν· ἀλλ’ οὐ δὲ δι’ ἀγγέλων· οὐδὲ γὰρ οὐδὲ αὐτοί εἰσιν εἰκόνες· ὅθεν ὁ τοῦ θεοῦ θῦ λόγος δι’ ἑαυτοῦ παρεγένετο· ἵν’ ὡς εἰκὼν ὢν τοῦ πατρὸς πρς , τὸν κατ’ εἰκόνα γρ(άφε) ἵν’ ὡς εἰκὼν ὢν τοῦ πατρὸς πρς , ἄνθρωπον ἀνον ἀνακτίσαι δυνηθῆ· ἄλλως δὲ πάλιν οὐκ ἂν ἐγεγόνει· εἰ μὴ ὁ θά νατος ἦν καὶ ἡ φθορὰ ἐξαφανισθεῖσα· ὅθεν εἰκότως ἔλαβε σῶμα θνητὸν· ἵνα καὶ ὁ θάνατος ἐν αὐτῶ λοιπὸν ἐξαφανισθῆναι δυνηθῆ· καὶ οἱ κατ’ εἰκόνα πάλιν ἀνακαινισθῶσιν ἄνθρωποι ἄνοι · οὐκοῦν ἑτέρου πρὸς ταύτην τὴν χρείαν οὐκ ἦν· εἰ μὴ τῆς εἰκόνος τοῦ πατρὸς πρς · ὡς γὰρ τῆς γρα φείσης ἐν ξύλω μορφῆς παραφανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων· πάλιν χρεία τοῦτον παραγενέσθαι οὗ καὶ ἔστιν ἡ μορφὴ· ἵνα ἀνακαι νισθῆναι ἡ εἰκὼν δυνηθῆ ἐν τῆ αὐτῆ ὕλη· διὰ γὰρ τὴν ἐκείνου γραφὴν· καὶ αὐτὴ ἡ ὕλη ἐν ἧ καὶ γέγραπται οὐκ ἐκβάλλεται· ἀλλ’ ἐν αὐτῆ ἀνα τυποῦται, κατὰ τοῦτο καὶ ὁ πανάγιος τοῦ πατρὸς πρς υἱὸς· εἰκὼν ὢν τοῦ πατρὸς πρς , παρεγένετο ἐπὶ τοὺς ἡμετέρους τόπους· ἵνα τὸν κατ’ αὐτὸν πε ποιημένον ἄνθρωπον ἀνον ἀνακαινίση· καὶ ὡς ἀπολόμενον εὕρη· διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως· ἥ φησι καὶ αὐτὸς ἐν τοῖς εὐαγγελίοις· ἦλθον τὸ ἀπολόμενον εὑρεῖν καὶ σῶσαι· ὅθεν καὶ πρὸς τοὺς ἰουδαίους ἔλεγεν· ἐὰν μή τις ἀναγεννηθῆ· οὐ τὴν ἐκ γυναικῶν γέννησιν σημαίνων ὥσπερ ὑπε νόουν ἐκεῖνοι· ἀλλὰ τὴν ἀναγεννωμένην καὶ ἀνακτιζομένην ψυχὴν ἐν τῶ κατ’ εἰκόνα δηλῶν· ἐπειδὴ δὲ καὶ εἰδωλομανία καὶ ἀθεότης κατεῖχε τ ὴν οἰκουμένην· καὶ ἡ περὶ θεοῦ θῦ γνῶσις ἐκέκρυπτο· τίνος ἦν διδάξαι τὴν οἰκουμένην περὶ πατρὸς πρς · ἀνθρώπου ἀνου φαίη τις ἄν; ἀλλ’ οὐκ ἦν ἀνθρώπων ἀνων ἐνὸν τὴν ὑ φήλιον πᾶσαν ὑπελθεῖν· οὔτε τῆ φύσει τοσοῦτον ἰσχυόντων δραμεῖν· οὔτε ἀξιοπίστων περὶ τούτου δυναμένων γενέσθαι· οὔτε πρὸς τὴν τῶν δαιμόνων ἀπάτην καὶ φαντασίαν ἱκανῶν δι’ ἑαυτῶν ἀντιστῆναι· π άντων γὰρ κατὰ ψυχὴν πληγέντων καὶ ταραχθέντων παρὰ τῆς δαιμονικῆς ἀπάτης καὶ τῆς τῶν εἰδώλων ματαιότητος, πῶς οἷόν τε ἦν ἀνθρώπου ἀνου ψυχὴν καὶ ἀνθρώπων ἀνων νοῦν μεταπεῖσαι· ὅπουγε οὐδὲ ὁρᾶν αὐτοὺς δύνανται· ὃ δὲ μὴ ὁρᾶ τίς, πῶς δύναται μεταπαιδεῦσαι· ἀλλ’ ἴσως ἄν τις εἴποι τὴν κτίσιν ἀρκεῖσθαι· ἀλλ’ εἰ ἡ κτίσις ἤρκει, οὐκ ἂν ἐγεγόνει τὰ τηλικαῦτα κακά· ἦν γὰρ καὶ ἡ κτίσις· καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἄνοι ἐν τῆ αὐτῆ περὶ θεοῦ θῦ πλάνη ἐκυλίοντο· τίνος οὖν ἦν πάλιν χρεία· ἢ τοῦ θεοῦ θῦ λόγου τοῦ καὶ ψυχὴν καὶ νοῦν ὁρῶντος· τοῦ καὶ τὰ ὅλα ἐν τῆ κτίσει κινοῦντος· καὶ δι’ αὐτῶν γνωρίζοντος τὸν πατέρα πρα · τοῦ γὰρ διὰ τῆς ἰδίας προνοίας καὶ διακοσμήσεως τῶν ὅλων διδάσκον τος περὶ τοῦ πατρὸς πρς αὐτοῦ, ἦν καὶ τὴν αὐτὴν διδασκαλίαν ἀνανεῶσαι· π ῶς οὖν ἂν ἐγεγόνει τοῦτο· ἴσως ἄν τις εἴποι, ὅτι ἐξὸν ἦν διὰ τῶν αὐτῶν· ὥστε πάλιν διὰ τῶν τῆς κτίσεως ἔργων τὰ περὶ αὐτοῦ δεῖξαι· ἀλλ’ οὐκ ἦν ἀσ φαλὲς ἔτι τοῦτο· οὐχί γε· παρεῖδον γὰρ τοῦτο πρότερον οἱ ἄνθρωποι ἄνοι · καὶ οὐκέτι μὲν ἄνω· κάτω δὲ τοὺς ὀφθαλμοὺς ἐσχήκασιν· ὅθεν εἰκότως ἀνθρώπους ἀνους θέλων ὠφελῆσαι, ὡς ἄνθρωπος ἀνος ἐπιδημεῖ· λαμβάνων ἑαυτῶ σῶμα ὅμοιον ἐκείνοις· καὶ ἐκ τῶν κάτω· λέγω δὴ διὰ τῶν τοῦ σώματος ἔργων· ἵνα οἱ μὴ θελήσαντες αὐτὸν γνῶναι ἐκ τῆς εἰς τὰ ὅλα προνοίας καὶ ἡγεμονίας αὐτοῦ, κἂν ἐκ τῶν δι’ αὐτοῦ τοῦ σώματος ἔργων· γνώσωνται τὸν ἐν τῶ σώματι τοῦ θεοῦ θῦ λόγον· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα · ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν· τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι· πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς παιδεύει, οὕτως καὶ ὁ τοῦ θεοῦ θῦ λόγος· καθὼς καὶ ὁ παῦλος φησί· ἐπειδὴ γὰρ ἐν τῆ σοφία τοῦ θεοῦ θῦ · οὐκ ἔ γνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεὸν θν , εὐδόκησεν ὁ θεὸς θς διὰ τῆς μωρίας τοῦ κη ρύγματος σῶσαι τοὺς πιστεύοντας· ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ἄνοι ἀποστραφέντες τὴν πρὸς τὸν θεὸν θν θεωρίαν· καὶ ὡς ἐν βυθῶ βυθισθέντες· κάτω τοὺς ὀ φθαλμοὺς ἔχοντες, ἐν γενέσει καὶ τοῖς αἰσθητοῖς τὸν θεὸν θν ἀνεζήτουν· ἀνθρώπους ἀνους θνητοὺς καὶ δαίμονας ἑαυτοῖς θεοὺς ἀνατυπούμενοι, τούτου ἕνεκα ὁ φιλ άνθρωπος άνος καὶ κοινὸς πάντων σωτὴρ σὴρ · ὁ τοῦ θεοῦ θῦ λόγος, λαμβάνει ἑαυτῶ σῶμα· καὶ ὡς ἄνθρωπος ἀνος ἐν ἀνθρώποις ἀνοις ἀναστρέφεται· καὶ τὰς αἰσθήσεις πάντων ἀνθρώπων ἀνων προσ λαμβάνει· ἵνα οἱ ἐν σωματικοῖς νοοῦντες εἶναι τὸν θεὸν θν · ἀφ’ ὧν ὁ κύριος κς ἐρ γάζεται διὰ τῶν τοῦ σώματος ἔργων, ἀπ’ αὐτῶν νοήσωσι τὴν ἀλήθειαν· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα λογίσωνται· ἄνθρωποι ἀνοι δὲ ὄντες καὶ ἀνθρώπινα πάντα νοοῦντες· οἷς ἐὰν ἐπέβαλον τὰς ἑαυτῶν αἰσθήσεις, ἐν τούτοις προσλαμ βανομένους ἑαυτοὺς ἑώρων· καὶ πανταχόθεν διδασκομένους τὴν ἀλήθειαν· ε ἴτε γὰρ εἰς τὴν κτίσιν ἐπτόηντο, ἀλλ’ ἑώρων αὐτὴν ὁμολογοῦσαν τὸν χριστὸν χν κύριον κν · εἴτε εἰς ἀνθρώπους ανους ἦν αὐτῶν ἡ διάνοια προληφθεῖσα ὥστε τούτους θεοὺς νομίζειν, ἀλλ’ ἐκ τῶν ἔργων τοῦ σωτῆρος σρς συγκρινόντων τὲ ἐκείνων· ἐφαίνετο ἐν ἀνθρώποις ἀνοις μόνος ὁ σωτὴρ σὴρ θεοῦ θῦ υἱὸς· οὐκ ὄντων παρ’ ἐκείνοις τοιούτων ὁποῖα παρὰ τοῦ θεοῦ θῦ λόγου γέγονεν· εἰ δὲ καὶ εἰς δαίμονας ἦσαν προληφθέντες ἀλλὰ ὁρῶντες αὐτοὺς διωκομένους ὑπὸ τοῦ κυρίου κυ , ἐγίνωσκον μόνον εἶ ναι τοῦτον τὸν τοῦ θεοῦ θῦ λόγον καὶ οὐκ εἶναι θεοὺς τοὺς δαίμονας· εἰ δὲ καὶ εἰς νεκροὺς ἤδη τούτων ἦν ὁ νοῦς κατασχεθείς· ὥστε θρησκεύειν ἥρωας καὶ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς, ἀλλ’ ὁρῶντες τὴν τοῦ σωτῆρος σρς ἀνάστασιν, ὡμολόγουν ἐκείνους εἶναι ψευδεῖς· καὶ μόνον τὸν κύριον κν ἀληθι νὸν τὸν τοῦ πατρὸς πρς λόγον, τὸν καὶ τοῦ θανάτου κυριεύοντα· διατοῦτο καὶ γεγένηται· καὶ ἄνθρωπος ἀνος ἐφάνη· καὶ ἀπέθανε· καὶ ἀνέστη· ἀμβλύνας καὶ ἐπισκιάσας τὰ τῶν πώποτε γενομένων ἀνθρώπων ἀνων διὰ τῶν ἰδίων ἔργων· ἵνα ὅπου δἂν ὦσι προληφθέντες οἱ ἄνθρωποι ἄνοι , ἐκεῖθεν αὐτοὺς ἀναγάγη καὶ δι δάξη τὸν ἀληθινὸν ε αυτοῦ πατέρα πρα · καθάπερ καὶ αὐτός φησιν· ἦλθον σῶσαι καὶ εὑρεῖν τὸ ἀπολωλός· ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς δια ν οίας, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ λόγος· ἵνα μετενέγκη εἰς ἑαυτὸν ὡς ἄνθρωπον ἀνον τοὺς ἀνθρώπους ανους · καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνη· καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον ἀνον αὐτὸν ὁρῶντας· δι’ ὧν ἐργάζεται ἔργων· πείση μὴ εἶναι ἑαυτὸν ἄνθρωπον ἀνον μόνον· ἀλλὰ καὶ θεὸν θν καὶ θεοῦ θῦ ἀληθινοῦ λόγον καὶ σοφίαν· τοῦτο δὲ καὶ ὁ παῦλος βουλό μενος σημᾶναι, φησίν· ἐν ἀγάπη ἐρριζωμένοι καὶ τεθεμελιωμένοι· ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις· τί τὸ πλάτος καὶ μῆκος· καὶ ὕψος καὶ βάθος· γνῶναί τε τὴν ὑπερβά λλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ χῦ · ἵνα πληρωθῆτὲ εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ θῦ · πανταχοῦ γὰρ τοῦ λόγου ἑαυτὸν ἁπλώσαντος καὶ ἄνω καὶ κάτω καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος· ἄνω μὲν, εἰς τὴν κτίσιν· κάτω δὲ εἰς τὴν ἐνανθρώπησιν· εἰς βάθος δὲ εἰς τὸν ἅδην· εἰς πλάτος δὲ εἰς τὸν κόσμον· τὰ πάντα τῆς περὶ θεοῦ θῦ γνώσεως πεπλήρωται· διὰ δὲ τοῦτο· οὐδὲ παρ’ αὐτὰ παραγενόμενος τὴν θυσίαν τὴν ὑπὲρ πάντων ἐπετέλει· παραδιδοὺς τὸ σῶμα τῶ θανάτω· καὶ ἀνιστῶν αὐτὸ ἀφανῆ ἑαυτὸν διὰ τούτου ποιῶν· ἀλλὰ καὶ ἐμφανῆ ἑαυτὸν διὰ τούτου καθίστη· διαμένων ἐν αὐτῶ καὶ τοιαῦτα τελῶν ἔργα· καὶ σημεῖα διδοὺς· ἃ μηκέτι ἄνθρωπον ἀνον · ἀλλὰ θεὸν θν λόγον αὐτὸν ἐγνώριζον· ἀμφότερα γὰρ ἐφιλανθρωπεύετο ὁ σωτὴρ σὴρ διὰ τῆς ἐνανθρωπή σεως· ὅτι καὶ τὸν θάνατον ἐξ ἡμῶν ἠφάνιζε καὶ ἀνεκαίνιζεν ἡμᾶς· καὶ ὅτι ἀφανὴς ὢν καὶ ἀόρατος, διὰ τῶν ἔργων ἐνέφαινε· καὶ ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν λόγον τοῦ πατρὸς πρς · τὸν τοῦ παντὸς ἡγεμόνα καὶ βασιλέα· οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῶ σώματι· οὐδὲ ἐν σώματι μὲν, ἦν· ἀ λλαχόσε δὲ, οὐκ ἦν· οὐδὲ ἐκεῖνο μὲν ἐκίνει· τὰ ὅλα δὲ τῆς τούτου ἐνερ γείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον· λόγος ὢν, οὐ συνεί χετο μὲν ὑπό τινος· συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός· καὶ ὥσπερ ἐν πάση τῆ κτίσει ὢν, ἐκτὸς μὲν ἐστὶ τοῦ παντὸς κατ’ οὐσίαν· ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι· τὰ πάντα διακοσμῶν· καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν· καὶ ἕκαστον καὶ πάντα ὁμοῦ ζωοποιῶν· περι έχων τὰ ὅλα καὶ μὴ περιεχόμενος· ἀλλ’ ἐν μόνω τῶ ἑαυτοῦ πατρὶ πρὶ ὅλως ὢν κατὰ πάντα, οὕτως καὶ ἐν τῶ ἀνθρωπίνω σώματι ὢν· καὶ αὐτὸς αὐτὸ ζωοποιῶν, εἰκότως ἐζωοποίει καὶ τὰ ὅλα· καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο· καὶ ἔξω τῶν ὅλων ἦν· καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος· οὐκ ἀφανὴς ἦν· καὶ ἀπὸ τῆς τῶν ὅλων ἐνεργείας· ψυχῆς μὲν οὖν ἔργόν ἐστι, θεωρεῖν μὲν καὶ τὰ ἔξω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς· οὐ μὴν καὶ ἔξω θεν τοῦ ἰδίου σώματος ἐνεργεῖν· ἢ τὰ τούτου μακρὰν τῆ παρουσία κινεῖν· οὐδέποτε γ’οὖν ἄνθρωπος ἀνος διανοούμενος τὰ μακρὰν· ἤδη καὶ ταῦτα κινεῖ καὶ μεταφέρει· οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῶ οὐνῶ · ἤδη καὶ τὸν ἥλιον κινεῖ· καὶ τὸν οὐρανὸν οὐνὸν περιστρέφει· ἄλλ’ ὁρᾶ μὲν αὐτὰ κινούμενα καὶ γεγονότα· οὐ μὴν ὥστε ἐργάζεσθαι αὐτὰ δυνατὸς τυγχάνει· οὐ δὴ τοιοῦτος ἦν ὁ τοῦ θεοῦ θῦ λόγος ἐν τῶ ἀνθρώπω ἀνω · οὐ γὰρ συνεδέδετο τῶ σώματι· ἀλλὰ μᾶλλον ἐκράτει τοῦτο· οὐ γὰρ συνεδέδετο τῶ σώματι· ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο· ὥστε καὶ ἐν τούτω ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανε· καὶ ἔξω τῶν ὄντων ἦν· καὶ ἐν μόνω τῶ πατρὶ πρὶ ἀνε παύετο· καὶ τὸ θαυμαστὸν τοῦτο ἦν· ὅτι καὶ ὡς ἄνθρωπος ἀνος ἐπολιτεύετο· καὶ ὡς λόγος τὰ πάντα ἐζωογόνει· καὶ ὡς υἱὸς τῶ πατρὶ πρὶ συνῆν· ὅθεν οὐδὲ τῆς παρ θένου τικτούσης ἔπασχεν αὐτὸς· οὐδὲ ἐν σώματι ὢν ἐμολύνετο· ἀλλὰ μᾶλλον καὶ τὸ σῶμα ἡγίαζεν· οὐδὲ γὰρ ἐν τοῖς πᾶσιν ὢν, τῶν πάντων μετα λαμβάνει· ἀλλὰ πάντα μᾶλλον ὑπ’ αὐτοῦ ζωογονεῖται καὶ τρέφεται· εἰ γὰρ κ αὶ ἥλιος ὁ ὑπ’ αὐτοῦ γενόμενος καὶ ὑφ’ ἡμῶν ὁρώμενος περιπολλῶν ἐν οὐρανῶ οὐνῶ · οὐ ῥυπαίνεται τῶν ἐπὶ γῆς σωμάτων ἁπτόμενος· οὐδὲ ὑπὸ σκότους ἀφα νίζεται· ἀλλὰ μᾶλλον αὐτὸς καὶ ταῦτα φωτίζει καὶ καθαρίζει· πολλῶ πλέον ὁ πανάγιος τοῦ θεοῦ θῦ λόγος· ὁ καὶ τοῦ ἡλίου ποιητὴς καὶ κύριος κς · ἐν σώματι γνωριζόμενος οὐκ ἐρυπαίνετο· ἀλλὰ μᾶλλον ἄφθαρτος ὢν καὶ τὸ σῶμα θνητὸν τυγχάνον, ἐζωοποίει καὶ ἐκαθάριζεν· ὃς ἁμαρτίαν γάρ φησιν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλος ἐν τῶ στόματι αὐτοῦ· ὅταν τοίνυν ἐ σθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεο λόγοι· γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα ἐτίκτετο καὶ καταλλήλοις ἐτρέφετο τροφαῖς· αὐτὸς δὲ ὁ συνὼν τῶ σώματι θεὸς θς λόγος τὰ πάντα δι ακοσμῶν· καὶ δι’ ὧν εἰργάζετο ἐν τῶ σώματι, οὐκ ἄνθρωπον ἀνον ἑαυτὸν ἀλλὰ θεὸν θν λόγον ἐγνώριζεν· λέγεται δὲ περὶ αὐτοῦ ταῦτα· ἐπειδὴ καὶ τὸ σῶμα ἐσθίον καὶ τικτόμενον καὶ πάσχον· οὐχ’ ἑτέρου τινὸς ἀλλὰ τοῦ κυρίου κυ ἦν· καὶ ὅτι ἀνθρώπου ἀνου γενομένου, ἔπρεπε καὶ ταῦτα ὡς περὶ ἀνθρώπου ἀνου λέγεσθαι· ἵνα ἀληθεία καὶ μὴ φαντασία σῶμα ἔχων φαίνηται· ἀλλ’ ὥσπερ ἐκ τούτων ἐγινώσ κ ετο σωματικῶς παρὼν, οὕτως ἐκ τῶν ἔργων ὧν ἐποίει διὰ τοῦ σώματος υἱὸν θεοῦ θῦ ἑαυτὸν ἐγνώριζεν· ὅθεν καὶ πρὸς τοὺς ἀπίστους ἰουδαίους ἐβόα λέγων· εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός πρς μου· μὴ πιστευετέ μοι· εἰ δὲ ποιῶ· κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ γινώσκητε· ὅτι ἐν ἐμοὶ ὁ πατὴρ πὴρ κἀγὼ ἐν τῶ πατρί πρί · ὡς γὰρ ἀόρατος ὢν ἀπὸ τῶν τῆς κτί σ εως ἔργων γινώσκεται, οὕτως ἄνθρωπος ἀνος γενόμενος καὶ ἐν σώματι χωρούμενος ἐκ τῶν ἔργων ἂν γνωσθείη ὅτι οὐκ ἄνθρωπος ἀνος , ἀλλὰ θεοῦ θῦ δύναμις καὶ λόγος ἐστὶν ὁ ταῦτα ἐργαζόμενος· τὸ γὰρ ἐπιτάσσειν αὐτὸν τοῖς δαίμοσι κἀκείνους ἀπελαύνεσθαι, οὐκ ἀνθρώπινον· ἀλλὰ θεῖόν ἐστι τὸ ἔργον· ἢ τίς ἰδὼν αὐτὸν τὰς νόσους ἰώμενον· ἐν αἷς ὑπόκειται τὸ τῶν ἀνθρώπων ἀνων γένος, ἔτι ἄνθρωπον ἀνον καὶ οὐ θεὸν θν ἡγεῖτο· λεπροὺς γὰρ ἐκαθάριζε· χωλοὺς περιπατεῖν ἐποίει· κωφῶν τὴν ἀκοὴν ἤνοιγε· τυφλοὺς ἀναβλέπειν ἐποίει· καὶ πάσας ἁπλῶς νόσους καὶ μαλακίας πᾶσας ἀπήλαυνεν ἀπὸ τῶν ἀνθρώπων ἀνων · ἀφ’ ὧν ἦν αὐτοῦ καὶ τὸν τυχόντα τὴν θεότητα θεωρεῖν· τίς γὰρ ἰδὼν αὐτὸν ἀποδιδόντα τὸ λεῖπον οἷς ἡ γένεσις ἐνέλειψε· καὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ τοὺς ὀ φθαλμοὺς ἀνοίγοντα, οὐκ ἂν ἐνενόησε τὴν ἀνθρώπων ἀνων ὑποκειμένην αὐτῶ γέ νεσιν; καὶ ταύτης εἶναι δημιουργὸν τοῦτον καὶ ποιητήν; ὁ γὰρ τὸ μὴ ὃ ἐκ γενέσεως ἔσχεν ὁ ἄνθρωπος ἀνος ἀποδιδοὺς, δῆλος ἂν εἴη πάντως ὅτι κύριος κς οὗτός ἐστι καὶ τῆς γενέσεως τῶν ἀνθρώπων ἀνων · διατοῦτο καὶ ἐν ἀρχῆ κατερχόμενος πρὸς ἡμᾶς, ἐκ παρθένου πλάττει ἑαυτῶ τὸ σῶμα, ἵνα μικρὸν τῆς θεότητος αὐτοῦ γνώρισμα πᾶσι παράσχη· ὅτι ὁ τοῦτο πλάσας, αὐτός ἐστι καὶ τῶν ἄλλων