ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυ τῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡ μέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμ πρότερον ἑαυτὴν, διὰ τῆς χριστοῦ χυ διδασκαλί ας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μα κάριε ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κα τὰ χριστον χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέ ρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ, πρὸς τὴν τῆς ἀλ είας ἐπαγγελίαν· εἰσὶ δὲ καὶ πολλ μακαρίων ἡμῶν διδασκά λων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώ σεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων σ άξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστον χν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευά ζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρον σρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ᾧ μάλιστα, καὶ τὴν ἀναισθησίαν αὐ τῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρον σρον διαβάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύνα μιν πᾶσαν τὴν οἰκουμένην πεπληρω κυῖαν, καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσί ας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαν τες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦ τον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρον σρον μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου· πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντα σία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστος χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γι νώσκεται ὁ πατηρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπεί θει, πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα. πάσχειν δὲ καὶ ο ὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς· καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶ σθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος, εἶναι θεον θν καὶ θεοῦ θυ λόγον. λέγομεν οὖν ὡς ἐφικτὸν ἡ μῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυ τῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ἄνε ὅτι ἀληθεία πεπίστευκας, καὶ τὸν χριστον χν γινώσκων οὐκ ἠπατήθης· πρέ πειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πί στιν ἡγεῖσθαι σε πεπίστευκα. ἐξαρχῆς μ ὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕ τη· ἄνθρωποι ἄνοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρ ξαντο, καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅ θεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυ τοῖς ἀνεπλάσαντο. τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημι ουργὸς καὶ παμβασιλεὺς θεος θς , ὁ ὑπερέκει να πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπι νοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρ καλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκό να πεποίηκε καὶ τῶν ὄντων αὐτὸν θε ωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐ τὸν ὁμοιότητος κατεσκεύασε, δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶ σιν· ἵνα τὴν ταυτότητα σώζων· μήτε τῆς περὶ θεοῦ θυ φαντασίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπη δήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύνα μιν, ἀγάλλεται καὶ συνομιλεῖν τῶ θείω. ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως καὶ ἀθά νατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρος πρς εἰκόνα· τὸν θεον θν λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐ τοῦ τὴν εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαν τασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῆ δ άμει τοῦ νοῦ συνα πτόμενος. ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σ ώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλος ἐστὶν ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δὴ τὰ αἰσθητὰ, καὶ πάν τα ἀνθρώπινα διαβὰς, ἄνω μετάρσι ος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐ τῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία, καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον, ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ, κα τὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεον θν · καὶ συν διαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία· ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς, τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεον θν δι’ αὐτῆς κατοπτρίζεσθαι, καθά περ καὶ ὁ κύριος κς φησί· μακάριοι οἱ καθαροὶ τῆ καρδία, ὅτι αὐτοὶ τὸν θεον θν ὄψονται· ο ὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε, καὶ μέ νειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρή σαντες τῶν κρειττόνων· καὶ ὀκνήσαν περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέ ρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰ σθήσεις· ὅθεν τῶν μὲν νοητῶν, ἀπέστη σαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανο εῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθη τῶν ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες, τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαν τες δὲ τούτοις· καὶ τῶν ἐγγυτέρω μὴ ἀπο στῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θυ δυνάμεως· τ οῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλα σθέντος ἀνθρώπου ἀνου ἀληθὲς, ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀκεῖνος γὰρ, ἕ ως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεον θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία· τοῦ ὄφεως· ἀπέστη μὲν τῆς πρὸς τὸν θεον θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώμα τος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. καὶ γνόντες ἠσχύνθησαν· ἔγνωσαν δὲ ἑ αυτοὺς γυμνοὺς, οὐ τοσοῦτον ἀπὸ ἐνδυμά των· ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θε ωρίας γεγόνασι, καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν. ἀποστάν τ ες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὅντα θεον θν λέ γω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πό θου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κα τὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώ ματος· εἶτα οἷα φιλεῖ γίνεσθαι· ἑκά στου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ, καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμι ῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμουσα δὲ πάλιν καὶ μὴ τυγχάνου σα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀ δικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλο γον καταδύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἠσθεῖσα τῆ τοῦ σώμα τος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶ ναι τὴν ἡδονὴν· πλανηθεῖσα, κατεχρή σατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλόν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπλη γεὶς· καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀ πατώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖ σα γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐκέτι μὲν κα τὰ ἀρετὴν, οὐδὲ ὥστε τὸν θεον θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνα τὸν μεταποιεῖ· καταχρωμένη τούτο, εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐ τεξούσιος γέγονε ν · δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ κα λὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζε ται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖ σθαι οὐ δύναται, τὴν φύσιν οὖσαν ὡς προ εῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐ τεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι, εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τὰ καλὰ· οὐκ ὄντα δὲ τὰ φαῦ λα· ὄντα δέ φημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντως θεοῦ θυ τὰ παραδείγματα ἔχει· οὐκ ὄν τα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συν τάξεως γινώσκειν τὸν δημιουργὸν· ἔχον τες δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θεί ων λογίων καὶ τῶν τοῦ θεοῦ θυ νόμον· ἔχοντος δὲ καὶ χεῖρας, εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεον θν εὐχῆς, ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ κα λὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναν τία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖ πον ὁρῶσα· καὶ τούτο καταχρωμένη, ἐνε νόησεν ὅτι καὶ εἰς τὰ ἐναντίω δύναται κι νεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅ παξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξί αν, καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνὴ παρεγγυᾶ· πάντα ἔ ξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέ πον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐ ναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖ ρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πε ποίηκε ν · καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε ν · καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύ ειν, ἀντὶ νομίμης τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφη μίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν· εἰς ὀδμῶν ἐρωτικῶν ποικίλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα, κακία καὶ ἁ μαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδὲ μία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν στα δίω, καταφρονηση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύ νηται· δύναται δὲ ως βούλεται· καὶ πολλά κις μὲν εἰς τοὺς ἁπαντῶντας ὁρμᾶ· πολ λάκις δὲ καὶ κατ ὰ α κρημνῶν ἐλαύνει, φερό μενος ὅπου δ’ ἂν ἑαυτὸν τῆ ὀξύτητι τῶν ἵπ πων φέροι· νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ ὁρᾶ ὅτι ἔξω ·τοῦ σκοποῦ γέγονεν, οὕτως καὶ ἡ ψυχὴ ἀ ποστραφεῖσα τὴν πρὸς τὸν θεον θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώμα τος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑ αυτῆς ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῆ πράττει· οὐχ ὁρῶσα ὅτι πεπλάνη ται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀλη θείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε ν · κατασκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλή νων μὲν οὖν τινες πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστον χν οὐκ ἐγνοκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες, κατὰ δύο ταῦτα· ἢ τὸν δη μιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει κα θ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ του κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι. τοῦτο δὲ ἄ τοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν, οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐ δὲ δι’ αὐτοῦ, ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη· μεμι γμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμε νον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκ πεσόντες τῆς ἐκκλησιαστικῆς διδασκα λίας καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παρα φρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυ τοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα, θεον θν ἕτε ρον· καὶ τοῦτον ἀγένητον τοῦ κακοῦ ποι ητὴν καὶ τῆς κακίας ἀρχηγὸν, τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐ χερῶς ἄν τις ἐλέγξειεν, ἔκ τῶν θείων γρα φῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτηρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστος χς · ἐν τοῖς ἑ αυτοῦ εὐαγγελίοις φησὶ, βεβαιῶν τὰ μωϋ σέως ῥήματα· ὅτι κύριος κς ὁ θεος θς , εἷς ἐστι· καὶ ἐξο μολογοῦμαί σοι πάτερ περ , κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεος θς , καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεος θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεος θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θυ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεος θς καὶ πατηρ πηρ τοῦ χριστοῦ χυ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τ ῶν ὸν τοῦ ἀγαθοῦ θεοῦ θυ , τὸν φαῦλον δύνασθαι γενέ σθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου· τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παραγνώμην τοῦ φαύλου, ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε, καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη, ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι, διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεος θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου· ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀδύνατον. σ αθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν δια νοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσε ως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θυ , οὐδὲ ἐν θεῶ θω · οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ κα λοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βού λονται. ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, κ αὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμ πομένης, καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοι πὸν ὡς ἐν σκότει πλανώμενος περιπα τεῖ, πολλάκις πίπτων καὶ κατακρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεον θν ὁρᾶν δύναται, ἑ αυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμέ νη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ ὁποία γέγονε ν , τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεον θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀν τὶ τοῦ θεοῦ θυ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζή τησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεος θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῦ· αὐτοὶ δὲ ἐζή τησαν λογισμοὺς πολλούς· κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκα σιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις· οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε ν · τὸ δὲ τὴν ἀρχὴν ἔχων κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον· ο ὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ δι αφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέ πουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαι ρα· καὶ τὰ σωματικὰ εἶναι τὰ καλά· ἀ ποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θυ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεον θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνα τυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλο καῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι’ οὗ μόνου ὁρᾶν ἠδύ νατο τὴν εἰκόνα τοῦ πατρος πρς , οὐκ ἔ έ τι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται, καὶ μόνα ἐκεῖνα ὁρᾶ, τὰ τῆ αἰσθήσει προσ πίπτοντα ὅθεν δὴ πάσης σαρκικῆς ἐ πιθυμίας γέμουσα· καὶ ἐν ταῖς τούτων δό ξαις ταραττομένη· λοιπὸν ὃν ἐπελάθετο τῆ διανοία θεον θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θυ προσηγορίαν ἀνατιθεῖσα, καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βού λεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοί νυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία· μ αθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς· μηκέτι μὲν βλέποι τὸ φῶς μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦ μα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυ σιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμε νος· νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ, τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀν θρώπων παράφρονες· καταδύν τες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντα σίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θυ ἐννοί ας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῶ· μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτί σαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκ θειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεον θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσω μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύ τερα ὁρμῶσιν· οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέ πονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώ τοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς και νοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖ ον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέ γουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κα κῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θυ · καὶ καταβαί νοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς Α´ οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω καὶ σε λήνη· καὶ τοῖς ἄστροις· τὴν τοῦ θεοῦ θυ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶ ναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν Β´ μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικα ταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, Γ´ αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως τὴν θερμὴν· καὶ τὴν ψυχρὰν· καὶ τὴν ξη ρὰν· καὶ τὴν ὑγρὰν οὐσίαν, θεοὺς ἀνύ μνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες· πε ρὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀ πὸ τῆς περὶ θεοῦ θυ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν, ἔτι ζών των· τῶν δὲ, καὶ μετὰ θάνατον, εἰς θεοὺς ἀνέθηκαν· ἔτι δὲ καὶ χείρονα βουλευόμε νοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ ἔνυδρά τε καὶ χερ σαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα· τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θυ προση γορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θυ αὐ τοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεον θν τὸν τοῦ χριστοῦ χυ πατέρα πρα , ἀποστρε φόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέ ρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπε πτώκασι τῆ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μ ὴ δ’ ὅ ηδό λως μηδαμῶς ὑπάρχοντα μὴ δὲ ἐν τοῖς γενομένοις φαι νόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θε οποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θε οὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυ πτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριο κέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σω μάτων· κεφαλὴν καὶ ὦμον· καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώ ματος ἔχειν τὴν θρησκείαν. ἐπιτείνοντες δ ὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν, θε οπ οιή σαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐ τοῖς ἔρως, καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχον τας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ὅρα ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεὺς· ὅρα καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰν δοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ ὄσιρις καὶ ὧρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν, καὶ περεἰδόντες ἄνθρωπον ἄνον , καὶ ἄνθρωπον ἄνον οὐ σεμνὸν ἀλλὰ ἀσελγείας ἔμπλεω ἐμπλέων , διὰ φόβον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπη ρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν, καὶ μετὰ θάνατον ἐρῶν τοῦ παι δός· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώ ρισμα κατὰ πάσης εἰδωλολατρίας παρέ χων· ὅτι οὐκ ἄλλος εὑρέθη παρὰ τοῖς ἀν θρώποις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλα σαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θυ προ μαρτύρεται λέγουσα· ἀρχὴ πορνείας, ἐ πίνοια εἰδώλων· καὶ μή τοι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότε ρον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλη τος· τοὺς πώποτε αὐτῶν ἐξαρχῆς ἄρξαν τας βασιλέας· ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι, καὶ θρησκεύεσθαι θεοὺς γρά φουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τού τους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι, καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ κα ταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθί αν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν, αὐτοὶ ἄνθρωποι τυγχάνοντες, καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θε οπ οιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων, τοῦ κρινομένου ἐξανάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζε ται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται, τῶν δὲ λαμβανόντων κρείττ ω ο ν καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζου σιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τ ὸ ἔθος οὐ καινὸν, οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἦν ἄνωθεν προγι γνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἐννοίαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων· καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δημή τρα καὶ ἀθηνᾶ καὶ ἄρτεμις· ταῖς θη σέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμέ νου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἄνοι ἀπο θνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαν το, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ ὃ πολ λῆς ἐναντιότητος καὶ μανίας· τὸν δια ταξάμενον εἰδότες, οὓς διετάξατο προτι μῶσι· καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θηλεί ας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θυ τιμῆ θρησκεύου σι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέ ως διαταγεῖσαι ὡς προειρήκαμεν· πα ρὰ δὲ αἰγυπτίοις ἴσις καὶ κόρη καὶ νεωτέρα, καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πά σης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ ο ὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς κα θ’ ἡμᾶς χρόνοις, ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς, καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνη τοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ πε ρὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευ σαν· πρᾶγμα πάσχοντες, οὐ κατὰ φύσιν. ο ὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς, ἐθρή νησαν, οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς ὡς ἀπολoμένους ἐκόψαντο· τού του γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς, ἀλλὰ μὴ δ’ ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μη κ ἔ ἐ τι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁ ρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θυ τιμὴν τούτοις περιτιθέασιν· ὅ ρ α ἐν γοῦν αἰγύπτω εἰσ ἔ ἐ τι καὶ νῦν ὁ περὶ ὀσί ρεως καὶ ὤρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δία μὴ εἶναι θεον θν ἐλέγχουσιν ἀλλ’ ἄνθρωπον ἄνον , καὶ τοῦτον ἐκ πατρος πρς ὠμοβόρου γενό μενον. καὶ τό γε θαυμαστόν· ὅτι καὶ ὁ π άνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχη σάμενος ὡς περὶ θεοῦ θυ διανοηθεὶς, ὁ πλά των, εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κα τέρχεται, τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄ ρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνω θεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γρα φὴ λέγουσα· ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπαρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον, καὶ διατοῦτο σύντομον αὐτῶν τέλος ἐπενοή θη· ἀώρω γὰρ πένθει τρυχόμενος πατηρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησε ν , καὶ παρέδωκε τοῖς ὑ ποχειρίοις, μυστήρια καὶ τελετάς· εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νό μος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνά μενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν· τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφα νῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίη σαν· ἵνα τὸν ἀπόντα, ὡς παρόντα κολα κεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας· καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τε χνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐ ξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τι μηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίω εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ· ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῆς τῶν εἰδώ λων εὑρέσεως, ἐπὶ μάρτυρι τῆ γραφῆ πα ρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθεί σης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντας. εἰ γάρ τις τ ῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶ τον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι· λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐ κ εἶναι αὐτοὺς θεοὺς· ἀλλὰ καὶ τῶν ἀν θρώπων ὅ ρ α τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐ τῶν ἀκούειν ἁρπάζοντα μὲν τὸν γανυμή δην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα, μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπό ληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμε νον ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπη δόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθού μενον δὲ ὑπὸ θέτιδος γυναικὸς, καὶ τοῦ ἑκα τοντάχειρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακιν δυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτό μενον διὰ τὴν τοῦ πατρὸς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον, κἀκεῖνον ἀ ποτέμνοντα τὸν πατέρα πρα · ἄρ’ οὖν ἄξιον τοῦ τον ὑπονοεῖν θεον θν , τοσαῦτα δράσαντα, καὶ διαβληθέντα, ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι, καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνη μ ονεύσω διὰ τὸ πλῆθος· τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν· καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευ άσειε καὶ ζημιώσειε ν θανάτω· ὅτι μὴ μό νον ἐμοίχευσεν· ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχεί ας γενομένους αὐτῶ παῖδας, θεοποιήσας ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κα τασκευάζων· ὧν εἰσι διόνυσος καὶ ἡρα κλῆς καὶ διόσκουροι καὶ ἑρμῆς, καὶ περσεὺς καὶ σώτηρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν· ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀ φροδίτην· ὑπὸ δὲ ἡρακλέος τὴν ἧραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεον θν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτό μενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν, τοῦ λέγειν αὐτοὺς εἶναι ἔτι θεοὺς. φθαρτοὺς δὲ, καὶ παθητοὺς αὐτοὺς ἀκούων· οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τ ῶ ὸ ν ἡφαίστου κατ’ ἀμφοτέρων κατα σκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομέ νους θεοὺς· ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομέ νους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε ν καὶ καταγνώσεται τῆς φαυ λότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέ θης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς πα ραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν με τὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυ τῶν ἐχόντων τὸ μῦσος, καὶ δι’ ἑαυτῶν ἐπιδει κνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτιρήσειεν ἄν τις τοὺς ἀπα τωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες, οὐκ αἰ σχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπι μιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσ κυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλο μένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς πε ριτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσ κυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καί ουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύ ουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διαπαραφροσύνην γλύψαντες σέ βουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος· καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦ τα πατοῦσι· καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν, πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐ τὰ· τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολο γήσαντες τῶ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι, μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς· ὥσπερ ἐπιλαθό μενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔρ γοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέ ξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέ χνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμο νος τέχνην ἀποδέχεσθαι, καὶ μὴ τὰ ὑπ’ αὐ τοῦ πλασθέντα τοῦ πεποιηκότος προ τιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέ χνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησεν· πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνί την αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη οὕ τω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμε νοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελεί ας, πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀ φανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς ο ἰκτειρήσειε ν καὶ κατὰ τοῦτο· ὅτι βλέπον τες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προ σεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύ σιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μὴ δ’ὅ μηδό λως κινουμέ νους· ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προ σαγορεύουσι· καὶ τό γε θαυμαστόν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μή τι νομίσης ταῦτά με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων, καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοι αῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς, προ διδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχου σι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποι οῦντες αὐτά· οὐδὲ προφητικὴ δὲ τού των ἀπέστ ι η μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέγοντος τοῦ πνεύματος πνς · α ἰσχυνθήσονται οἱ πλάσσοντες θεον θν · καὶ γλύ φοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀν θρώπων· συναχθήτωσαν πάντες καὶ στή τωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσχυν θήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον, καὶ σκεπάρνω εἰργάσατο αὐτὸ, καὶ ἔστησεν αὐτὸ τῶ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πει νάσει καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐρρύθμισεν αὐ τὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκω· καὶ ὃ, ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ, ἐφύτευ σεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσε κύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυ σαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέ ας ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάν θην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύ νει λέγων· ἐξελοῦμαι ὅτι θεός μου εἶ σύ· οὐ κ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρδία αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῆ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέα ἔφαγε ν · καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέ λυγμα ἐποίησε ν · καὶ προσκυνοῦσιν αὐτό. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλα νῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦ δος ἐν τῆ δεξιᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν, οἱ καὶ παρὰ τῆς θεί ας γραφῆς ἀσεβείας κατηγορούμενοι· ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω φα νερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλ πὶς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη· πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θυ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθη σίας φανερὸν ἔχωσι τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβο λα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀ κινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσε ως χρῆσιν, καὶ τὴν τῶν αἰσθητῶν ἀντίλη ψιν· νῦν δὲ ἔχοντες οὐκ ἔχουσι· καὶ στήκον τες οὐ στήκουσι· καὶ καθεζόμενοι οὐ καθέ ζονται, οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτω καὶ μέ νουσι κείμενοι· θεοῦ θυ μὲν γνώρισμα, μηδὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου, μόνον ἀνθρώπου ἀνου τέχνη φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις· ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔ λεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολι τείας ἀναγεγραφήκεισαν· ἠδύναντο γὰρ καὶ μόνω τῶ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφ’ἁρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι. ν ῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων· καὶ ζηλωτυπίας πρὸς ἡδονὴν τῶν θη λειῶν· καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγ χουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦν ται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν. ἀλλ’ ἴσως περὶ τού των οἱ δυσσεβεῖς, ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται, λέγον τες τῶν ποιητῶν ἴδιον εἶναι τὸν χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεύδεσθαι περὶ μύθων, εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποι ηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἔωλος δειχθή σεται, ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δό ξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευ δὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρό νου καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνο μασία· ἴσως γὰρ ὡς αὐτοὶ φασὶ καὶ τὰ ὀνό ματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς οὐ δὲ κρόνος οὐδὲ ἄρης· πλάττονται δὲ τού τους ὡς ὄντας οἱ ποιηταὶ, πρὸς ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν. ἢ ἴσως γὰρ ἂν πάλιν φ ήσουσι· τὰ μὲν ὀνόματα οὐ πλάττονται, τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές· εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀ νόματα· ὧν καὶ τὰς πράξεις εἶναι διή γήσαντο· ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόμα τα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε· οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες, ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν πο τε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον, τῶ ὕδατι τίς ἀναθήσει· τὸ μὲν, γὰρ καίει· τὸ δὲ, ἔμ παλιν τὴν οὐσίαν ἔχει ψυχράν· εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ, καὶ ἀν θρώπων οὐ καλῶν, τὸ μοιχεύειν, καὶ τὰ προ ειρημένα ἔργα, ἄνθρωποι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις, καὶ τὰς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρ τυρηθῆ, καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῆ. ὥσπερ οὖν εἴ τίς δ ιαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς, καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐ κ ἂν εἶπε ν τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διη γεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάναις καὶ καρποὺς σπείρε σθαι· ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξί αν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώ τατος ποιητὴς· εἴπερ ἤδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους· τοιαύτας αὐ τοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μάλλον ἀνθρώπους ἀνους εἶναι, καὶ ἀνθρώπους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων κα ταψεύδη, δι ὰ α τί μὴ ἐπὶ τῆς ἀνδρίας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρίας ἀσθένειαν· ἀντὶ δὲ ἀσθενείας, ἀνδρίαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτω καὶ τοῦ μὲν ἀχιλλέως ἀνδρίαν καταψεύσασθαι, τοῦ δὲ θερσί του δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν, τοῦ δὲ νέστορος πα ραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διο μήδους καὶ ἕκτορος γυναικείας πράξεις, τῆς δὲ ἑκάβης ἀνδρίαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐφοβήθησαν καταψεύσασθαι; καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται, ἐν δὲ τοῖς ἐπαίνοις· ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον· καὶ ἐν οὐρανῶ βασιλεύοντα λέγωσι τὸν δία, οὐ πλάττονται ἀλλ’ ἀληθεύοντες λέγουσι· τοῦτων δὲ, οὐ μόνος ἐγὼ, ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε, κατ’ αὐτῶν εἶναι τὸν λόγον· πά λιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλή θεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πρά ξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκά τερον δὲ τούτων, ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοι αῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράτ τοντας, ὑπονοεῖν τίς δύναται θεούς. τ ί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώ μια ψευδῆ καὶ κεχαρισμένα τυγχάνειν· αἱ δὲ πράξεις ἀληθεύουσαι κατ’ αὐτῶν· καὶ τοῦ το ἀληθὲς, ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώ σεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰ, καὶ κατηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσὶν αἱ πράξεις αἰσχραὶ, τού τους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῆ τούτων ὑπερβολῆ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος· μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυ χῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαί ροι· τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιη ταὶ, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πρά ξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐ κ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα· ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐ λαττώμασι τὰς θεοῦ θυ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω, καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπει δὴ γὰρ τὴν τοῦ θεοῦ θυ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν τοῖς οὐ κ οὖσι θεοῖς ἀλλὰ ἀνθρώποις ἀνοις θνητοῖς ἐσπούδα ζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκά σθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς, ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαί νηται· τίς οὖν ἀπολογία· τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν, τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεγχθέντων μικρῶ πρότερον ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀνους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσον ται, καὶ μέγα φρον τ ήσουσιν, ἐπὶ τοῖς ὑπ’ αὐ τῶν εὑρεθεῖσι τῶ βίω χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι ὅ ρ α τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ, τὴν τοῦ κυβερνήτου· καὶ ἥφαι στος μὲν, χαλκευτικήν· ἀθηνᾶ δὲ, τὴν ὑφαν τικήν· καὶ ἀπόλλων μὲν, τὴν μουσικὴν, ἄρ τεμις δὲ, τὴν κυνηγετικήν· καὶ ἥρα στολι σμόν· δήμητρα γεωργίαν· καὶ ἄλλοι ἄλλως· ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθῆ ναι· ἀλλὰ τῆ κοινῆ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευ ρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέ γουσι φύσεως αὐτὴν εἶναι μίμημα· εἰ τοί νυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέ χνας γεγόνασιν, οὐ διατοῦτο καὶ θεοὺς αὐ τοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτὸν τιθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῆ ἀνθρωπίνη διανοία καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέ χνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρήσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώ θησαν. γράμματα μὲν γὰρ ἐφεῦρον ὅ ρ α φοί νικες· ποίησιν δὲ ἡρωϊκὴν ὅμηρος· καὶ διαλεκτικὴν μὲν, ζήνων ὁ ἐλεάτης· ῥη τορικὴν δὲ, τέχνην κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν, λυ κοῦργος ὁ σπαρτιάτης καὶ σόλων ὁ ἀθηναῖ ος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια, παλαμήδης ἐφεῦρεν· καὶ ἄλλοι ἄλλα, καὶ δι άφορα τῶ βίω τῶν ἀνθρώπων ἀνων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν ἀνθρώπων ἀνων μαρτυρίαν. ε ἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι καὶ δι ὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γε νομένους, εἶναι κατ’ αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θυ τιμῆς· ἀλλ’ ἀν θρώπους ἐπιγινώσκουσιν, ἀκολουθεῖ καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους, μὴ δὲ ὀνομάζεσθαι θεούς· ἀλλὰ καὶ αὐτοὺς ἀν θρώπους γεγενῆσθαι πιστεύειν, καὶ κατὰ περιττὸν, ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῶν ἀγαλμάτων γλυφῆς· οὐδὲν ἕτερον, ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τί να γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυναικῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων κατ ὰ α λόγων ὄν των τὴν φύσιν· πετεινῶν παντοίων, τε τραπόδων ἡμέρων τὲ καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα, καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι , καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας, ὡς ἐν τούτοις τοῖς ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν· καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσὶ παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησίν· ἐμα ταιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θυ · ἐν ὁμοιώματι εἰκόνος φθαρτoῦ ἀνθρώπου ἀνου , καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεος θς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν ὡς παροδοθέντες ἐν τῶ ἀποστραφῆναι τὸν θεον θν αὐτοὺς, οὕτως ἐν αὐτοῖς κυλίονται, καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεον θν ἀπεικάζουσι· περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστή μονες· ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀν θρώπων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους, τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολο γούμενοι δὲ λέγουσι διατοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνη ται καὶ φαίνηται. οὐκ ἄλλως γὰρ αὐτὸν τ ὸν ἀόρατον δύνασθαι γνῶναι, ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντες φασὶ διατοῦτο ταῦτα κατεσκευ ά ᾶ σθαι καὶ τετυπῶσθαι, πρὸς ἐπίκλησιν καὶ ἐπιφανείαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινό μενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θυ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμμα τα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύναν ται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θυ καταλήψε ως, ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν, οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐπι μελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν προτέρων δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ. ε ἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν, ἐπ’ ἀληθεία κρινούση· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεος θς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλα σθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεον θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον ἢ ξύλον, ἢ χρυσοῦ μέρος, πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· ἡ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσὶ μορφαὶ τὰ γλύμματα, τὸν θεον θν ἐπιφαίνεσθαι· καλ λίων γὰρ ἂν ἡ περὶ θεοῦ θυ δόξα κατὰ τὸν αὐτῶν λόγον ἐγεγόνει, εἰ διὰ ζώων ἐμψύχων λογι κῶν τὲ καὶ ἀλόγων ἐπεφαίνετο καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται τὰ γὰρ φύσει ζῶα, τετράποδά τε καὶ πε τεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀπο στρεφόμενοι, ἢ διὰ τὴν ἀγριότητα· ἢ διὰ τὴν ῥυπαρίαν· ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῶ γλύψαντες, θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶν τα θρησκεύειν αὐτοὺς, ἢ τοὺς τούτων τύ πους ἐν τούτοις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θυ παρουσίας ἐστί· μόνη δὲ ἡ με τ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται, ἅτε δὴ μίμημα τῆς φύσεως αὕτη τυγχά νουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοι τᾶ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεος θς , καὶ διατοῦτο θρησκεύ ονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς προσκυ νεῖσθαι καὶ θρησκεύεσθαι, ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. π ερὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκο λούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θυ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὧ ἕλ ληνες, ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρου σίαν, διὰ τί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖ σθε τὰς δυνάμεις κρείττονα καὶ ὑπὲρ αὐ τὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖ τ αι ε · χάριν γὰρ τῆς περὶ θεοῦ θυ καταλήψεως γλύφοντες τὰς μορφὰς ὡς φατὲ, αὐτοῦ τοῦ θεοῦ θυ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε, πρᾶγμα πά σχοντες οὐκ εὐαγές· ὁμολογοῦντες γὰρ ὑπε ραίρειν τὴν τοῦ θεοῦ θυ δύναμιν τῆς τῶν ἀγαλ μάτων σμικρότητος· καὶ διατοῦτο μὴ τολ μῶντες τὸν θεον θν δι’ αὐτῶν· τὰς δὲ ἐλάττω δυ νάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερ βάντες, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομάζετε καὶ προσκυ νεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα εἰσὶν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεοῦ θυ θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα, τοῦ σημαινο μένου προτιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι τ ίς τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι, τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλ λ’ ὁ τοιοῦτος, θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα, τῆ τοῦ γράψαντος ἐπιστή μη τετύπωται· οὕτως καὶ ὑμεῖς· εἴπερ ἐρρωμένον ἔχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τη λικοῦτο τῆς θεότητος γνώρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θυ ἐπιφάνειαν· καὶ διατοῦτο ὡς θεον θν σημαί νοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γ’οὖν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα· φη μὶ δὴ πάλιν τὸν τεχνίτην πολλῶ πλέον ἔ δει θεοποιηθῆναι, ὡς μᾶλλον ἐκείνων δυ νατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμ ματα θαύματός εἰσιν ἄξια, πολλῶ πλέ ον ὁ γράψας ὑπεραίρει τῶ θαύματι· διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· οὐκ οὖν εἰ μὴ διατοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο πε ρὶ τῆς τῶν εἰδώλων μανίας τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς, παρ’ αὐτῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπό μορφόν ἐστι τὸ θεῖον· διατοῦτο οὕτως τετύ πωται, διατί καὶ ἀλόγων αὐτῶ τύπους πε ριτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τού του τύπος, διατί καὶ λογικῶν αὐτῶ περιτι θέασι γλυφάς. εἰ δὲ τὸ συναμφότερόν ἐ στι, καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεον θν , ὅτι τὲ ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύ πους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χα ρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξαμφοτέρων αὐτὸν γλύφου σιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλά σματα· ὅ ρ α ἡ σκύλα καὶ ἡ χάρυβδις καὶ ὁ ἱπποκένταυρος, καὶ ὁ παρ’ αἰγυπτίοις κυ νοκέφαλος ἄννουβις. ἔδει γὰρ ἢ μόνους α ὐτοὺς οὕτω γράφεσθαι διφυεῖς, ἢ μίαν αὐ τῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν. καὶ πάλιν ε ἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διὰ τὶ καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους· εἰ δὲ θηλυκῶν εἰσι, διὰ τί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφάς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔδει μὴ δι αιρεῖσθαι ἀλλ’ ἀμφότερα συνάπτεσθαι, καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφρο δίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαν τίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαι μονία τοῖς ὁρῶσι παράσχει. καὶ ὅλως ε ἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας· καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῶ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς, ὥστε τοιαῦτα ἐπινοεῖν περὶ τοῦ θείου· ἀ κολουθεῖ γὰρ αὐτῶ, καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι, καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ θυ , ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν· ὁ μὲν γὰρ θεος θς , ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος, οὐδενὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας, ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γὰρ ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαι ωθέντας· καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς, ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε ν , τούτους ἀναπλαττομένους· ἐφ’ ὧ ἄν τις αὐτῶν κα ταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σριαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμε λείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται κα λοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐ τῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀ σύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων, καὶ ποίους ἂν αὐτῶν κρίνη κυριωτέρους· ἵνα, ἢ τὸν θεον θν θαρρήση προσκυνῶν· ἢ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐ τοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοί· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι, περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας· ὅ ρ α φοίνικες γοῦν οὐκ ἴσασι τοὺς παρ’ αἰγυπτί οις λεγομένους θεούς· οὐδὲ αἰγύπτιοι τὰ αὐ τὰ τοῖς παρὰ φοίνιξι προσκυνοῦσιν εἴδω λα· καὶ σκύθαι μὲν τοὺς περσῶν, πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεούς· ἀλλὰ καὶ πελασγοὶ μὲν τοὺς ἐν θράκη θεοὺς δια βάλλουσι, θρᾶκες δὲ τοὺς παρὰ θηβαίοις οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατὰ ἀράβων· καὶ ἄραβες κατ’ αἰθιόπων, καὶ αἰθίοπες κα τ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν τὰ κιλίκων οὐ σέβουσι· καππα δοκῶν δὲ τὸ γένος, ἄλλους παρὰ τούτους ὀ νομάζουσι θεούς· καὶ βιθυνοὶ μὲν ἑτέρους, ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι δεῖ πολλῶν· ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει· καὶ μόνους τούτους εἶναι νομίζει θεούς· περὶ γὰρ τῶν ἐν αἰγύ πτω μυσαρῶν οὐδὲ λέγειν ἐστὶ, πᾶσιν ἐπ’ ὀφθαλ μῶν ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἀλλή λαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις, καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλη σίον τὰ ἐναντία σέβειν. ὁ γοῦν παρ’ ἑτέ ρ οις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομί ζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεος θς θρη σκευόμενος, τοῦτον οἱ ἀστυγείτονες· οὐ μόνον οὐ θρησκεύουσιν ἀλλὰ καὶ εὑρόντες ἀπο κτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀ νατεθεὶς ἰχθῦς, οὗτος ἄλλων ἀλήθεται τρο φή· ὅθεν δὴ πόλεμοι καὶ στάσεις· καὶ πᾶ σα φόνων πρόφασις, καὶ πᾶσα τῶν παθ ῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυ μαστόν· ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεούς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύ σι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφο ρός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία, καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰ κότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεον θν κατανοήσε ως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώ κασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον, τὸν πάντων σωτῆρα σρα χριστον χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδοὺς, καὶ τοὺς μὲν παρόντας οὐχ’ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέ ποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεον θν ἀποστραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι, τῆς ἀληθῶς ἀθεότητος αὐτῶν· δια φόρων γὰρ ὄντων καὶ πολλῶν, καταπόλιν καὶ χώραν θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέ ρου ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νο μιζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γίνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλ λων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰσὶ θεοί· αἰ γύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα σέβουσι, καὶ τούτους ἄλλοι τῶ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύ σωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι. λίβυ ν ες πρόβατον ὃ καλοῦσιν ἄμμωνα· θεὸν θν ἔχουσι, καὶ τοῦτο πολ λοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφάζεται· ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες, καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας· καὶ πάντων μάλιστα αἰγύ πτιοι τὸ ὕδωρ προτετιμήκασι καὶ θεοὺς ἀναγορεύουσι, καὶ ὅμως ἄλλοι· καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι· τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτον ται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυ πτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θε ῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς, ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τε καὶ παρ’ αὐτοῖς ἀποτρο πιάσματα καὶ θυσίας ὄντα, θεοποιοῦσιν· ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ πα ραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ, τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κα κοδαίμονες, ὅτι τὰ σφαγιαζόμενα θύματα, ἀρχέτυπά εἰσι τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν, καὶ οἷς προσά γουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις, ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάτ τοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύ ουσι, καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σκύθαι γὰρ οἱ καλούμενοι ταύριοι, τῆ πα ρ’ αὐτοῖς παρθένω καλουμένη, τοὺς ἀπὸ ναυαγίων, καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλή νων, εἰς θυσίαν ἀναφέρουσι· τοσοῦτον ἀ σεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων · καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τὴν ὠ μότητα, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε ν , τούτους αὐτοὶ κατα σφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν, τῆ ἑαυτῶν θηριώδει ψυχῆ κατακρύπτουσιν. ἄ λλοι δὲ τῶ ἄρει ἐπειδ’ἂν ἐκ πολέμων ἐπα νέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέν τας καὶ ἀφ’ ἑκάστης ἕνα λαμβάνοντες· τοσούτους κατασφάττουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξονται· οὐ μόνον δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα, τὰ τοιαῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δράμα· καὶ γὰρ καὶ αἰγύπτιοι, ἔθυον μὲν πάλαι τῆ ἥρα τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες, τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι, τὸν καλούμενον λατιάριον δῖα ἀνθρωποθυ σίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς, τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν. ὁ ρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδο μένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θε οὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρ θωμα, τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν· ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις πάσης ἀσελγείας ἐστι μεστὴ, δι’ ὁμοι ότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γι νομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώ λοις, εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελγεία μαρτυρούμενος· γυναῖκες γοῦν ἐν εἰδώ λοις τῆς φοινίκης πάλαι προεκαθέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν, τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν· νομίζου σαι τῆ πορνεία τὸν θεὸν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι καὶ μηκέτι εἶ ναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττον ται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῆ μητρι μρι τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰ σχύστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστου