Athanasius ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκα λίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμ πρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· π οθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι· καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν. φιλοκάλως δὲ ὅμως, καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθεί ας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσε ται. ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐ ν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκεί νων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μή τε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβει· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον· ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλ λοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐ κ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀ λλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην ἀλλὰ θεραπεί αν τῆς κτίσεως γεγονέναι. εἰ γὰρ τοῦ σταυροῦ στρου γινο μ ένου πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύ νεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατὴρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καται σχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς μεταπείθει ἀφανῶς, πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ἔτι ἀνθρώπινόν ανινoν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δ ὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται. ὡς γὰρ καλὸν τὸ φῶς κ αὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐ τοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν · καὶ θεοῦ θυ λό γον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διε λέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἄνε · ὅτι ἀληθεία πε πίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης· πρέ π ειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν, ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· ο ὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξάντο· καὶ καθ’ ἑαυτῶν ἀνατυ ποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν, ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λο γιζόμενοι. ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ π αμβασιλεὺς θεὸς θς · ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χῦ · τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐ τὸν θεωρητὴν καὶ ἐπιστήμονα· διὰ τῆς πρὸς αὐτὸν ὁμοι ώσεως, κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότη τος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μή τε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτε ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δε δωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλληται καὶ συνομιλῆ τῶ θείω· ζῶν τὸν ἀπή μονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. οὐδὲν γὰρ ἔ χων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος, τὴν τοῦ πατρὸς πρς εἰ κόνα· τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκ πλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρό νοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωμα τικῆς φαντασίας, γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅ τε γὰρ οὐ σ υνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅ λος ἐστὶν ἄνω ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω με τάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσ ση(μειωτέον) π ερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ, κατὰ τὴν τῶν ἑβραίων γλώτταν· ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρη σία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία· ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριος κς φησὶ· μακάριοι οἱ καθαροὶ τῆ καρδία ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται. οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἠθέ λ ησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέ ῥω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατα νοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμε νοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυ μίαν ἔπεσαν· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖ α θεωρίας. ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγ γ υτέρω μὴ ἀποστῆναι θέλοντες· ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελά θοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦ τ ο δ’ ἄν τις, ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀ κεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τού του θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅ τε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν, τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο· τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅ τι γυμνοὶ ἦσαν· καὶ γνόντες ἠισχύνθησαν· ἔγνωσαν, δὲ ἑαυτοὺς γυμνοὺς οὐ τοσοῦτον ἀπὸ ἐνδύματος, ἀλλ’ ὅ τι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν. ἀποστάντες γ ὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι. ὅθεν δὴ καὶ δει λίαι καὶ φόβοι καὶ ἡδοναί· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσ γέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φο βεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔ μαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔ λογον κατὰ δύναμιν σημᾶναι. ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐ νεργείαις χρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεω ρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν· πλανηθεῖ σα, κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλόν. ὥσπερ εἴ τ ις τὴν διάνοιαν παραπληγεὶς καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρο νεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνερ γεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ κ αλὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖ ται οὖν οὐκέτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη τὸ ἑαυτῆς δυνατὸν μετα ποιεῖ· καταχρωμένη τοῦτο· εἰς ἃς ἐπενόησεν ἐπι θυμίας· ἐπεὶ, καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσ περ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέ φεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναν τία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς· ὁρᾶ ἑαυ τὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέ λεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλὰ· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φη μι τὰ καλὰ· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ , τὰ παραδείγμα τα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπι νοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα, ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσ κειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπα κρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας· εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυ χὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖ ται εἰς τὰ ἐναντία· εἶτα· τὸ δυνατὸν ἑαυτῆς ὡ ς προεῖπον ὁρῶσα· καὶ τούτο καταχρωμένη, ἐνε νόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δει κνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη σώζει τὴν ἑαυτῆς ἀξίαν καὶ οὐχ’ ἁμαρτάνει ποι οῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀπο στολικὴ παρεγγυᾶ φωνὴ· πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέ ρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ ἀδύνατον σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν· ἀντὶ νομίμης τεκνογονίας· καὶ τὴν μ ὲν γλώτταν· ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδο ρίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν· εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐ ὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίω καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀπο στραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ καὶ κα τὰ κρημνῶν ἐλαύνει φερόμενος· ὅπου δ’ ἂν ἑαυ τὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑ φ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑ αυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος· ἀποβλέ πων ἔλεγε· κατασκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν γοὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινες πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνω κότες· ἐν υποστάσει καὶ καθ ἑαυτὴν εἶναι τὴν κακί αν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι· καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνα τον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐ δὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ, οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμε νον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες· τ ῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πί στιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κα κοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυ τοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα, θεὸν θν ἕτε ρον· καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν· καὶ τῆς κακίας ἀρχηγὸν· τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοί ας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰ ς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγ γελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅ τι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολογοῦμαί σοι πάτερ περ · κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ · καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος· κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σω τῆρος φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκ πίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέ χον καὶ κρεῖττον, οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέ λοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέ ρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθέ νεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μη βουλομένοις αὐ τοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλ λως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι. εἰ τὰ φ αινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγα θοῦ· φαίνεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα. οὐκ ὄντων αὐτοῦ ἔργων· δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γι νώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ, τί τὸ διαιροῦν ἐστὶ ταῦτα, ἵ να χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐ τὰ ἅμα, ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλή λων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον· ἐν ἑτέρω δυνη θείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον· αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ δι αιροῦν φανήσεται καὶ αὐτὸ θεός θς . ἀλλὰ ποίας ἂ ν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον, τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σα θ ρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ οὐδὲ ἐν θεῶ θῶ , οὔτε ἐξ αρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέ ρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐ κ ὄντα· καὶ ἅπερ βούλονται. ὡς γὰρ ἄν τις ἡ λίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῶ ἐπινοῆ οὐ κ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλα νώμενος περιπατῆ, πολλάκις πίπτων καὶ κα τὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδόλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾷν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη· οὐ κ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ’ ὁποία γέ γονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέ φυρε· τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾷν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεὸς θς , τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τ οῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς. οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν κατα βεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὂν φαῦ λον. οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τ ῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑ αυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορᾶς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα· καὶ τὰς τούτων δόξας, αποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ κ αὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀ γαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ ὃν καὶ γέγονεν ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐ πικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκέτι μὲν ὁ ρᾶ ἃ δεῖ ψυχὴν νοεῖν. παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτον τα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμου σα· καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπόν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν · τοῦτον ἐν σωματι κοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινο μένοις τὴν θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁ ρᾶ. προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρί α ς, ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι · τὴν οὐκ οὖσαν κα κίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ εἴ τις εἰς βυ θὸν καταδὺς· μηκέτι μὲν βλέπει τὸ φῶς· μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα· διὰ τὸ τῶν ὀφθαλμῶν αὐ τοῦ πρὸς τὸ κάτω, νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐ πικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυ θῶ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαν τασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θοῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῶ· μᾶλλον δὲ ἀλο γία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώ σαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν θν . ὥσπερ δὲ κατὰ τ ὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν κα ταδυόμενοι· ὅσω μᾶλλον ἐπικαταβαίνουσι· τοσοῦ τον καὶ εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτως καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνε χρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρ τύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ. ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀν θ ρώπων ἀπὸ θεοῦ θοῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι · πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις· τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκεί νους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν. εἶτ’ ἐπικα τ αβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς· αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς· ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχρὰν· καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσί αν, θεοὺς ἀνύμνησαν. ὡς δὲ οἱ τέλεον πεσόντες πε ρ ὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόν τες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ με τὰ θάνατον εἰς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βου λ ευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρ πετὰ· ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνή μερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγο ρίαν, μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπονέ μοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ πατέ ρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστή κ ει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες· ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον. τοσοῦτον γάρ τινες κ αταπεπτώκασι τῆ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐ πινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐ πιμίξαντες καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κοι νοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σ ωμάτων κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα κα θ’ ἑαυτὰ διελόντες ἕκαστον εἰς θεοὺς ἀνέθηκαν· καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλή ρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπι τ είνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἡδο νὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦ σιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀ φροδίτη· οἱ δὲ, αὐτῶν· ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόη τος ζεύς· καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἴσις· καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως, παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον , οὐ σε μνὸν· ἀλλὰ ἀσελγείας ἔμπλεω, διὰ φόβον τοῦ προσ τάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τ ῆ, χώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησ σκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κα τὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρ τύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· κ αὶ μήτοι θαυμάσης· μηδὲ μακρὰν πίστεως νομί σης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότε ρον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέ ας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι· δογματίζουσιν ἐν θεοῖς εἶναι καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζου σιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδρα γαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπεξου σίας ἔχοντες τὸ θεοποιεῖν· αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων τοῦ κρινο μένου ἐξ ανάγκης ἄρχει· καὶ ὁ διδοὺς πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν, ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐ τοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγι γνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων· καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δημήτρα καὶ ἀθηνᾶ καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διατα γαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετά ξαντο· οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναν τιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες· οὓς διετάξαντο προτιμῶσι· καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κα τέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβά νειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν, παρὰ θησέως διαταγεῖσαι ὡς προ ειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις· ἴσις καὶ κόρη καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλ λων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά· πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτα τ α καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤ λεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους καὶ ταύτας δι ὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαν τες καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ με τὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλο τιμίαν θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐ θρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς· ἀλλὰ μη δ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκέτ’ εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶν τες παραμυθῶνται· τούτοις ὅμως οἱ ἄφρονες ὡς θε οῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις περι τιθέασιν. ἐν γοῦν αἰγύπτω εἰ σέ τι καὶ νῦν ὁ περὶ ὀσίρε ω ς καὶ ὤρου καὶ τύφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀ πωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολ λὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανοηθεὶς ὁ πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων. ταύτας δὲ κ αὶ τὰς τοιαύτας τῆς εἰδ ωλ ομανίας εὑρέσεις· ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ, λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, οὔτε ση(μειωτέον) περὶ τῆς εὑρέσεως τῶν γλυπτῶν· γὰρ ἦν ἀπ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμε νος πατήρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον νῦν ὡς ζῶντα ἐτίμησε καὶ παρέ δωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος· ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν· τὴν πόρ ρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετι μημένου βασιλέως ἐποίησαν ἵνα τὸν ἀπόντα, ὡς πα ρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας· καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέ ψατο φιλ οτ ιμία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βουλόμε νος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔ χαρι τῆς ἐργασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίω εἰς ἔνε δρον· ὅτι ἢ συμφορᾶ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοι νώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν. τοιαύ τ ης τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῆ γραφῆ· παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦ τον ἔξωθεν ὅσον ἀφ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβάνοντας. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λ εγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτω θεν ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐ κ εἶναι αὐτοὺς θεοὺς· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχί στους γεγονότας· οἶον γὰρ οἷόν ἐστιν ἰδεῖν· τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷ όν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν γανυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδι ότα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀ χθόμενον ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος καὶ βουλόμενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνάμενον καὶ ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς καὶ τοῦ ἑκατονταχείρου αἰγαί ωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναι ξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πά λιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβου λὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμευόμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον, τοῦτον ὑπονοεῖν θεὸν θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μηδὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπου σι ποιεῖν, ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λῆδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν· καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώ πην καὶ δανάην· καὶ ἀντιόπην παρανομίαν καὶ φθορὰν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν· καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐ κ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτω· ὅτι μὴ μόνον ἐμοί χευσεν· ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐ τῶ παῖδας θε οπ οιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασί αν κατασκευάζων· ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς· καὶ διόσκουροι καὶ ἑρμῆς καὶ περσεὺς καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώ ων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν. τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, τὴν ἥραν καὶ τὸν ὑποχθόνιον ὃν καλοῦ σι θεὸν θν ἀϊδωνέα· καὶ διόνυσον μὲν, ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θε ούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀνους , ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας· ἢ, τοὺς τρωθέντας θαυμάσειεν· ἢ, τίς ἰδὼν τὴν ἄ ρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον, δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ κα ταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ, τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μ έθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡ δονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔ ρωτας· καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ δι ελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυ τῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδει κνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις, τοὺς ἀπατωμέ νους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασ κάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδ ελφαῖς αὐτοὶ οὐκ ἐπιμισγόμενοι, τοὺς τοῦτο ποι ήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους, θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπου σιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσ κ υνοῦντες λίθοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγο ν υ εἰς χρῆσιν εἶχον ταῦ τα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶν τες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς ἀλ λὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπειδἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη· λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαν τος αὐτοὺς ἀγοράσαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλ μ ατοποιὸς ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργά σατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλί γου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην, θε οὺς προσαγορεύει. ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τ ὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑ π’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε. πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τε χ νίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημέ να· ὅτι τὲ καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισά μενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτι μάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα, προσ κυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοι εν τῆς καθημέραν ἐπιμελείας, πάντως τῶ χρόνω δι ὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι. καὶ ἀκούοντες αὐτοὶ· τοῖς μὴ ἀκού ουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄν τες οἱ ἄνθρωποι ἄνοι , τοὺς μηδ’ ὅλως κινουμένους· ἀλλὰ καὶ ἀψύ χους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυ μαστόν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μήτοι νομίσης, τ αῦτά με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείτ των δὲ μαρτυρία περὶ τούτων ἐστὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χει ρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκ ό ού σον ται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφραθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπα τήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά. οὐδὲ προ φητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεὸν θν · καὶ γλύφοντες πάντες μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσθυνθήτωσαν ἅμα· ὅτι ὤ ξυνε τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτὸ· καὶ ἐν τερέτρω ἐρύθμισεν αὐτὸ· καὶ ἔστησεν αὐ τὸ τῶ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξά μενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐ ρύθμισεν αὐτὸ. καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀν δρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκω· ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· ὃ ἐφύτευσεν ὁ κύριος κς · καὶ ὑ ετὸς ἐμήκυνεν ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀ π’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες, ἔπεψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσε κύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνε πλήσθη· καὶ θερμανθεὶς, εἶπεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν, προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι· ὅτι ἀπημαυ ρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρ δία αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῆ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίη σε· καὶ προσκυνοῦσιν αὐτό· γνῶτε ὅτι σποδὸς ἡ καρ δία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν. ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δε ξιᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· καὶ π αρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι· ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχό μενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχή ματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον, ὑ πέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰ σθομένων τῶν εἰδώλων· εἰ μὴ τὰ σύμβολα τῶν αἰσθή σεων· οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖ ρας καὶ στόμα· εἶχον ἀκινήτως κείμενα· πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν καὶ τῶν αἰσθητῶν ἀν τίληψιν· νῦν δὲ ἔχοντες οὐκ ἔχουσι· καὶ στήκοντες, οὐ στήκουσι· καὶ καθεζόμενοι, οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέ λησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γὰρ γνώ ρισμα μηδὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μό νον ἀνθρώπου ἀνου τέχνη φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις· ποι ηταὶ λέγω καὶ συγγραφεῖς· ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας, ἀναγεγραφήκεισαν. ἠδύναντο γὰρ καὶ μόνω τῶ τῆς θεότητος ὀνόματι, τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων· καὶ ζηλ οτ υπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο, ἢ ἑαυτοὺς ἐλέγχου σιν· ὅτι οὐ μόνον οὐ περὶ θεὸν θν θεοῦ θῦ διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων, μυθολογοῦσιν. ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσ σ εβεῖς, ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων, εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς, ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται. εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐ στι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ, ἡ πε ρὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασι, καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεύς· οὐδὲ κρόνος· οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ πρὸς ἀπάτην τῶν ἀκουόντων πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄν τας αὐτοὺς θρησκεύουσιν· ἢ, ἴσως γὰρ ἂν πάλιν φή σωσι· τὰ μὲν ὀνόματα οὐ πλάττονται τὰς δὲ πρά ξεις ψεύδονται κατ’ αὐτῶν, ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧ ττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαν το· ἢ, εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξανάγκης· ἄλλως τε· οἱ εἶ ναι τούτους θεοὺς μυθολογήσαντες, ἴσασιν ἀληθῶς κ αὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῶ ὕδατι τίς ἀναθήσει· τὸ μὲν, γὰρ καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν. εἰ μὲν οὖν αἱ πρά ξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐ ργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ καὶ ἀνθρώπων ἀνων οὐ καλῶν, τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πρά ξαντες καὶ οὐ θεοί· καταλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνερ γείας ὁ πράξας μαρτυρηθῆ· καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῆ. ὥσπερ οὖν εἴ τις δ ιαλεγόμενος περὶ ὕδατος καὶ πυρός· καὶ τὰς τού των ἐνεργείας ἀπαγγέλλων οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διη γεῖτο ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι· ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως· οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώ τατος ποιητὴς· εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν δία· καὶ τοὺς ἄλλους· τοιαύτας αὐτοῖς περιέθηκαν πρά ξεις· αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μᾶλ λον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους ἀνους , οὐ σώφρονας· ἢ, εἰ ἐψεύ σαντο ὡς ποιηταὶ, καὶ σὺ ύ ων καταψεύδη, διατί μὴ καὶ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀν τὶ μὲν ἀνδρείας ἀσθένειαν· ἀντὶ δὲ ἀσθενείας ἀν δρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτως καὶ τοῦ μὲν ἀχιλλέως ἀναν δρίαν καταψεύσασθαι τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως, ἀσυνεσίαν διαβα λεῖν· τοῦ δὲ νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος γυναικείας πράξεις· τῆς δὲ ἑκάβης ἀνδρεῖαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐ φοβήθησαν καταψεύδεσθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐ τῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πρά ξεσι, ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον· καὶ ἐν οὐρανῶ οὐνῶ βα σιλεύοντα λέγωσι τὸν δία, οὐ πλάττονται, ἀλλ’ ἀ ληθεύοντες λέγουσι· τοῦτον δὲ, οὐ μόνος ἐγὼ· ἀλ λὰ καὶ πᾶς ὅστις ἐλέγξειεν κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν. ἡ ἀ λήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πρά ξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται, θεούς. τί οὖν ἀπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώ μια ψευδῆ καὶ κεχαρισμένα τυγχάνειν· αἱ δὲ πρά ξεις ἀληθεύονται κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰ, καὶ κατηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλ λον οἷς εἰσιν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῇ τού των ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπι κρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ δ υσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγο μένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προ σῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα ἀνινα · ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις ἀνινοις αὐτῶν ἐλαττώμασι, τὰς θεοῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι. κ αὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προση γορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς ἀλλ’ ἀνθρώποις ἀνοις θνη τοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσε βὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τού των ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τού των πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τ ίς οὖν ἀπολογία, τίς ἀπόδειξις, περὶ τοῦ εἶναι τού τους θεοὺς γένοιτ’ ἂν, τοῖς ἐν τούτοις δεισιδαιμονοῦ σιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῶ πρότερον, ἀν θρώπους αὐτούς καὶ ἀνθρώπους ἀνους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται καὶ μέ γα φρονήσουσιν ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῶ βίω χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡ γεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται, πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ, τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν χαλκευ τικήν· ἀθηνᾶ δὲ τὴν ὑφαντικήν· καὶ ἀπόλλων μὲν τὴν μουσικήν· ἄρτεμις δὲ, τὴν κυνηγετικήν καὶ ἥρα στο λισμόν· δήμητρα δὲ γεωργίαν· καὶ ἄλλοι ἄλλας ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο. ἀλλὰ ταύτας καὶ τ ὰς τοιαύτας ἐπιστήμας οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι· ἀλλὰ τῆ κοινῆ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τ έχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν, εἰ τῆ ἀνθρωπίνη ἀνίνη διανοία· καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέπον τες· καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν. ἢ, εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς α ὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς, θεοὺς ἀναγορεύειν. καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· γράμματα μὲν γὰρ, ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡ ση(μειωτέον) περὶ τεχνῶν ρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν ζήνων ὁ ἐλε άτης· ῥητορικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν λυκοῦργος ὁ σπαρτιά της καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια, παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῶ βίω τῶν ἀν θρώπων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἱστορη σάντων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποι οῦσι· καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ’ αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς θεοῦ θῦ τιμῆς ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουσιν, ἀκόλουθον καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους μηδὲ ὀνο μάζεσθαι θεοὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν· ὅτι μηδὲ σεμνοὶ γεγόνα σιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς οὐ δὲν ἕτερον ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ, τὴν ἀρρένων καὶ γυναικῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀ λόγων ὄντων τὴν φύσιν πετεινῶν παντοίων· τετρα πόδων ἡμέρων τε καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλαττα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέ ρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πε σόντες οἱ ἄνθρωποι ἄνοι · καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας ὡς ἐν τούτοις τοῖς ἀλό γοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων τὲ γὰρ εἰκόνες καὶ ἑρπετῶν εἰσι παρ’ αὐτοῖς καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ · ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου · καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας προ παθόντες γὰρ τὴν ψυχὴν ταῖς ἡδονῶν ἀλογίαις ὡς προεῖπον ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παραδοθέντες ἐν τῶ ἀποστρα φῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπι στήμονες ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶ ναι καὶ ἀλόγων μορφὰς καὶ τύπους· τοὺς φαινο μένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ λέγουσι· διὰ τοῦτο αὐτοὺς ἔχειν· ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι· ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώ τεροι· καὶ βαθύτερα λέγειν νομίζοντες, φασὶ· διὰ τοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι πρὸς ἐπί κλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζωσιν αὐ τοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας· τ αῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολο γοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐ πιμελείας, εὑρήσει τοῦτον οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ’ ἀληθεία κρινούση. πῶς ἀ ποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐ τοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεόν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν συγκλείοντες ἕνα λίθον ἢ ξύλον· ἢ χρυσοῦ μέρος πάσης τῆς γῆς πε πληρωμένης τῆς τούτων οὐσίας. εἰ δὲ ἡ ἐπικει μένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσι μορφαὶ τὰ γλύμματα· τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπε φαίνετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσε δοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐρ γάζονται· τὰ γὰρ φύσει ζῶα τετράποδά τε καὶ πε τεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφό μενοι· ἢ διὰ τὴν ἀγριότητα· ἢ διὰ τὴν ῥυπαρίαν· ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῶ γλύψαντες, θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλ λον τὰ ζῶντα θρησκεύειν, ἢ τοὺς τούτων τύπους ἐν τούτοις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐ δὲν οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη· ἀρτία τῆς θεοῦ θῦ παρου σίας ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὕτη τυγχά νουσα. ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γ λύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης· οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς θς · καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσ θαι· ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυ τ έρας δῆθεν ἀπολογίας· καὶ ταῦτα ἄν τις ἀ κολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφά νειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλμα τα δι’ ὧν ἐπικαλεῖσθε τὰς δυνάμεις κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε. χ άριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλήψεως γλύφοντες τὰς μορ φὰς ὡς φατὲ· αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγο ρίαν, αὐτοῖς τοῖς γλύμμασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγές· ὁμολογοῦντες γαρ ὑπεραί ρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμι κρότητος· καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐ τῶν τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες, οὗ, τὴν παρουσίαν ἐφοβή θητε τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύ λοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματά εἰσιν ὑμῖν ταῦτα, ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θν θεωρίας οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι τις τὸ β ασιλέως ὄνομα· ἀκινδύνως ἔχει τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος, θάνατον μὲν ἔχει τὴν ζη μίαν· τὸ δὲ γράμμα τῆ τοῦ γράψαντος ἐπιστήμη τετύ πωται· οὕτως καὶ ὑμεῖς εἴπερ ἐρρωμένον εἴχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θειότητος γνώ ρισμα, εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν· καὶ διὰ τοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀ λλὰ γοὖν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα φημὶ δὴ πάλιν τὸν τεχνίτην· πολλῶ πλέον ἔδει θεοποιηθῆ ναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλη σιν ἐξέσθη καὶ τετύπωται. εἰ τοίνυν τὰ γράμματα θ αύματος εἰσὶν ἄξια, πολλῶ πλέον ὁ γράψας ὑπεραί ρει τῶ θαύματι διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐ πιστήμην· οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας· τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς, παρ’ αὐτῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον διὰ τοῦτο οὕτως τε τ ύπωται, διατί καὶ ἀλόγων αὐτῶ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λο γικῶν αὐτῶ περιτιθέασι γλυφάς. εἰ δὲ τὸ συναμφό τερόν ἐστι· καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν θν · ὅτι τὲ ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύ φουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσμα τα· ἡ σκύλλα· καὶ χάρυβδις καὶ ὁ ἱπποκένταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄνουβις. ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς· ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κα τ’ αὐτῶν· καὶ πάλιν· εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορ φαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους· εἰ δὲ θηλυκῶν εἰσι· διατί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδον ται τὰς μορφάς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔ δει μὴ διαιρεῖσθαι· ἀλλ’ ἀμφότερα συνάπτεσθαι· καὶ γί νεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν· ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχη· καὶ ὅ λως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν· ὥσ τε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας· καὶ πάλιν αὐχέ να καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῶ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέ βειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς· ὥσ τε τοιαῦτα ὑπονοεῖν περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῶ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πάλιν ἐξ ὅλου φθεί ρεσθαι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ θῦ · ἀλλὰ μ ᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν. ὁ μὲν γὰρ θεὸς θς , ἀσώ ματός ἐστὶ καὶ ἄφθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰσο τιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰ σὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας· ὥσ περ καὶ πρότερον εἴρηται· πολλάκις γοὖν ὁρῶμεν ἀνα καινομένους τοὺς παλαιωθέντας· καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς· ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ὧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνου σι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέ χναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑ αυτῶν χρείας ἀξιοῦσιν ἀποπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας, οὐκ αἰσσχύνονται καλοῦντες· ο ὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα κα ταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐ τῶν ἐστιν· ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνη κυριωτέρους· ἵνα ἢ τὸν θεὸν θν θαρρήση προσκυνῶν· ἤ ὥς φασὶν ἐν αὐτοῖς μὴ διστάζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστον ἐστὶν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ, ὅπου καὶ μία χώ ρα καὶ μία πόλις περὶ αὐτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας· φοίνικες γοὖν, τοὺς π αρ’ αἰγυπτίοις οὐκ ἴσασι λεγομένους θεούς· οὐδὲ αἰγύ πτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνοῦσιν εἴδωλα· καὶ σκύθαι μὲν τοὺς περσῶν· πέρσαι δὲ, τοὺς σύρων οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ πελασγοὶ μὲν τοὺς ἐν θράκη θεοὺς διαβάλλουσι· θράκες δὲ τοὺς παρὰ θη βαίων οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατὰ ἀρράβων· καὶ ἄρ ραβες κατ’ αἰθιόπων· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν, τὰ κιλίκων οὐ σέ βουσι· καππαδοκῶν δὲ τὸ γένος, ἄλλους παρὰ τούτους ὀνομάζουσι θεούς· καὶ βιθυνοὶ μὲν, ἑτέρους· ἁρμένιοι δὲ, ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι πολλῶν· ἠπειρῶται παρὰ τοῖς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει· καὶ μόνους εἶναι τούτους νομίζει θεούς. περὶ γὰρ τῶν ἐ ν αἰγύπτω μυσαρῶν, οὐδὲ λέγειν ἐστί· πᾶσιν ἐπ’ ὀφθαλ μῶν ὄντων, ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτό νων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίον τὰ ἐναν τία σέβειν. ὁ γοὖν παρ’ ἑτέροις προσκυνούμενος ὡ ς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέ λυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θς θρη σκευόμενος τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρη σκεύουσιν, ἀλλὰ καὶ εὑρόντες, ἀποκτένουσιν ὡς θηρί ον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθῦς, οὗτος ἐν ἄλ λω ἀλίσκεται· ὅθεν δὴ πόλεμοι καὶ στάσεις· καὶ πᾶ σα φόνων πρόφασις· καὶ πᾶσα τῶν παθῶν ἡδονὴ, πα ρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν, ὅτι ὡς οἱ ἱστορήσαν τες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόν τες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεοὺς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρη σκεύουσι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέν των ἐθνῶν, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία. καὶ ο ὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον· τὸν πάντων σωτῆρα σρα χριστὸν χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην. καὶ ὥσπερ ο ἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενό μενοι τόποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδοὺς καὶ τοὺς μὲν παρόντας οὐχ’ ὁρῶσι· τοὺς δὲ μὴ ὄν τας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστραφέν τες καὶ σκοτισθέντες τὴν ψυχὴν· ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαν τάζονται· ταῦτα δὲ, οὐ μικρὸς ἔλεγχός ἐστι· τῆς ἀλη θῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολ λῶν κατὰ πόλιν καὶ χώραν θεῶν καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν θν , οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ, τ ῶν παρ’ ἄλλοις λεγομένων θεῶν, γίγνονται θυσίαι καὶ σπον δαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰσὶ θεοί. αἰ γύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα, σέβουσι· καὶ τού τους ἄλλοι τῶ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες πρόβατον ὃ καλοῦ σιν ἄμμωνα· θεὸν θν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων ε ἰς θυσίαν σφάζεται. ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρή νας καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτε τιμήκασι· καὶ θεοὺς ἀναγορεύουσι. καὶ ὅμως ἄλλοι καὶ α ὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι, τοὺς τῶν ἄλ λων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σχεδὸν δὲ π ᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θε ῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα θεοποι οῦσιν. ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παρα φ ροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν· καὶ θυσίας προσάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες· ὅτι τὰ σφαγιαζόμενα θύματα, ἀρχέτυπά εἰσι τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσκυ νουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις· ἢ μᾶλλον τὰ κρείτ τονα τοῖς ἐλάττοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σ κύθαι γὰρ οἱ καλούμενοι ταύρειοι· τῆ παρ’ αὐτοῖς παρ θένω καλουμένη τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λά βωσι τῶν ἑλλήνων, εἰς θυσίας ἀναφέρουσι· τοσοῦ τον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων · καὶ οὕ τως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τὴν ὡμότητα, ὅ τι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ, κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν, τῆ ἑαυτῶν θηριώδει ψυχῆ κατακρύπτουσιν. ἄλλοι δὲ τ ῶ ἄρει· ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας καὶ ἀφ’ ἑκάστης ἕνα λαμβάνοντες, τοσούτους κατασφάζουσιν, ὅσους ἂν κατὰ μίαν ἑ κατοντάδα ἐκλέξωνται· οὐ μόνον δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰ δώλων καὶ δαιμόνων κακίας, τοῦτο τὸ δρᾶμα· καὶ γὰρ καὶ αἰγύπτιοι ἔθυον μὲν πάλαι τῆ ἥρα τοιαῦτα σφάγια· φ οίνικες δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν κα λούμενον λατιάριον δία, ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμι αίνοντο· ἐμιαίνοντο μὲν, αὐτοὶ δρῶντες τὰ φο νικά· ἐμίαινον δὲ, τοὺς ἑαυτῶν ναοὺς· τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν. ὁρῶντες γὰρ ἐν τούτοις τ οὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας· εὐθέως καὶ αὐ τοὶ τοῖς τοιούτοις πλημμελήμασι· τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρθωμα, τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν· ἔνθεν ἀνδροφονίαις· καὶ τεκνοκτονίαις καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πό λις, πάσης ἀσελγείας ἐστὶ μεστὴ· δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γιγνομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις· εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀ σελγεία μαρτυρούμενος. γυναῖκες γοὖν ἐν εἰδώ λ οις τῆς φοινίκης πάλαι προεκαθέζοντο· ἀπαρχό μεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν μισθαρνίαν· νομίζου σαι τῆ πορνεία τὴν θεὸν θν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων. ἄνδρες δ ὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μηκέτ’ εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῆ μητρὶ μρι τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλ λῶνται καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦ λος· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παραφύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύ θησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· ταῦ τα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐ λέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς, τοιοῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθο ρίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεως, τοὺς φό νους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν· ἃ οἱ νόμοι μὲν κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέ φεται· ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς, τοὺς τ ὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλο γωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων, ἆ ρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους , καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους· καὶ τῶν ἀψύ χων ἀψυχοτέρους οἰκτείρειν, εἰ γὰρ ἐλογίζοντο τῆς ἑ αυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπεπτώ κεισαν ὅλοι πρηνεῖς· καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεόν θν . ἄλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων κ αὶ περὶ τὴν κτίσιν ἐπτοημένοι· δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσον ται καὶ αὐτοι ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται, τὴν πρὸς τὸν κόσ μον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ, οὐχ’ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων πτηνῶν τὲ καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν· καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶ σιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχά νει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τὸ τὰ μὲν, ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξιον οὖν κ αὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρ κεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι· καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν· καὶ δημιουργὸν θεὸν θν · τὸν καὶ ταύ της καὶ τοῦ παντὸς βασιλεύοντα τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν, οἱ δοκισίσοφοι· τὴν δὲ πα ρ’ αὐτοῦ γενομένην κτίσιν, προσκυνοῦσι καὶ θεοποιοῦσι· καί τοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν· ὃν ἐκεῖ νοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύ της μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυσω πήση ἂν καλῶς αὐτοὺς, ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία. γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν καὶ ποιη τὴν τὸν τοῦ λόγου πατέρα πρα · τῆ ἀναντιρρήτω προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησὶν καὶ ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς· ἀλλὰ καὶ λίαν ἐναργής ἐστι· τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι· καὶ ἕκαστον ἰδία νοήσει· οἷον ἥλιον καθ’ ἑ αυτὸν μόνον· καὶ σελήνην χωρὶς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς· ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμε νον ἑαυτῶ· ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνιστάμενα. ἥλιος μ ὲν γὰρ τῶ σύμπαντι οὐρανῶ οὐνῶ συμπεριφέρεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας, οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσι τὴν παρὰ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν. γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑε τ ῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οὐδὲ ὑετοὶ χω ρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ· ὅ, τε ἀὴρ οὐχ’ ὑφ’ ἑαυτοῦ ἀλλ’ ὑπὸ μὲν τοῦ αἰ θέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ· οὐκ ἄνευ τῆς γῆς συστήσονται ποτέ· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐ πὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντὸς· ἥ τε θάλασσα· καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς, ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται· ὅποι δὰν αὐ τὸν ἡ τῶν ἀνέμων προσρήση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι· οὐκ ἐν ἑαυτοῖς· ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως· καὶ θερμό τητος ἐν αὐτῶ τῶ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συ ν έστηκεν ἡ τῶν σωμάτων φύσις τὴν θερμὴν λέγω καὶ τὴν ψυ χρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν· τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίσταται· διαιρούμενα δὲ καὶ καθ’ αὑτὰ γινόμε να, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα· κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν, ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνε ται. πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ’ ἑτέ ρ ων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προ σῆκεν, καὶ αὐτῶν ἀπαιτούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶ μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ καὶ ἐν αὐτῶ τὰ πάν τα