ποιητής· τίς γὰρ ἰδὼν χωρὶς ἀνδρὸς ἐκ παρθένου μόνης προερχό μενον σῶμα, οὐκ ἐνθυμεῖται τὸν ἐν τούτω φαινόμενον εἶναι καὶ τῶν ἄλλων σωμάτων ποιητὴν καὶ κύριον κν · τίς δὲ ἰδὼν καὶ τὴν ὑδάτων ἀλλασσομένην οὐσίαν καὶ εἰς οἶνον μεταβάλλουσαν, οὐκ ἐννοεῖ τὸν τοῦτο ποιήσαντα κύριον κν εἶναι καὶ κτίστην τῆς τῶν ὅλων ὑδάτων οὐσίας· διατοῦτο γὰρ ὡς δεσ π ότης ἐπέβαινε καὶ τῆ θαλάσση· καὶ περιεπάτει ὡς ἐπὶ γῆς, γνώρισμα τῆς ἐπὶ πάντα δεσποτείας αὐτοῦ τοῖς ὁρῶσι παρέχων· τρέφων δὲ καὶ ἐξ ὀλίγων τοσοῦτον πλῆθος· καὶ ἐξ ἀπόρων εὐπορῶν αὐτὸς· ὥστε ἀπὸ πέντε ἄρτων πεντακισχιλίους κορεσθῆναι· καὶ ἄλλο τοσοῦτο κατα λεῖψαι· οὐδὲν ἕτερον· ἢ αὐτὸν εἶναι καὶ τὸν τῆς ὅλης προνοίας κύριον ἐγνώριζεν· ταῦτα δὲ πάντα ποιεῖν τῶ σωτῆρι καλῶς ἔχειν ἐ δ όκει· ἵν’ ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι ἄνοι · καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτίσεως αὐτοῦ θεότητα, κἂν ἐκ τῶν διὰ τοῦ σώματος ἔργων αὐτοῦ, ἀναβλέψωσι καὶ ἔννοιαν λάβωσι δι’ αὐτοῦ τῆς εἰς τὸν πατέρα πρα γνώσεως· ἐκ τῶν κατὰ μέρος τὴν εἰς τὰ ὅλα αὐτοῦ πρόνοιαν ὡς προεῖπον ἀναλογιζόμενοι· τίς γὰρ ἰδὼν αὐτοῦ τὴν κατὰ δαιμόνων ἐξουσίαν· ἢ τίς ἰδὼν τοὺς δαίμονας ὁμολογοῦντας εἶναι τούτων αὐτὸν κύριον κν , ἔτι τὴν διάνοιαν ἀμφίβολον ἕξει· εἰ οὗτός ἐστιν ὁ τοῦ θεοῦ θῦ υἱὸς καὶ ἡ σοφία καὶ ἡ δύ ναμις· οὐδὲ γὰρ τὴν κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν· ἀλλὰ τό γε θαυμα στὸν καὶ ἐν τῶ θανάτω· μᾶλλον δὲ ἐν αὐτῶ τῶ κατὰ τοῦ θανάτου τροπαίω· λέγω δὴ τῶ σταυρῶ στρῶ πᾶσα ἡ κτίσις ὡμολόγει τὸν ἐν τῶ σώματι γνωριζόμενον καὶ πάσχοντα· οὐχ ἁπλῶς εἶναι ἄνθρωπον ἀνον · ἀλλὰ θεοῦ θῦ υἱὸν καὶ σωτῆρα σρα πάντων· ὅτε γὰρ ἥλιος ἀπεστράφη· καὶ ἡ γῆ ἐσείετο· καὶ τὰ ὄρη ἐρρήγνυτο, πάν τες κατέπτυσσον· ταῦτα δὲ· τὸν μὲν ἐν τῶ σταυρῶ στρῶ χριστὸν χν , θεὸν θν ἐδείκνυον· τὴν δὲ κτίσιν πᾶσαν, τούτου δούλην εἶναι· καὶ μαρτυροῦσαν τῶ φό βω τὴν τοῦ δεσπότου παρουσίαν· οὕτω μὲν οὖν ὁ θεὸς θς λόγος διὰ τῶν ἔρ γων ἑαυτὸν ἐνεφάνιζε τοῖς ἀνθρώποις ἀνοις · ἀκόλουθον δἂν εἴη καὶ τὸ τέλος τῆς ἐν σώματι διαγωγῆς καὶ περιπολήσεως αὐτοῦ διηγήσασθαι καὶ εἰπεῖν· καὶ ὁποῖος γέγονεν ὁ τοῦ σώματος θάνατος· μάλιστα ὅτι τὸ κεφάλαιον τῆς πίστεως ἡμῶν ἐστι τοῦτο· καὶ πάντες ἁπλῶς ἄνθρωποι ἄνοι περὶ τούτου θρυλλοῦσιν· ἵνα γνῶς ὅτι καὶ ἐκ τούτου μᾶλλον οὐδὲν ἧττον γινώσ κεται θεὸς θς ὁ χριστὸς χς καὶ τοῦ θεοῦ θῦ υἱός· τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπι φανείας αὐτοῦ· ὡς οἷόν τε ἦν ἐκ μέρους· καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν· ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν με ταβαλεῖν, εἰ μὴ αὐτοῦ τοῦ σωτῆρος σρς · τοῦ καὶ τὴν ἀρχὴν ἐξ οὐκόντων πε ποιηκότος τὰ ὅλα· καὶ οὐκ ἄλλου ἦν τὸ, κατεικόνα πάλιν ἀνακτίσαι τοῖς ἀνθρώποις ἀνοις , εἰ μὴ τῆς εἰκόνος τοῦ πατρός πρς · καὶ οὐκ ἄλλου ἦν τὸ θνητὸν ἀ θάνατον ἀναστῆσαι, εἰ μὴ τῆς αὐτοζωῆς οὔσης τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · καὶ οὐκ ἄλλου ἦν περὶ πατρὸς πρς διδάξαι· καὶ τὴν εἰδώλων καθαιρῆσαι θρη σκείαν, εἰ μὴ τοῦ τὰ πάντα διακοσμοῦντος λόγου· καὶ μόνου τοῦ πατρὸς πρς ὄντος υἱοῦ μονογενοῦς ἀληθινοῦ· ἐπειδὴ δὲ καὶ τὸ ὀφειλόμενον π αρὰ πάντων ἔδει λοιπὸν ἀποδοθῆναι, ὠφείλετο γὰρ πάντως ὡς προ εῖπον ἀποθανεῖν· δι’ὃ μάλιστα καὶ ἐπεδήμησε, τούτου ἕνεκεν μετὰ τὰς περὶ τῆς θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων θυσίαν ἀνέφερεν ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν· ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδοὺς· ἵνα τοὺς μὲν πάντας, ἀνυπευθύνους καὶ ἐ λευθέρους τῆς ἀρχαῖας παραβάσεως ποιήση· δείξη δὲ ἑαυτὸν καὶ θανά του κρείττονα· ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄ φθαρτον ἐπιδεικνύμενος· καὶ μήτι θαυμάσης εἰ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγομεν· ἐπειδὴ γὰρ περὶ τῆς εὐδοκίας τοῦ θεοῦ θῦ λαλοῦμεν, διατοῦτο τὸν αὐτὸν νοῦν διὰ πλειόνων ἑρμηνεύομεν· μὴ ἄρά τι παρα λιμπάνειν δόξωμεν· καὶ ἔγκλημα γένηται ὡς ἐνδεῶς εἰρηκόσιν· καὶ γὰρ βέλτιον ταυτολογίας μέμψιν ὑποστῆναι, ἢ παραλεῖψαί τι τῶν ὀ φειλόντων γραφῆναι· τὸ μὲν οὖν σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον τοῖς πᾶσι τὴν οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον· εἰ καὶ καινοτέρω θαύμα τί συνέστη ἐκ παρθένου μόνης· ὅμως θνητὸν ὂν, κατὰ ἀκολουθίαν τῶν ὁμοίων καὶ ἀπέθνησκε· τῆ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει, οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο· ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ θῦ λόγον, ἐκτὸς ἐγίνετο φθορᾶς· καὶ συνέβαινεν ἀμφότερα ἐν ταυτῶ γενέσθαι παρα δόξως· ὅτι τὲ ὁ πάντων θάνατος ἐν τῶ κυριακῶ σώματι ἐπληροῦτο· καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα λόγον ἐξηφανίζετο· θανάτου γὰρ ἦν χρεία· καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι· ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται· ὅθεν ὡς προεῖπον· ὁ λόγος ἐπεὶ, οὐ χ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν· ἀθάνατος γὰρ ἦν ἔλαβεν ἑαυτῶ σῶμα τὸ δυνάμενον ἀποθανεῖν· ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσε νέγκη· καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων διὰ τὴν πρὸς αὐτὸ ἐπί βασιν· καταργήση τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τουτέστι τὸν δι άβολον· καὶ ἀπαλλάξη τούτους ὅσοι φόβω θανάτου ἔνοχοι ἦσαν δουλείας· ἀμέλει του κοινοῦ πάντων σωτῆρος σρς ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτω ἀπο θνήσκομεν οἱ ἐν χριστῶ χῶ πιστοὶ· πέπαυται γὰρ ἡ τοιαύτη καταδίκη· ἀλλὰ τῆς φθορᾶς παυομένης καὶ ἀφανιζομένης ἐν τῆ τῆς ἀναστάσεως ση(μειωτέον) χάριτι, λοιπὸν κατὰ τὸ τοῦ σώματος θνητὸν διαλυόμεθα μόνον τῶ χρόνω ὃν ἑκάστω ὁ θεὸς θς ὥρισεν· ἵνα κρείττονος ἀναστάσεως τυχεῖν δυνηθῶμεν· δίκην γὰρ τῶν ἐν γῆ καταβαλλομένων σπερμάτων οὐκ ἀ πολλύμεθα διαλυόμενοι· ἀλλ’ ὡς σπειρόμενοι ἀναστησόμεθα· καταργη θέντος τοῦ θανάτου κατὰ τὴν τοῦ σωτῆρος χάριν· διατοῦτό γ’οὖν καὶ ὁ μακάριος παῦλος ἐγγυητὴς τῆς ἀναστάσεως πᾶσι γενόμενος, φησίν· δ εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν· καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅτἂν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθα ρσίαν· καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λό γος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νίκος· ποῦ σου θάνατε τὸ ÷ κέντρον, ποῦ σου ἅδη τὸ νίκος· διατί οὖν ἄν τις εἴποι· εἴπερ ἀνα ÷ γκαῖον ἦν ἀντὶ πάντων αὐτὸν παραδοῦναι τὸ σῶμα θανάτω· οὐχ’ ὡς ἄν ÷ θρωπος ἰδίως ἀπέθετο τοῦτο· ἀλλὰ καὶ μέχρι τοῦ σταυρω στρω θῆναι παρῆλθεν· ÷ ἐντίμως γὰρ ἔπρεπεν ἀποθέσθαι τὸ σῶμα· ἤπερ μεθ’ ὕβρεως τὸν τοι οῦτον θάνατον ὑπομεῖναι· θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν ἀνθρωπίνη ἀνίνη · τὸ δὲ ὑπὸ τοῦ σωτῆρος σρς γενόμενον· θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ θεότητος διὰ πολλά· πρῶτον μὲν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις ἀνοις πρὸς λύσιν α´ θά νατος, κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνά μενοι γὰρ ἐπὶ πολὺ διαμένειν, τῶ χρόνω διαλύονται· διατοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι· καὶ ἐξασθενήσαντες ἀποθνήσκουσιν· ὁ δὲ κύριος κς οὐκ ἀσθενὴς· ἀλλὰ θεοῦ θῦ δύναμις· καὶ θεοῦ θῦ λόγος ἐστὶ· καὶ αὐ το ζωή· εἰ μὲν οὖν ἦν ἰδία που καὶ κατὰ τὴν συνήθειαν τῶν ἀνθρώπων ἀνων ἀποθέμενος τὸ σῶμα ἐν κλίνη, ἐνομίσθη ἂν καὶ αὐτὸς κατὰ τὴν τῆς φύσεως ἀσθέ νειαν τοῦτο παθὼν· καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων ἀνων · ἐπειδὴ δὲ καὶ ζωὴ ἦν· καὶ θεοῦ θῦ λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι θάνατον, διατοῦτο ὡς μὲν ζωὴ καὶ δύναμις ὢν, συνίσχυεν ἐν αὐτῶ τὸ σῶμα· ὡς δὲ ὀφείλοντος γενέσθαι τοῦ θανάτου, οὐχ ἑαυτῶ ἀλλὰ παρ’ ἑτέρων ἐλάμβανε τὴν πρόφασιν τοῦ τελειῶσαι τὴν θυσίαν· ἐπεὶ, μηδὲ νοσεῖν ἔδει τὸν κύριον κν · τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύ οντα· ἀλλ’ οὐδὲ ἐξασμενῆσαι· ἔδει πάλιν τὸ σῶμα ἐν ὧ καὶ τὰς τῶν ἄλλων ÷ ἀσθενείας ἰσχυροποιεῖ· διατί οὖν καὶ τὸν θάνατον ὥσπερ καὶ τὸ ÷ νοσεῖν οὐκ ἐκώλυσεν· ὅτι διατοῦτο ἔσχε τὸ σῶμα καὶ ἀπρεπὲς ἦν κωλῦσαι· ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῆ· προηγήσασθαι μέν τοι τοῦ θανάτου νόσον, ἀπρεπὲς πάλιν ἦν· ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῶ σώματι νομισθῆ· οὐκ ἐπείνασεν οὖν; ναὶ ἐπείνασε δι ὰ τὸ ἴδιον τοῦ σώματος· ἀλλ’ οὐ λιμῶ διεφθάρη· διὰ τὸν φοροῦντα αὐτὸ κύριον κν · διατοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ’ οὐκ εἶδε διαφθοράν· ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ, μηδὲ ἄλλου ÷ τινὸς· ἀλλ’ αὐτῆς τῆς ζωῆς ἦν τὸ σῶμα· ἀλλ’ ἔδει φήσειεν ἄν τις ÷ κρυβῆναι τὴν ἐπιβουλὴν τῶν ἰουδαίων· ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξη· ἀκουέτω δὴ ὁ τοιοῦτος ὅτι καὶ τοῦ το ἀπρεπὲς ἦν τῶ κυρίῳ κῳ · ὡς γὰρ οὐκ ἔπρεπε τῶ τοῦ θεοῦ θῦ λόγω ζωῆ ὄντι τῶ σώματι ἑαυτοῦ θάνατον παρ’ ἑαυτοῦ διδόναι, οὕτως οὐχ’ ἥρ μοζεν οὐδὲ τῶν παρ’ ἑτέρων διδόμενον φεύγειν· ἀλλὰ καὶ μᾶλλον διώκειν αὐτὸν εἰς ἀναίρεσιν· ὅθεν εἰκότως οὔτε ἑαυτῶ ἀπέθετο τὸ σῶμα· οὔτε πάλιν ἐπιβουλεύοντας τοὺς ἰουδαίους ἔφυγε· τὸ δὲ τοι οῦτον, οὐκ ἀσθένειαν ἐδείκνυε τοῦ λόγου· ἀλλὰ μᾶλλον καὶ σωτῆρα σρα καὶ ζωὴν αὐτὸν ἐγνώριζεν· ὅτι καὶ τὸν θάνατον εἰς ἀναίρεσιν περιέμενε· καὶ τὸν διδόμενον θάνατον ὑπὲρ τῆς πάντων σωτηρίας σρίας ἔσπευδεν τελειῶσαι· καὶ ἄλλως δὲ· οὐ τὸν ἑαυτοῦ θάνατον· ἀλλὰ τὸν τῶν ἀνθρώπων ἀνων ἦλθε τελειῶσαι ὁ σωτὴρ σὴρ · ὅθεν οὐκ ἰδίω θανάτω· οὐκ εἶχε γὰρ ζωὴ ὢν ἀπετίθετο τὸ σῶμα· ἀλλὰ τὸν παρὰ τῶν ἀνθρώπων ἀνων ἐδέχετο· ἵνα καὶ τοῦτον ἐν τῶ ἑαυτοῦ σώματι προσελθόντα τέλεον ἐξαφανίση· ἔπειτα καὶ ἐκ τούτων ἄν τις εὐλόγως ἴδοι τὸ τοιοῦτο τέλος ἐσχηκέναι τὸ κυριακὸν σῶμα· ἔμελλε τῶ κυρίω κω μάλλι στα, περὶ ἧς ἔμελλε ποιεῖν ἀναστάσεως τοῦ σώματος· τοῦτο γὰρ ἦν κατὰ τοῦ θανάτου τρόπαιον ταύτην ἐπιδείξασθαι πᾶσι· καὶ πάντας πιστώ σασθαι τὴν παρ’ αὐτοῦ γενομένην τῆς φθορᾶς ἀπάλειψιν· καὶ λοιπὸν τὴν τῶν σωμάτων ἀφθαρσίαν· ἧς πᾶσιν ὥσπερ ἐνέχυρον καὶ γνώρισμα τῆς ἐπὶ πάντας ἐσομένης ἀναστάσεως, τετήρηκεν ἄφθαρτον τὸ ἑαυτοῦ σῶ μα· εἰ μὲν οὖν ἦν πάλιν νοσῆσαν τὸ σῶμα· καὶ ἐπ’ ὄψει πάντων διαλυθεὶς ἀπ’ αὐτοῦ ὁ λόγος, ἀπρεπὲς μὲν ἦν τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα, παρορᾶν τὸ ἴδιον ὄργανον ἐν νόσοις τηκόμενον· πῶς γὰρ ἂν ἐπιστεύθη τὰς ἄλλων ἀπελάσας ἀσθενείας, ἀσθενοῦντος ἐν αὐτῶ τοῦ ἰδίου ναοῦ· ἢ γὰρ ὡς οὐ δυνάμενος ἀπελάσαι νόσον ἐγελάσθη, ἢ δυνάμενος καὶ μὴ ποιῶν, ἀφιλ άνθρωπος άνος καὶ πρὸς τοὺς ἄλλους ἐνομίζετο· εἰ δὲ καὶ χωρίς τινος νόσου· καὶ χω ρίς τινος ἀλγηδόνος· ἰδία που καὶ καθ’ ἑαυτὸν ἐν γωνία· ἢ ἐν ἐρήμω τόπω· ἢ κατ’ οἰκίαν· ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας ἦν· καὶ μετὰ ταῦτα πάλιν ἐξαίφνης φανεὶς· ἔλεγεν ἑαυτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, μύθους μὲν ἂν ἔ δοξε λέγειν παρὰ πᾶσιν· ἠπιστήθη δὲ πολλῶ πλέον καὶ περὶ τῆς ἀναστά σεως λέγων· οὐκ ὄντος ὅλως τοῦ μαρτυροῦντος περὶ τοῦ θανάτου αὐτοῦ· τῆς δὲ ἀναστάσεως, προηγεῖσθαι δεῖ θάνατον· ἐπεὶ, οὐκ ἂν εἴη ἀνάστασις· μὴ προηγουμένου θανάτου· ὅθεν εἰ κρύφα ποῦ ἐγεγόνει τοῦ σώματος ὁ θάνατος οὐ φαινομένου τοῦ θανάτου· οὐδὲ ἐπὶ μαρτύρων γενομένου, ἀφανὴς ἦν καὶ ἀμάρτυρος καὶ ἡ τούτου ἀνάστασις· ἢ διατί τὴν μὲν ἀνάστασιν ἐκήρυττεν ἀναστὰς, τὸν δὲ θάνατον ἀφανῶς ἐποίει γενέσθαι· ἢ διατί τοὺς μὲν δαίμονας ἐπ’ ὄψει πάντων ἀπήλαυνε· τόν τε ἐκ γενννητῆς τυφλὸν ἀναβλέπειν ἐποίει· καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλλεν· ἵνα δι’ αὐτ ὸ ῶ ν πιστευθῆ λόγος θεοῦ θῦ · τὸ δὲ θνητὸν, οὐκ ἐπ’ ὄψει πάντων ἄφθαρ τον ἐδείκνυεν· ἵνα πιστευθῆ αὐτὸς ὢν ἡ ζωή· πῶς δὲ καὶ οἱ τούτου μαθη ταὶ παρρησίαν εἶχον περὶ τοῦ τῆς ἀναστάσεως λόγου· οὐκ ἔχοντες εἰπεῖν ὅτι πρῶτον ἀπέθανεν· ἢ πῶς ἂν ἐπιστεύθησαν λέγοντες γεγονέναι πρῶτον θάνατον εἶτα τὴν ἀνάστασιν, εἰ μὴ παρ’ οἷς ἐπαρρησιάζοντο εἶχον τούτους μάρτυρας τοῦ θανάτου· εἰ γὰρ καὶ οὕτως ἐπ’ ὄψει πάντων γενομένων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως· οὐκ ἠθέλησαν οἱ τότε φαρισαῖοι πιστεύειν· ἀλλὰ καὶ τοὺς ἑωρακότας τὴν ἀνάστασιν ἠνάγκασαν ἀρνήσασθαι ταύτην· πάντως εἰ κεκρυμμένως ἐγεγόνει ταῦτα, πόσας ἂν προφάσεις ἀπιστίας ἐπενόουν· πῶς δὲ ἄρα τὸ τοῦ θανάτου τέλος ἐ δείκνυτο· καὶ ἡ κατὰ τούτου νίκη, εἰ μὴ ἐπ’ ὄψει πάντων προσκαλεσά μενος αὐτὸν ἤλεγξε νεκρὸν· κενωθέντα λοιπὸν τῆ τοῦ σώματος ἀφθαρ σία· τὰ δὲ καὶ παρ’ ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀνα γκαῖον ταῖς ἀπολογίαις· τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· εἰ ἐπ’ ὄψει ÷ πάντων· καὶ ἐμμάρτυρον ἔδει γενέσθαι τὸν τούτου θάνατον· ἵνα καὶ ὁ ÷ τῆς ἀναστάσεως πιστευθῆ λόγος, ἔδει κἂν αὐτὸν ἔνδοξον ἐπινοήσασθαι ÷ θάνατον· ἵνα μόνον τὴν ἀτιμίαν τοῦ σταυροῦ στροῦ φύγη· ἀλλ’ εἰ καὶ τοῦτο ποιήσας ἦν, ὑπόνοιαν