χυ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐ τῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παραφύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρε νες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θη λείας, ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχη μοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐ λέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεως τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμα θήκασιν, ἃ οἱ νόμοι μὲν κολάζουσι, πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται· ἆρ’ οὖν ἄ ξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρ’ ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους , καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ἐλο γίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστου χυ πατέρα πρα θεον θν · ἀλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι. δυσωπούμε νοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐ τοί· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ’ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων καὶ ἀ λόγων, πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετρα πόδων ἁπλῶς· ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν κόσμον· καὶ γῆν αὖ πάλιν· καὶ σύμπασαν τοῦ ἀγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς, πᾶσιν ὄν τος φανεροῦ ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τῶ τὰ μὲν ἐν οὐρανοῖς οὐνοῖς , τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτί σιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεον θν · τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύ οντα· τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησου ἰυ χριστου χυ · ὃν ἀπο στρέφονται μὲν οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρ νοῦνται κύριον κν . οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομί ζοντας ταῦτα, δυσωπήσει ἂν καλῶς αὐ τοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία. γ νωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄν τα κύριον κν καὶ ποιητὴν τὸν τοῦ λόγου πατέρα πρα , τῆ ἀναντιρρήτω προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησιν καὶ ἡ θεία νομοθε σία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θυ · ποί ησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. π ίστις δὲ τούτων οὐκ ἀφανὴς ἀλλὰ καὶ λίαν ἐναργής ἐστι, τοῖς τὸν ὀφθαλμὸν τῆς δια νοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι, καὶ ἕκαστον ἰδία νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον· καὶ σελήνην χωρὶς, καὶ γῆν αὖ καὶ ἀέρα, καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι κα θ’ἑαυτὸ, καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάν τως μηδὲν ἱκανούμενον ἑαυτῶ, ἀλλὰ πάν τα τῆς ἄλλων χρείας δεόμενα καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνιστάμενα· ἥλιος μὲν γὰρ τῶ σύμπαντι οὐρανῶ οὐνῶ συμπερι φ έ ά νεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας, οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα, μαρτυροῦσι τὴν παρὰ ἡλίου γινομένην αὐτοῖς ἐπικου ρίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρ ποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χω ρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν κατα βαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀ έρος καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ· ὅ τε ἀὴρ οὐχ ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμε νος λαμπρύνεται· καὶ πηγαὶ μὲν καὶ πο ταμοὶ, οὐκ ἄνευ τῆς γῆς συστήσονταί πο τε· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρήρεισθαι· ἀλ λ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστη κεν, ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέ σον συνδεθεῖσα τοῦ παντός· ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς, ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται, ὅπου δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων ὅ ρ α προσῤῥήση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέ ρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῶ τῶ ἀέρι συνίστανται, καὶ δι’ αὐτοῦ παντα χοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοι χείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέ ναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνί στανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναι ρετικά ταῦτα, κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γὰρ καὶ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ δι υγραίνεται, καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραί νεται. πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ, δε ό μενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε ν , καὶ αὐτῶν ἀπαιτούτων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν. εἰ γὰρ περὶ θεοῦ θυ λόγος ἐστὶ μ ηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ καὶ ἐν αὐτῶ τὰ πάντα συστήκειν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπι διδόναι· πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα· ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς· ἀλλ’ ἴσως διαι ρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ, καὶ αὐτοὶ συνομολογοῦσι τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες, καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον θεον θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑ αυτῶ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γε νήσεται πρὸς πάντα λέξουσιν οἱ δοκησί σοφοι, ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος, καὶ μᾶλλον αὐτῶν τὴν ἀσέ βειαν μετὰ μεγάλης ἀπαιδευσίας, οὐκ ἔλατ τον τῶν πρόσθεν ἀποδείξει· εἰ γὰρ τὸ κα θ’ ἕκαστον συναφθὲν τὸ ὅλον ἀναπληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη, καὶ ἕκαστον τοῦ ὅλου μέρη τυγχάνει· τοῦτο δὲ τῶν πε ρὶ θεοῦ θυ ἐννοιῶν, πολὺ πόρρωθε καθέ στηκεν. ὁ γὰρ θεος θς ὅλον ἐστὶ καὶ οὐ μέρη, καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής· θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦ τα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνό μοιος φανήσεται, ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν, καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀ κοὴ, οὐδὲ ἡ ἀκοὴ χεὶρ, οὐδὲ ἡ γαστήρ ἐστι στέρ να· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι ποὺς, ἀλλ’ ἕ καστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τού των διαφόρων ὄντων ἓν συνίσταται σῶμα, συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρεί αν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλη, ὡς ὁ προστάξας θεος θς βούλε ται, οὕτως· συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεον θν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυ τὸν ἀνόμοιον ἑαυτῶ εἶναι, ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειεν τὴν ἀθε ότητα, κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεος θς ἀσώματός ἐστι καὶ ἀόρατος καὶ ἄψαυστος τῆ φύσει, πῶς σῶμα τὸν θεον θν ἐπι νοοῦσι· καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς· καὶ ὧν ψαύομεν τῆ χειρὶ, θρησκεύουσι τῆ θεοῦ θυ τιμῆ· καὶ πάλιν· εἰ ὁ περὶ θεοῦ θυ κρατεῖ λόγος δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μὴ δὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάν των κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες, οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θυ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ με θ’ ἡμέραν, ὁ ἥλιος ἐπικρύπτει τῆ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ, εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν, ἔαρ παραγκωνίζεται· θέρος δὲ, τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐ κ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετο πώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρ χεσθαι· εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι, καὶ κοι νὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσως ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν, καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον, ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστα σθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμί γνυσθαι, καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα πα ρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς, ἐν ταὐτῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁ μοῦ καὶ τὸ ὕδωρ, κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε ν, θεῶν ὄντων κατ’ αὐτοὺς· καὶ μηδὲν ἐπὶ βλάβη, ἐπ’ ὠφε λεία δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦ τα ἀλλήλοις ἐναντία καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι, ἔτι θεοὺς ὀνο μάζειν, ἢ θεοῦ θυ θρησκεύεσθαι τιμαῖς· τ ὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν· καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις. οὔτε οὖν ἥλιος εἰκότως, ο ὔτε σελήνη, οὔτε ἄλλό τι μέρος τῆς κτίσε ως· πολλῶ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῶ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιηταῖς μυθευόμενοι· ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ, ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν, αὐτῶν μέρη τῆς κτίσεώς ἐστι· τὰ δὲ, αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ, μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποι ία· οὐκ εὐσεβείας, ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγά λης πλάνης ἔλεγχος, ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεον θν γνώσεως, λέ γω δὴ τὸν τοῦ χριστοῦ χυ πατέρα πρα · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται· καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλ λησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστὴ, καὶ οὐκ ἐπ’ ὠφελεία ἀλλ’ ἐπ’ ἀ πωλεία τῶ βίω τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγεί λατο τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσω μεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τὸν τοῦ πατρος πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεον θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα· οὐδὲν ἕτερον, ἢ πλά νη τῶ βίω διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρὸς τὸν ὄντος ὄντα θεον θν ἕξει τὸν σκοπόν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἐστὶ ἡ μῖν χρεία, ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεος θς ὑπὲρ ἄνω πάντων, οὕτω καὶ ἡ πρὸς τοῦτον ὁδὸς, πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστι, καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατὸν, καθὼς καὶ μω ϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστε ως, ἐντὸς τῆς καρδίας σου ἐστίν· ὅπερ καὶ ὁ σωτηρ σηρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θυ , ἐντὸς ὑμῶν ἐστιν· ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θυ , δυνάμεθα ταχέως θε ωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασι λέα τοῦ πατρὸς πρς τὸν σωτήριον σριον λόγον· καὶ μὴ προφα σιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρη σκεύοντες· μὴ δὲ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διατοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρό φασιν εὑρίσκων· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν, εἰ καὶ μὴ πάν τες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκ βαίνοντες θέλουσι, διὰ τὰς ἔξωθεν αὐ τοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεος θς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεον θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραι τήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἐστὶ ν οῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δη μιουργὸν θεον θν ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἀ νων ἔχει, καὶ ταύτην λογικὴν, καὶ τοῦτο ἀναγ καῖόν ἐστι δεῖξαι δι’ ὀλίγων, διὰ τοὺς ἀκεραί ους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο ν· οἰόμενοι μηδὲν πλέ ον εἶναι τὸν ἄνθρωπον, ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθεί σης, φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· πρῶτον μὲν οὖν οὐ μ η ι κρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλάττειν αὐτήν· διατοῦ το γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴ ωθεν· ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξω θεν ἑαυτοῦ λογίζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζε σθαι, καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει, καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ, κἂν μετὰ ταῦτα τὴν βλά βην ἔχει ν · ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμε να ὁρμᾶ· ἀλλὰ τῶ λογισμῶ τὰ διὰ τῶν ὀ φθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας, κεκράτηκε τῶ λογισμῶ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γέ νοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματι κὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς· δια τοῦτο γοῦν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθή σεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντι λαμβάνονται, ταῦτα οὕτως διακρίνει, καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾶν· καὶ ὤτων τὸ ἀκούειν· καὶ στόμα τος γεύεσθαι· καὶ ῥινὸς ὀδμῶν ἀντιλαμ βάνεσθαι· καὶ χειρῶν τὸ ἅπτεσθαι· ἄλλα δεῖ ὁρᾶν καὶ ἀκούειν, καὶ ὧν ἅπτεσθαι δεῖ· καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκ ἔ έ τι τῶν αἰ σθήσεών ἐστιν· ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύ της νοῦ διακρῖναι· ἀμέλει καὶ ξίφους λα βέσθαι δύναται ἡ χεὶρ· καὶ δηλητηρίου γεύ σασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνη· καὶ ἔοικέ γε τὸ τοιοῦτον· ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρή σωμεν, λύρα καλῶς κατεσκευασμένη, καὶ τῶ ταύτην κρατοῦντι μουσικῶ μετ’ ἐπιστή μης. ὅ ρ α ὡς γὰρ αἱ ἐν τῆ λύρα νευραὶ, ἑκά στ η μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρὺν· ἡ δὲ, ὀξὺν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ, ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπι στήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ, ὅ τ’ἂ τα ν ὁ κατέχων τὴν λύραν πλήξη τὰς νευρὰς καὶ ἁρμονίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρό πον καὶ τῶν αἰσθήσεων ἐν τῶ σώματι ὡς λύρας ἡρμοσμένων· ὅ τ’ἂ τα ν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύη, τότε καὶ διακρίνει ἡ ψυχὴ, καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦ το δὲ μόνον ἴδιον ἀνθρώπων ἀνων ἐστὶ, καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων , ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων, καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐν σώ ματι ἐστί. πολλάκις γ ’οὖ οῦ ν κειμένου τοῦ σ ώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζε ται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἡρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν, καὶ ἀπαν τῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυ τοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον, ἢ ψυχὴ λογικὴ, ἐν ᾗ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ, τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀ λογίας τετραμμένοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολλάκις ἑ αυτῶ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκα λεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ἄνος · ὥσ τε τῶν μὲν ἐμποδῶν καταφρονεῖν, εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶ μα, οὐκ ἂν, ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λο γίσεται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λο γίζοιτο, θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι, τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν, ἡ ψυχὴ λογικὴ καὶ ἀθάνατος. καὶ γὰρ οὐκ ἔξωθεν, ἀλλ’ ἔν δ οθεν αὕτη τῶ σώματι, ὡς ὁ μουσικὸς τῆ λύ ρα ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν· κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν, ἀποστρέφον ται, τὰ δὲ, αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλ μὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τὴν ἀκο ὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν, ἀποκλείει τοῦ ἀκούειν· ἢ τίς τὴν γεῦσιν καταφύσιν οὖσαν γευστικὴν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύ ειν τινός· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπι στρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας, καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδεί κνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν, ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν, ἀλλ’ ὑ πὸ τοῦ κρατοῦντος ἐλαύνεται. διατοῦτ ό ο γ ’οὖ οῦ ν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις τὰ καλὰ μὲν πράτ τειν, τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις ἀλόγιστα τὰ κακά μένει καὶ ἄ κριτα, ἅτε δὴ τῆς λογιότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν· ὅ ρ α εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῆ διδασκαλία, πρὸς ἔλεγχον τῆς τῶν εἰδώ λων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον, ἐκ τῆς πε ρὶ τοῦ σώματος γνώσεως, καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν· εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε ν παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι, τῶ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ται , ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινου μένην τὴν ψυχὴν, καὶ μετὰ τὴν εἰς γῆν ἀ πόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀπο θνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώ ρησιν, ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκό λουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερόν ἐστιν, ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα· τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ ὅτε τῶ σώματι ἐπι βέβηκε καὶ συνδέδεται τούτω· οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου καὶ μὴ κινουμένου· ἀλλ’ ὡς ἐν θανάτω κοιμωμένου· αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ καὶ ὑπὲρ ἐκβαί νει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου· μένουσα ἐν τῶ σώμα τι, τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῆ τοῦ νοῦ θαρ ροῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεος θς , φανε ρωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ γὰρ καὶ συνδεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται, διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεον θν , διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · διατοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ ἐπειδὴ καὶ ἀθάνατός ἐστι· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος, θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζο μένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθά νατον εἶναι καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέπο τε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῆ· καὶ ὥσ περ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι, πρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διατοῦτο γ’οὖν καὶ τῆς περὶ θεοῦ θυ θεωρίας ἔχει τὴν ἔννοιαν, καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός· οὐκ ἔξωθεν· ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θυ λόγου γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν καθά περ εἴρηται πρότερον· ὥσπερ τὸν θεον θν ἠρ νήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτως καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπι τιμίαν ἐν ἀλόγοις καταριθμούμενοι, καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν· καὶ ἐπὶ τῶ λογικῶ μέγα φρονοῦσιν, εἰκότως τοῦ το ποιοῦντες, δι ὰ α τί ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγον τολμῶσι· καὶ οὐχ ἃ δεῖ φρονεῖν φρονοῦσιν, ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔ χοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεον θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικά ζουσιν· ἢ δι ὰ α τί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θυ · οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτ ὸ ό ν· δύνανται γὰρ ὥσπερ ἀπεστράφησαν τῆ διανοία τὸν θεον θν · καὶ τὰ οὐκ ὄντα ἀνεπλά σαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῶ νῶ τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεον θν · ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνε δύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπό θωνται· καὶ τοσοῦτον ἀπονίψωνται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλό τριον τῆ ψυχῆ· καὶ μόνην αὐτὴν ὥσπερ γέγο νεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῆ θεω ρῆσαι τὸν τοῦ πατρος πρς λόγον καθ’ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι· κατ’ εἰκόνα γὰρ θεοῦ θυ πε ποίηται καὶ καθ’ ὁμοίωσι γέγονεν, ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θυ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον , κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν· ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρ τίας ἀφ’ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως δια λαμπρυνθέντος τούτου, ὡς ἐν κατόπτρω θεωρεῖ τὴν εἰκόνα τοῦ πατρος πρς τὸν λόγον· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα , οὗ καὶ ἔστιν, εἰκὼν ὁ σωτηρ σηρ λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον, ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαι νομένων τὴν περὶ τοῦ θεοῦ θυ γνῶσιν καταλα βεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δε σπότην καὶ ποιητὴν σημαινούσης καὶ βο ώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος ανος ὁ θεος θς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν· ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων· καὶ διατοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῶ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι τὸν δὲ, ἀγέ νητον, τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διε κόσμησε τῶ ἑαυτοῦ λόγω ὁ θεος θς · ἵν, ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου· ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας, ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημι ουργὸν θεον θν , κἂν τοῖς τοῦ σώματος ὀφθαλ μοῖς μὴ θεωρῆται· οὐ γὰρ κατεχρήσατο τῆ ἀοράτω φύσει αὐτοῦ ὁ θεος θς · μή τις τοῦ το προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προ εῖπον οὕτως διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῆ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμ’ αὐτοῦ φημί· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεο λόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ παῦλος, ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀ όρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου· τοῖς ποιήμασι νοούμενα καθορᾶται· λυκά ωσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι ἄνοι · εὐ αγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων, ἐπιστρέφειν ἐπὶ θεον θν ζῶντα· ὃς, ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς, ἐν ταῖς πα ρωχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καί τοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγα θουργῶν· οὐρανό οὐνό θεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τρο φῆς εὐφροσύνης τὰς καρδίας ὑμῶν· τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρό μον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέ ρων τὰς θέσεις καί τὰς περιπολήσεις· ἐναντίας μὲν καὶ διαφόρους γινομένας· ἐν δὲ τῆ διαφορᾶ ὁμοίαν τὴν τάξιν πα ρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυ μεῖται ὅτι οὐκ αὐτὰ ἑαυτὰ, ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής· τίς δὲ ὁρῶν ἥλιον μὲν, ἀνατέλλοντα καθ’ ἡμέραν· σε λήνην δὲ, φαίνουσαν κατὰ νύκτα καὶ φθίνουσαν καὶ πληρουμένην ἀπαραλ λάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάν τως ἀριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, δια τρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμενα, οὐ κ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερ νῶν αὐτὰ δημιουργός· τίς ὁρῶν τὰ ἐναν τία τῆ φύσει· συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον· τίς ἰδὼν πῦρ ψυχρῶ· καὶ ξηρὸν ὑγρῶ κεκραμένον· καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα· τίς ἰδὼν χειμῶ να παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρω· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῆ φύσει· τὸ μὲν, γὰρ ψύχει τὸ δὲ, καί ει· τὸ δὲ, τρέφει τὸ δὲ, φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀπο τελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστί τις κρείττων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα, κἂν μὴ βλέπη τοῦτον· τίς ὁρῶν ἐν ἀέρι τ ὰς νεφέλας ὑποβασταζομένας· καὶ ἐν νε φέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτη τα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δή σαντος καὶ προστάξαντος γενέσθαι. ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν ὅ ρ α τῆ φύσει· ἐπὶ τὸ ὕδωρ ἐδρασθεῖσαν καὶ ἀκί νητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεον θν . τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφο ρίαν· καὶ οὐρανόθεν ὑετοὺς, καὶ ποταμῶν ἐπιρροίας καὶ πηγῶν ἀναβλήσεις· καὶ ζώων ἐξ ἀνομοίων γονὰς· καὶ ταῦτα οὐ κ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινό μενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνο μοίοις καὶ ἐναντίοις· τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα ὡς ἂν αὐτὴ δοκῆ μένουσα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑ αυτὰ, οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύ σεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύ σει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφε ρῶν τυγχάνουσι, καὶ ὅμως τὸ βαρύτερον ὕ δωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ πάλιν· ἡ μὲν γῆ βαρυτάτη ἐστὶ· τὸ δ’ αὖ πά λιν ὕδωρ κουφότερόν ἐστι ταύτης, καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βα στάζεται καὶ οὐ καταφέρεται, ἀλλ’ ἕστηκεν ὅ ρ α ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν οὐ ταὐ τόν ἐστι τῶ θήλει, καὶ ὅμως εἰς ἓν συνάγε ται, καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖ ται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόν τι φάναι, τὸ ψυχρὸν τῶ θερμῶ ἐναντίον ἐστὶ· καὶ τὸ ὑγρὸν τῶ ξηρῶ μάχεται, καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτὰ, ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν μαχόμε ν α καὶ ἐναντία ὄντα τῆ φύσει ἑαυτὰ συνή γαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδή σαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν ὄντα ἐναντία, τῆ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τού των μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῶ ἐλα φρῶ· ἢ τὸ ξηρὸν τῶ ὑγρῶ· ἢ τὸ περιφερὲς τῶ ὀρθῶ· ἢ τὸ πῦρ τῶ ψυχρῶ· ἢ ὅλως ἡ θάλασσα τῆ γῆ· ἢ ὁ ἥλιος τῆ σελήνη· ἢ τὰ ἄστρα τῶ οὐρανῶ οὐνῶ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐ μίγη καὶ συνῆλθεν, ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελ λε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐ τὰ· τοῦ μὲν, καίοντος, τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος κάτω, τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτίζοντος, τοῦ δὲ ἀέρος σκο τίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα, ἐστασία σαν ἂν πρὸς ἑαυτά· ὅτι τὰ μέν, ἀνωτέρω, τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῆ ἡμέρα· ἀλλ’ ἔ μενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γινομένων, λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον, ἀλλ’ ἀκοσμί αν· οὐκ ἔτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ ἔτι σύ στασιν, ἀλλὰ ἀσύστατον τὸ ὅλον· οὐκ ἔτι μέ τρα, ἀλλ’ ἀμετρίαν· τῆ γὰρ ἑκάστου στάσει καὶ μάχη, ἢ πάντα ἀνηροῦντο, ἢ τὸ κρα τούμενον μόνον ἐφαίνετο· καὶ τοῦτο πά λιν, τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῆ τῶν ἄλλων χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπο μείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα· ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν, ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρ μονία, εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἅ στρων, ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλασσα ἦν· καὶ εἰ μό νη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄ νος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοι χείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑ νὸς ὄντος τοῦ κρατοῦντος, καὶ μὴ δυνα μένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μό νου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ, συνέστη τι τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνήθη ἂν συστῆναι, χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συ νέστηκεν· ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐκ τῶ παντὶ· καὶ οὐκ ἀμετρία ἀλλὰ συμ μετρία· καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος, καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι λαμβάνειν ἔννοιαν τοῦ ταῦ τα συναγαγόντος καὶ συσφίγξαντος καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπό του· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλ λ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναν τίων, ἐννοεῖν ἔστι τὸν τούτων ἄρχοντα καὶ κο σμήτορα καὶ βασιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶ σαν· μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεω τέρων· καὶ ἀρρένων καὶ θηλειῶν· εἰ θεω ρήσαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῆ διαφόρους μὲν ὄντας· ὁμονοοῦν τας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλου σίους κατὰ τῶν πενήτων· μήτε τοὺς με γάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέ ους κατὰ τῶν γερόντων γινομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύ οντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐν νοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμό νοιαν πρυτανεύει, κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ τὴν ἐν τῶ σώματι τῶν μελῶν συμφω νίαν ὁρῶντες· ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῆ ἀκοῆ· οὐδὲ ἡ χεὶρ τῶ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀ στασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῶ σώματι τὴν τούτων ἡγε μονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτήν, οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμο νία τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεον θν , καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τά ξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώ ζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βού λησιν τὰ πάντα, καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πο λυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγ κη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκά στου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος οὐδεὶς ἐφαίνετο λοιπὸν ἄρχων, ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν. ἔνθα δὲ μὴ ἔστιν ἄ ρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόρρωθεν ἀ κούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευ ρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶ σα κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι. καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ’ ἑαυτὴν κινεῖν τὴν λύραν, ἀλλ’ οὐδὲ ὑ πὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῆ ἐπιστήμη κἂν μὴ τοῦτον βλέπη, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῶ κόσμω παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως, τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμπον τα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶ ναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκρι βῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουρ γὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτί σεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώ ρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο, τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦ σαν θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι, διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν, ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν, ὅτι ἐκ πολλῶν ἓν ἔρ γον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν, τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐ κ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλ λειψιν· ἐν θεῶ θῶ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθε μίτων ἐστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον· ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι, οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον, εἰ διὰ δόξαν ἕκαστὸς εἰρ γάσατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν. ἄλλως τε· ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη εἰ τὸ μὲν ποίημα ἓν τυγ χάνει, οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολ λοί· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον, τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνο μοίους ἑαυτῶ. πρὸς ἕκαστον γὰρ τῶν π οιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῆ διαφορᾶ κα θάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀ κοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κα τ’ ὀρθὸν πλευσεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν ἦχον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης. οὐκοῦν μιᾶς ο ὔσης τῆς κτίσεως, καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουρ γόν. διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕ να τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄν τος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιη τὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεος θς , ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη ὁ οὗτος· καὶ τοῦ το γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέ γειν, ἵνα μὴ τῆ περὶ τούτων ἀγνοία πλα νηθείς τις· ἕτερον ὑπολάβη, καὶ εἰς τὴν αὐ τὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμ πέση· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν. εἰ γὰρ δὴ τοὺς π αρὰ ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε ν · καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε ν πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν, ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν πα ρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι θεον θν ἀληθῆ, τὸν τῆς κτίσεως κύριον κν καὶ πάσης ὑποστάσεως δημι ουργόν. τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλὴ ὁ π ανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας, ὁ τοῦ χριστοῦ χυ πατηρ πηρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης, τῆ ἰδία σοφία καὶ τῶ ἰδίω λόγω τῶ κυρίω κω ἡμῶν ἰησοῦ ἰυ χριστῶ χω , τὰ πανταχοῦ δια κυβερνᾶ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ ὡς ἂν αὐτῶ καλῶς ἔχειν δοκεῖ· ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται. καὶ τοῦτο οὐ κ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέ ρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομέ νοις ἠπίστησεν· εἰ δὲ λόγω καὶ σοφία καὶ ἐπιστήμη συνέστηκε ν · καὶ παντὶ κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμε νον καὶ διακοσμήσαντα τοῦτον· οὐκ ἄλ λόν τινα, ἢ λόγον εἶναι τοῦ θεοῦ θυ · λόγον δέ φημι· οὐ τὸν ἐν ἑκάστω τῶν λεγομένων συμ πεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν· ἄψυχον ὄντα καὶ μ ή η δὲν λογιζόμενον μή τε νοοῦντα· ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον· τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγα θοῦ καὶ θεοῦ θυ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεον θν αὐτολόγον λέγω· ὃς ἄλλος μέν ἐστι τῶν γε νητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρος πρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῆ ἑαυτοῦ προνοία. ἀγαθοῦ γὰρ πατρος πρς · ἀ γαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία, τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θυ δύναμις καὶ θεοῦ θυ σοφία ὢν· οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην, τῶ ἰδίω νεύματι ἥδρασε ν · τούτω φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει, καὶ σελή νη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται, καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θά λασσα περιορίζεται, ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄ πιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θυ , μαίνοιτο μὲν ὁ τοιοῦτον ἀμφι βάλλων περὶ λόγου θεοῦ θυ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν, ὅτι πάντα λόγω θεοῦ καὶ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἡδρά σθη τί τῶν γενομένων, εἰ μὴ λόγω ἐγεγόνει, καὶ λόγω τῶ θείω καθάπερ ἐλέχθη· λόγος δὲ ὢν, οὐ κατὰ τὴν ἀνθρώπων ὁμοι ότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρός πρς ἐστιν εἰκὼν ἀπαράλλακτος· ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυ τῶν λόγον· ὁ δὲ θεος θς , ὢν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεος θς ὁ καὶ ἐκ πατρος πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία, δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θυ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕ τως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις· ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστάσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνη τὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεος θς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ. διὸ καὶ φιλάνθρωπός ἐστιν· ἀ γαθῶ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος, ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάν τας εἶναι βούλεται, ἵνα καὶ φιλανθρωπεύ εσθαι δύνηται· ὁρῶν οὖν τὴν γενητὴν πᾶ σαν φύσιν ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦ το πάθη· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον, τούτου ἕνεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδίω λόγω ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῆ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κιν δυνεύση πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῶ ἑαυτοῦ λόγω καὶ αὐτῶ ὄντι θεῶ θω , τὴν σύμπα σαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῆ τοῦ λό γου ἡγεμονία καὶ προνοία καὶ διακοσμή σει φωτιζομένη ἡ κτίσις, βεβαίως δια μένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρος πρς λόγου μεταλαμβάνουσα· καὶ βοη θουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι, μὴ ἆρα πά θη ὅπερ ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὴ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θυ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστη κε ν τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρα τα· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας, οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν· αὐτὸς γ’οὖν ὁ παντοδύ ναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρος πρς λό γος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας καὶ φωτί σας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάν τα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοι πὼς, ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον ἰδία· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζω οποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας αἵπέρ εἰσι θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραν νύων ποιῆ μὴ ἀντιστατεῖν, ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν, οὔτε τὸ πῦρ τὸ ψυ χρῶ μάχεται, οὔτε τὸ ὑγρὸν τῶ ξηρῶ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναν τία, συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ, καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται τούτω τῶ θεῶ θω λόγω πειθόμενα, τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτον θά λ αττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν, ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾶ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον. καὶ ἵνα μ ὴ τὸ καθ’ἕκαστον ἐπιφανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινο μένων ὃ, μὴ ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἔστηκεν· ἤ φησι καὶ θεολόγος ἀνήρ· ἐν ἀρχῆ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεον θν , καὶ θεος θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βα ρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῆ τέχνη συναγαγὼν, ἓν τὸ σημαινόμενον μέ λος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θυ σοφία· τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῶ οὐνῶ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῶ ἑαυτοῦ νεύματι καὶ θελή ματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῶ πατρι πρι · πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει, ὡς ἂν ἕκαστον τῶ ἑαυτοῦ πατρι πρι δοκῆ· τὸ γὰρ πα ράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῶ αὐτῶ νεύματι πάντα ὁμοῦ· καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυ χρὰ· τὰ θερμὰ· τὰ φαινόμενα καὶ τὰ ἀόρατα, περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῶ αὐτῶ νεύ ματι αὐτοῦ· τὸ μὲν ὀρθὸν ὡς ὀρθὸν, τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται, καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ, καὶ θαυμαστή τις καὶ θεία ἀ ληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶ τος ἐκ διαφόρων ἀνθρώπων· παίδων· γυναικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύνα μιν φωνεῖ· ὁ μὲν ἀνὴρ ὡς ἀνὴρ· ὁ δὲ παῖς ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρ μονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν ταὐτῶ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν· τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι, καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος, ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον ση μανθῆ· ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πόλει καὶ οἰκονομουμένη· ἐπὶ πα ρουσία τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρ χοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόν τος καὶ προστάττοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμενοι πάν τες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ σιτισόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκ κλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν, ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμο θετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τε χνίτης ἐπὶ τὴν ἐργασίαν, ὁ δὲ ναύτης ἐ πὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θερα πείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει, ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται, οἱ δὲ, ἀπὸ τῆς πό λεως ἐξέρχονται, καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῆ πα ρουσία τοῦ ἑνὸς ἄρχοντος καὶ τῆ τούτου δια τάξει γίνονται καὶ συνίστανται, κατὰ ταῦ τα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως, κἂν μικρὸν ἦ τὸ παράδειγμα, ὅμως μείζονι δι ανοία χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύ ματός τινος τοῦ θεοῦ θυ λόγου. ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τά ξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυ νάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύον τος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου· ὅ ρ α οὐρανὸς οὐνὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κι νεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σε λήνη περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται· ἄνε μοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει, καὶ τὰ ἐν αὐ τῆ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένου σα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται, καὶ ζῆ πάλιν καὶ θνήσκει, καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕ δωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὥραι παραγί νονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πλη ροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλ λος πήγνυται· πετεινὰ ἵπταται· ἑρπε τὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται, καὶ κατὰ τοὺς ἰδί ους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ, αὐξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται, τὰ δὲ, γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύ ομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θυ λόγος φωτίζων καὶ ζωοποιῶν, τῶ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνά μεις ἀφείς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπεριλα βὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῶ ἑαυτοῦ νεύματι καὶ τῆ ἑαυτοῦ προνοία· καὶ τούτου, οὐκ ἄν τις γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῆ ἑαυτοῦ προνοία καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται, καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδεί ξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θυ λόγος, ἑνὶ καὶ ἁπλῶ νεύματι τῆ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον, τὰς ἀοράτους δυνά μεις κινεῖ καὶ συνέχει, ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θεί ας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γι νόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρος πρς ἐργά ζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔρ γων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέ θους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀνα βλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τὸν κό σμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐν θυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θυ , νοεῖν ἐστιν ἀνάγ κη καὶ τὸν τούτου πατέρα πρα θεον θν · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρος πρς ἑρμηνεὺς καὶ ἄγγε λος λέγεται· καὶ τοῦτο, ἐκ τῶν καθ’ ἡμᾶς τίς ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων · ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῶ λόγω ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῶ λογισμῶ, πολλῶ πλέον μείζονι φαντασία καὶ ἀ συγκρίτῳ ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀ γαθοῦ πατρος πρς αὐτοῦ, ὡς αὐτὸς ὁ σωτηρ σηρ φησίν· ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν πατέρα πρα μου· ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ, φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήση τῶν λεγομένων ἔχειν τὴν πίστιν· λό γος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναν τίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοί νυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν τῶν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῶ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῶ οὐρανῶ οὐνῶ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτί αν τῆς τούτων καθαιρέσεως, ἑτέρως ση μαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύ ριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στό μα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐ κ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφραν θήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφή σουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· ο ὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῶ κάλλει τούτων ἀποβλέψαντες· οὐχ ὡς ἔργα θεοῦ θυ · ἀλλὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλ μοῖς, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσκυνήσης αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεος θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτά· ἀλλ’ ἵνα τῆ τούτων ἐνερ γεία γινώσκουσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάντων δημιουργὸν θεον θν , ὥσπερ εἴρη ται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μό νον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θυ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀνους · ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαν τασίας ἀφέλκων, φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ· οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων, κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεον θν , ἑαυτῶ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγρα φεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐ κ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις, τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησιν· οὐ κ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλον τος σημαίνεται· τὸ δὲ ἐπιμέλλουσι γινόμε νον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων αθεό τητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία, καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοι ρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι; οὐ χί γε· ἀλλὰ καὶ προαπαντᾶ τῆ διανοία λέγουσα· ἄκουε ἰσραηλ ιηλ · κύριος κς ὁ θεος θς σου, κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεον θν σου ἐν ὅλη τῆ καρδία σου, καὶ ἐν ὅλη τῆ ἰσχύ ϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεον θν σου προσκυ νήσεις καὶ αὐτῶ μόνω λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήση· ὅτι δὲ καὶ ἡ διὰ πάν των καὶ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις, ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμε να δεῖξαι τοῦ λόγου τὴν πίστιν, ἥ φασὶν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει τῆ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῶ θεῶ θω ἡμῶν ἐν κιθάρα· τῶ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῶ ἑτοιμάζοντι τῆ γῆ ὑετόν· τῶ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῆ δουλεία τῶν ἀνθρώπων ἀνων , καὶ διδόντι τοῖς κτή νεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν, ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θυ λόγος περὶ οὗ καὶ ἐν ἑτέρω λέγει· τῶ λόγω κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν, καὶ τῶ πνεύματι πνι τοῦ στό ματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γενό μενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέ γουσα· αὐτὸς εἶπε ν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντων μέγας μωϋσῆς, ἐν ἀρχῆ τῆς κοσμο ποιίας βεβαιοῖ τὸ λεγόμενον, ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεος θς ποιήσωμεν ἄν θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁ μοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν αὐτῶ εἶπεν ὁ πατηρ πηρ · γενηθήτω οὐρανὸς οὐνὸς , καὶ συναχθήτω τὰ ὕ δατα καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέ τω ἡ γῆ βοτάνην, καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν, οὐ γνησί ως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ὅ ρ α ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεος θς , ἵνα καὶ προστάττων λαλῆ. εἰ μὲν οὖν τοῖς γ ιγνομένοις προσέταττε καὶ ὡμίλει, πε ριττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ’ ἔμελ λε γίνεσθαι· οὐδεὶς δὲ τῶ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι, τῶ μηδέπω γενομένω προστάττει καὶ λαλεῖ. εἰ γὰρ τοῖς ἐσομένοις π ροσέταττεν ὁ θεος θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ · καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποί ησε, προστάττει δὲ λέγων· ποιήσωμεν ὅ ρ α ἄνθρωπον· καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται θεος θς , ὡς πλησίον τινὶ διαλεγόμε νος περὶ τούτων· οὐκ οὖν ἀνάγκη συνεῖναί τνα τούτω, ὧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεον θν ὁμιλεῖν, ἢ τῶ ἑαυτοῦ λόγω· ἢ τίς τούτω συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν, ἢ ἡ τούτου σοφία· ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμ παρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ γε νητὰ συμπεριλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διε κόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρος πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποιεῖ, ἥ φησι καὶ ὁ σωτηρ σηρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦν τα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱε ροὶ τούτου διδάσκουσι μαθηταί· καὶ ὅτι ἀ γαθὸς ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς υἱὸς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρος πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὤν οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῶ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σο φιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λο γικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετή· καὶ μὴν καὶ χαρακτήρ· καὶ ἀ παύγασμα· καὶ εἰκών· καὶ συνελόντι φρά σαι· καρπὸς παντέλειος τοῦ πατρος πρς ὑπάρ χει καὶ μόνος ἐστὶν υἱος υς , εἰκὼν ἀπαράλλακτος τοῦ πατρος πρς · τίς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυ νάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρος πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεν νήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωή· καὶ θύρα· καὶ ποιμήν· καὶ ὁδός· καὶ βασιλεύς· καὶ ἡγεμών· καὶ ἐπὶ πᾶσι σωτηρ σηρ · καὶ ζωοποιός· καὶ φῶς· καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀ γαθὸν καὶ δημιουργὸν υἱον υν ἔχων ἐξ αὐτοῦ ὁ πατηρ πηρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀ πέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀ ποκαλύπτει τοῖς πᾶσι, διὰ τῆς τῶν πάν των δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐ τῶ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει, καθὼς ὁ σωτηρ σηρ φησιν· ἐγὼ ἐν τῶ πατρι πρι · καὶ ὁ πατηρ πηρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῶ γεννήσαντι, καὶ τὸν γεννηθέντα σὺν τῶ πατρι πρι διαιωνίζειν. τούτων δὲ ο ὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς, καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐ τοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες, παραγκω νισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θυ , τὰ μὴ ὄντα ἐθεοποίησαν, τῆ κτίσει πα ρὰ τὸν κτίσαντα λατρεύοντες· πρᾶγμα πάσχοντες, ἀνόητον καὶ δυσσεβές· ὅμοι ον γὰρ εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε ν · καὶ τὰ ἐν τῆ πόλει δημιουρ γήματα καταπλαγεὶς, τὸν τούτων δημι ουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συν θέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρο νες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμέ νοι· πῶς γὰρ ἄλλως ἂν ἔγνωσαν οἰκοδομὴν ἢ ναῦν· ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐρ γασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδο μήσαντος, καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται, καὶ ὑπερέκεινα πάσης μανίας ἐστίν, οὕ τως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν οἱ τὸν θεον θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τού του λόγον μὴ θρησκεύοντες τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν , δι’ οὗ τὰ πάν τα ὁ πατηρ πηρ διακοσμεῖ καὶ συνέχει καὶ προνο εῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων· καὶ τὸ θεοσεβὲς ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστιν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται. ὥ σπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἔστι τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀ τραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίν δυνος ἀσύγγνωστος ἐν ἡμέρα κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐ ναντία ὧν ἔγνωσαν ἔπραξαν.