τετραπόδων καὶ ἑρπετων· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλα στίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν, ὡς παροφθέντες ἐν τῶ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς, οὕτως ἐν αὐτοῖς καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι. περὶ ὧν ο ἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες· ἐλεγχόμε νοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύ πους, τοὺς λεγομένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ, λέγουσι, διατοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ, αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτω φιλοσοφώτεροι· καὶ βαθύτερα λέγειν νομίζοντες, φασὶ δ ατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι, πρὸς ἐπίκλ ιν καὶ ἐπιφάνειαν θείων ἀγγέ λων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα το ς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς οῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινομένης, τῶν θε ων ἀγγέλων ἐπιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολο γοῦσι, μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐπι μελείας, εὑρήσει τούτων, κ ἔλαττον τῶν πρότερον δειχθέντων, τὴν δόξαν εἶναι ψευδῆ· εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ’ ἀληθεία κρινούση· π ῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς δι τούτων· πότερον, διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ ν ἐν αὐτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τ ς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεόν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον· ἢ ξύλον· ἢ χρυσοῦ μέρος· πάσης τῆς γῆς, πεπλη ρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕ λης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων, ὧν εἰσι μορφαὶ τὰ γλύμματα, τὸν θεὸν θν ἐπιφαίνε σθαι· καλλίων γὰρ ἂν ἡ περὶ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτῶν λόγον ἐγεγόνει, εἰ διὰ ζῷων ἐμψύχων λογικῶν τε καὶ ἐπεφαί νετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν τὰ γὰρ φύσει ζῶα· τετράποδά τε καὶ πετεινὰ καὶ ὰ βδελυττόμενοι καὶ ἀποστ φόμενοι· ἢ διὰ τὴν ἀγριό τα ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθ ς καὶ ξύλοις καὶ χρυσῷ γλύ ψαντες, θ ποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς, ἢ τοὺς τούτ ν τύπους ἐν τοίχοις προσκυ νεῖσθαι· ἢ τάχα, τούτων μὲν ὐδὲν· οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσία ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστή έχνη τὸ θεῖον ἐκκαλε ι· ἅτε δὴ μίμημα τῆς φύ σεως τυγχάνουσα· ἀλ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔ σ ς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν ἐπιφαίνεται ὁ θεὸς θς · καὶ διατοῦτο θρησκεύονται ὡς θε οὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρ χ προσκυνεῖσθαι καὶ ρησκεύεσθαι· ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν αυτοῖς· περὶ δὲ τῆς δευτέρας ν καὶ βαθυτέρας δῆθε ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκο λούθως εἴποι· εἰ οὖν οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν· ταῦτα ὑμῖν πεποίηται ὦ ἕ ληνες, ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρο σίαν, διατί τὰ γάλματα δι’ ὧν ἐπικαλεῖσθε τὰς δυνάμεις, κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθεῖσας δυ νάμεις ποιεῖτε· χάριν γ ρ τῆς περὶ θεοῦ θῦ καταλήψεως, γλύφον τες τὰς μορφὰς ὡς φα , αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προση γορίαν, αὐτοῖς τοῖς γλύ μασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγές· ὁμολογοῦν ες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν, τῆς τῶν ἀγαλμάτων σ κρότητος· καὶ διατοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν, τὰς δ ἐλάττους δυνάμεις ἐπικαλεῖσθαι· αὐτοὶ ταύτας ὑπερβάν ς, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων , ὀνομάζετε καὶ προσκυνεῖτε·εἰ γὰρ καὶ ὡς γράμματα εἰσὶν ὑμῖν ταῦτα, ὡς ψεύδεσθε, τῆς ἐπὶ θεὸν θν ωρίας, οὐ δίκαιο , τὰ σημαίνοντα, τοῦ σημαινομένου προτιμᾶν οὐδὲ γὰρ εἰ γὰρ εἰ ράφοι τίς τὸ βασιλέως ὄνομα, ἀκινδύ νως ἔχει· τὸ γράμμα, προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος θάνατον μὲν έχει τὴν ζημίαν· τὸ δὲ γράμμα, τῆ τοῦ γράψαντος ἐπιστήμη τετύπωται· οὕτως καὶ ὑμεῖς· εἴπερ ἐρρωμένον ἔχετε τὸν λογισμὸν, οὐκὰν τὸ τηλικοῦτον τῆς θειότητος γνώρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκὰν προετιμή σατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα ση μαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν, καὶ διατοῦτο, ὡς θεὸν θν σημαίνοντα, θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαρά ξαντα· φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῶ πλέον ἔδει θεο ποιηθῆναι, ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμματα, θαύματός εἰσιν ἄξια, πολλῶ πλέον ὁ γράψας ὑπεραίρει τῶ θαύματι· διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· οὐκοῦν, εἰ μὴ διατοῦτο θεοὺς αὐτοὺς ἄ ξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώ λων μανίας· τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς, παρ’ αὐ τῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον· διατοῦτο οὕτως τετύπωται, διατί καὶ ἀλόγων αὐτῶ τύπους περιτιθέασιν· εἰ δὲ ζῴων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λογικῶν αὐτῶ περιτιθέασι γλυφάς· εἰ δὲ τὸ συναμφότερόν ἐστι· καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν θν ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρί ζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα· ἡ σκύλλα· καὶ ἡ χάρυβδις· καὶ ὁ ἱπποκένταυρος· καὶ ὁ παρ’ αἰγυ πτίοις κυνοκέφαλος ἄννουβις· ἔδει γὰρ, ἢ μόνους, αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς, ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πάλιν· εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς τιθέασι τύπους· εἰ δὲ θηλυκῶν εἰσὶ, διατί καὶ ἀρρενι ατ’ αὐτῶν ψεύδονται τὰς μορφας· εἰ δὲ πάλιν τὸ φότερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι ἀλλ’ ἀμφότερα συνάπτεσθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφρο δίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχη· καὶ ὅλως ε ἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλ λα τὰ πρὸς γένεσιν ἀνθρώπων μέλη ἐπινοεῖν αὐτῶ καὶ ἀνα πλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτω κε τούτων ὁ νοῦς, ὥστε τοιαῦτα ἐπινοεῖν περὶ τοῦ θείου· ἀ κ ολουθεῖ γὰρ αὐτῷ, καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι καὶ πάλιν ἐξ ὅλου φθείρε σθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ θῦ , ἀλλὰ μᾶλλον, τ ἐπὶ γῆς σωμάτων ἐστίν. ὁ μὲν γὰρ θεὸς θς , ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος, οὐδενὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ, καὶ φθαρτὰ, καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐ τῶν ἐπιδεόμενα χρείας, ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γοῦν ὁρῶμεν ἀνακαινομένους τοὺς παλαιω θέντας· καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζῴων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ὧ ἄν τις, αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι αὐτῶ· ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐ τοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι παρὰ τούτων αὐτοὶ σωτηρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μι κροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ καὶ γῆς δεσπό τας οὐκ αἰσσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις, αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐ τοῖς τοῖς εἰδώλοις, αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα· ε ἰ γὰρ αὐτοὶ θεοί εἰσιν, ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων, καὶ ποίους ἂν αὐτῶν, κρίνη κυριω τέρους· ἵνα ἢ τὸν θεὸν θν θαρρήση προσκυνῶν, ἢ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου, καὶ μί ρα καὶ μία πόλις, πρὸς ἑαυτὰς στασιάζουσι περὶ τῆς λων δεισιδαιμονίας· φοίνικες γοῦν, οὐκ ἴσασι τοὺ γυπτίοις λεγομένους θεοὺς· οὐδὲ αἰγύπτιοι, τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνοῦσιν εἴδωλα· καὶ σκύθαι μὲν, τοὺς περσῶν· πέρσαι δὲ, τοὺς σύρων οὐ παραδέχονται θεούς· ἀλλὰ καὶ πελασγοὶ μὲν, τοὺς ἐν θρᾴκη θεοὺς διαβάλλουσι· θράκες δὲ, τοὺς παρὰ θηβαίοις οὐ γινώσκουσιν·