καθ’ ἑαυτοῦ παρεῖχεν· ὡς οὐ κατὰ παντὸς θανάτου δυνάμενος· ἀλλὰ μόνου τοῦ περὶ αὐτοῦ ἐπινοηθέντος· καὶ οὐδὲν ἧττον πάλιν ἦν ἡ πρόφασις τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας· ὅθεν οὐ παρ’ αὐ τοῦ· ἀλλ’ ἐξ ἐπιβουλῆς ἐγίνετο τῶ σώματι ὁ θάνατος· ἵνα ὃν αὐτοὶ προ σαγάγωσι τῶ σωτῆρι σρι θάνατον, τοῦτον αὐτὸς ἐξαφανίση· καὶ ὥσπερ γενναῖος παλαιστὴς· μέγας ὢν τῆ συνέσει καὶ τῆ ἀνδρία· οὐκ αὐτὸς ἑαυτῶ τοὺς ἀντιπάλους ἐκλέγεται· ἵνα μὴ ὑπόνοιαν τῆς πρός τινας δειλίας παράσχη· ἀλλὰ τῆ τῶν θεωρούντων δίδωσιν ἐξουσία· καὶ μάλλιστα κἂν ἐχθροὶ τυγχάνωσιν· ἵνα πρὸς ὃν ἐὰν συμβάλλωσιν αὐτοὶ· τοῦτον αὐτὸς καταρράξας· κρείττων τῶν πάντων πιστευθῆ, οὕτως καὶ ἡ τῶν πάντων ζωὴ κύριος κς καὶ σωτὴρ σὴρ ἡμῶν ὁ χριστός χς , οὐχ’ ἑαυτῶ θάνατον ἐπενόει τῶ σώματι· ἵνα μὴ ὡς ἕτερον δειλιῶν φανῆ· ἀλλὰ τὸν παρ’ ἑτέρων· καὶ μάλλιστα τὸν παρὰ τῶν ἐχθρῶν· ὃν ἐνόμιζον εἶναι δεινὸν ἐκεῖνοι καὶ ἄτιμον καὶ φευ κτὸν, τοῦτον αὐτὸς ἐν σταυρῶ στρῶ δεχόμενος, ἠνείχετο· ἵνα καὶ τούτου κα ταλυθέντος, αὐτὸς μὲν ὢν ἡ ζωὴ, πιστευθῆ· τοῦ δὲ θανάτου τὸ κράτος, τέλεον καταργηθῆ· γέγονε γ’οὖν τι θαυμαστὸν καὶ παράδοξον· ὃν γὰρ ἐνόμιζον ἄτιμον ἐπιφέρειν θάνατον, οὗτος ἦν τρόπαιον κατ’ αὐτοῦ τοῦ θανάτου· δι’ ὃ οὐδὲ τὸν ἰ ω άννου θάνατον ὑπέμεινε διαιρουμένης τῆς κεφαλῆς· οὐδὲ ὡς ἡσαΐας ἐπρίσθη· ἵνα καὶ τῶ θανάτω ἀδιαί ρετον καὶ ὁλόκληρον τὸ σῶμα φυλάξη· καὶ μὴ πρόφασις τοῖς βουλομέ νοις διαιρεῖν τὴν ἐκκλησίαν γένηται· καὶ ταῦτα μὲν, πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τίς μὴ ὡς φιλόνεικος· ἀλλ’ ὡς φιλομαθὴς ζητεῖ· ἐρώ(τησις) διὰ τί μὴ ἑτέρως ἀλλὰ σταυρὸν στρὸν ὑ πέμεινεν, ἀκουέτω καὶ οὗτος· λύσις ὅτι οὐκ ἄλλως, ἢ οὕτως ἡμῖν συνέφερε· κ αὶ τοῦτο δι’ ἡμᾶς καλῶς ὑπέμεινεν ὁ κύριος κς · εἰ γὰρ τὴν καθ’ ἡμῶν γενομένην κατάραν ἦλθεν αὐτὸς βαστάσαι, πῶς ἂν ἄλλος ἐγένετο κατάρα· εἰ μὴ τὸν ἐπὶ κατάρα γενόμενον θάνατον ἐδέξατο· ἔστι δὲ οὗτος, ὁ σταυρός στρς · οὕτω γὰρ καὶ γέγραπται· ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου· ἔπειτα· εἰ ὁ θάνατος τοῦ κυρίου κυ λύτρόν ἐστι πάντων· καὶ τῶ θανάτω τούτου τὸ μεσό τοιχον τοῦ φραγμοῦ λύεται· καὶ γίνεται τῶν ἐθνῶν ἡ κλῆσις, πῶς ἂν ἡμᾶς προσεκαλέσατο εἰ μὴ ἐσταύρωτο· ἐν μόνω γὰρ τῶ σταυρῷ στρῷ ἐκτε τ αμέναις χερσί, τις ἀποθνήσκει· δι’ ὃ καὶ τοῦτο ἔπρεπεν ὑπομεῖναι τὸν κύριον κν · καὶ τὰς χεῖρας ἐκτεῖναι· ἵνα τῆ μὲν, τὸν παλαιὸν λαόν· τῆ δὲ, τοὺς ἀπὸ τῶν ἐθνῶν ἑλκύση· καὶ ἀμφοτέρους ἐν ἑαυτῶ συνάψη· τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκε· σημαίνων ποίω θανάτω ἔμελλε λυτροῦσθαι τοὺς πάντας· ὅταν ὑψωθῶ φησὶν πάντας ἑλκύσω πρὸς ἐμαυτόν· καὶ πάλιν· εἰ ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν διάβολος ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ οὐνοῦ · περὶ τὸν ἀέρα τὸν ὧδε κάτω πλανᾶται· κἀκεῖ τῶν σὺν αὐτῶ δαιμόνων ὡς ὁμοίων ἐν τῆ ἀπειθεία ἐξουσιάζων· φαντασίας μὲν, δι’ αὐτῶν ἐνεργεῖ τοῖς ἀπατωμένοις· ἐπιχειρεῖ δὲ, τοῖς ἀνερχομένοις ἐμποδίζειν· καὶ περὶ τούτου φησὶν ὁ ἀπόστολος· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέ ρος· τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἦλθεν ὁ κύριος κς ἵνα τὸν μὲν διάβολον, καταβάλη· τὸν δὲ ἀέρα, καθαρίση· καὶ ὁδοποιήση ἡμῖν τὴν εἰς οὐρανοὺς οὐνοὺς ἄνοδον· ὡς εἶπεν ὁ ἀπόστολος διὰ τοῦ καταπε τάσματος· τουτέστι τῆς σαρκὸς αὐτοῦ· τοῦτο δὲ ἔδει γενέσθαι διὰ τοῦ θανάτου· ποίω δ’ ἂν ἄλλω θανάτω ἐγεγόνει ταῦτα, ἢ τῶ ἐν ἀέρι γενομένω· τουτέστι τῶ σταυρῶ στρῶ · μόνος γὰρ ἐν τῶ ἀέρι τίς ἀποθνήσκει, ὁ σταυρῶ στρῶ τελειούμενος· δι’ ὃ καὶ εἰκότως τοῦτον ὑπέμεινεν ὁ κύριος κς · οὕ τω γὰρ ὑψωθεὶς, τὸν μὲν ἀέρα ἐκαθάριζεν· ἀπό τε τῆς διαβολικῆς καὶ πάσης τῶν δαιμόνων ἐπιβουλῆς λέγων· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα· τὴν εἰς οὐρανοὺς οὐνοὺς ἄνοδον ὁδοποιῶν, ἐνεκαί νιζε λέγων πάλιν· ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι· οὐ γὰρ αὐτὸς ὁ λόγος ἦν ὁ χρήζων ἀνοίξεως τῶν πυ λῶν· κύριος κς τῶν πάντων ὤν· οὐδὲ κεκλεισμένον ἦν τι τῶν ποιημάτων τῶ ποιητῆ· ἀλλ’ ἡμεῖς ἦμεν οἱ χρήζοντες· οὓς ἀνέφερεν αὐτὸς διὰ τοῦ ἰδίου σώματος αὐτοῦ· ὡς γὰρ ὑπὲρ πάντων αὐτὸ προσήνεγκε τῶ θανάτω, οὕτως δι’ αὐτοῦ πάλιν ὡδοποίησε τὴν εἰς οὐρανοὺς οὐνοὺς ἄνο δον· πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῶ σταυρῶ στρῶ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα· καὶ δικαίους ἔχει τοὺς λογισμοὺς· ὅτι μὴ ἄλλως, ἀλλὰ διὰ τοῦ σταυροῦ στροῦ ἔδει τὴν σωτηρίαν σρίαν γενέσθαι τῶν πάντων· καὶ γὰρ οὐδ’ οὕτως ἀφανῆ ἑαυτὸν· οὐδὲ ἐν τῶ σταυρῶ στρῶ ἀφῆκεν· ἀλλὰ κατὰ περιττὸν τὴν μὲν κτίσιν, ἐποίει μαρτυρεῖν τὴν τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν· τὸν δὲ ἑαυτοῦ ναὸν, τὸ σῶμα· οὐκ ἐπὶ πολὺ μένειν ἀνασχόμενος· ἀλλὰ μόνον δείξας νεκρὸν τῆ τοῦ θανάτου πρὸς αὐτὸ συμπλοκῆ, τριταῖον ἀνέστησεν εὐθὺς· τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέρων, τὴν ἐν τῶ σώματι γενομένην ἀ φθαρσίαν καὶ ἀπάθειαν· ἠδύνατο μὲν γὰρ καὶ παρ’ αὐτὰ τοῦ θανάτου τὸ σῶμα διεγεῖραι καὶ πάλιν δεῖξαι ζῶν· ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ σωτὴρ σὴρ οὐ πεποίηκεν· εἶπε γὰρ ἄν τις μηδ’ ὅλως αὐτὸ τεθνηκέναι· ἢ μὴ δὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυκέναι· εἰ παρ’αὐτὰ τὴν ἀνάστα σιν ἦν ἐπιδείξας· τάχα δὲ καὶ ἐν ἴσω τοῦ διαστήματος ὄντος τοῦ τε θα νάτου καὶ τῆς ἀναστάσεως, ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος· ὅθεν ἵνα δειχθῆ νεκρὸν τὸ σῶμα, καὶ μίαν ὑπέμεινε μέσην ὁ λόγος, τὶ τριταῖον καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον· ἕνεκα μὲν οὖν τοῦ δει χθῆναι τὸν θάνατον ἐν τῶ σώματι, τριταῖον ἀνέστησε τοῦτο· ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμεῖναν καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπι στηθῆ ὡς οὐκ αὐτὸ ἀλλ’ ἕτερον σῶμα φέρων, ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῶ φαινομένω· καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων· διατοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο· οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν· ἀλλ’ ἔτι τῶν ἀκοῶν αὐτῶν ἔναυλον ἐχόντων τὸν λόγον· καὶ ἔτι τῶν ὀφθαλμῶν αὐ τῶν ἐκδεχομένων· καὶ τῆς διανοίας αὐτῶν ἠρτημένης καὶ ζώντων ἐπὶ γῆς ἔτι· καὶ ἐπὶ τόπον ὄντων τῶν θανατωσάντων καὶ μαρτυρούντων περὶ τοῦ θανάτου τοῦ κυριακοῦ σώματος· αὐτὸς ὁ τοῦ θεοῦ θῦ υἱὸς ἐν τριταί ω διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρ τον· καὶ ἀνεδείχθη πᾶσιν ὅτι οὐκ ἀσθενειά φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκε τὸ σῶμα, ἀλλ’ ἐπὶ τῶ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῶ τῆ δυνάμει τοῦ σωτῆρος· τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον· καὶ νίκην κατ’ αὐτοῦ γεγενῆσθαι τὸν σταυρὸν στρὸν · καὶ μηκέτι λοιπὸν ἰσχύειν· ἀλλ’ εἶναι νε κρὸν αὐτὸν ἀληθῶς, γνώρισμα οὐκ ὀλίγον καὶ πίστις ἐναργής· τὸ παρὰ πάντων τῶν τοῦ χριστοῦ χῦ μαθητῶν αὐτὸν καταφρονεῖσθαι· καὶ πάντας ἐπιβαίνειν κατ’ αὐτοῦ· καὶ μηκέτι φοβεῖσθαι τοῦτον· ἀλλὰ τῶ ση μείω τοῦ σταυροῦ στροῦ καὶ τῆ εἰς χριστὸν χν πίστει καταπατεῖν αὐτὸν ὡς νεκρὸν· πάλαι μὲν γὰρ πρὶν τὴν θείαν ἐπιδημίαν γενέσθαι τοῦ σωτῆρος, φοβερὸς ἦν καὶ αὐτοῖς τοῖς ἁγίοις ὁ θάνατος· καὶ πάντες τοὺς ἀποθνήσκοντας ὡς φθειρομένους ἐθρήνουν· ἄρτι δὲ τοῦ σωτῆρος σρς ἀναστήσαντος τὸ σῶμα, οὐ κέτι μὲν ὁ θάνατός ἐστι φοβερός· πάντες δὲ οἱ τῶ χριστῶ χῶ πιστεύοντες, ὡς οὐδὲν αὐτὸν ὄντα πατοῦσι· καὶ μᾶλλον ἀποθνήσκειν αἱροῦνται· ἢ ἀρνή σασθαι τὴν εἰς χριστὸν χν πίστιν· ἴσασι γὰρ ὄντως ὅτι ἀποθνήσκοντες οὐκ ἀπώ λλυνται· ἀλλὰ ζῶσι καὶ ἄφθαρτοι διὰ τῆς ἀναστάσεως γίνονται· ἐκεῖνος δὲ ὁ πάλαι τῶ θανάτω πονηρῶς ἐναλλόμενος διάβολος· λυθεισῶν αὐτοῦ τῶν ὠδίνων, ἔμεινε μόνος ἀληθῶς νεκρὸς· καὶ τούτου τεκμήριον· ὅτι πρὶν πιστεύσουσιν οἱ ἄνθρωποι ἄνοι τῶ χριστῶ χῶ , φοβερὸν τὸν θάνατον ὁρῶσι καὶ δειλιῶσιν αὐτόν· ἐπειδἂν δὲ εἰς τὴν ἐκείνου πίστιν καὶ διδασκαλίαν μετέλθωσι, τοσοῦτον καταφρονοῦσι τοῦ θανάτου, ὡς καὶ προθύμως ἐπ’ αὐτὸν ὁρμᾶν· καὶ μάρτυρας γίνεσθαι τῆς κατ’ αὐτοῦ παρὰ τοῦ σωτῆρος σρς γενομένης ἀναστά σεως· καὶ γὰρ ἔτι νήπιοι ὄντες τὴν ἡλικίαν, σπεύδουσιν ἀποθνήσκειν· καὶ μελετῶσι κατ’ αὐτοῦ ταῖς ἀσκήσεσιν· οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες· οὕτως ἀσθενὴς γέγονεν· ὡς καὶ γυναῖκας τὰς ἀπατηθείσας τὸ πρὶν παρ’ αὐ τοῦ· νῦν παίζειν αὐτοῦ ὡς νεκροῦ καὶ παρειμένου· ὡς γὰρ τυράννου κα ταπολεμηθέντος ὑπὸ γνησίου βασιλέως· καὶ δεθέντος τοὺς πόδας καὶ τὰς χεῖρας· πάντες λοιπὸν οἱ διαβαίνοντες καταπαίζουσιν αὐτοῦ τύπτον τες καὶ διασύροντες· οὐκέτι φοβούμενοι τὴν μανίαν αὐτοῦ καὶ τὴν ἀ γριότητα διὰ τὸν νικήσαντα βασιλέα, οὕτω καὶ τοῦ θανάτου νικηθέντος καὶ στηλιτευθέντος ὑπὸ τοῦ σωτῆρος σρς ἐν τῶ σταυρῶ στρῶ · καὶ δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας· πάντες οἱ ἐν χριστῶ χῶ διαβαίνοντες αὐτὸν καταπατοῦσι· καὶ μαρτυ ροῦντες μακαρία καὶ τρισμα καρία ἡ ψυχὴ καὶ ὁ νοῦς σου πανσεβάσ μιε πάτερ περ καὶ ἡ ὄντως πνευματο πνο κίνητος γλῶσσα σου· τῶ χριστῶ χῶ , χλευάζουσι τὸν θάνατον· ἐπικερτομοῦντες αὐτῶ· καὶ τὰ ἄνωθεν κατ’ αὐτοῦ γεγραμμένα λέγοντες· ποῦ σου θάνατε τὸ νίκος· ποῦ σου ἅδη τὸ κέντρον· ἄρ’ οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀ σθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ’ αὐτοῦ γενομένης νίκης παρὰ τοῦ σωτῆρος σρς ; ὅταν οἱ ἐν χριστῶ χῶ παῖδες καὶ νέαι κόραι παρορῶσι τὸν ἐνταῦθα βίον καὶ ἀποθανεῖν μελετῶσιν; ἔστι μὲν γὰρ κατὰ φύσιν ὁ ἄνθρωπος ἄνος δειλιῶν τὸν θάνατον καὶ τὴν τοῦ σώματος διάλυσιν· τὸ δὲ παραδοξότατον τοῦ τό ἐστιν· ὅτι τὴν τοῦ σταυροῦ στροῦ πίστιν ἐνδυσάμενος, καταφρονεῖ καὶ τῶν κατὰ φύσιν· καὶ τὸν θάνατον οὐ δειλιᾶ διὰ τὸν χριστόν χν · καὶ ὥσπερ τοῦ πυρὸς ἔχοντος κατὰ φύσιν τὸ καίειν· εἰ λέγοι τίς εἶναί τι τὸ μὴ δειλιῶν αὐτοῦ τὴν καῦσιν· ἀλλὰ καὶ μᾶλλον ἀσθενὲς αὐτὸ δεικνύον· οἷον δὴ λέγεται τὸ παρὰ ἰνδοῖς ἀμίαντον· εἶτα ὁ τῶ λεγομένω μὴ πιστεύων· εἰ πεῖραν θελήσειεν λαβεῖν τοῦ λεγομένου, πάντως τὸ ἄ καυστον ἐνδυσάμενος καὶ προσβαλὼν πυρὶ, πιστοῦται λοιπὸν τὴν κα τὰ τοῦ πυρὸς εὐσθένειαν· ἢ ὡς εἴ τις τὸν τύραννον δεδεμένον ἰδεῖν θε λήσειεν· πάντως εἰς τὴν τοῦ νικήσαντος χώραν καὶ ἀρχὴν παρελθὼν· ὁρᾶ τὸν ἄλλοις φοβερὸν ἀσθενῆ γενόμενον, οὕτως εἴ τις ἐστὶν ἄπιστος· καὶ ἀκμὴν μετὰ τοσαῦτα καὶ μετὰ τοὺς τοσούτους ἐν χριστῶ χῶ γενομένους μάρ τυρας· μετὰ τὴν καθ’ ἡμέραν γινομένην κατὰ τοῦ θανάτου χλεύην ὡς ὁ ἀπό στολος εἴρη κεν· καὶ ὁμολογουμένως καί ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· παρὰ τῶν ἐν χριστῶ χῶ διαπρεπόντων· ὅμως εἰ ἔτι τὴν διάνοιαν ἀμφί βολον ἔχει περὶ τοῦ κατηργῆσθαι τὸν θάνατον καὶ τέλος ἐσχηκέναι, καλῶς μὲν ποιεῖ θαυμάζων περὶ τοῦ τηλικούτου· πλὴν μὴ σκληρὸς εἰς ἀπι στίαν· μὴ δὲ ἀναιδὴς πρὸς τὰ οὕτως ἐναργῆ γινέσθω· ἀλλ’ ὥσπερ ὁ τὸ ἀμίαντον λαβὼν· γινώσκει τὸ ἄψαυστον τοῦ πυρὸς πρὸς αὐτὸ· καὶ ὁ τὸν τύραννον δεδεμένον θέλων ὁρᾶν εἰς τὴν τοῦ νικήσαντος ἀρχὴν παρέρχεται, οὕτως καὶ ὁ ἀπιστῶν περὶ τῆς τοῦ θανάτου νίκης λαμ βανέτω τὴν πίστιν τοῦ χριστοῦ χῦ · καὶ εἰς τὴν τούτου διδασκαλίαν παρερχέσθω· καὶ ὄψεται τοῦ θανάτου τὴν ἀσθένειαν· καὶ τὴν κατ’ αὐτοῦ νίκην· πολλοὶ γ ὰρ ἀπιστοῦντες πρότερον καὶ χλευάζοντες, ὕστερον πιστεύσαντες, οὕτως κατεφρόνησαν τοῦ θανάτου, ὡς καὶ μάρτυρας αὐτοῦ γενέσθαι τοῦ χριστοῦ χῦ · εἰ δὲ τῶ σημείω τοῦ σταυροῦ στροῦ καὶ τῆ πίστει τῆ εἰς χριστὸν χν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθεία δικαζούση· μὴ ἄλλον εἶναι ἀλλ’ ἢ αὐτὸν τὸν χριστὸν χν · τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον, κἀκεῖνον ἐξα σθενῆσαι ποιήσαντα· καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος καὶ διατοῦτο φανερὸς ἦν φοβερος ἦν · ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ σωτῆρος σρς καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ τὴν ἀνάστασιν καταφρονεῖται, φανερὸν ἂν εἴη παρ’ αὐ τοῦ τοῦ ἐπὶ τὸν σταυρὸν στρὸν ἀναβάντος χριστοῦ χῦ κατηργῆσθαι, καὶ νενικῆσθαι τὸν θάνα τον· ὡς γὰρ ἐὰν μετὰ νύκτα γένηται ἥλιος· καὶ πᾶς ὁ περίγειος τόπος καταλάμπηται ὑπ’ αὐτοῦ· πάντως οὐκ ἔστιν ἀμφίβολον ὅτι ὁ τὸ φῶς ἐφαπλώσας ἥλιος πανταχοῦ, αὐτός ἐστιν ὁ καὶ τὸ σκότος ἀπελάσας καὶ τὰ πάντα φωτίσας, οὕτως τοῦ θανάτου καταφρονηθέντος καὶ καταπα τηθέντος ἀφ’ οὗ γέγονεν ἡ τοῦ σωτῆρος σρς ἐν τω σώματι σωτήριος ἐπιφάνεια· καὶ τ ὸ τέλος τοῦ σταυροῦ στροῦ , πρόδηλον ἂν εἴη ὅτι αὐτός ἐστιν ὁ σωτὴρ σὴρ ὁ καὶ ἐν σώματι φα νείς· ὁ τὸν θάνατον καταργήσας, καὶ κατ’ αὐτοῦ τρόπαια καθ’ ἡμέραν ἐν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεικνύμενος· ὅτ’ἂν γὰρ ἴδη τίς ἀνθρώπους ἀνους ἀσ θ ενεῖς ὄντας τῆ φύσει· προπηδῶντας εἰς τὸν θάνατον· καὶ μὴ καταπτήσσον τας αὐτοῦ τὴν φθορὰν· μὴ δὲ τὰς ἐν ἅδου καθόδους δειλιῶντας· ἀλλὰ προ θύμω ψυχῆ προκαλουμένους αὐτὸν καὶ μὴ πτήσσοντας βασάνους· ἀλλὰ μᾶ λλον τῆς ἐνταῦθα ζωῆς