τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας, ἐμφαίνειν καὶ μὴ παρόντα φει δίαν τοῖς ὁρῶσιν· οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κό σμου τάξεως, τὸν τούτου ποιητὴν καὶ δημι ουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλ μοῖς μὴ θεωρῆται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προ φασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν·ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώ μενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημι· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀν δρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ παῦλος· ῥω μαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρα τα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιή μασιν νοούμενα καθορᾶται· λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐ αγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχη μέναις γενεαῖς· εἴασε πάντα τὰ ἔθνη πο ρεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ ἀμάρ τυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφό ρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σε λήνης· καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις· ἐναντίας μὲν καὶ δια φόρους γινομένας· ἐν δὲ τῇ διαφορᾷ ὁμοί αν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζο μένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτὰ, ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής· τ ίς δὲ ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα καθ’ ἡμέ ραν· σελήνην δὲ φαίνουσαν κατὰ νύκτα· καὶ φθίνουσαν καὶ πληρουμένην ἀπαραλλά κτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀ ριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχον τα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρό μους· τὰ δὲ ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔν νοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐ τὰ δημιουργός· τίς ὁρῶν τὰ ἐναντία τῇ φ ύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον τίς ἰδὼν πῦρ ψυχρῷ. καὶ ξη ρὸν ὑγρῷ· κεκραμμένον· καὶ ταῦτα μὴ ἀντιστα τοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξω θεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα· τίς ἰ δὼν χειμῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρῳ· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει. τὸ μὲν γὰρ ψύχει· τὸ δὲ καίει· τὸ δὲ τρέφει· τὸ δὲ φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆ σιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἐστί τις κρείττων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ ὁ κυβερνῶν τὰ πάντα· κἂν μὴ βλέπῃ τοῦτον· τ ίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζο μένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δε θεῖσαν βαρύτητα· οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι· ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον· οὐ διανοη θήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενονκαὶ ποιήσαντα θεόν θν · τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν· καὶ οὐρανό οὐνό θεν ὑ ετοὺς καὶ ποταμῶν ἐπιρροίας καὶ πηγῶν ἀνα βλύσεις· καὶ ζώων ἐξ ἀνομοίων γονὰς· καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γι νόμενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνο μοίοις καὶ ἐναντίοις· τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἐστὶ μία δύναμις ἡ ταῦτα δια κοσμήσασα καὶ διέπουσα ὡς ἂν αὐτῇ δο κῇ μένουσα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑ αυτὰ· οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυ νηθείη· διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ·ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον· καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστὶ τὸ δ’ αὖ πάλιν ὕδωρ· κουφότερόν ἐστι ταύτης, καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλ λ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν· οὐ ταὐτόν ἐστι τῷ θήλει· καὶ ὅμως· εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι· τὸ ψυχρὸν τῷ θερμῷ· ἐναντίον ἐστὶ καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μά χεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάν των γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν μαχό μ ενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνή γαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐ τά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δε σπότῃ ὑπακούοντα, εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμά χεται πρὸς τὸ ἕτερον. ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα; ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτὰ· φύσει μὲν ὄντα ἐναντία· τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι π ροστάξει ἐγεγόνει τούτων μία κρᾶσις. πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῷ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ· ἢ τὸ περιφερὲς τῷ ὀρθῷ· ἢ τὸ πῦρ τῷ ψυχρῷ· ἢ ὅλως ἡ θάλασσα τῇ γῇ· ἢ ὁ ἥλιος τῇ σελή νῃ· ἢ τὰ ἄστρα τῷ οὐρανῷ οὐνῷ · καὶ ὁ ἀὴρ ταῖς νεφέ λαις ἐμίγη καὶ συνῆλθεν. ἀνομοίου οὔσης τῆς ἑ κάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν καίοντος· τοῦ δὲ ψύχοντος· καὶ τοῦ μὲν βαρέος κάτω· τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου· φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα· ἐστασίασαν ἂν πρὸς ἑαυτά· ὅτι τὰ μὲν ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῇ ἡ μέρᾳ· ἀλλὰ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γινο μένων, λοιπὸν ἦν ἰδεῖν· οὐκέτι κόσμον ἀλλ’ ἀ κοσμίαν· οὐκ ἔτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ ἔτισύστασιν· ἀλλὰ ἀσύστατον ὅλον· οὐκ ἔτι μέτρα, ἀλλ’ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ· ἢ πάντα ἀνῃροῦντο· ἢ τὸ κρατούμενον μό νον ἐφαίνετο. καὶ τοῦτο πάλιν. τὴν τοῦ παν τὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενό μενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ· ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα· οὐκ ἂν ἔσω σεν ὁλόκληρον τὸ σῶμα· ποῖος γὰρ κόσμος ἦν· εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μό νη θάλαττα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη· ἢ ὅλως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ, συνέστη τι τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνήθη ἂν συστῆναι· χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συ νέστηκεν· ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξιςἐστὶν ἐν τῷ παντὶ· καὶ οὐκ ἀμετρία ἀλλὰ συμμε τρία· καὶ οὐκ ἀκοσμία· ἀλλὰ κόσμος· καὶ κόσμουπαναρμόνιος σύνταξις. ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλ μοῖς ὁρᾶται· ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων· ἐννοεῖν ἐπὶ τὸν τούτων ἄρ χοντα· καὶ κοσμήτορα καὶ βασιλέα· ὥσ π ερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων· καὶ ἀρρένων καὶ θηλέων· εἰ θεωρήσαιμεν εὐτά κτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γiνομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύον τας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννο οῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοι αν πρυτανεύει· κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες πρὸς ἑαυτὰ ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ· οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰ δίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦ μεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι· τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτὴν· οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ. τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεόν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία. οὐ πολλοὺς· ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγε μόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες· ἐσώζετο τοι αύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτα κτα πάντα διὰ τοὺς πολλοὺς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν πάν τα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότη τα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίανἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων· ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια· ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευ ρῶν συγκειμένης. καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνη ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μηδὲ μόνη ἡ ὀ ξεῖα· μηδὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰτὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖν οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν. ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύ πτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμῃ· κἂν μὴ τοῦτον βλέ πῃ, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασια ζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένηςτάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα τῆς πάσης κτίσε ως· τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμ ποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν προσήκει πι στεύειν· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀ σ φαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παν τός ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸνκόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ. πολ λοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτεγὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευ άζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυ χὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῷ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις, οὐκ ἄν τις εἴποι τέλειον, ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύ νατο τὸ ὅλον ἀποτελέσαι. οἱ πάντες δὲ εἰρ γάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνί αν· γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δό ξαν ἕκαστος εἰργάσατο· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῇ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕ καστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουρ γίαν, τίς ἡ χρεία τῶν πολλῶν, ἑνὸς αὐτάρ κους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε ἀ σεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίη μα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες διάφο ροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον, τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει· διαφόρους εἶχε καὶ τὰς κινήσεις· καὶ, ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γὰρ τῶν ποιη σάντων ἀποβλέπων διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾷ καθάπερ εἴρηται πρότερον· πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερ νωμένη κατ’ ὀρθὸν πλευσεῖται. εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτε λέσει τὸν ἦχον· εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως κ αὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τά ξεως· ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· κύριον κν διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουρ γὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος· εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται· κ αὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς . ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενό μενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς οὖν ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μὴ τῇ περὶ τοῦτον ἀγνοίᾳ· πλανηθείς τις ἕτε ρον ὑπολάβῃ· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέσῃ· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβο λον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγο μ ένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανω μένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολα τρίαν· ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέ δειξεν, ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμε νον τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως κύριον κν · καὶ πάσης ὑποστάσεως δημιουργόν· τ ίς οὖν ἐστιν οὗτος· ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας. ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ · ὅστις κα θάπερ ἄριστος κυβερνήτης· τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ κῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ · τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως σρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκῇ· ἔχει δὲ καλῶς· ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε· καὶ παντὶ κόσμῳ δια κεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ δια κοσμήσαντα τοῦτον· οὐκ ἄλλον τινὰ, ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δέ φημι· οὐ τὸν ἐν ἑκάστῳ τῶν γενομένων συμπεπλεγμένον καὶ συμπε φυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασικαλεῖν. ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μό νον ἐνεργοῦντα· κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γέ νος λόγον· τὸν ἐκ συλλαβῶν συγκείμενον· καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα· καὶ ἐνεργῆ θεὸν θν αὐ τὸν λόγον λέγω· ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν· καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πτρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διε κόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ· ἀ γαθοῦ γὰρ πατρὸς πτρς · ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία, τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μὲν περι στρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κει μένην, τῷ ἰδίῳ, νεύματι ἥδρασε· τούτῳ φω τιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγά ζει· καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασ σα, περιορίζεται· ἡ δὲ γῆ, παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη π ερὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαί νοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπό δειξιν· ὅτι πάντα λόγῳ θεοῦ θῦ καὶ σοφίᾳ συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων. εἰ μὴ λό γῳ ἐγεγόνει, καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέχθη· λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα· ὥσπερ εἶπον συγκείμενός ἐστιν ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρός πρς ἐστιν εἰκὼν ἀπαράλλακτος· ἄ νθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς · ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος· ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς · ὁ καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προ ελθὼν· τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γε νομένοις ἐπιβέβηκεν, ἐστὶν ἀληθῶς θαυμα στὴ· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γ ενητῶν ἐστιν ἡ φύσις· ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα· ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ· κα θ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ. διὸ καὶ φιλ άνθρωπός άνός ἐστιν· ἀγαθῷ γὰρ περὶ οὐ δενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τοῦ εἶ ναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βού λεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁ ρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθῃ· καὶ πά λιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον· τούτουἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιή σας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν· οὐ κ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι. ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ θῷ , τὴν σύμπασαν διακυβερνᾷ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακο σμήσει φωτιζομένη ἡ κτίσις; βεβαίως δια μένειν δυνηθῇ, ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα· καὶ βοηθου μένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅ περ ἂν ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀο ράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα· τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐστιν ἡ κε φαλὴ τῆς ἐκκλησίας. οἱ τῆς ἀληθείας διά κονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν· α ὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώ σας· καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγ γει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς, ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδίᾳ· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας· αἵπέρ εἰσι θερμὴ καὶ ψυχρὰ· καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραν νύων ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν. οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται· οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελ θόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τούτῳ τῷ θεῷ θῷ λόγῳ πειθόμενα· τὰ μὲν ἐ πὶ γῆς ζωογονεῖται· τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς συνίσταται· κ αὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς, ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνη σιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖ πον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖςὀνομάζων· ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων· ὃ, μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγο νε καὶ ἕστηκεν ᾗ φησι καὶ ὁ θεολόγος ἀνήρ· ἐ ν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν θν · καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συ ναγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀπο τελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία· τὸ ὅλον ὡςλύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ πε ριάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι. ἕνατὸν κόσμον· καὶ μίαν τὴν τούτου τάξιν ἀπο τελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀ κίνητος μένων παρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ πατρὶ πρὶ δοκῇ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ· καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρὰ· τὰ θερμὰ, τὰ φαινόμενα καὶ τὰ ἀόρατα· περιάγει καὶ διακοσμεῖ· κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέ σον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται· καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτε λεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη· ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων· γυ ναικῶν αὖ καὶ γερόντων· καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ· ὁ μὲν ἀνὴρ, ὡς ἀνὴρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμο νίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ· ἐν ταὐτῷ τὰςἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέρ γειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾶν· τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμ βάνεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ· ἔ οικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει· καὶ οἰκονομουμένῃ· ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος· ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προσ τάττοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸντείνοντος· ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑ δρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ ἐπιτασσό μενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως· ὁ μὲν τε χνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτο νεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομὴν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδί ζει, ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐ πανέρχονται· πάντα δὲ ταῦτα τῇ παρου σ ίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ᾖ τὸ πα ράδειγμα· ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λό γου, ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖαπαρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου, οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει· καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυ χοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὑετοὶ κατέρχον ται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χι ὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται. καὶ κατὰ τοὺς ἰδίους και ροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ, αὐξάνοντα, γηρά σκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δὲ γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα κ αὶ ἔτι πλείω τούτων ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν· ὁ παραδοξοποιὸς καὶ θαυματο ποιὸς τοῦ θεοῦ θῦ λόγος· φωτίζων καὶ ζωοποιῶν τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνατὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας· οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων. συμ περιλαβὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποι εῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦπρονοίᾳ· καὶ τούτου, οὐκ ἄν τι γένοιτο πρὸς ἀ πιστίαν ἐφόδιον· ὡς γὰρ τῇ αὐτοῦ προνοίᾳ καὶ σώματα μὲν αὔξει· ψυχὴ μὲν ἡ λογικὴ κι νεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶ μεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐ τὸς ὁ τοῦ θεοῦ θῦ λόγος· ἑνὶ καὶ ἁπλῷ νεύματι τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥ στε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστα σις γινόμενος τῶν πάντων· τὰ πάντα πρὸςδόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ, διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλ λονῆς κτισμάτων. ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ· καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον. οὕτως νοοῦντας λόγον θεοῦ θῦ · νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεόν θν · ἐξ οὗ προϊὼν. εἰκό τως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελοςλέγεται· καὶ τοῦτο, ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρ’ ἀνθρώπων ἀνων · ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγῳ ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λο γισμῷ, πολλῷ πλέον μείζονι φαντασίᾳ· καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τὴν δύ ναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ· ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησιν· ὁ ἑωρα κὼς ἐμὲ, ἑώρακε τὸν πατέρα πρα μου· ταῦτα δὲ κ αὶ πᾶσα θεόπνευστος γραφὴ φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων· δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαι ούμενος. ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄ νωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέ σεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν. ὁ θεῖ ος λόγος λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔ ργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι, καὶ οὐ λαλή σουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι. καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπα τήσουσιν·οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κ τίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέψαντες· οὐχ ὡς ἔργα θεοῦ θῦ · ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι· προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς· προσκυνήσῃς αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ . ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θε ο ὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάν των δημιουργὸν θεὸν θν , ὥσπερ εἴρηται· ὁ γὰρ ἰ ουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτί σεως ἔργων, ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοῖς ἀνθρώποις ἀνοις ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων, φησίν· οὐκ ἔ σονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ·οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων· κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες, οὐκ ὄντες θεοί· κ αὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησὶν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐ θνῶν ἢ εἰδώλων ἀθεότητα. σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι; οὐχί γε· ἀλλὰ καὶ προα παντᾷ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ· κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προ σκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήσῃ· ὅτι δὲ καὶ ἡ διὰ πάντων κ αὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακό σμησις· ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν. ᾗ φασιν οἱ θεολόγοι ἄν δρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα·καὶ πάλιν· ψάλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῷ ἑτοι μάζοντι τῇ γῇ ὑετόν· τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν·διὰ τίνος δ ὲ δίδωσιν· ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολού θως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος. περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενό μενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν. αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωϋσῆς, ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαι οῖ τὸ λεγόμενον. ἐξηγούμενος καὶ λέγων· κ αὶ εἶπεν ὁ θεὸς θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκό να ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ πατήρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην· καὶ πᾶν ζῶον· ἀ φ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς . ἵνα καὶ προστάττων λαλῇ· εἰ μὲν οὖν τοῖς γι γνομένοις προσέταττε καὶ ὡμίλει· περιτ τὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν· ἀλλ’ ἔμελλεγίνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι· τῷ μηδέπω γενομένῳ προσ τάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις π ροσέταττεν ὁ θεὸς θς . ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ . καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίη σε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς , ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖναί τινὰ τούτῳ· ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμι λεῖν, ἢ τῷ ἑαυτοῦ λόγῳ· ἢ τίς τούτῳ συ νῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσί αν. ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμπαρή μην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομα σίᾳ, πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῇ γενητὰ συμ περιλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος τὸν πατέρα πρα βλέπων ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ᾗ φησι καὶ ὁ σωτήρ· πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκου σι μαθηταί· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα· καὶ ἀληθινὸς υἱὸς ὑπάρχων· δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦ τα ὤν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῷ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σο φιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτο λόγος· αὐτοδύναμις· ἰδία τοῦ πατρὸς πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετὴ· καὶ μὴν καὶ χαρακτὴρ. καὶ ἀπαύγασμα· καὶ εἰκὼν· καὶ συνελόντι φράσαι· καρπὸς παντέ λειος τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς·εἰκὼν ἀπαράλλακτος τοῦ πατρὸς πρς · τίς οὖν ἄ ν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λό γου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσ περ τοῦ πατρὸς πρς λόγος καὶ σοφία; οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων· γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωὴ· καὶ θύρα· καὶ ποιμὴν· καὶ ὁδός· καὶ βασιλεὺς· καὶ ἡγε μὼν· καὶ ἐπὶ πᾶσι σωτήρ σήρ · καὶ ζωοποιὸς· καὶ φῶς· καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατήρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι· διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συ στάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει, καθὼς ὁ σωτὴρ σὴρ φησιν· ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεν νηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν· τούτων δ ὲ οὕτως ἐχόντων· καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες· παραγκωνισά μενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ τὰ μὴ ὄντα ἐθεο ποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, πρᾶγμα πάσχοντες, ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα π ρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα καταπλαγεὶς. τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συν θέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄ φρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμέ νοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν ἢ ναῦν· ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐρ γασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκο δομήσαντος, καὶ τοῦ μουσικοῦ συνθέντος·ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν, οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ δια κοσμεῖ· καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβές ὦ φιλόχριστε· χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας. ἀθανασία καὶ βασιλεία οὐρανῶν ἐστιν ὁ καρπὸς· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημέ νη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν π ολιτευομένοις ἐστί τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀ ρετῆς ἀτραπὸν ὁδεύουσιν· αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν. ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.