προκρίνοντας διὰ τὸν χριστὸν χν τὴν εἰς τὸν θάνατον ὁρ μὴν· ἢ καὶ ἐὰν θεωρός τις γένηται ἀνδρῶν καὶ θηλειῶν καὶ παίδων νέων ὁρ μώντων καὶ ἐπιπηδώντων εἰς τὸν θάνατον διὰ τὴν εἰς χριστὸν χν εὐσέβειαν· τίς οὕτως ἐστὶν εὐήθης· ἢ τίς οὕτως ἐστὶν ἄπιστος· τίς δὲ οὕτως τὴν διάνοιαν πεπήρωται· ὡς μὴ νοεῖν καὶ λογίζεσθαι ὅτι ὁ χριστὸς χς εἰς ὃν μαρτυροῦσιν οἱ ἄνθρωποι ἄνοι · αὐτὸς τὴν κατὰ τοῦ θανάτου νίκην ἑκάστω παρέχει καὶ δίδωσιν· ἐξασθενεῖν αὐτὸν ποιῶν ἐν ἑκάστω τῶν αὐτοῦ τὴν πίστιν ἐχόντων καὶ τὸ σημεῖον τοῦ σταυροῦ στροῦ φορούντων· καὶ γὰρ ὁ τὸν ὄφιν βλέπων καταπατούμενον· εἰδὼς αὐτοῦ μάλιστα τὴν προτέραν ἀγριότητα, οὐκ ἀμφιβάλλει λοιπὸν ὅτι νε κρός ἐστι καὶ τέλεον ἐξησθένησεν· ἐκτὸς εἰ μὴ τὴν διάνοιαν ἐπεστράφη· καὶ οὐδὲ τὰς τοῦ σώματος αἰσθήσεις ὑγιαινούσας ἔχει· τίς γὰρ καὶ λέοντα π αιζόμενον ὑπὸ παιδίων ὁρῶν, ἀγνοεῖ τοῦτον· ἢ νεκρὸν γενόμενον· ἢ πᾶσαν ἀπολέσαντα αὐτοῦ τὴν δύναμιν· ὥσπερ οὖν ταῦτα ἀληθῆ εἶναι τοῖς ὀφθαλμοῖς ἔξεστιν ὁρᾶν, οὕτως παιζομένου καὶ καταφρονουμένου τοῦ θανάτου ὑπὸ τῶν εἰς χριστὸν χν πιστευόντων, μηκέτι μηδεὶς ἀμφιβαλλέ τω· μὴ δὲ γινέσθω τίς ἄπιστος ὅτι ὑπὸ χριστοῦ χῦ κατήργηται ὁ θάνατος· καὶ ἡ τούτου φθορὰ διαλέλυται καὶ πέπαυται· τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον· καὶ τρόπαιον εἶναι κατ’ αὐτοῦ τὸν κυριακὸν σταυρὸν στρὸν , οὐ μι κρὸς ἔλεγχος τὰ προειρημένα· τῆς δὲ γενομένης λοιπὸν ἀθανάτου ἀνα στάσεως τοῦ σώματος παρὰ τοῦ κοινοῦ πάντων σωτῆρος καὶ ζωῆς ὄντως χριστοῦ χῦ , ἐναργεστέρα τῶν λόγων ἡ διὰ τῶν φαινομένων ἀπόδειξίς ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας ἔχουσιν ὑγιαίνοντα· εἰ γὰρ κατήργηται ὁ θά νατος ὡς ὁ λόγος ἔδειξε· καὶ διὰ τὸν κύριον κν πάντες αὐτὸν καταπατοῦσι, πολλῶ πλέον αὐτὸς αὐτὸν πρῶτος κατεπάτησε τῶ ἰδίω σώματι καὶ κατήργησεν αὐτὸν· τοῦ δὲ θανάτου νεκρωθέντος ὑπ αὐτοῦ, τί ἔδει γενέσθαι, ἢ τὸ σῶ μα ἀναστῆναι, καὶ τοῦτο δειχθῆναι κατ’ αὐτοῦ τρόπαιον· ἢ πῶς γὰρ ἂν ἐφάνη καταργηθεὶς ὁ θάνατος, εἰ μὴ τὸ σῶμα τὸ κυριακὸν ἦν ἀναστάν· ε ἰ δὲ μή πω αὐτάρκης ἡ ἀπόδειξις αὕτη περὶ τῆς ἀναστάσεως αὐτοῦ, κἂν ἐκ τῶν ὄψει γενομένων, πιστούσθω τὸ λεγόμενον· εἰ γὰρ δὴ νεκρός τις γενό μενος οὐδὲν ἐνεργεῖν δύναται· ἀλλὰ μέχρι τοῦ μνήματός ἐστιν αὐτῶ ἡ χάρις· καὶ πέπαυται λοιπὸν· μόνων δὲ τῶν ζώντων εἰσὶν αἱ πράξεις καὶ αἱ πρὸς τοὺς ἀνθρώπους ἀνους ἐνέργειαι, ὁράτω δὴ ὁ βουλόμενος καὶ γενέσθω δικαστὴς· ἐκ τῶν ὁ ρωμένων τὴν ἀλήθειαν ὁμολογῶν τοσαῦτα γὰρ τοῦ σωτῆρος ἐνεργοῦντος ἐν ἀνθρώποις ἀνοις καὶ καθ’ ἡμέραν πανταχόθεν· ἀπό τε τῶν τὴν ἑλλάδα καὶ τὴν βάρ βαρον οἰκούντων· τοσοῦτον πλῆθος ἀοράτως πείθοντος εἰς τὴν αὐτοῦ πί στιν παρελθεῖν καὶ πάντας ὑπακούειν τῆ αὐτοῦ διδασκαλία· ἄρ’ ἔτι τίς τὴν διάνοιαν ἀμφίβολον ἕξει εἰ γέγονεν ἀνάστασις ὑπὸ τοῦ σωτῆρος ἀπόδειξις ὅτι ζῆ ὁ χριστός χς καὶ ζῆ ὁ χριστός χς ; μᾶλλον δὲ αὐτός ἐστιν ἡ ζωή· ἄρα δὲ νεκροῦ ἐστι τὰς μὲν δια νοίας τῶν ἀνθρώπων ἀνων κατανύττειν ὥστε τοὺς πατρι πρι κοὺς ἀρνεῖσθαι νόμους· τὴν δὲ χριστοῦ χῦ διδασκαλίαν προσκυνεῖν; ἢ πῶς εἴπερ οὐκ ἔστιν ἐνεργῶν· νεκροῦ γὰρ ἴ διον τοῦτό ἐστιν; αὐτὸς τοὺς ἐνεργοῦντας καὶ ζῶντας τῆς ἐνεργείας παύει· ὥστε τὸν μὲν μοιχὸν, μηκέτι μοιχεύειν· τὸν δὲ ἀνδροφόνον, μηκέτι φονεύειν· τὸν δὲ ἀδικοῦντα, μηκέτι πλεονεκτεῖν· καὶ τὸν ἀσεβῆ, λοι πὸν εὐσεβεῖν· πῶς δὲ εἰ μὴ ἀνέστη ἀλλὰ νεκρός ἐστι, τοὺς λεγομένους ὑπὸ τῶν ἀπίστων ζῆν ψευδοθέους καὶ θρησκευομένους δαίμονας αὐτὸς ἀπελαύνει καὶ διώκει καὶ καταβάλλει· ἔνθα γὰρ ὀνομάζεται χριστὸς χς καὶ ἡ τούτου πίστις, ἐκεῖθεν πᾶσα μὲν εἰδωλολατρία καθαιρεῖται· πᾶσα δὲ δαιμόνων ἀπάτη ἐλέγχεται· πᾶς δὲ δαίμων, οὐδὲ τὸ ὄνομα ὑποφέρει· ἀλλὰ καὶ μόνον ἀκού σας, οἴχεται· τοῦτο δὲ οὐ νεκροῦ τὸ ἔργον· ἀλλὰ ζῶντος καὶ μάλιστα θεοῦ θῦ · ἄλλως τε καὶ γελοῖον ἂν εἴη· τοὺς μὲν διωκομένους ὑπ’ αὐτοῦ δαίμονας· καὶ τὰ καταργούμενα εἴδωλα λέγειν ζῶντας εἶναι, τὸν δὲ ἀπελαύνοντα καὶ τῆ ἑαυτοῦ δυνάμει μηδὲ φανῆναι ποιοῦντα τούτους· ἀλλὰ καὶ ὁμολογούμενον ὑπὸ πάντων εἶναι θεοῦ θῦ υἱὸν, τοῦτον λέγειν εἶναι νεκρόν· μέγαν δὲ καὶ καθ’ ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῆ ἀναστάσει προβάλλονται· εἰ τὸν λεγόμενον παρ’ αὐτῶν νεκρὸν τὸν χριστὸν χν · ἅπαντες δαίμονες καὶ οἱ προσ κυνούμενοι παρ’ αὐτῶν θεοὶ οὐ διώκουσιν· ἀλλὰ μᾶλλον ὁ χριστὸς χς τοὺς πάντας ἐλέγχει νεκρούς· εἰ γὰρ ἀληθὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν· ἐργάζεται δ ὲ τοσαῦτα καθ’ ἡμέραν ὁ σωτὴρ σὴρ ἕλκων εἰς εὐσέβειαν· πείθων εἰς ἀρετήν· διδάσκων περὶ ἀθανασίας· εἰς πόθον τῶν οὐρανίων οὐνίων ἐνάγων· ἀποκαλύπτων τὴν περὶ πατρὸς πρς γνῶσιν· τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων· ἑκάστω δεικνύων ἑαυτὸν· καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ οὐδὲν δύνανται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες· ἀλλὰ μᾶλλον τῆ χριστοῦ χῦ παρουσία νεκροὶ γίνονται· ἀργὴν ἔχοντες καὶ κενὴν τὴν φαντασίαν· τῶ δὲ σημείω τοῦ σταυροῦ στροῦ , πᾶσα μὲν μαγεία, παύεται· πᾶσα δὲ φαρμακεία, καταργεῖται· καὶ πάντα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται· πᾶσα δὲ ἄλογος ἡδονὴ παύεται· καὶ πᾶς τις εἰς οὐρανὸν οὐνὸν ἀποβλέπει, τίνα ἄν τις εἴποι νεκρὸν· τὸν τοσαῦτα ἐργαζόμενον θεὸν θν · ἀλλ’ οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μὴ δ’ ὅλως ἐνεργοῦντα, ἀλλ’ ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον ὑπάρχει τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν· ὁ μὲν γὰρ τοῦ θεοῦ θῦ υἱὸς ζῶν καὶ ἐνεργὴς ὢ ν, καθ’ ἡμέραν ἐργάζεται· καὶ ἐνεργεῖ τὴν πάντων σωτηρίαν σρίαν · ὁ δὲ θάνατος ἐλέγχεται καθ’ ἡμέραν αὐτὸς ἐξασθενήσας· καὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες μᾶλλον νεκροὶ τυγχάνοντες, ὡς ἐκ τούτου μηδένα διστάζειν ἔτι περὶ τῆς τοῦ σώμα τος ἀναστάσεως αὐτοῦ· ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώμα τος ἀπιστῶν, ἀγνοεῖν δύναμιν θεοῦ θῦ λόγου καὶ σοφίας· εἰ γὰρ ὅλως ἔλαβεν ἑαυ τῶ σῶμα καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν ὡς ὁ λόγος ἔδειξε, τί ἔδει τὸν κύριον κν ποιεῖν περὶ τούτου· ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος ἅπαξ ἐπιβάντος αὐτῶ τοῦ λόγου· μὴ ἀποθανεῖν μὲν, γὰρ οὐκ ἠ δύνατο· ἅτε δὴ θνητὸν ὃν καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνα τον· οὗ χάριν καὶ ὁ σωτὴρ σὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῶ· μεῖναι δὲ νεκρὸν, οὐχ οἷόν τε ἦν· διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι· ὅθεν ἀπέθανε μὲν, ὡς θνητόν· ἀνέζησε δὲ, διὰ τὴν ἐν αὐτῶ ζωήν· καὶ τῆς ἀναστάσεώς ἐστι γνώρισμα τὰ ἔργα· εἰ δ’ ὅτι μὴ ὁρᾶται ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσ θαι τοὺς ἀπιστοῦντας· θεοῦ θῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μὲν, ἐκ δὲ τῶν ἔργων γι νώσκεσθαι· καθάπερ καὶ ἐπάνω λέλεκται· εἰ μὲν οὖν τὰ ἔργα μὴ ἔστι, καλῶς τῶ μὴ φαινομένω ἀπιστοῦσιν· εἰ δὲ τὰ ἔργα βοᾶ καὶ δείκνυσιν ἐναργῶς, διατί ἑκόντες ἀρνοῦνται τὴν τῆς ἀναστάσεως οὕτως φανε ρῶς ζωήν· εἰ γὰρ καὶ τὴν διάνοιαν ἐπηρώθησαν, ἀλλὰ κἂν ταῖς ἔξω θ εν αἰσθήσεσιν· ὁρᾶν ἐστι τὴν ἀναντίρρητον τοῦ χριστοῦ χῦ δύναμιν καὶ θεό τητα· ἐπεὶ, καὶ τυφλὸς ἐὰν μὴ βλέπη τὸν ἥλιον, ἀλλὰ κἂν τῆς ὑ π ’ αὐτοῦ γινομένης θέρμης ἀντιλαμβανόμενος, οἶδεν ὅτι ἥλιος ὑ πὲρ γῆς ἐστιν· οὕτως καὶ οἱ ἀντιλέγοντες εἰ καὶ μήπω πιστεύουσιν, ἀκ μὴν τυφλώττοντες περὶ τὴν ἀλήθειαν, ἀλλὰ κἂν ἑτέρων πιστευόντων γινώσκοντες τὴν δύναμιν, μὴ ἀρνείσθωσαν τὴν τοῦ χριστοῦ χῦ θεότητα· καὶ τὴν ὑπ’ αὐτοῦ γενομένην ἀνάστασιν· δῆλον γὰρ ὅτι εἰ νεκρός ἐστιν ὁ χριστὸς χς , οὐκ ἂν τοὺς δαίμονας ἐδίωκε καὶ τὰ εἴδωλα ἐσκύλευεν· νεκρῶ γὰρ οὐκ ἂν ὑπήκουσαν οἱ δαίμονες· εἰ δὲ διώκονται φανερῶς τῆ τούτου ὀνομασία, δῆλον ἂν εἴη μὴ εἶναι τοῦτον νεκρόν· μάλιστα ὅτι δαίμο νες καὶ τὰ μὴ βλεπόμενα τοῖς ἀνθρώποις ἀνοις ὁρῶντες εἰ νεκρός ἐστιν ὁ χριστὸς χς , ἠ δύναντο γινώσκειν· καὶ μηδ’ ὅλως ὑπακούειν αὐτοῦ· νῦν δὲ ὃ μὴ πι στεύουσιν ἀσεβεῖς, ὁρῶσιν οἱ δαίμονες ὅτι θεός θς ἐστι· καὶ διατοῦτο φεύγου σι καὶ προσπίπτουσιν αὐτῶ· λέγοντες, ἃ καὶ ὅτε ἦν ἐν σώματι ἐφθέ γξαντο· οἴδαμέν σε τίς εἶ ὁ ἅγιος τοῦ θεοῦ θῦ · καὶ, ἔα· τί σοι καὶ ἡμῖν υἱὲ τοῦ θεοῦ θῦ · δέομαί σου, μή με βασανίσης· δαιμόνων τοίνυν ὁμολογούν των καὶ τῶν ἔργων ὁσημέραι μαρτυρούντων, φανερὸν ἂν εἴη· καὶ μη δεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν· ὅτι τὲ ἀνέστησε τὸ ἑαυτοῦ σῶμα ὁ σωτὴρ σὴρ · καὶ ὅτι θεοῦ θῦ υἱός ἐστιν ἀληθινὸς ἐξ αὐτοῦ· οἷα δὴ ἐκ πατρὸς πρς ἴδιος λόγος καὶ σοφία καὶ δύναμις ὑπάρχων· ὃς χρόνοις ὕστερον ἐπὶ σωτηρία σρία τῶν πάν των ἔλαβε σῶμα· καὶ τὴν μὲν οἰκουμένην, περὶ πατρὸς πρς ἐδίδαξε· τὸν δὲ θά νατον, κατήργησε· πασὶ δὲ τὴν ἀφθαρσίαν ἐχαρίσατο διὰ τῆς ἐπαγγε λίας τῆς ἀναστάσεως ἀπἀρχὴν ταύτης τὸ ἴδιον ἐγείρας σῶμα· καὶ τρό παιον αὐτὸ κατὰ τοῦ θανάτου καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῶ σημείω τοῦ σταυροῦ στροῦ · τούτων δὲ οὕτως ἐχόντων· καὶ φανερᾶς οὔ σ ης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος· καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ σωτῆρος σρς νίκης, φέρε καὶ τὴν ἀπιστίαν τῶν ἰ ουδαίων· καὶ τὴν τῶν ἑλλήνων χλεύην διελέγξωμεν· ἐπὶ τούτοις γὰρ ἴσως ἰουδαῖοι μὲν ἀπιστοῦσιν· ἕλληνες δὲ γελῶσι τὸ ἀπρεπὲς τοῦ σταυροῦ στροῦ · καὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ θῦ λόγου διασύροντες· ἀλλὰ κατ’ ἀμφο τέρων ὁ λόγος, οὐκ ὀκνήσει χωρῆσαι· μάλιστα κατ’ αὐτῶν· τὰς ἀποδεί ξεις ἐναργεῖς ἔχων· ἰουδαῖοι μὲν ἀπιστοῦντες ἔχουσιν ἀφ’ ὧν ἀναγι νώσκουσι καὶ αὐτοὶ γραφῶν τὸν ἔλεγχον· ἄνω καὶ κάτω καὶ πάσης ἁπλῶς θεοπνεύστου βίβλου περὶ τούτων βοώσης· ὡς καὶ αὐτὰ τὰ ῥήματα πρό δηλα· προφῆται μὲν γὰρ ἄνωθεν· περὶ τοῦ κατὰ τὴν παρθένον θαύ μ ατος καὶ τῆς ἐξ αὐτῆς γενομένης γεννήσεως, προεμήνυον· λέγοντες, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός θς · μωσῆς δὲ ὁ τῶ ὄντι μέγας καὶ παρ’ αὐτοῖς πιστευόμενος ἀληθὴς· περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος σρς ἀντὶ μεγάλου τὸ ῥητὸν δοκιμάσας καὶ ἀληθὲς ἐπιγνοὺς, ἔθηκε λέγων· ἀνατελεῖ ἄστρον ἐξ ἰακὼβ καὶ ἄνθρωπος ἄνος ἐξ ἰσραὴλ ἰὴλ · καὶ θραύσει τοὺς ἀρχηγοὺς μωάβ· καὶ πάλιν· ὡς καλοί σου οἱ οἶκοι ἰακώβ· αἱ σκηναί σου ἰσραὴλ ἰὴλ · ὡσεὶ νάπαι σκιάζουσαι· καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν· καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν ὁ κύριος κς · ὡσεὶ κέδροι παρ’ ὕδατα· ἐξελεύσεται ἄνθρωπος ἄνος ἐκ τοῦ σπέρματος αὐτοῦ· καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ πάλιν ἡσαΐας· πρινὴ γνῶναι τὸ παιδίον καλεῖν πατέρα πρα ἢ μητέρα μρα , λήψεται δύναμιν δαμασ κοῦ καὶ τὰ σκύλα σαμαρείας ἔναντι βασιλέως ἀσσυρίων· ὅτι μὲν οὖν ἄνθρωπος ἄνος φανήσεται, διὰ τούτων προκαταγγέλλεται· ὅτι δὲ κύριος κς τῶν πάν των ἐστὶν ὁ ἐρχόμενος, πάλιν προμηνύουσι λέγοντες· ἰδοὺ κύριος κς κά θηται ἐπὶ νεφέλης κούφης· καὶ ἥξει εἰς αἴγυπτον· καὶ σεισθήσεται τὰ χειροποίητα αἰγύπτου· καὶ γὰρ κἀκεῖθεν αὐτὸν ὁ πατὴρ πὴρ ἀνακαλεῖ λέγων· ἐξ αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς· καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου ὅτι μὴ δι’ ἑαυτὸν ἀλλ’ ὑπὲρ τῆς πάν των ἀθανασίας καὶ σωτηρίας σρίας ὑπομένει· καὶ τὴν ἰουδαίων ἐπιβουλήν· 44καὶ τὰς εἰς αὐτὸν γινομένας παρ’ αὐτῶν ὕβρεις, οὐκ ἐφοβήθησαν εἰπεῖν· πρὸς τὸ μὴ δένα αὐτῶν τῶν γινομένων ἀνήκοον εἶναι καὶ πλα νηθῆναι· φασὶ τοίνυν· ἄνθρωπος ἄνος ἐν πληγῆ ὤν καὶ εἰδὼς φέρειν μαλα κίαν· ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει· καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνω καὶ ἐν πληγῆ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν· τῶ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· θαύμαζε τὴν τοῦ λόγου φιλ ανθρωπίαν ανίαν · ὅτι δι’ ἡμᾶς ἀτιμά ζεται· ἵνα ἡμεῖς ἔντιμοι γενώμεθα· πάντες γάρ φησιν ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος ἄνος τῆ ὁδῶ αὐτοῦ ἐπλανήθη· καὶ κύριος κς παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι, οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἥχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῆ ταπεινώσει αὐτοῦ ἤρθη ἡ κρίσις αὐτοῦ· εἶτα ἵνα μή τις αὐτὸν κοινὸν ἄνθρωπον ἄνον ἐκ τοῦ πάθους αὐτὸν ὑπολάβη, προλαμβάνει τὰς ὑπονοίας τῶν ἀνθρώπων ἀνων · καὶ τὴν ὑ πὲρ αὐτοῦ δύναμιν· καὶ τὸ πρὸς ἡμᾶς ἀνόμοιον τῆς φύσεως, διηγεῖται ἡ γραφὴ λέγουσα· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται· ὅτι αἵρεται ἀπὸ τῆς γῆς ἡ ζωή αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ, ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θα νάτου αὐτοῦ· ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλος ἐν τῶ στόματι αὐτοῦ· καὶ κύριος κς βούλεται καθαρίσαι αὐτὸν ἀπὸ ἀπὸ τῆς πληγῆς· ἀλλ’ ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ στροῦ σημαινόμενα μαθεῖν; οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώ πηται· δεδήλωται δὲ καὶ λίαν τηλαυγῶς ἀπὸ τῶν ἁγίων· μωϋσῆς γὰρ, πρῶτος μεγάλη τῆ φωνῆ προαπαγγέλλει λέγων· ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν καὶ οὐ μὴ πιστεύσητε· καὶ οἱ μετ’ αὐτὸν δὲ προφῆται πάλιν περὶ τούτου μαρτυροῦσι λέγοντες· ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον τοῦ θύεσθαι, οὐκ ἔ γνων· ἐπ’ ἐμὲ ἐλογίσαντο πονηρὸν λογισμὸν· λέγοντες, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ πάλιν, ὤρυξαν χεῖρας μου καὶ πόδας μου· ἐξη ρίθμησαν πάντα τὰ ὀστᾶ μου· διεμερίσαντο τὰ ἰμάτιά μου ἑαυτοῖς· καὶ ἐπὶ τὸν ἰματισμόν μου ἔβαλον κλῆρον· θάνατος δὲ μετέωρος καὶ ἐν ξύλω γινόμενος, οὐκ ἂν ἄλλος εἴη· εἰ μὴ ὁ σταυρός στρς · καὶ ἐν οὐδενὶ δὲ πάλιν θανάτω διορύσσονται πόδες καὶ χεῖρες, εἰ μὴ ἐν μόνω τῶ σταυρῶ σταυρῶ · ἐπειδὴ δὲ τῆ τοῦ σωτῆρος σρς ἐπιδημία καὶ πάντα τὰ ἔθνη πανταχόθεν ἐπι γινώσκειν τὸν θεὸν θν ἤρξαντο, οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλειψαν· ἀλλ’ ἔστι καὶ περὶ τούτων μνήμη ἐν τοῖς ἁγίοις γράμμασιν· ἔσται γάρ φησιν ἡ ῥίζα τοῦ ἰεσσαί· καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῶ ἔθνη ἐλπιοῦσι· ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων· πᾶσα δ ὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν ἰουδαίων ἀπιστίαν· τίς γὰρ πώ ποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηθέντων· δικαίων καὶ ἁγίων προ φητῶν καὶ πατρι πρι αρχῶν, ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν· ἢ τίς γυνὴ χωρὶς ἀνδρὸς, αὐτάρκης γέγονε πρὸς σύστασιν ἀνθρώπων ἀνων · οὐκ ἄβελ μὲν ἐξ ἀδὰμ γέγονεν, ἐνὼχ δὲ ἐκ τοῦ ἰάρεδ; νῶε ἐκ λάμεχ· καὶ ἁβραὰμ μὲν ἐκ θάρρα· ἰσαὰκ δὲ ἐξ ἁβραάμ· καὶ ἐξ ἰσαὰκ ἰα κώβ; οὐχὶ ἰούδας ἐξ ἰακώβ· καὶ μωϋσῆς καὶ ἀαρῶν ἐξ α οὐ σαμουὴλ τοῦ ἐλκανᾶ γέγονεν; οὐ δα β ὶδ δαδ τοῦ ἰεσσαί; οὐ σολομὼν τοῦ δα β ὶδ δαδ ; οὐκ ἐζεκίας τοῦ ἄχαζ; οὐκ ἰωσίας τοῦ ἀμώς; οὐχὶ ἱερε μίας τοῦ χελκίου; οὐκ ἰεζεκιὴλ τοῦ βουζί; οὐχ ἕκαστος ἔσχε πατέρα πρα τὸν τῆς γενέσεως ἀρχηγόν; τίς οὖν ὁ ἐκ παρθένου μόνης γεγονὼς· ὅ τι καὶ λίαν ἐμέλησε τῶ προφήτη περὶ τῆς τούτου σημασίας· τίνος δὲ τῆς γεννήσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς οὐνοῖς καὶ τὸν γεννηθέντα ἐσήμανε τῆ οἰκουμένη· μωϋσῆς μὲν γὰρ γεννώμενος, ἐκρύπτε το ὑπὸ τῶν γονέων· δα β ὶδ δαδ δὲ, οὐδὲ τοῖς ἐκ γειτόνων ἠκούσθη· ὅ πουγε οὐδὲ ὁ μέγας σαμουὴλ αὐτὸν ἐγίνωσκεν· ἀλλ’ ἐπυνθάνετο εἰ ἔ στιν ἔτι υἱὸς τῶ ἰεσσαί· ἁβραὰμ δὲ λοιπὸν γεγονὼς μέγας, ἐγνώσθη τοῖς ἐγγύς· τῆς δὲ τῆς χριστοῦ χῦ γεννήσεως μάρτυς, οὐκ ἄνθρωπος ἄνος · ἀλλ’ ἀστὴρ φαινόμενος ἦν ἐν οὐρανῶ οὐνῶ ὅθεν καὶ κατέβαινεν· τίς δὲ πώποτε τῶν γεννομένων βασιλέων πρὶν ἰσχύσαι καλεῖν πατέρα πρα ἢ μητέρα μρα ἐβασίλευσε· καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν· οὐ δα β ὶδ δαδ τριακονταέτης ἐβασί λευσε· καὶ σολομὼν νέος γεγονὼς ἐβασίλευσεν; οὐκ ἰω ἐτῶν ἑπτὰ γενόμενος ἐπὶ τὴν βασιλείαν παρῆλθε; καὶ ὁ ἔτι κατωτέρω ἰωσίας ἔτη γεγονὼς ἑ πτὰ τῆς ἀρχῆς ἀντελάβετο; ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ῀ ἡ λικίαν, ἴσχυον καλεῖν πατέρα πρα καὶ μητέρα μρα · τίς οὖν ἄρά ἐστιν ὁ σχεδὸν πρὶν γενέσεως βασιλεύων, καὶ σκυλεύων τοὺς ἐχθρούς· τίς δὲ τοιοῦτος γέγονε βασιλεὺς ἐν τῶ ἰσραὴλ ἰὴλ καὶ ἐν τῶ ἰούδα, λεγέτωσαν οἱ ἰουδαῖοι διε ρευνήσαντες, ἐφ’ ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται καὶ εἰρήνην ἔσχε, καὶ οὐ μᾶλλον ἠναντιοῦντο πανταχόθεν αὐτοῖς· ἕως γὰρ συνειστή κει ἡ ἱερουσαλὴμ, πόλεμος ἦν ἄσπονδος αὐτοῖς· καὶ ἐμάχοντο πάντες πρὸς τὸν ἰσραήλ ἰήλ · ἀσσύριοι μὲν, θλίβοντες· αἰγύπτιοι δὲ, διώκοντες· βαβυ λώνιοι δὲ, ἐπιβαίνοντες· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ σύρους τοὺς ἐκ γει τόνων ἀντιπολεμοῦντας εἶχον αὐτοῖς· ἢ οὐχὶ δα β ὶδ δαδ τοὺς ἐν μω ὰ β ἐπολέμει, καὶ τοὺς σύρους ἐξέκοπτεν; ἰωσίας τοὺς πλησίον ἐφυλά τ τετο, καὶ ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ σεναχηρείμ; καὶ μωϋ σεῖ ὁ ἀμαλὴκ ἐστρατεύετο, καὶ οἱ ἀμορραῖοι ἠναντιοῦτο; ἰησοῦ ἰῦ τῶ τοῦ ναυῆ, οἱ τὴν ἰεριχὼ κατοικοῦντες ἀντιπαρετάσσοντο; καὶ ὅλως ῀ ἄ σ πονδος ἦν τοῖς ἔθνεσι πρὸς τὸν ἰσραὴλ ἰὴλ τὰ τῆς φιλίας; τίς οὖν ἐστιν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθεται· ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ· ἐπεὶ, καὶ τὸν προ φ ήτην, ἀδύνατον ψεύσασθαι· τίνος δὲ τῶν ἁγίων προφητῶν ἢ τῶν ἄνωθεν πατριαρχῶν ὁ θάνατος ἐν σταυρῶ στρῶ γέγονεν ὑπὲρ τῆς πάντων σωτηρίας σρίας · ῀ ἢ τίς ἐτραυματίσθη καὶ ἀνηρέθη ὑπὲρ τῆς πάντων ὑγείας· τίς δὲ τ ῶν δικαίων ἢ τῶν βασιλέων κατῆλθεν εἰς αἴγυπτον, καὶ τῆ τούτου κα θόδω, ῀ τὰ τῶν αἰγυπτίων εἴδωλα πέπτωκεν· ἁβραὰμ μὲν γὰρ κατῆλ θεν, ἀλλὰ πάλιν ἡ εἰδωλολατρία κατὰ πάντων ἐπεκράτησε· μω ϋ σῆς ἐκεῖ γεγένηται, καὶ οὐδὲν ἧττον ἦν ἐκεῖ ἡ τῶν πεπλανημένων θρησ κ εία· τίς δὲ τῶν ἐν τῆ γραφῆ μαρτυρουμένων διωρύχθη τὰς χεῖ ρ ας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται καὶ σταυρῶ στρῶ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας σρίας · ἁβραὰμ μὲν, γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· ἰσαὰκ δὲ καὶ ἰακὼβ, καὶ αὐτοὶ ἐξάραντες ἐπὶ κλίνης τοὺς πόδας ἀπέθανον· μωυσῆς καὶ ἀαρὼν, ἐν τῶ ὄρει· δα β ὶδ δαδ , ἐν τῶ οἴκω τετελεύτηκεν· οὐδεμίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθῶν· εἰ δὲ καὶ ἐζητήθη ὑπὸ σαοὺλ, ἀλλὰ ἀβλαβὴς ἐσώζετο· ἡσαΐας, ἐπρί σθη μὲν, ἀλλ’ οὐκ ἐπὶ ξύλου κεκρέμασται· ἱερεμίας, ὑβρίσθη· ἀλλ’ οὐ κα τακριθεὶς ἀπέθανεν· ἰεζεκιὴλ, ἔπασχεν· ἀλλ’ οὐχ ὑπὲρ τοῦ λαοῦ· ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων· ἔπειτα οὗτοι καὶ πάσχοντες, ἄνθρωποι ἄνοι ἦσαν ὁποῖοι καὶ πάντες· κατὰ τὴν τῆς φύσεως ὁμοιότητα· ὁ δὲ σημαινόμενος ἐκ τῶν γραφῶν ὑπὲρ πάντων πάσχειν, οὐχ ἁπλῶς ἄνθρωπος ἄ νος · ἀλλὰ ζωὴ πάντων λέγεται· κἂν ὅμοιος κατὰ τὴν φύσιν τοῖς ἀνθρώποις ἀνοις ἐτύγχανε· ὄψεσθε γάρ φησι τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν· καὶ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται· πάν τ ων μὲν γὰρ τῶν ἁγίων τὴν γενεάν τις μαθὼν, δύναται ἄνωθεν διηγήσασθαι τίς καὶ πόθεν ἕκαστος γέγονε· τοῦ δὲ τυγχάνοντος ζωῆς, ἀδιήγητον τὴν γενεὰν οἱ θεῖοι σημαίνουσι λόγοι· τίς οὖν ἐστι περὶ οὗ ταῦτα λέγουσιν αἱ θεῖαι γρα φ αί· ἢ τίς τηλικοῦτος, ὡς καὶ τοὺς προφήτας περὶ αὐτοῦ τοσαῦτα προκατα γγέλλειν· ἀλλὰ γὰρ οὐδεὶς ἄλλος ἐν ταῖς γραφαῖς εὑρίσκεται· πλὴν τοῦ κοινοῦ πάντων σωτῆρος σρς τοῦ θεοῦ θῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · οὗτος γάρ ἐστιν ὁ ἐκ παρθένου προελθὼν καὶ ἄνθρωπος ἄνος ἐπὶ γῆς φανείς· καὶ ἀδιήγητον ἔχων τὴν κατὰ σάρκα γενεάν· οὐ γάρ ἐστιν ὃς δύναται τὸν κατὰ σάρκα πατέρα πρα τούτου λέγειν· οὐκ ὄντος τοῦ σώματος αὐτοῦ ἐξ ἀνδρὸς ἀλλ’ ἐκ παρθένου μόνης· ὥσπερ οὖν τοῦ δα β ὶδ δαδ καὶ μωϋσέως καὶ πάντων τῶν πατρι πρι αρχῶν τοὺς πατέρας πρας τίς γενεαλογεῖν δύναται, οὕτως οὐδεὶς δύναται τὴν κατὰ σάρκα γενεὰν τοῦ σωτῆρος σρς ἐξ ἀνδρὸς διηγήσασθαι· οὗτός ἐστιν ὁ καὶ τὸν ἀ σ τέρα σημαίνειν τὴν τοῦ σώματος γένεσιν ποιήσας· ἔδει γὰρ ἀπὸ οὐρανοῦ οὐνοῦ κα τερχόμενον τὸν λόγον, ἐξ οὐρανοῦ οὐνοῦ καὶ τὴν σημασίαν ἔχειν· καὶ ἔδει τὸν τῆς κτίσεως βασιλέα προερχόμενον, ἐμφανῶς ὑπὸ πάσης τῆς κτί σεως γινώσκεσθαι· ἀμέλει ἐν ἰουδαία ἐγεννᾶτο· καὶ οἱ ἀπὸ περσίδος ἤρχοντο προσκυνῆσαι αὐτῶ· οὗτός ἐστιν ὁ καὶ πρὶν τῆς σωμα τ ικῆς ἐπιφανείας λαβὼν τὴν κατὰ τῶν ἀντικειμένων δαιμόνων νίκην· καὶ τὰ τῆς εἰδωλολατρίας τρόπαια· πάντες γ’οὖν πανταχόθεν οἱ ἀπὸ τ ῶν ἐθνῶν ἐξομνύμενοι τὴν πάτριον συνήθειαν καὶ τὴν εἰδώλων ἀθεό τητα, πρὸς τὸν χριστὸν χν λοιπὸν τὴν ἐλπίδα τίθενται· καὶ αὐτῶ καταγρά φουσιν ἑαυτοὺς· ὡς καὶ τοῖς ὀφθαλμοῖς ἔξεστιν ἰδεῖν τὸ τοιοῦτο· οὐδὲ γὰρ ἄλλοτε ἡ τῶν αἰγυπτίων ἀθεότης πέπαυται, εἰ μὴ ὅτε ὁ κύριος κς τοῦ παν τὸς ὡς ἐπὶ νεφέλης ἐποχούμενος τῶ σώματι κατῆλθεν ἐκεῖ, καὶ τὴν τῶν εἰδώλων κατήργησε πλάνην· πάντας δὲ εἰς ἑαυτὸν καὶ δι’ ἑαυτοῦ, π ρὸς τὸν πατέρα πρα μετήνεγκεν· οὗτός ἐστιν ὁ σταυρω στρω θεὶς ἐπὶ μάρτυρι τῶ ἡ λίω· καὶ τῆ κτίσει· καὶ τοῖς αὐτῶ τὸν θάνατον προσαγαγοῦσι· καὶ τῶ τοιούτω τοῦ θανάτου τρόπω, ἡ σωτηρία σρία πᾶσι γέγονε· καὶ ἡ κτίσις πᾶσα λελύτρωται· οὗτός ἐστιν ἡ πάντων ζωὴ, καὶ ὁ, ὡς πρόβατον ὑπὲρ τ ῆς πάντων σωτηρίας σρίας , ἀντίψυχον τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον παραδούς· κἂν ἰουδαῖοι μὴ πιστεύωσιν· εἰ γὰρ μὴ αὐτάρκη νομίζουσι ταῦτα, κ ἂν ἐξ ἑτέρων πειθέσθωσαν, ἀφ’ ὧν αὐτοὶ πάλιν ἔχουσι λογίων· περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆται, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εὑρέθην τοῖς ἐμὲ ἐπερωτῶσιν· εἶπα ἰδού εἰμι τῶ ἔθνει οἳ οὐκ ἐκά λεσάν μου τὸ ὄνομα· ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· τίς οὖν ἐστιν ὁ ἐμφανὴς γενόμενος, εἴποι τίς π ρὸς ἰουδαίους· εἰ μὲν γὰρ ὁ προφήτης ἐστὶ, λεγέτωσαν πότε ἐκρύπτετο ἵνα καὶ ὕστερον φανῆ· ποῖος δὲ οὗτός ἐστιν ὁ προφήτης ὁ καὶ ἐμφανὴς ἐξ ἀφανῶν γενόμενος, καὶ τὰς χεῖρας ἐκπετάσας ἐπὶ τοῦ σταυροῦ στροῦ · τῶν μὲν οὖν δικαίων, οὐδείς· μόνος δὲ ὁ τοῦ θεοῦ θῦ λόγος· ὁ ἀσώματος ὢν τὴν φύ σιν καὶ δι’ ἡμᾶς τῶ σώματι φανείς· καὶ ὑπὲρ πάντων παθών· ἢ εἰ μὴ δὲ τοῦτο αὔταρκες αὐτοῖς, κἂν ἐξ ἑτέρων δυσωπείσθωσαν· οὕτως ἐναργῆ τὸν ἔλεγχον ὁρῶντες· φησὶ γὰρ ἡ γραφή· ἰσχύσατε χεῖρες ἀ νειμέναι· καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγό ψ υχοι τῆ διανοία· ἰσχύσατε μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς θς ἡμῶν, κρίσιν ἀν ταποδίδωσιν· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀ φθαλμοὶ τυφλῶν· καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλα φος ὁ χωλός· καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων· τί τοίνυν καὶ π ερὶ τούτου δύνανται λέγειν· ἢ πῶς ὅλως καὶ πρὸς τοῦτο τολμῶσιν ἀποβλέπειν· ἡ μὲν γὰρ προφητεία, θεὸν θν ἐπιδημεῖν σημαίνει· τὰ δὲ σημεῖα, καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει· τότε γὰρ γνωρίζει τυφλοὺς ἀναβλέπειν· καὶ χωλοὺς περιπατεῖν· καὶ κωφοὺς ἀκούειν· καὶ τρανοῦσθαι μογγιλάλων τὴν γλῶσσαν· ἐπὶ τῆ γενομένη θεία παρου σία λέγουσι· πότε τοίνυν γέγονε τοιαῦτα σημεῖα ἐν τῶ ἰσραήλ ἰήλ · ἢ ποῦ τοιοῦτον γέγονεν ἐν τῆ ἰουδαία, λεγέτωσαν· λεπρὸς ἐκαθαρίσθη νε εμὰν, ἀλλ’ οὐ κωφὸς ἤκουσεν· οὐδὲ χωλὸς περιεπάτησε· νεκρὸν ἤ γειρεν ἠλίας καὶ ἐλισσαῖος, ἀλλ’ οὐκ ἐκ γεννητῆς ἀνέβλεψε τυφλός· μέγα μὲν γὰρ καὶ τὸ, νεκρὸν ἐγεῖραι ἀληθῶς· ἀλλ’ οὐ τοιοῦτον· ὁποῖον τὸ π αρὰ τοῦ σωτῆρος σρς θαῦμα· πλὴν εἰ τὸ περὶ τοῦ λεπροῦ καὶ τοῦ νεκροῦ τῆς χήρας οὐ σεσιώπηκεν ἡ γραφὴ, πάντως εἰ ἐγεγόνει καὶ χωλὸν περι πατεῖν καὶ τυφλὸν ἀναβλέπειν, οὐκ ἂν παρῆκε καὶ ταῦτα δηλῶ σαι ὁ λόγος· ἐπειδὴ δὲ σεσιώπηται ἐν ταῖς γραφαῖς, δῆλόν ἐστι μὴ γεγενῆσθαι ταῦτα πρότερον· πότε οὖν γέγονε ταῦτα, εἰ μὴ ὅτε αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος ἐν σώματι παραγέγονε· πότε δὲ παραγέγονεν, εἰ μὴ ὅτε χωλοὶ περιεπάτησαν, καὶ μογγιλάλοι ἐτρανώθησαν, καὶ κωφοὶ ἤκουσαν, καὶ τυφλοὶ ἐκ γεννητῆς ἀνέβλεψαν· διατοῦτο γὰρ καὶ οἱ τ ότε θεωροῦντες ἰουδαῖοι, ἔλεγον· ὡς οὐκ ἄλλοτε ταῦτα γενόμενα ἀ κούσαντες, ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἀνέωξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· εἰ μὴ ἦν οὗτος παρὰ τοῦ θεοῦ θῦ , ἠδύνατο ποιεῖν οὐδέν· ἀλλ’ ἴσως μὴ δυνάμενοι καὶ αὐτοὶ πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα· προσδοκᾶν δὲ ταῦτα καὶ μη δ έπω παραγεγενῆσθαι τὸν θεὸν θν λόγον διαβεβαιώσονται, τοῦτο γὰρ ἄνω καὶ κάτω θρυλοῦντες, οὐκ ἐρυθριῶσιν ἀναιδευόμενοι πρὸς τὰ φανερά· ἀλλὰ περὶ τούτου καὶ πρὸ πάντων, μᾶλλον ἐλεγχθήσονται· οὐ παρ’ ἡμῶν, ἀλλὰ παρὰ τοῦ σοφωτάτου δανιήλ· σημαίνοντος καὶ τὸν παρόντα καιρὸν, καὶ τὴν θείαν τοῦ σωτῆρος σρς ἐπιδημίαν· λέγοντος· ἑβδομήκοντα ἑβ δ ομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν· καὶ τοῦ σφραγισθῆναι ἁμαρτίας, καὶ ἀ παλεῖψαι τὰς ἀδικίας· καὶ τοῦ ἐξἱλάσασθαι τὰς ἀδικίας· τοῦ ἀγα γεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· καὶ γνώσεις καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι· καὶ τοῦ οἰκοδομῆσαι ἱερουσαλὴμ ἱλὴμ , ἕως χριστοῦ χῦ ἡγουμένου· ἴσως ἐπὶ τοῖς ἄλλοις κἂν προφάσεις εὑρίσκειν δύνανται, καὶ εἰς μέλλοντα χρόνον ἀναβάλλεσθαι τὰ γεγραμμένα· τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀν τωπῆσαι δύνανται, ὅπουγε καὶ ὁ χριστὸς χς σημαίνεται, καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἄνος ἁπλῶς, ἀλλ’ ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ ἱερουσαλὴμ ἱλὴμ συνίστασθαι, καὶ λοιπὸν παύεται προφήτης καὶ ὅρασις ἐν τῶ ἰσραήλ ἰήλ · ἐχρίσθη πάλαι δα β ὶδ δαδ καὶ σολομὼν καὶ ἐζεκίας, ἀλλὰ καὶ πάλιν ἱερουσαλὴμ ἱλὴμ , καὶ ὁ τόπος συνειστήκει· καὶ προφῆται προεφήτευον· γὰδ καὶ ἀσὰφ καὶ νάθαν· καὶ μετ’ αὐτοὺς ἡσαΐας· καὶ ὠσηέ· καὶ ἀμῶς, καὶ ἄλλοι· ἔπειτα καὶ αὐτοὶ οἱ χρισθέντες, ἄνθρωποι ἄνοι ἅγιοι, καὶ οὐχ’ ἅγιοι ἁγίων ἐκλήθησαν· ἀλλ’ ἐὰν τὴν αἰχμαλωσίαν προβάλλωνται καὶ δι’ αὐτὴν μὴ εἶναι λέγωσι τὴν ἱερουσαλὴμ ἱλὴμ , τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν· καὶ γὰρ πάλαι καταβαίνοντος τοῦ λαοῦ εἰς βαβυλῶνα ἦσαν ἐκεῖ δανιὴλ καὶ ἰερεμίας· προεφήτευον δὲ, ἰεζεκιὴλ καὶ ἀγγαῖος καὶ ζαχαρίας· οὐκοῦν μυθολογοῦσιν ἰουδαῖοι καὶ παρόντα τὸν, νῦν καιρὸν ὑπερτίθενται· π ότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἐν τῶ ἰσραήλ ἰήλ , εἰ μὴ ὅτε ὁ ἅγιος τῶν ἁγίων χριστὸς χς παρεγένετο· σημεῖον γὰρ καὶ μέγα γνώρισμα τῆς τοῦ θεοῦ θῦ λόγου παρουσίας, τὸ μηκέτι μήτε τὴν ἱερουσαλὴμ ἱλὴμ ἑστάναι, μήτε προφήτην ἐγερθῆναι, μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις καὶ μάλα εἰκότως· ἐλθόντος ὅρα γ ὰρ τοῦ σημαινομένου, τίς ἔτι χρεία τῶν σημαινόντων ἦν· καὶ παρούσης τῆς ἀληθείας, τίς ἔτι χρεία τῆς σκιᾶς ἦν· διατοῦτο γὰρ καὶ προεφή τευον, ἕως ἂν ἔλθη ἡ αὐτοδικαιοσύνη καὶ ὁ λυτρούμενος τὰς ἁπάντων ἁμαρτίας· διατοῦτο καὶ ἱερουσαλὴμ ἱλὴμ ἐπὶ τοσοῦτον συνειστήκει, ἵν’ ἐκεῖ προ μελετῶσι τῆς ἀληθείας τοὺς τύπους· παρόντος τοίνυν τοῦ ἁγίου τῶν ἁγίων, εἰκότως ἐσφραγίσθη καὶ ὅρασις καὶ προφητεία, καὶ ἡ τῆς ἱερουσαλὴμ ἱλὴμ βα σιλεία πέπαυται· ἐπὶ τοσοῦτον γὰρ ἐχρίοντο παρ’ αὐτοῖς βασιλεῖς, ἕως ἂν ἐχρίσθη ὁ ἅγιος τῶν ἁγίων· καὶ μωϋσῆς δὲ, ἕως αὐτοῦ τὴν ἰουδαίων ἵστασθαι βασιλείαν προφητεύει· λέγων, οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ· ἕως ἂν ἔλθη ὧ ἀπόκειται καὶ αὐτὸς προσδοκία ἐθνῶν· ὅθεν καὶ αὐτὸς ὁ σωτὴρ σὴρ ἐβόα λέγων· ὁ νόμος καὶ ο ἱ προφῆται, μέχρι ἰωάννου προεφήτευσαν· εἰ μὲν οὖν ἔστι παρὰ ἰ ουδαίοις νῦν βασιλεύς· ἢ προφήτης· ἢ ὅρασις· καλῶς ἀρνοῦνται τὸν ἐλθόντα χριστὸν χν · εἰ δὲ μήτε βασιλεύς· μήτε ὅρασις· ἀλλ’ ἐσφράγισται λοιπὸν καὶ πᾶσα προφητεία· καὶ ἡ πόλις καὶ ὁ ναὸς ἑάλω, τί τοσοῦτον ἀσεβοῦσι καὶ παραβαίνουσιν, ὥστε τὰ μὲν γενόμενα ὁρᾶν, τὸν δὲ ταῦτα πεποιηκότα χριστὸν χν ἀρνεῖσθαι· τί δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν θεωροῦντες κ αταλιμπάνοντας τὰ εἴδωλα· καὶ ἐπὶ τὸν θεὸν θν ἰσραὴλ ἰὴλ διὰ τοῦ χριστοῦ χῦ ἔχοντας τὴν ἐλπίδα, ἀρνοῦνται τὸν ἐκ τῆς ῥίζης ἰεσσαὶ κατὰ σάρκα γενόμενον χριστὸν χν , καὶ βασιλεύοντα λοιπόν· εἰ μὲν γὰρ ἄλλον ἐθρήσκευον τὰ ἔθνη θεὸν θν · ἀλλὰ μὴ τὸν θεὸν θν ἁβραὰμ καὶ ἰσαὰκ καὶ ἰακώβ καὶ μωϋσέως ὡμολόγουν, καλῶς ἂν πάλιν προεφασίζοντο μὴ ἐληλυθέναι τὸν θεόν θν · εἰ δὲ τὸν μω ϋσὴν δεδωκότα τὸν νόμον· καὶ τῶ ἁβραὰμ ἐπαγγειλάμενον θεὸν θν · καὶ οὗ τὸν λόγον ἠτίμασαν ἰουδαῖοι, τοῦτον τὰ ἔθνη σέβουσι, διατί μὴ γινώσκουσι μᾶλλον δὲ διατί ἑκόντες παρορῶσιν, ὅτι ὁ προφητευό μενος ὑπὸ τῶν γραφῶν κύριος κς ἐπέλαμψε τῆ οἰκουμένη, καὶ ἐπεφάνη σωματικῶς αὐτῆ καθὼς εἶπεν ἡ γραφή, κύριος κς ὁ θεὸς θς ἐπέφανεν ἡμῖν· καὶ πάλιν, ἐξαπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· καὶ πάλιν, οὐ πρέσβις· οὐκ ἄγγελος· ἀλλ’ αὐτὸς ὁ κύριος κς ἔσωσεν αὐτούς· ὅμοιον δὲ πάσχουσι ὡς εἴ τις παραπεπληγὼς τὴν διάνοιαν, τὴν μὲν γῆν φωτι ζομένην ὑπὸ τοῦ ἡλίου βλέποι· τὸν δὲ ταύτην φωτίζοντα ἥλιον οὐ βλέπει· τ ί γὰρ καὶ πλεῖον ἐλθὼν ὁ προσδοκώμενος παρ’ αὐτοῖς ἔχει ποιῆσαι· καλέ σαι τὰ ἔθνη; ἀλλ’ ἔφθασαν κληθῆναι· ἀλλὰ παῦσαι προφήτην καὶ βα σιλέα καὶ ὅρασιν; γέγονεν ἤδη καὶ τοῦτο· τὴν εἰδώλων ἀθεότητα δι ελέγξαι; διηλέγχθη ἤδη καὶ κατεγνώσθη· ἀλλὰ τὸν θάνατον καταργῆσαι; κατήργηται ἤδη· τί τοίνυν οὐ γέγονεν, ὃ δεῖ τὸν χριστὸν χν ποιῆσαι· ἢ τί πε ριλείπεται ὃ μὴ πεπλήρωται, ἵνα νῦν χαίνωσιν οἱ ἰουδαῖοι καὶ ἀπιστῶσιν· εἰ γὰρ δὴ ὥσπερ καὶ ὁρῶμεν· οὔτε βασιλεύς· οὔτε προφήτης· οὔτε ἱερουσαλήμ ἱλήμ · οὔτε θυσία· οὔτε ὅρασίς ἐστι παρ’ αὐτοῖς· ἀλλὰ καὶ πᾶσα πεπλήρωται ἡ γῆ τῆς γνώσεως τοῦ θεοῦ θῦ · καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καταλιμπάνοντες τὴν ἀ θεότητα, λοιπὸν πρὸς τὸν θεὸν θν ἁβραὰμ καταφεύγουσι διὰ τοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · δῆλον ἂν εἴη καὶ τοῖς λίαν ἀναισχυντοῦσιν ἐληλυθέναι τὸν χριστὸν χν · καὶ αὐτὸν πάντας ἁπλῶς τῶ ἑαυτοῦ φωτὶ καταλάμψαντα· καὶ διδάξαντα περὶ τοῦ ἑαυτοῦ πατρὸς πρς τὴν ἀληθῆ καὶ θείαν διδασκαλίαν· ἰουδαίους ἔλεγχος ἰουδαίων ἕως ἐνθάδε· ἄρχεται ἔλεγχος κατὰ τοὺς ἕλληνας· μ ὲν, οὖν ἐκ τούτων καὶ τῶν πλειόνων· παρὰ τῶν θείων γραφῶν εἰκότως ἄν τις ἐλέγξειεν· ἕλληνας δὲ, καὶ πάνυ τίς θαυμάσειεν γελῶντας μὲν, τὰ ἀ χ λεύαστα· πεπληρωμένους δὲ, ἐπὶ τῆ ἑαυτῶν αἰσχύνη ἣν ἐν ξύλοις καὶ λίθοις ἀναθέντες οὐχ ὁρῶσι· πλὴν οὐκ ἀπορροῦντος ἐν ἀποδείξεσι τοῦ παρ’ ἡμῖν λόγου, φέρε καὶ τούτους ἐκ τῶν εὐλόγων δυσωπήσωμεν· μάλιστα ἀφ’ ὧν καὶ ἡμεῖς αὐτοὶ ὁρῶμεν· τί γὰρ ἄτοπον ἢ τί χλεύης παρ’ ἡμῖν ἄξιον· ἢ πάντως ὅτι τὸν λόγον ἐν σώματι πεφανερῶσθαι λέγομεν; ἀλλὰ τοῦτο καὶ αὐτοὶ συνομολογήσουσι μὴ ἀτόπως γεγενῆσθαι, ἐάνπερ τῆς ἀληθείας γέ νωνται φίλοι· εἰ μὲν οὖν ὅλως ἀρνοῦνται λόγον εἶναι θεοῦ θῦ , περιττῶς ποιοῦσι περὶ οὗ μὴ ἴσασι χλευάζοντες· εἰ δὲ ὁμολογοῦσι λόγον εἶναι θεοῦ θῦ καὶ τοῦτον ἡγεμόνα τοῦ παντὸς· καὶ ἐν αὐτῶ τὸν πατέρα πρα δεδημιουργηκέναι τὴν κτίσιν· καὶ τῆ τούτου προνοία τὰ ὅλα φωτίζεσθαι καὶ ζωογονεῖσθαι καὶ εἶναι· καὶ ἐπὶ πάντων αὐτὸν βασιλεύειν ὡς ἐκ τῶν ἔργων τῆς προνοίας γινώσκεσθαι αὐτὸν καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα , σκόπει παρακαλῶ· εἰ μὴ τὴν χλεύην καθ’ ἑαυτῶν κινοῦντες ἀγνοῶσι· τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τὸν ἑλλήνων φι λόσοφοι· καὶ ἀληθεύουσι λέγοντες· ὁρῶμεν γὰρ αὐτὸν καὶ τὰ τούτου μέρη ταῖς αἰσθήσεσιν ὑποπίπτοντα· εἰ τοίνυν ἐν τῶ κόσμω σώματι ὄντι τὸ ἐν παντὶ, καὶ ἐν τῶ μέρει τοῦ παν τὸς ὁ τοῦ θεοῦ θῦ λόγος ἐστί· καὶ ἐν ὅλοις καὶ τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέ βηκε, τί θαυμαστὸν, ἢ τί ἄτοπον, εἰ καὶ ἐν ἀνθρώπω ἀνω φαμὲν αὐτὸν ἐπιβεβηκέ ναι· εἰ γὰρ ἄτοπον ὅλως ἐν σώματι αὐτὸν γενέσθαι, ἄτοπον ἂν εἴη καὶ ἐν τῶ παντὶ τοῦτον ἐπιβεβηκέναι· καὶ τὰ πάντα τῆ προνοία ἑαυτοῦ φω τίζειν καὶ κινεῖν· σῶμα γάρ ἐστι καὶ τὸ ὅλον· εἰ δὲ τῶ κόσμω τοῦτον ἐ πιβαίνειν καὶ ἐν ὅλω αὐτὸν γνωρίζεσθαι πρέπει, πρέποι ἂν καὶ ἐν ἀνθρωπίνω ἀνίνω σώ ματι αὐτὸν ἐπιφαίνεσθαι· καὶ ὑπ’ αὐτοῦ τοῦτο φωτίζεσθαι καὶ ἐνεργεῖν· μέρος γὰρ τοῦ παντὸς καὶ τὸ τῶν ἀνθρώπων ἀνων ἐστὶ γένος· καὶ εἰ τὸ μέρος ἀπρεπές ἐστιν ὄργανον αὐτοῦ γίνεσθαι πρὸς τὴν τῆς θεότητος γνῶσιν, ἀτοπώτατον ἂν εἴη καὶ δι’ ὅλου τοῦ κόσμου γνωρίζεσθαι τὸν ποιητήν· ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἀνου ἐνεργουμένου καὶ φωτιζομένου· εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῶ δακτύλω τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ ἀνθρώπου ἀνου , ἀνόητος ἂν νομισθείη· ὅτι διδοὺς ἐν τῶ ὅλω αὐτὸν διϊκνεῖσθαι καὶ ἐνεργεῖν· κωλύει καὶ ἐν τῶ μέρει αὐτὸν εἶναι, οὕτως ὁ διδοὺς καὶ πιστεύων τὸν τοῦ θεοῦ θῦ λόγον ἐν τῶ παντὶ εἶναι· καὶ τὸ πᾶν ὑπ’ αὐτοῦ φωτίζεσθαι καὶ κινεῖσθαι· οὐκ ἄτοπον ἂν ἡγήσηται καὶ σῶμα ἓν ἀνθρώπινον ὑπ’ αὐτοῦ κινεῖσθαι καὶ φωτίζεσθαι· εἰ δὲ ὅτι γενητόν ἐστι καὶ ἐξ οὐκ ὄντων γέγονε τὸ ἀνθρώπινον γένος· διατοῦτο οὐκ εὐπρεπῆ νομίζουσιν ἡμᾶς λέγειν τὴν ἐν ἀνθρώπω ἀνω τοῦ σωτῆρος σρς ἐπιφάνειαν, ὥρα καὶ τῆς κτίσεως αὐτοὺς αὐτὸν ἐκβάλλειν· καὶ γὰρ καὶ αὕτη ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ λόγου γέγονεν· εἰ δὲ καὶ γενητῆς οὔ σης τῆς κτίσεως· οὐκ ἄτοπον ἐν αὐτῆ τὸν λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀν θρώπω αὐτὸν εἶναι ἄτοπον· ὁποῖα γὰρ ἂν περὶ τοῦ ὅλου νοήσαιεν, τοιαῦτα ἀνάγκη καὶ περὶ τοῦ μέρους αὐτοὺς ἐνθυμεῖσθαι· μέρος γὰρ ὡς προεῖπον τοῦ ὅλου καὶ ὁ ἄνθρωπός ἄνός ἐστιν· οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπω ἀνω εἶναι τὸν λόγον· καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῶ φωτίζεσθαι καὶ κινεῖσθαι καὶ ζῆν· κα θὼς καὶ οἱ παρ’ αὐτοῖς συγγραφεῖς φασίν· ὅτι ἐν αὐτῶ ζῶμεν καὶ κινού μεθα καὶ ἐσμέν· τί λοιπὸν χλεύης ἄξιον λέγομεν εἰ ἐν ὧ ἐστιν ὁ λόγος, τούτω πρὸς φανέρωσιν ὡς ὀργάνω κέχρηται ὁ λόγος· εἰ μὲν γὰρ οὐκ ἦν ἐν αὐτῶ, οὐδὲ χρήσασθαι ἂν ἠδυνήθη τούτω· εἰ δὲ προαποδεδώ καμεν ἐν τῶ παντὶ καὶ ἐν τοῖς κατὰ μέρος εἶναι τοῦτον, τί ἄπιστον εἰ ἐν οἷς ἐστιν ἐν τούτοις ἑαυτὸν καὶ ἐπιφαίνειν· ὥσπερ γὰρ ταῖς ἑαυ κέχρηται τῶ σώματι· ἐπεὶ, εἰ μὴ τοῦτον ἔδει γενέσθαι τὸν τόπον τρόπον , πῶς ἔδει τὸν λόγον ὀργάνω θέλοντα χρήσασθαι παραγενέσθαι· ἢ πόθεν ἔδει τοῦτο λαβεῖν αὐτὸν, εἰ μὴ ἐκ τῶν ἤδη γενομένων καὶ χρηζόντων τῆς αὐτοῦ θεότητος διὰ τοῦ ὁμοίου· οὐδὲ γὰρ τὰ οὐκ ὄντα ἔχρηζε σωτηρίας σρίας ἵνα καὶ προστάξει μόνον ἀρκεσθῆ· ἀλλ’ ὁ ἤδη γενόμενος ἄνθρωπος ἄνος ἐφθείρετο καὶ παραπώλλυτο· ὅθεν εἰκότως ἀνθρωπίνω κέχρηται καλῶς ὀρ γάνω· καὶ εἰς πάντα ἑαυτὸν ἥπλωσεν ὁ λόγος· ἔπειτα καὶ τοῦτο ἰστέον· ὅτι ἡ γενομένη φθορὰ, οὐκ ἔξωθεν ἦν τοῦ σώματος· ἀλλ’ αὐτῶ προσε γεγόνει· καὶ ἀνάγκη ἦν ἀντὶ τῆς φθορᾶς, ζωὴν αὐτῶ προσπλακῆναι· ἵ να ὥσπερ ἐν τῶ σώματι γέγονεν ὁ θάνατος, οὕτως ἐν αὐτῶ γένηται καὶ ἡ ζωή· εἰ μὲν οὖν ἔξωθεν ἦν ὁ θάνατος τοῦ σώματος, ἔξωθεν ἔδει καὶ τὴν ζωὴν αὐτοῦ γεγονέναι· εἰ δὲ ἐν τῶ σώματι συνεπλάκη ὁ θάνατος· καὶ ὡς συνὼν αὐτῶ κατεκράτει τούτου, ἀνάγκη καὶ τὴν ζωὴν συμπλακῆναι τῶ σώματι· ἵνα ἀντενδυθὲν τὸ σῶμα τὴν ζωὴν, ἀποβάλη τὴν φθοράν· ἄ λλως τε· εἰ καὶ ἐγεγόνει ἔξω τοῦ σώματος ὁ λόγος· καὶ μὴ ἐν αὐτῶ ὁ μὲν θάνατος ἡττᾶτο ὑπ’ αὐτοῦ φυσικώτατα· ἅτε δὴ μὴ ἰσχύοντος τοῦ θα νάτου κατὰ τῆς ζωῆς, οὐδὲν ἧττον ἔμενεν ἐν τῶ σώματι ἡ προσγενο μένη φθορά· διατοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ σωτὴρ σὴρ · ἵνα συμ π λακέντος τοῦ σώματος τῆ ζωῆ, μηκέτι ὡς θνητὸν ἀπομείνη ἐν τῶ θανάτω· ἀλλ’ ὡς ἐνδυσάμενον τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνη· ἅπαξ γὰρ ἐνδυσάμενον φθορὰν, οὐκ ἂν ἀνέστη ὅρα εἰ μὴ ἐνεδύσατο τὴν ζωήν· καὶ πάλιν· θάνατος καθ’ ἑαυτὸν, οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῶ σώματι· διατοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θ άνατον ἐν τῶ σώματι εὑρὼν ἀπαλείψη· πῶς γὰρ ἂν ὅλως ὁ κύριος κς ἐδεί χθη ζωὴ εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε· καὶ ὥσπερ τῆς καλάμης ὑπὸ ση(μειωτέον) πυρὸς φύσει φθειρομένης· εἰ κωλύει τίς τὸ πῦρ ἀπὸ τῆς καλάμης· οὐ καίεται μὲν ἡ καλάμη· μένει δὲ ὅλως πάλιν καλάμη ἡ καλάμη ὑποπτεύουσα τὴν τοῦ πυρὸς ἀπειλὴν· φύσει γὰρ ἀναλωτικόν ἐστιν αὐτῆς τὸ πῦρ· εἰ δέ τις ἐνδιδύσκοι τὴν καλάμην ἀμιάντω πολλῶ· ὃ δὴ λέγεται ἀντιπαθὲς εἶναι τοῦ πυρὸς, οὐκέτι τὸ πῦρ φοβεῖται ἡ καλάμη· ἔχουσα τὴν ἀσφάλειαν ἐκ τοῦ ἐνδύματος τοῦ ἀκαύστου, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τοῦ θανάτου ἄν τις εἴποι· ὅτι εἰ προστάξει μόνον κωλυθεὶς ἦν ὁ θάνατος ὑπ’ αὐτοῦ, οὐδὲν ἧττον πάλιν ἦν θνητὸν καὶ φθαρτὸν κατὰ τὸν τῶν σωμάτων λόγον· ἀλλ’ ἵνα μὴ τοῦτο γένηται, ἐνεδύσατο τὸν ἀσώματον τοῦ θεοῦ θῦ λόγον· καὶ οὕ τως οὐκέτι τὸν θάνατον οὐδὲ τὴν φθορὰν φοβεῖται· ἔχον ἔνδυμα τὴν ζωὴν καὶ ἐν αὐτῶ ἀφανιζομένης τῆς φθορᾶς· οὐκ οὖν ἀκολούθως ὁ τοῦ θεοῦ θῦ λόγος σῶμα ἀνέλαβε· καὶ ἀνθρωπίνω ὀργάνω κέχρηται ἵνα καὶ ζωοποιήση τὸ σῶμα· καὶ ἵν’ ὥσπερ ἐν τῆ κτίσει διὰ τῶν ἔργων γνωρίζηται, ο ὕτως καὶ ἐν ἀνθρώπω ἀνω ἐργάσηται· καὶ δείξη ἑαυτὸν πανταχοῦ, μηδὲν ἔρημον τῆς ἑαυτοῦ θειότητος καὶ γνώσεως καταλιμπάνων· πάλιν γὰρ τὸ αὐτό φημι τοῖς πρότερον ἐπαναλαμβάνων· ὅτι τοῦτο πεποίηκεν ὁ σωτὴρ σὴρ , ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρὼν, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώση· ἥ φησὶ καὶ ἡ θεία γραφή· ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶναι αὐτὸν κύριον κν · εἴτε γάρ τις ἀναβλέπειν εἰς τὸν οὐρανὸν οὐνὸν βού λεται, ὁρᾶ τὴν τούτου διακόσμησιν· εἴτε οὐ δύναται μὲν εἰς τὸν οὐρανὸν οὐνὸν · εἰς ἀνθρώπους ἀνους δὲ μόνον ἀνακύπτει, ὁρᾶ τὴν διὰ τῶν ἔργων ἀσύγκριτον αὐτοῦ πρὸς ἀνθρώπους ἀνους δύναμιν· καὶ γινώσκει τοῦτον ἐν ἀνθρώποις ἀνοις μόνον θεὸν θν λόγον· εἴτε ἐν δαίμοσί τις ἀπεστράφη· καὶ περὶ τούτου ἐπτόηται, ὁρᾶ τοῦτον ἐλαύνοντα τούτους· καὶ κρίνει τοῦτον αὐτῶν εἶναι δεσπότην· εἴτε εἰς τὴν τῶν ὑδάτων βεβύθισται φύσιν, καὶ νομίζει ταῦτα θεὸν θν εἶναι· ὥσπερ αἰγύπτιοι σέβουσι τὸ ὕδωρ, ὁρᾶ ταύτην μεταβαλλομένην ὑπ’ αὐτοῦ· καὶ γινώσκει τούτων εἶναι κτίστην τὸν κύριον κν · εἰ δὲ καὶ εἰς ἅδην τίς κατέβη καὶ πρὸς τοὺς ἐκεῖ κατελθόντας ἥρωας ἐπτόηται ὡς θεούς, ἀλλ’ ὁρᾶ τὴν τούτου γενομένην ἀνάστασιν καὶ τὴν κατὰ τοῦ θανάτου νίκην· καὶ λογίζεται ἐν ἐκείνοις μόνον εἶναι τὸν χριστὸν χν ἀληθινὸν κύριον κν καὶ θεόν θν · πάντων γὰρ τῶν τῆς κτίσεως μερῶν ἥψατο ὁ κύριος κς · καὶ τὰ πάντα πάσης ἀπάτης ἠλευθέρωσε καὶ ἤλεγξεν ὡς παῦλος φησί· ἀπεκ δυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῶ σταυρῶ στρῶ , ἵνα μηκέτι τίς ἀπατηθῆναι δυνηθῆ· ἀλλὰ πανταχοῦ τὸν ἀληθινὸν τοῦ θεοῦ θῦ λόγον εὕρη· οὕτω γὰρ πανταχόθεν συγκλειόμενος ὁ ἄνθρωπος ἄνος · καὶ πανταχοῦ, τοuτέστιν· ἐν οὐρανῶ οὐνῶ · ἐν ἅδη· ἐν ἀνθρώπῳ ἀνῳ · ἐπὶ γῆς ἡπλωμένην τὴν τοῦ λόγου θειότητα βλέπων, οὐκέτι μὲν ἀπατᾶται περὶ θεοῦ θῦ · μόνον δὲ τοῦτον προσκυνεῖ· καὶ δι’ αὐτοῦ καλῶς τὸν πατέρα πρα γινώσκει· τούτοις μὲν οὖν καὶ ἕλληνες εἰκότως δυσωπηθήσονται πα ρ’ ἡμῶν ἐκ τῶν εὐλόγων· εἰ δὲ μὴ αὐτάρκεις εἶναι τοὺς λόγους ἡγοῦνται πρὸς αἰσχύνην αὐτῶν, κἂν ἐκ τῶν ἐπ’ ὄψεσι πάντων φαινομένων πιστούσθω σαν τὰ λεγόμενα· πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο πότε καταλι μπάνειν οἱ ἄνθρωποι ἄνοι , εἰ μὴ ἀφ’ οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ θεοῦ θῦ θεὸς θς λόγος ἐν ἀνθρώποις ἀνοις · πότε π ότε δὲ τὰ παρ’ ἕλλησι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένωται, πότε εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ σωτήρ σήρ · πότε δὲ πότε κατα γινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοί· καὶ ἥρωες ὡς μό νον ὄντες ἄνθρωποι ἄνοι θνητοὶ, εἰ μὴ ἀφ’ οὗ ὁ κύριος κς τὸ κατὰ τοῦ θανάτου τρόπαιον εἰρ γάσατο, καὶ ὅπερ ἔλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν· πότε δὲ ἡ δαιμόνων ἀπάτη καὶ μανία κατεφρονήθη, πότε εἰ μὴ ὅτε ἡ τοῦ θεοῦ θῦ δύναμις ὁ λόγος· ὁ πάντων καὶ τούτων δεσπότης διὰ τὴν τῶν ἀνθρώπων ἀνων ἀσθένειαν συγκαταβὰς, ἐπὶ γῆς ἐφάνη· πότε δὲ τῆς μαγείας πότε ἡ τέχνη καὶ τὰ διδασκαλεῖα ἤρξαντο καταπατεῖσθαι, εἰ μὴ ὅτε τὰ θεοφά νεια τοῦ λόγου γέγονεν ἐν ἀνθρώποις ἀνοις · καὶ ὅλως πότε τῶν ἑλλήνων ἡ σοφία πότε με μώρανται, εἰ μὴ ὅτε ἡ ἀληθὴς τοῦ θεοῦ θῦ σοφία ἐπὶ γῆς ἑαυτὴν ἐφανέρωσε· πάλαι μὲν γὰρ πᾶσα ἡ οἰκουμένη καὶ πᾶς τόπος τῆ θρησκεία τῶν εἰδώλων ἐπλανᾶτο· καὶ οὐδὲν ἄλλο, ἢ τὰ εἴδωλα θεοὺς ἐνόμιζον οἱ ἄνθρωποι ἄνοι · νῦν δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην τὴν μὲν τῶν εἰδώλων δεισιδαιμονίαν καταλιμπά νουσιν οἱ ἄνθρωποι ἄνοι · ἐπὶ δὲ τὸν χριστὸν χν καταφεύγουσι καὶ θεὸν θν αὐτὸν προσκυνοῦντες, δι’ αὐτοῦ καὶ ὃν οὐκ ἤδεισαν πατέρα πρα γινώσκουσι· καὶ τό γε θαυμαστὸν διαφόρων ὄντων καὶ μυρίων σεβασμάτων· καὶ ἑκάστου τόπου τὸ ἴδιον ἔχοντος εἴδωλον· καὶ μὴ ἰσχύοντος τοῦ παρ’ αὐτοῖς λεγομένου θεοῦ τὸν πλησίον ὑπερβῆναι τόπον· ὥστε καὶ τοὺς ἐκ γειτόνων πεῖσαι σέβειν αὐτὸν· ἀλλὰ μόλις καὶ ἐν τοῖς ἰδίοις θρησκευομένου· οὐδεὶς γὰρ ἄλλος τὸν τοῦ γείτονος ἐσέβετο θεόν θν · ἀλλ’ ἕκαστος τὸ ἴδιον ἐφύλαττεν εἴδωλων· νομίζων τῶν πάντων αὐτὸ κύριον κν εἶναι· μόνος ὁ χριστὸς χς παρὰ πᾶσιν εἷς καὶ πανταχοῦ ὁ αὐτὸς προσκυνεῖται· καὶ ὃ μὴ δεδύνηται τῶν εἰδώλων ἡ ἀσθένεια ποιῆσαι· ὥστε κἂν τοὺς πλησίον οἰ κοῦντας πεῖσαι, τοῦτο ὁ χριστὸς χς πεποίηκεν· οὐ μόνον τοὺς πλησίον, ἀλλὰ καὶ πᾶσαν ἁπλῶς τὴν οἰκουμένην πείσας ἕνα καὶ τὸν αὐτὸν κύριον κν σέβειν· καὶ δι’ αὐτοῦ θεὸν θν τὸν αὐτοῦ πατέρα πρα · καὶ πάλαι μὲν τὰ πανταχοῦ, τῆς ἀπάτης τῶν μαντειῶν ἐπεπλήρωτο· καὶ τὰ ἐν δελφοῖς καὶ δωδώνη· καὶ βοιωτία· καὶ λυκία· καὶ λιβύη· καὶ αἰγύπτω· καὶ καβίροις μαντεύματα· καὶ ἡ πυθία, ἐθαυμάζοντο τῆ φαντασία παρὰ τῶν ἀνθρώπων ἀνων · νῦν δὲ ἀφ’ οὗ χριστὸς χς καταγγέλλεται π ανταχοῦ, πέπαυται καὶ τούτων ἡ μανία· καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος· καὶ πάλαι μὲν δαίμονες ἐφαντασιοκόπουν τοὺς ἀνθρώπους ἀνους · προκαταλαμβάνοντες πηγὰς ἢ ποταμοὺς ἢ ξύλα ἢ λίθους· καὶ οὕτως ταῖς μαγγανείαις ἐξέπληττον τοὺς ἄφρονας· νῦν δὲ τῆς θείας ἐπιφα νείας τοῦ λόγου γεγενημένης, πέπαυται τούτων ἡ φαντασία· τῶ γὰρ ση μείω τοῦ σταυροῦ στροῦ καὶ μόνον ὁ ἄνθρωπος ἄνος χρώμενος, ἀπελαύνει τούτων τὰς ἀπάτας· καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς· δῖα καὶ κρόνον· καὶ ἀ πόλλωνα ἐνόμιζον οἱ ἄνθρωποι ἄνοι θεούς· καὶ τούτους ἐπλανῶντο σέβοντες· ἄ ρτι δὲ τοῦ σωτῆρος σρς ἐν ἀνθρώποις ἀνοις φανέντος, ἐκεῖνοι μὲν ἐγνώσθησαν ὄντες, ἄνθρωποι ἄνοι θνη τοί· μόνος δὲ ὁ χριστὸς χς ἐν ἀνθρώποις ἀνοις ἐγνώσθη θεὸς θς · ἀληθινοῦ θεὸς θς λόγος· τί δὲ περὶ τ ῆς θαυμαζομένης παρ’ αὐτοῖς μαγείας ἄν τις εἴποι· ὅτι πρὶν μὲν ἐπιδημῆ σαι τὸν λόγον, ἴσχυε καὶ ἐνήργει παρ’ αἰγυπτίοις καὶ χαλδαίοις καὶ ἰνδοῖς αὕτη, καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῆ δὲ παρουσία τῆς ἀληθείας καὶ τῆ ἐπιφα νεία τοῦ λόγου, διηλέγχθη καὶ αὕτη καὶ κατηργήθη παντελῶς· περὶ δὲ τῆς ἑλληνικῆς σοφίας καὶ τῆς τῶν φιλοσόφων μεγαλοφωνίας, νομίζω μηδένα τοῦ παρ’ ἡμῶν δεῖσθαι λόγου· ἐπ’ ὄψει πάντων ὄντος τοῦ θαύματος· ὅτι τ οσαῦτα γραψάντων τῶν παρ’ ἕλλησι σοφῶν· καὶ μὴ δυνηθέντων πεῖσαι κἂν ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ’ ἀρετὴν βίου, μ όνος ὁ χριστὸς χς δι’ εὐτελῶν ῥημάτων· καὶ δι’ ἀνθρώπων ἀνων οὐ κατὰ τὴν γλῶσσαν σοφῶν, κατὰ πᾶσαν τὴν οἰκουμένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων ἀνων · καταφρο νεῖν μὲν θανάτου· φρονεῖν δὲ ἀθάνατα· καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν, εἰς δὲ τὰ αἰώνια ἀποβλέπειν· καὶ μηδὲν μὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν· μόνης δὲ τῆς ἐπ ουρανίου ουνίου ἀντιποιεῖσθαι· ταῦτα δὲ τὰ λεγόμενα παρ’ ἡμῶν, οὐκ ἄχρι λόγων ἐστίν· ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν· παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτω· τῆς μὲν ἀρε τῆς τὸ γνώρισμα ἐν ταῖς χριστοῦ χῦ παρθένοις, καὶ ἐν τοῖς σωφροσύνην ἁγνεύουσι νεωτέροις· τῆς δὲ ἀθανασίας τὴν πίστιν, ἐν τῶ τοσούτω τῶν μαρτύρων αὐτοῦ χορῶ· ἡκέτω δὲ ὁ πείραν τῶν προλεχθέντων βουλόμενος λαβεῖν, καὶ ἐπ’ αὐτὴν τὴν φαντασίαν τῶν δαιμόνων· καὶ τῆς τῶν μαν τειῶν ἀπάτης· καὶ τῶν τῆς μαγείας θαυμάτων· καὶ χρησάσθω τῶ σημειῶ τοῦ γελωμένου παρ’ αὐτοῖς σταυροῦ στροῦ · τὸν χριστὸν χν ὀνομάσας μόνον, καὶ ὄψεται πῶς δι’ αὐτοῦ δαίμονες μὲν φεύγουσι, μαντεῖα δὲ παύεται, μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήργηται· τίς οὖν ἄρα καὶ πηλίκος ἐστὶν οὗτος ὁ χριστὸς χς , ὁ τῆ ἑαυτοῦ ὀνομασία καὶ παρουσία, τὰ πάντα πανταχόθεν ἐπισκιάσας καὶ καταργήσας, καὶ μόνος κατὰ πάντων ἰσχύων, καὶ πᾶσαν οὐκ ἄλλος μόνον τὴν οἰκουμένην τῆς ἑαυτοῦ διδασκαλίας πληρώσας· λεγέτωσαν οἱ πάνυ γελῶντες καὶ οὐκ ἐρυθριῶντες ἕλληνες· εἰ μὲν γὰρ ἄνθρωπος ἄνος ἐστι, καὶ πῶς εἷς ἄνθρωπος ἄνος τὴν πάντων τῶν παρ’ αὐτοῖς θεῶν δύναμιν ὑπερῆρε· καὶ οὐδὲν ἐκείνους ὄντας τῆ ἑαυτοῦ δυνάμει διήλεγξεν· εἰ δὲ μάγον οὐ μάγος αὐτὸν λέγουσι, πῶς οἷόν τέ ἐστιν ὑπὸ μάγου καταργεῖσθαι πᾶσαν τὴν μαγείαν καὶ μὴ μᾶλλον συνίστασθαι· εἰ μὲν γὰρ ἀνθρώπους ἀνους μάγους ἐνίκα ἢ καθ’ ἑνὸς ἴσχυε μόνου, καλῶς ἂν ἐνομίσθη παρ’ αὐτῶν κρείττονι τέχνη τὴν τῶν ἄλλων ὑπερβάλλων· εἰ δὲ κατὰ πάσης ἁπλῶς μαγείας· καὶ αὐτοῦ τοῦ ὀνόματος αὐτῆς ἤρατο τὴν νίκην ὁ τούτου σταυρὸς στρς , δῆλον ἂν εἴη μὴ εἶναι μάγον τὸν σωτῆρα σρα · ὃν καὶ οἱ παρὰ τῶν ἄλλων μάγων ἐπικαλούμενοι δαίμονες, ὡς δεσπότην φεύγουσι· τίς οὖν ἄρά ἐστι λεγέτωσαν, οἱ μόνον ἐν τῶ χ λευάζειν ἔχοντες τὴν σπουδὴν ἕλληνες· ἴσως ἂν φήσαιεν δαίμονα καὶ αὐ τὸν γεγενῆσθαι· καὶ οὕτως ἰσχύειν· τοῦτο δὲ καὶ πάνυ λέγοντες ὀφλήσουσι χλεύην· πάλιν ταῖς προτέραις δυσωπεῖσθαι δυνάμενοι· πῶς γὰρ οἷον τέ ἐστι δαίμονα εἶναι τὸν τοὺς δαίμονας ἀπελαύνοντα· εἰ μὲν γὰρ ἁπλῶς οὐ δαίμων δαίμονας ἤλαυνε, καλῶς ἂν ἐνομίσθη τῶ ἄρχοντι τῶν δαιμονίων ἰσχύειν αὐτὸν κατὰ τῶν ἐλαττόνων· ὁποῖα καὶ οἱ ἰουδαῖοι θέλοντες ὑβρίζειν ἔλε γον αὐτῶ· εἰ δὲ πᾶσα τῶν δαιμόνων μανία ἐξίσταται· τῆ τούτου ὀνο μ ασία καὶ διώκεται, φανερὸν ἂν εἴη καὶ ἐν τούτω πλανᾶσθαι αὐτοὺς· καὶ μὴ εἶναι ὡς νομίζουσι δαιμονικήν τινα δύναμιν τὸν κύριον κν ἡμῶν καὶ σωτῆρα σρα χριστόν χν · οὐκ οὖν εἰ μήτε ἄνθρωπος ἄνος ἁπλῶς· μήτε μάγος· μήτε δαί μων τίς ἐστιν ὁ σωτὴρ σὴρ · ἀλλὰ καὶ τὴν παρὰ ποιηταῖς ὑπόνοιαν καὶ δαιμό νων φαντασίαν· καὶ ἑλλήνων σοφίαν· τῆ ἑαυτοῦ θειότητι κατήργησε καὶ ἐπεσκίασε, φανερὸν ἂν εἴη καὶ παρὰ πᾶσιν ὁμολογηθήσεται, ὅτι ἀληθῶς θεοῦ υἱός οὗτος ἀληθῶς θεοῦ θῦ υἱός ἐστι· λόγος καὶ σοφία καὶ δύναμις τοῦ πατρὸς πρς ὑπάρχων· διατοῦτο γὰρ οὐδὲ ἀνθρώπινά ἀνίνά ἐστιν αὐτοῦ τὰ ἔργα· ἀλλ’ ὑπὲρ ἄνθρωπον ἄνον · καὶ θεοῦ θῦ τῶ ὄντι γινώσκεται ταῦτα· καὶ ἀπ’ αὐτῶν τῶν φαινομένων, καὶ ἀπὸ τῆς πρὸς ἀνθρώπους ἀνους συγκρίσεως· τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἀνων , ἐκ παρθέ νου μόνης ἑαυτῶ συνεστήσατο σῶμα· ἢ τίς πώποτε ἀνθρώπων ἀνων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντων κύριος κς · τίς δὲ τὸ, τῆ γενέσει ἐλλεῖπον ἀ ποδέδωκε, καὶ ἐκ γεννητῆς τυφλὸν ἐποίησε βλέπειν· ἀσκληπιὸς ἐθε οποιήθη παρ’ αὐτοῖς, ὅτι τὴν ἰατρικὴν ἤσκησε, καὶ βοτάνας πρὸς τὰ πάσχον τα τῶν σωμάτων ἐπενόει· οὐκ αὐτὸς ταῦτας πλάττων ἀπὸ γῆς, ἀλλὰ τῆ ἐκ φύσεως ἐπιστήμη ταύτας ἐφευρίσκων· τί δὲ πρὸς τὸ ὑπὸ τοῦ σωτῆρος σρς γ ενόμενον, ὅτι οὐ τραῦμα ἐθεράπευσεν, ἀλλὰ γένεσιν ἔπλασε καὶ ἀποκατέ στησε ἡρακλῆς τὸ σῶμα· ἡρακλῆς ὡς θεὸς θς προσκυνεῖται παρ’ ἕλλησιν, ὅτι πρὸς ἴσους ἀνθρώπους ἀνους ἀντεμαχέσατο· καὶ θηρία δόλοις ἀνεῖλε· τί πρὸς τὰ ὑπὸ τοῦ λόγου γενόμενα, ὅτι νόσους καὶ δαίμονας, καὶ τὸν θάνατον αὐτὸν, ἀπήλαυνε τῶν διόνυσος ἀνθρώπων ἀνων · διόνυσος θρησκεύεται παρ’ αὐτοῖς, ὅτι μέθης γέγονε διδάσκαλος τοῖς ἀνθρώποις ἀνοις · ὁ δὲ σωτὴρ σὴρ τῶ ὄντι καὶ κύριος κς τοῦ παντὸς, σωφροσύνην διδάξας, χλευάζεται παρ’ ἐκείνων· ἀλλ’ ἔστω ταῦτα· τί καὶ πρὸς τὰ ἕτερα θαύματα τῆς θεότητος αὐτοῦ· τίνος ἀποθνήσκοντος ἀνθρώπου ἀνου , ὁ μὲν ἥλιος ἐσκο τίσθη, ἡ δὲ γῆ ἐσείετο· ἰδοὺ μέχρι νῦν ἀποθνήσκουσι ἄνθρωποι ἄνοι , καὶ ἀπέθανον ἔτι ἄνωθεν· πότε τί τοιοῦτον ἐπ’ αὐτοῖς γέγονε θαῦμα· ἢ ἵνα τὰς διὰ τοῦ σώ ματος αὐτοῦ πράξεις παραλίπω, καὶ τὰς μετὰ τὴν ἀνάστασιν τοῦ σώματος αὐτοῦ μνημονεύσω, τίνος πώποτε τῶν γενομένων ἀνθρώπων ἀνων ἡ διδασκαλία, ἀ πὸ περάτων ἕως περάτων γῆς, μία καὶ ἡ αὐτὴ δι’ ὅλων ἴσχυσεν, ὥστε διὰ πάσης γῆς τὸ σέβας αὐτοῦ διαπτῆναι· ὅρα ἢ διατί εἴπερ ἄνθρωπός ἄνός ἐστιν ὁ χριστὸς χς καὶ οὐ θεὸς θς λόγος κατ’ αὐτοὺς, οὐ κωλύεται ὑπὸ τῶν παρ’ αὐτοῖς θεῶν εἰς τὴν αὐτὴν χώραν ἔνθα εἰσὶ τὸ τούτου σέβας διαβῆναι, ἀλλὰ μᾶλλον αὐτὸς ὁ λόγος ἐπι δημῶν τῆ διδασκαλία ἑαυτοῦ, τὴν ἐκείνων θρησκείαν παύει, καὶ τὴν φαν τασίαν αὐτῶν καταισχύνει· πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς· καὶ τύ ραννοι γῆς πολλοὶ παρὰ χαλδαίοις ἱστοροῦνται· καὶ παρ’ αἰγυπτίοις καὶ ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς τούτων ποτὲ οὐ λέγω μετὰ θάνατον ἀλλὰ καὶ ἔ τι ζῶν ἠδυνήθη τοσοῦτον ἰσχῦσαι, ὥστε τὴν σύμπασαν αὐτὸν γῆν πληρῶσαι τῆς αὐτοῦ διδασκαλίας, καὶ τοσοῦτον πλῆθος παιδεῦσαι ἀπὸ τῆς τῶν εἰδώλων δεισιδαιμονίας, ὅσους ὁ ἡμέτερος σωτὴρ σὴρ , εἰς ἑαυτὸν ἀπὸ τῶν εἰδώλων μετήνεγκεν· ἑ λλήνων οἱ φιλόσοφοι μετὰ πιθανότητος καὶ τέχνης λόγων, πολλὰ συνέ γραψαν· τί οὖν τοσοῦτον ὅσον ὁ τοῦ χριστοῦ χῦ σταυρὸς στρς ἐπεδείξαντο· ἄχρι γὰρ τελευτῆς αὐτῶν, τὰ παρ’ αὐτῶν σοφίσματα, τὸ πιθανὸν ἔσχεν· ἀλλὰ καὶ ὃ ἔδοξαν ζῶντες ἰσχύειν, ἐν ἀλλήλοις ἔσχον τὴν ἄμιλλαν· καὶ κατ’ ἀλλήλων μελετῶντες, ἐφιλονείκουν· ὁ δὲ τοῦ θεοῦ θῦ λόγος, τὸ παραδο ξότατον, πτωχοτέραις ταῖς λέξεσι διδάξας, τοὺς πάνυ σοφιστὰς ἐπε σκίασε· καὶ τὰς μὲν ἐκείνων διδασκαλίας, κατήργησε· πάντας ἕλκων πρὸς ἑαυτόν· τὰς δὲ ἑαυτοῦ ἐκκλησίας, πεπλήρωκε· καὶ τό γε θαυμαστόν, ὅτι ὡς ἄνθρωπος ἄνος εἰς τὸν θάνατον καταβὰς, τὴν τῶν σοφῶν με γαλοφωνίαν περὶ εἰδώλων, κατήργησε· τίνος γάρ ποτε θάνατος ἀ πήλασε δαίμονας, ἢ τίνος ποτὲ θάνατον ἐφοβήθησαν δαίμονες, ὡς τοῦ χριστοῦ χῦ · ἔνθα γὰρ ὀνομάζεται τὸ ὄνομα τοῦ σωτῆρος σρς , ἐκεῖθεν πᾶς δαί μων ἀπελαύνεται· τίς δὲ οὕτως τὰ ψυχικὰ πάθη περιεῖλε τῶν 999 ἀνθρώπων ἀ νων , ὥστε τοὺς μὲν πόρνους σωφρονεῖν, τοὺς δὲ ἀνδροφόνους μηκέτι ξίφος κρατεῖν, τοὺς δὲ δειλία προκατεχομένους, ἀνδρίζεσθαι· καὶ ὅλως τίς τοὺς παρὰ βαρβάροις, καὶ τοὺς κατὰ τόπον τῶν ἐθνῶν ἔπεισεν ἀνθρώπους ἀνους · ἀποθέσθαι μὲν τὴν μανίαν, εἰρηνην δὲ φρονεῖν, εἰ μὴ ἡ τοῦ χριστοῦ χῦ πίστις, καὶ τὸ τοῦ σταυροῦ στροῦ σημεῖον· τίς δὲ ἄλλος περὶ ἀθανασίας οὕτως ἐ πιστώσατο τοὺς ἀνθρώπους ἀνους , ὡς ὁ τοῦ χριστοῦ χῦ σταυρός στρς , καὶ ἡ τοῦ σώματος ἀνάστασις αὐτοῦ· καίπερ γὰρ πάντα ψευσάμενοι ἕλληνες, ὅμως οὐκ ἠδυνήθησαν ἀνάστασιν τῶν ἑαυτῶν εἰδώλων πλάσασθαι· οὐκ ἐνθυμούμενοι τὸ σύνολον, εἰ ὅλως δυνατὸν μετὰ θάνατον εἶναι πάλιν τὸ σῶμα· ἐφ’ ὧ καὶ μάλιστα ἄν τις αὐτοὺς ἀποδέξεται· ὅτι τοιαῦτα λογισάμενοι, τὴν μὲν ἀσθένειαν τῆς ἑαυτῶν εἰ δωλολατρίας, ἤλεγξαν· τὸ δὲ δυνατὸν τῶ χριστῶ χῶ παρεχώρησαν· ἵνα καὶ ἐκ τούτου γνωρισθῆ παρὰ πᾶσι τοῦ θεοῦ θῦ υἱός· τίς οὖν ἀνθρώπων ἀνων μετὰ θάνατον, ἢ ἄλλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις ἀνοις · ἀλλ’ ὁ ἡμέτερος σωτὴρ σὴρ καὶ τῶν πάντων βασιλεὺς χριστὸς χς , τοσοῦτον ἴσχυεν ἐν τῆ περὶ ταύτης διδασκαλία, ὡς καὶ παιδία μήπω τῆς νομίμης ἡλικίας ἐπιβάντα, τὴν ὑπὲρ τὸν νόμον ἐπαγγέλλεσθαι παρθενίαν· τίς πώποτε ἀνθρώπων ἀνων ἠδυνήθη διαβῆναι τοσοῦτον· καὶ εἰς σκύθας· καὶ αἰθί οπας· ἢ πέρσας· ἢ ἀρμενίους· ἢ γότθους· ἢ τοὺς ἐπέκεινα τοῦ ὠκεανοῦ λεγομένους· ἢ τοὺς ὑπὲρ τὴν ὑρκανίαν ὄντας· ἢ ὅλως τοὺς αἰγυπτίους καὶ χαλδαίους παρελθεῖν· τοὺς φρονοῦντας μὲν, μαγικά· δεισιδαί μονας δὲ, ὑπὲρ τὴν φύσιν καὶ ἀγρίους τοῖς τρόποις· καὶ ὅλως κηρύξαι περὶ ἀρετῆς καὶ σωφροσύνης καὶ τῆς κατὰ εἰδώλων θρησκείας· ὡς ὁ πάντων κύριος κς · ἡ τοῦ θεοῦ θῦ δύναμις· ὁ κύριος κς ἡμῶν ἰησοῦς ἰς χριστὸς χς · ὃς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυτοῦ μαθητῶν· ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν· τὴν μὲν τῶν τρόπων ἀγριότητα μεταθέσθαι· μηκέτι δὲ τοὺς πατρώους θύειν θεούς· ἀλλ’ αὐτὸν ἐπιγινώσκειν καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα θρησκεύειν· πάλαι μὲν γὰρ εἰδωλολα τροῦντες ἕλληνες καὶ βάρβαροι, κατ’ ἀλλήλων ἐπολέμουν· καὶ ὠμοὶ πρὸς τοὺς συγγενεῖς ἐτύγχανον· οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι ἕνεκα τῆς πρὸς ἀλλήλους ἀκαταλλάκτου μάχης· καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς δι αγωγὴ δι’ ὅπλων ἐγίνετο· καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι ὡς προεῖπον εἰδώλοις ἐλάτρευον· καὶ δαί μοσιν ἔσπενδον θυσίας· καὶ ὅμως οὐδὲν ἐκ τῆς εἰδώλων δεισιδαιμονίας ἠ δυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι· ὅτε δὲ εἰς τὴν τ οῦ χριστοῦ χῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ παραδόξως τῶ ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο· καὶ οὐκέτι πολέμια φρονοῦσι· πάντα δὲ αὐτοῖς εἰρηναῖα· καὶ τὰ πρὸς φιλίαν καταθύ μια λοιπόν ἐστι· τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰ ς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ πατρὸς πρς υἱὸς· ὁ κοινὸς πάντων πατὴρ πὴρ ἰησοῦς ἰς χριστὸς χς · ὃς τῆ ἑαυτοῦ ἀγάπη πάντα ὑπὲρ τῆς ἡμῶν σωτηρίας σρίας ὑπέστη· καὶ γὰρ καὶ ἄνωθεν ἦν προφητευόμενον περὶ τῆς παρ’ αὐτοῦ πρφητευομένης εἰρήνης, λεγούσης τῆς γραφῆς· συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα· καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ οὐκ ἄπιστόν γε τὸ τοιοῦτον· ὅπου καὶ νῦν οἱ τὸ ἄγριον τῶν τρόπων βάρβαροι ἔμφυτον ἔχοντες· ἔτι μὲν θύοντες παρ’ αὐτοῖς τοῖς εἰδώλοις, μαίνονται κατ’ ἀλλήλων· καὶ χωρὶς ξίφους οὐδε μίαν ὥραν ἀνέχονται μένειν· ὅτε δὲ τῆς χριστοῦ χῦ διδασκαλίας ἀκούουσιν, εὐ θέως ἀντὶ μὲν πολέμων, εἰς γεωργίαν τρέπονται· ἀντὶ δὲ τοῦ ξίφεσι τὰς χεῖρας ὁπλίζειν, εἰς εὐχὰς ἐκτείνουσι· καὶ ὅλως ἀντὶ τοῦ πολεμεῖν πρὸς ἑαυτοὺς, λοιπὸν κατὰ διαβόλου καὶ κατὰ δαι μόνων ὁπλίζονται· σωφροσύνη· καὶ ψυχῆς ἀρετῆ τούτους καταπο λεμοῦντες· τοῦτο δὲ τῆς μὲν θειότητος τοῦ σωτῆρος σρς ἐστὶ γνώρισμα· ὅτι ὃ μὴ δεδύνηνται ἐν εἰδώλοις μαθεῖν οἱ ἄνθρωποι ἄνοι , τοῦτο παρ’ αὐτοῦ μεμαθή κασι· τῆς δὲ δαιμόνων καὶ εἰδώλων ἀσθενείας καὶ οὐθενείας, ἔλεγχος οὐκ ὀλίγος ἐστὶν οὗτος· εἰδότες γὰρ ἑαυτῶν οἱ δαίμονες τὴν ἀσθένειαν· ση(μειωτέον) διατοῦτο συνέβαλον πάλαι τοὺς ἀνθρώπους ἀνους καθ’ ἑαυτῶν πολεμεῖν· ἵνα μὴ παυσάμενοι τῆς κατ’ ἀλλήλων ἔριδος, εἰς τὴν κατὰ δαιμόνων μάχην ἐπιστρέψωσιν· ἀμέλει μὴ πολεμοῦντες πρὸς ἑαυτοὺς οἱ χριστῶ χῶ μαθητε υόμενοι, κατὰ δαιμόνων τοῖς τρόποις καὶ ταῖς κατ’ ἀρετὴν πράξεσιν ἀντιπαρατάσσονται· καὶ τούτους μὲν, διώκουσι· τὸν δὲ τούτων ἀρχηγὸν διάβολον καταπαίζουσιν· ὥστε ἐν νεότητι μὲν, σωφρονεῖν· ἐν πειρασμοῖς δὲ, ὑπομένειν· ἐν πόνοις δὲ, καρτερεῖν· καὶ ὑβρι ζομένους μὲν, ἀνέχεσθαι· ἀποστερουμένους δὲ, καταφρονεῖν· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ θανάτου καταφρονοῦσι· καὶ γίνονται μάρτυρες χριστοῦ χῦ · καὶ ἵνα ἓν ὃ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ σωτῆρος σρς εἴπω, τίς πώποτε ἄνθρωπος ἄνος ἁπλῶς· ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεὺς, ἐφ’ ἑαυτοῦ τοσούτοις ἠδυνήθη συμβαλεῖν, καὶ καθ’ ὅλης τῆς εἰδωλολα τρίας, καὶ πάσης δαιμονικῆς στρατιᾶς, καὶ πάσης μαγείας, καὶ πάσης σοφίας ἑλλήνων, τοσοῦτον ἰσχυόντων καὶ ἔτι ἀκμαζόντων, καὶ ἐκπληττόντων πάντας, ἀντιμάχεσθαι καὶ μιᾶ ῥοπῆ κατὰ πάντων ἀντιστῆναι, ὡς ὁ ἡμέτερος κύριος κς , ὁ τοῦ θεοῦ θῦ ἀληθὴς λόγος, ὃς ἀοράτως ἑκάστου τὴν πλάνην ἐλέγχων, μόνος παρὰ πάντων τοὺς πάντας ἀνθρώπους ἀνους σκυλεύει, ὥστε τοὺς μὲν τὰ εἴδωλα προσ κυνοῦντας, λοιπὸν αὐτὰ καταπατεῖν, τοὺς δὲ μαγείαις θαυμασθέντας, τὰς βίβλους κατακαίειν, τοὺς δὲ σοφοὺς, τὴν τῶν εὐαγγελίων προκρίνειν πάντων ἑρμηνείαν, οὓς μὲν γὰρ πρότερον προσεκύνουν, τούτους κα ταλιμπάνουσιν, ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον, τοῦτον προσκυνοῦσι χριστὸν χν , θεὸν θν αὐτὸν ὁμολογοῦντες, καὶ οἱ μὲν παρ’ αὐτοῖς λεγόμενοι θεοί, ὡς αἰσ χροὶ διαβάλλονται παρ’ αὐτῶν, οἱ δὲ τὴν χριστοῦ χῦ λαμβάνοντες διδασκαλίαν, σωφρονέστερον ἐκείνων ἔχουσι τὸν βίον· ταῦτα οὖν καὶ τὰ τοιαῦτα, εἰ μὲν ἀνθρώπινά ἐστι, δεικνύτώ τις ὁ βουλόμενος καὶ τὰ τῶν προτέρων τοιαῦτα, καὶ πειθέτω· εἰ δὲ μὴ ἀνθρώπων ἀνων ἀλλὰ θεοῦ θῦ ἔργα ταῦτα φαίνεται καὶ εἰσί, διατί τοσοῦτον ἀσεβοῦσιν οἱ ἄπιστοι, μὴ ἐπιγινώσκοντες τὸν ταῦ τα ἐργασάμενον δεσπότην· ὅμοιον γὰρ πάσχουσιν, ὡς εἴ τις ἐκ τῶν ἔ ργων τῆς κτίσεως μὴ γινώσκοι τὸν τούτων δημιουργὸν θεόν θν · εἰ γὰρ ἐκ τῆς εἰς τὰ ὅλα αὐτοῦ δυνάμεως ἐγίνωσκον αὐτοῦ τὴν θεότητα, ἔγνωσαν ἂν ὅτι καὶ τὰ διὰ τοῦ σώματος ἔργα τοῦ χριστοῦ χῦ , οὐκ ἀνθρώπινα, ἀλλὰ τοῦ πάντων σωτῆρος σρς ἐστὶ τοῦ θεοῦ θῦ λόγου· γινώσκοντες δὲ οὕτως καθάπερ εἶπεν ὁ παῦλος, οὐκ ἂν τὸν κύριον κν τῆς δόξης ἐσταύρωσαν· ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῆ φύσει τὸν θεὸν θν καὶ μηδ’ ὅλως ὁρώμενον, εἰ θέλοι ὁρᾶν, ἐκ τῶν ἔρ γων αὐτὸν γινώσκει καὶ καταλαμβάνει, οὕτως ὁ μὴ ὁρῶν τῆ διανοία τὸν χριστὸν χν , κἂν ἐκ τῶν ἔργων τοῦ σώματος καταμανθανέτω τοῦτον· καὶ δοκιμαζέτω εἰ ἀνθρώπινά ἐστιν, ἢ θεοῦ θῦ · καὶ ἐὰν μὲν ἀνθρώπινα ἦ, χλευα ζέτω· εἰ δὲ μὴ ἀνθρώπινά ἐστιν ἀλλὰ θεοῦ θῦ , γινωσκέτω καὶ μὴ γελάτω τὰ ἀχλεύαστα· ἀλλὰ μᾶλλον θαυμαζέτω, ὅτι διὰ τοιούτου πράγματος εὐτελοῦς τὰ θεῖα ἡμῖν πεφανέρωται, καὶ διὰ τοῦ θανάτου ἡ ἀθανασία εἰς πάντας ἔφθασε, καὶ διὰ τῆς ἐνανθρωπήσεως τοῦ λόγου, ἡ τῶν πάντων ἐγνώσθη πρόνοια, καὶ ὁ ταύτης χορηγὸς καὶ δημιουργὸς αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος, αὐτὸς γὰρ ἐνηνθρώπησεν ἵνα ἡμεῖς θεοποιηθῶμεν, καὶ αὐτὸς ἐφανέρωσεν ἑαυτὸν διὰ σώματος, ἵνα ἡμεῖς τοῦ ἀοράτου πατρὸς πρς ἔννοιαν λάβωμεν, καὶ αὐ τὸς ὑπέμεινε τὴν πάντων ἀνθρώπων ἀνων ὕβριν, ἵνα ἡμεῖς ἀφθαρσίαν κληρονο μήσωμεν· ἐβλάπτετο μὲν γὰρ αὐτὸς οὐδὲν· ἀπαθὴς καὶ ἄφθαρτος καὶ αὐτολόγος ὢν καὶ θεός θς · τοὺς δὲ πάσχοντας ἀνθρώπους ἀνους δι’ οὓς καὶ ταῦτα ὑπέμεινεν, ἐν τῆ ἑαυτοῦ ἀπαθεία ἐτήρει καὶ διέσωζε· καὶ ὅλως τ ὰ κατορθώματα τοῦ σωτῆρος σρς · τὰ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενόμενα, τοιαῦτα καὶ τοσαῦτά ἐστιν, ἃ εἰ διηγήσασθαί τις ἐθελήσειεν, ἔοικεν τοῖς ἀφορῶσι εἰς τὸ πέλαγος τῆς θαλάσσης, καὶ θέλουσιν ἀριθμεῖν τὰ κύ ματα ταύτης· ὡς γὰρ οὐ δύναται τοῖς ὀφθαλμοῖς περιλαβεῖν τὰ ὅλα κύ ματα τῶν ἐπερχομένων παριόντων τὴν αἴσθησιν τοῦ πειράζοντος, οὕτως καὶ τῶ βουλομένω πάντα τὰ ἐν σώματι τοῦ χριστοῦ χῦ κατορθώματα περιλαβεῖν, ἀδύνατον τὰ ὅλα κἂν τῶ λογισμῶ δέξασθαι· πλειόνων ὄντων τῶν παριόντων αὐτοῦ τὴν ἐνθύμησιν· ὧν αὐτὸς νομίζει περιειλη φέναι· κάλλιον οὖν μὴ πρὸς τὰ ὅλα ἀφορῶντα λέγειν· ὧν οὐδὲ μέρος ἐξειπεῖν τίς δύναται· ἀλλ’ ἔτι ἑνὸς μνησθῆναι καὶ σοὶ καταλιπεῖν τὰ ὅλα θαυμάζειν· πάντα γὰρ ἐπίσης ἔχει τὸ θαῦμα· καὶ ὅποι δ’ ἄν τις ἀποβλέψη, ἐκεῖθεν τοῦ λόγου τὴν θειότητα ὑπερεκπλήττεται· τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν σε ἄξιόν ἐστιν· ὡς ἀρχὴν τῶν ἤδη λεχθέντων θέσθαι· καὶ θαυμάσαι λίαν· ὅτι τοῦ σωτῆρος σρς λογος ἐπιδημή σαντος, οὐκέτι μὲν ηὔξησεν ἡ εἰδωλολατρία· καὶ ἡ οὖσα δὲ, ἐλαττο νοῦται καὶ κατ’ ὀλίγον παύεται· καὶ οὐκέτι μὲν ἡ ἑλλήνων σοφία προ κόπτει· καὶ ἡ οὖσα δὲ λοιπὸν ἀφανίζεται· καὶ δαίμονες μὲν, οὐκέτι φαντασίαις καὶ μαντείαις καὶ μαγείαις ἀπατῶσι· μόνον δὲ τολμῶν τες καὶ ἐπιχειροῦντες, καταισχύνονται τῶ σημείω τοῦ σταυροῦ στροῦ · καὶ συ λλήβδην εἰπεῖν, θεώρει πῶς ἡ μὲν τοῦ σωτῆρος σρς διδασκαλία, πανταχοῦ αὔξει· πᾶσα δὲ εἰδωλολατρία καὶ πάντα τὰ ἐναντιούμενα τῆ χριστοῦ χῦ πίστει, καθ’ ἡμέραν ἐλαττοῦται καὶ ἐξασθενεῖ καὶ πίπτει· οὕτω δὲ θεωρῶν, προσκύνει μὲν τὸν ἐπὶ πάντων σωτῆρα σρα καὶ δυνατὸν θεὸν θν λόγον· καταγί νωσκε δὲ, τῶν ἐλαττουμένων καὶ ἀφανιζομένων ὑπ’ αὐτοῦ· ὡς γὰρ ἡλίου παρόντος οὐκέτι τὸ σκότος ἰσχύει· ἀλλὰ καὶ εἴ που ἐστὶ περιλει πόμενον ἀπελαύνεται, οὕτως ἐλθούσης τῆς θείας ἐπιφανείας τοῦ θεοῦ θῦ λόγου, οὐκέτι μὲν ἰσχύει τὸ τῶν εἰδώλων σκότος· πάντα δὲ τὰ παν ταχοῦ τῆς οἰκουμένης μέρη, τῆ τούτου διδασκαλία καταλάμπεται· καὶ ὥσπερ βασιλεύοντός τινος καὶ μὴ φαινομένου ἔν τινι χώρα· ἀλλ’ ἔν δον ὄντος ἐν τῶ ἑαυτοῦ οἴκω· πολλάκις τινὲς ἄτακτοι καταχρώμενοι τῆ τούτου ἀναχωρήσει ἑαυτοὺς ἀναγορεύουσι· καὶ ἕκαστος κατασχηματι σάμενος τοὺς ἀκεραίους φαντασιοσκοπεῖ ὡς βασιλεὺς· καὶ οὕτως πλανῶνται οἱ ἄνθρωποι ἄνοι τῶ ὀνόματι· ἀκούοντες μὲν εἶναι βασιλέα· οὐχ’ ὁ ρῶντες δὲ αὐτὸν διὰ τὸ μάλιστα μὴ δὲ δύνασθαι αὐτοὺς ἔσω τοῦ οἴκου χω ρῆσαι· ἐπειδὰν δὲ ὁ ἀληθῶς βασιλεὺς προέλθη καὶ φανῆ· τότε οἱ μὲν ἀπα ν τῶντες ἄτακτοι ἐλέγχονται τῆ τούτου παρουσία· οἱ δὲ ἄνθρωποι ἄνοι ὁρῶντες τὸν ἀληθῶς βασιλέα καταλιμπάνουσι τοὺς πάλαι πλανῶντας αὐτούς, οὕτως καὶ πάλαι μὲν ἠπάτων οἱ δαίμονες τοὺς ἀνθρώπους ἀνους θεοῦ θῦ τιμὴν ἑ αυτοῖς περιτιθέντες· ὅτε δὲ ἐπεφάνη ὁ τοῦ θεοῦ θῦ λόγος ἐν σώματι· καὶ ἐ γνώρισεν ἡμῖν τὸν ἑαυτοῦ πατέρα πρα , τότε δὴ ἡ μὲν τῶν δαιμόνων ἀπάτη, ἀφανίζεται καὶ παύεται· οἱ δὲ ἄνθρωποι ἄνοι ἀφορῶντες εἰς τὸν ἀληθινὸν τ οῦ πατρὸς πρς θεὸν θν λόγον, καταλιμπάνουσι τὰ εἴδωλα· καὶ λοιπὸν ἐπιγι νώσκουσι τὸν ἀληθινὸν θεὸν θν · τοῦτο δὲ γνώρισμα τοῦ εἶναι τὸν χριστὸν χν θεὸν θν λόγον καὶ θεοῦ θῦ δύναμίν ἐστι· τῶν γὰρ ἀνθρωπίνων παυομένων· καὶ μένοντος τοῦ ῥήματος τοῦ χριστοῦ χῦ , δῆλόν ἐστι παρὰ πᾶσι τὰ μὲν παυό μενα εἶναι πρόσκαιρα, τὸν δὲ μένοντα εἶναι θεὸν θν καὶ θεοῦ θῦ υἱὸν ἀληθινὸν μονογενῆ λόγον· ταῦτα μέν σοι παρ’ ἡμῶν δι’ ὀλίγων· ὅσον πρὸς στ οιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ χριστὸν χν πίστεως· καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας ἀνατεθείσθω ὦ φιλόχριστε ἄνθρωπε ἄνε · σὺ δὲ τὴν πρόφασιν ἐκ τούτων λαβὼν, εἰ ἐντυγχάνοις τοῖς τῶν γραφῶν γράμμασι, γνησίως αὐτοῖς ἐφιστάνων τὸν νοῦν, γνώση παρ’ αὐτῶν τὰ λεγόμενα· τελεώτερον μὲν καὶ τρανότερον τῶν λεχθέντων τὴν ἀκρίβειαν· ἐκεῖναι μὲν, γὰρ διὰ θεολόγων ἀνδρῶν παρὰ θεοῦ θῦ ἐλαλή θησαν καὶ ἐγράφησαν· ἡμεῖς δὲ, παρὰ τῶν αὐταῖς ἐντυγχανόντων θ εολόγων διδασκάλων· οἳ καὶ μάρτυρες τῆς χριστοῦ χῦ θεότητος γεγόνασι μα θόντες, μεταδίδομεν καὶ τῆ σῆ φιλομαθεία· γνώση δὲ καὶ τὴν δευ τέραν αὐτοῦ πάλιν πρὸς ἡμᾶς ἔνδοξον καὶ θείαν ἀληθῶς ἐπιφάνειαν· ὅτε οὐκέτι μετ’ εὐτελείας· ἀλλ’ ἐν τῆ ἰδία δόξη· ὅτε οὐκέτι παθεῖν, ἀ λλὰ λοιπὸν τοῦ ἰδίου σταυροῦ στροῦ τὸν καρπὸν ἀποδοῦναι πᾶσιν ἔρχεται· φημὶ δὴ τὴν ἀνάστασιν καὶ τὴν ἀφθαρσίαν· καὶ οὐκέτι μὲν, κρίνεται· κρινεῖ δὲ τοὺς πάντας πρὸς ἃ ἕκαστος ἔπραξε διὰ τοῦ σώματος εἴτε ἀγαθὰ εἴτε φαῦλα· ἔνθα τοῖς μὲν ἀγαθοῖς, ἀπόκειται βασιλεία οὐρανῶν οὐνῶν · τοῖς δὲ τὰ φαῦλα πράξασι, πῦρ αἰώνιον καὶ σκότος ἐξώτερον· οὕτω γὰρ καὶ αὐτὸς ὁ κύριος κς φησὶ· λέγω ὑμῖν· ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνοῦ ἐν τῆ δόξη τοῦ πατρός πρς · διὸ δὴ καὶ σωτήριός ἐστι λόγος εὐτρεπίζων ἡμᾶς εἰς ἐκείνην τὴν ἡμέραν καὶ λέγων· γίνεσθε ἕτοιμοι καὶ γρηγορεῖτε· ὅτι ἧ οὐκ οἴδατε ὥρα ἔρχεται· κατὰ γὰρ τὸν μα κάριον παῦλον· τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βή ματος τοῦ χριστοῦ χῦ · ἵνα κομίσηται ἕκαστος πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον· ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γ νῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ χριστὸν χν ἀρετῆς· ἵνα δι’ αὐτῆς ὁδεύσας ὁ νοῦς, τυχεῖν ὧν ὀρέγεται καὶ καταλαβεῖν δυνηθῆ, καθ’ ὅσον ἐφικτόν ἐστι τῆ ἀνθρώπων ἀνων φύσει περὶ τοῦ θεοῦ θῦ λόγου μανθάνειν· ἄνευ γὰρ καθαρᾶς διανοίας· καὶ τῆς πρὸς τοὺς ἁγίους τοῦ βίου μιμήσεως, οὐκ ἄν τις καταλαβεῖν δυνηθείη τοὺς τῶν ἁγίων λόγους· ὥσπερ γὰρ εἴ τις ἐ θελήσειεν ἰδεῖν τὸ τοῦ ἡλίου φῶς· πάντως τὸν ὀφθαλμὸν ἀποσμήχει καὶ λαμπρύνει· σχεδὸν ὅμοιον τῶ ποθουμένω ἑαυτὸν διακαθαίρων· ἵ να οὕτως φῶς γενόμενος ὁ ὀφθαλμὸς, τὸ τοῦ ἡλίου φῶς ἴδη· ἢ ὡς εἴ τις θελήσειεν ἰδεῖν πόλιν ἢ χώραν· πάντως ἐπὶ τὸν τόπον ἀφικνεῖται τῆς θέας ἕνεκεν, οὕτως ὁ θέλων τῶν θεολόγων τὴν διάνοιαν καταλα β εῖν, προαπονίψαι καὶ προαποπλύναι τῶ βίω τὴν ψυχὴν ὀφείλει· καὶ πρὸς αὐτοὺς τοὺς ἁγίους ἀφικέσθαι τῆ ὁμοιότητι τῶν πράξεων αὐτῶν· ἵνα σὺν αὐτοῖς τῆ ἀγωγῆ τῆς συζήσεως γενόμενος, τὰ καὶ αὐτοῖς ἀπο καλυφθέντα παρὰ θεοῦ θῦ κατανοήση· καὶ λοιπὸν ὡς ἐκείνοις συναφθεὶς, ἐκφύγη μὲν τὸν τῶν ἁμαρτωλῶν κίνδυνον, καὶ τὸ τούτων πῦρ ἐν τῆ ἡμέρα τῆς κρίσεως· ἀπολάβη δὲ τὰ τοῖς ἁγίοις ἀποκείμενα ἐν τῆ τῶν οὐρανῶν ουνῶν βασιλεία· ἃ ὀφθαλμὸς οὐκ οἶδεν οὐδὲ οὖς ἤκουσεν· οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἀνων ἀνέβη, ὅσα ἡτοίμασται τοῖς κατ’ ἀρετὴν βιοῦσι, καὶ ἀ γαπῶσι τὸν θεὸν θν καὶ πατέρα πρα , ἐν χριστῶ χῶ ἰησοῦ ἰῦ τῶ κυρίω κω ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ αὐτῶ τῶ πατρὶ πρὶ σὺν αὐτῶ τῶ υἱῶ ἐν ἁγίω πνεύματι πνι · τιμὴ καὶ κράτος καὶ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.