συστήκειν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄν τα τοιαῦτα ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας ἀνα γορεύειν ἄξιον θεούς. ἀλλ’ ἴσως διαιρούμενα μὲν καὶ κα θ ’ ἑαυτὰ λαμβανόμενα ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνο μολογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶ μα· τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου· οὐκέτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῶ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὐτάρκες γενήσεται πρὸς πάντα· λέξουσιν οἱ δοκισίσοφοι· ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν. ο ὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀπο δείξει· εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν· τὸ ὅλον ἀνα πληροῖ καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα, ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρη τυγχά νει· τοῦτο δὲ τῶν περὶ θεοῦ θῦ ἐννοιῶν, πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεὸς θς ὅλον ἐστὶ καὶ οὐ μέρει· καὶ οὐκ ἐκ δια φόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν· κατὰ τοῦ θεί ου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συ νέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐ τῶν λόγου. τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρω π είου σώματος ἰδὼν, καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλ μὸς οὐκ ἔστιν ἀκοὴ· οὐδὲ ἡ ἀκοὴ χείρ· οὐδὲ ἡ γαστήρ ἐστι στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι ποὺς· ἀλλ’ ἕκαστον τού των ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφό ρων ὄντων, ἓν συνίσταται σῶμα, συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέ λη ὡς ὁ προστάξας θεὸς θς βούλεται, οὕτως· συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτί σεως συνάπτοντες· εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύσουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῶ εἶναι ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν. καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐ λέγξειε τὴν ἀθεότητα· κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι καὶ ἀόρατος καὶ ἄψαυστος τῆ φύ σει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι· καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς· καὶ ὧν ψαύομεν τῆ χειρὶ θρησκεύουσι τῆ θεοῦ θῦ τιμῆ· καὶ πάλιν· εἰ ὁ περὶ θεοῦ θῦ κρατεῖ λόγος· δυνατὸν α ὐτὸν εἶναι κατὰ πάντα· καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν· αὐ τὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν· πῶς οἱ τὴν κτί σιν θεοποιοῦντες οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοι ο ύτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν· ὁ ἥλιος· ἐπικρύπτει τῆ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν, ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑ περβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρ χεσθαι. εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλ λ ήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλή λοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἀποτε λεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν, ἶσον ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν καὶ πάντα παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα, καὶ ἔαρ καὶ μετόπωρον· ἀπαραλλάκτως καὶ κατὰ τοαυτὸ συ νίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίσ γεσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνε νεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς, ἐν ταὐτῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐ ξ αὐτῶν ὑπέμεινε θεῶν ὄντων κατ’ αὐτοὺς· καὶ μηδὲν ἐπὶ βλάβη· ἐπ’ ὠφελεία δὲ μᾶλλον πάντα ποιούντων. ε ἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐ ναντιότητα, πῶς οἷον τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι, ἔτι θεοὺς ὀνομάζειν, ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς, τὰ δὲ πρὸς ἑαυ τὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομέ νοις εἰρήνην παρέχοιεν· καὶ ὁμονοίας αὐτοῖς γένοιντο, πρύτανις. οὔτε οὖν ἥλιος εἰκότως· οὔτε σελήνη· οὔ τ ε ἄλλό τι μέρος τῆς κτίσεως· πολλῶ δὲ πλέον· οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῶ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι· ζεὺς καὶ ἀπόλ λων καὶ οἱ ἄλλοι· εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη· τῆς κτίσεώς ἐστι· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ, μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία· οὐκ εὐσεβείας ἀλλὰ ἀ θεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ με γάλης πλάνης ἔλεγχος ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα ὅτε τ οίνυν ταῦθ’ οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλ λησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστὴ καὶ οὐκ ἐπ’ ὠφελεία ἀλλ ἐπ’ ἀπωλεία τῶ βίω τῶν ἀνθρώπων ἀνων εἰσα χθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο· τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δη μιουργὸν τοῦ παντὸς τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλ ληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μ ὲν προειρημένα, οὐδὲν ἕτερον ἢ πλάνη τῶ βίω διη λέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄν τα θεὸν θν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ κατάληψιν, οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία· ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδὸς, πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν ἀλλ’ ἐν ἡμῖν ἐστι· καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν. καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σου ἐστίν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βα σιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν· ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμε θα ταχέως νοῆσαι καὶ θεωρῆσαι τὸν τοῦ παντὸς βα σιλέα· τοῦ πατρὸς πρς σωτήριον λόγον· καὶ μὴ προφασιζέσθω σαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες, μὴ δὲ ἄλ λός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων· καὶ διὰ τοῦτο τῆς ἀθεότητος αὐτοῦ πρόφασιν εὑρίσκων· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν· καὶ ἔ χομεν εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκού σας ἡδονὰς τοῦ βίου. καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη α ὕτη φημὶ δὴ τὴν ἑκάστου ψυχὴν, εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσθαι ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο· οὕτως καὶ ψυχὴν ἔχειν παραιτήσονται, οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν, ἀρ νεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν θν · ὅτι μὲν οὖν υχὴν ἕκαστος ἀνθρώπων ἀνων ἔχει καὶ ταύτην λογικὴν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φα νερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι. πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τ οῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄ λογα καλεῖν ἡ φύσις εἴωθεν· ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πά λιν ἐπιλογίζεσθαι καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέ πει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ· κἂν με τὰ ταῦτα τὴν βλάβην ἔχη. ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλε πόμενα ὁρμᾶ· ἀλλὰ τῶ λογισμῶ τὰ διὰ τῶν ὀφθαλ μῶν ὁρώμενα κρίνει· πολλάκις γ’οὖν ὁρμήσας, κε κράτηται τῶ λογισμῶ· καὶ λογισάμενος πάλιν ἐπε λογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν, ὁ τῶν ἀνθρώπων ἀνων νοῦς. διὰ τοῦτο γοῦν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρίνει καὶ ἀναμιμνήσκει· καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι, μόνον τὸ ὁρᾶν· καὶ ὤτων τὸ ἀκούειν· καὶ στόματος, τὸ γεύεσθαι καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἅπτεσθαι δεῖ· καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι οὐκέτι τῶν αἰσθήσεών ἐστιν· ἀλλὰ ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι. ἀμέλει καὶ ξίφους λαβέσθαι δύνα τ αι ἡ χεὶρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα εἰ μὴ ὁ νοῦς διακρίνη· καὶ ἔοικέ γε τὸ τοι οῦτον ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρα καλῶς κατεσκευασμένη· καὶ τῶ ταύτην κρατοῦντι μουσικῶ μετ’ ἐ πιστήμης. ὡς γὰρ αἱ ἐν τῆ λύρα νευραὶ ἑκάστη μὲν ἔχει τ ὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρύν· ἡ δὲ, ὀξύν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀ ξύτονον· ἡ δὲ, ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις· χωρὶς τοῦ ἐπιστήμονος τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ· ὅταν ὁ κατέχων τὴν λύραν, πλήξη τὰς νευρὰς· καὶ ἁρμοδίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῶ σώματι ὡς λύρας ἡρμοσμένων· ὅταν ὁ ἐπιστή μων νοῦς αὐτῶν ἡγεμονεύη, τότε καὶ διακρίνει ἡ ψυχὴ· καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει. τοῦτο δὲ, μόνων ἴδιον ἀνθρώπων ἀνων ἐστὶ· καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ᾧ χρωμέ νη διαλλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὰ φαινόμενα ἐστί· πολλάκις γοὖν κειμέ ν ου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ, θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἡῥεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπα τῶν· καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμε νος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον· ἢ ψυχὴ λογικὴ· ἐν ἧ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος ἄνος καὶ τοῦτο δ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώ ματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας καὶ πολλάκις ἑαυτῶ τὸν θάνατον ὑ πὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώ ματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ἄνος · ὥσ τε τῶν μὲν ἐμποδῶν καταφρονεῖν εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· οὐ τὸ μὲν οὖν σῶμα οὐκ ἂν ἑαυτὸ περὶ ἑ αυτοῦ τοιαῦτα λογίσηται. καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑ α υτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστὶν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν· ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος καὶ γὰρ οὐκ ἔξωθεν· ἀλλ’ ἔνδο θεν αὕτη τῶ σώματι ὡς ὁ μουσικὸς τῆ λύρα ἐνηχεῖ τὰ κρείττονα. πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλ μ ὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν ἀπο στρέφονται· τὰ δὲ, αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖ σαν ἀκουστικὴν, ἀποκλείει τοῦ ἀκούειν, ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικὴν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐ τὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀν τιλαμβάνεσθαι· τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώ ματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται. ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώμα τος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλ λ’ ὑφ’ ἑτέρου ἅγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυ τὸν ὑποζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται διὰ τοῦτο γοὖν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις · τὰ καλὰ μὲν πράττειν· τὴν δὲ κακίαν ἀποστρέφεσθαι τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ καὶ ἄκριτα μένει· ἅτε δὴ τῆς λογικότητος, καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν. εἶναι μ ὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις ἐκ τῶν προειρημένων νο μίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῆ ἐκκλησιαστικῆ διδασκα λία· πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γέ νοιτο δ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα δια λάττειν αὐτήν· εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε πα ρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι· τῶ μὴ εἶναι κατὰ τὸ σῶμα, καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ ἑαυτῆς κι νουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν, ἀποθνήσκει τὸ σῶμα. εἰ μὲν οὖν καὶ α ὐτὴ ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀναχω ροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινουμένη· ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον, ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν· ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τῶ σώματι ἐ πιβέβηκε καὶ συνδέδεται τούτω, οὐ κατὰ τὴν τοῦ σώ ματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου καὶ μὴ κινουμέ νου· ἀλλ’ ὡς ἐν θανάτω κοιμωμένου, αὐτὴ κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ· καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου· μένου σα ἐν τῶ σώματι, τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῆ τοῦ νοῦ θαρροῦσα καθαρότητι· πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεὸς θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν. εἰ γὰρ καὶ συνδεθεῖσα σ ώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύ σεται τοῦ ζῆν· διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θν · διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ· ἐπεὶ, καὶ ἀθάνα τός ἐστι· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος· θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθά νατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῆν. αἱ γὰρ περὶ τῆς ἀ θανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφί ουσι μένουσαι ἐν αὐτῆ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διὰ τοῦ το γοὖν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός· οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατάληψιν· λέ γ ομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο καὶ ἄψυχα σέβουσιν· οὕτως καὶ ψυχὴν οὐκ ἔ χειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφρο σύνης τὴν ἐπιτιμίαν· ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαι μονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι. εἰ δὲ ψυχὴν ἀ ξιοῦσιν ἔχειν· καὶ ἐπὶ τῶ λογικῶ μέγα φρονοῦσιν εἰκότως τοῦτο ποιοῦντες, διατί ὡς μὴ ἔχοντες ψυχὴν παραλόγον τολμῶσι· καὶ οὐχ’ ἃ δεῖ φρονεῖν φρονοῦσιν· ἀλλὰ κρείτ τονας καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔχον τες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλε πομένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἢ διατί ὥσ περ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ , οὕτως οὐ καταφεύ γουσι πάλιν πρὸς αὐτόν· δύνανται γάρ ὥσπερ ἀ πεστράφησαν τῆ διανοία τὸν θεὸν θν , καὶ τὰ οὐκ ὄντα ἀ νεπλάσαντο εἰς θεοὺς; οὕτως ἀναβῆναι τῶ νῶ τῆς τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεὸν θν . ἐπιστρέ ψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψονται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῆ ψυχῆ· καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῆ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον καθ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι. κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται· καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσω μεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν. ὅ θ εν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁ μαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται, καὶ μόνον τὸ κα τ’ εἰκόνα καθαρὸν φυλάττει· εἰκότως διαλαμπρυνθέν τος τούτου, ὡς ἐν κατόπτρω θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα · οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ πα ρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν· καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον· ἀλλ’ ἔστι πάλιν καὶ απὸ τῶν φαινομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλα βεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν ἐπειδὴ ἀόρατος καὶ ἀκατά ληπτός ἐστι τὴν φύσιν· ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑ πάρχων· καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῶ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι τὸν δὲ, ἀγέννητον· τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσ μησε τῶ ἑαυτοῦ λόγω ὁ θεὸς θς · ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσ κεται. καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φι δ ίου· ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας· ἐμφαίνειν καὶ μὴ παρόντα φιδίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως, τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρεῖται· οὐ γὰρ κατε χρήσατο τῆ ἀοράτω φύσει αὐτοῦ ὁ θεὸς θς μή τις τοῦτο προ φασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀν θρώποις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν· ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῆ φύσει, ὅμως ση(μειωτέον) ἐκ τῶν ἔργων γινώσκεσθαι καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημί· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν εἷς ἐστιν ὁ παῦλος· ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρα τα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμε να καθορᾶται· λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάν τα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενε αῖς, εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐ τῶν· καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας αὐτῶν. τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρό μον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων, τὰς θέσεις καὶ τὰς περιπολήσεις ἐναντίας μὲν καὶ διαφόρους γι γνομένας· ἐν δὲ τῆ διαφορᾶ ὁμοίαν τὴν τάξιν παρὰ πάν των ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυ τὰ, ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής. τίς δὲ ὁ ρῶν ἥλιον μὲν ἀνατέλλοντα μεθ’ ἡμέραν· σελήνην δὲ φαί νουσαν κατὰ νύκτα καὶ φθίνουσαν καὶ πληρουμένην ἀ παραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἶσον πάντως ἀριθ μόν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα· καὶ ποικίλως ἐναλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμε να οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός. τίς ὁρῶν τὰ ἐναντία τῆ φύσει· σ υνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον· τίς ἰ ν πῦρ ψυχρῶ· καὶ ξηρὸν ὑγρῶ κεκραμμένον καὶ ταῦ τα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦν τα ὡς ἐξ ἑνὸς τὸ σῶμα· οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων, τὸν ταῦτα συνάψαντα. τίς ἰδὼν χειμῶνα· π αραχωροῦντι ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρω· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῆ φύσει· τὸ μὲν, γὰρ ψύχει τὸ δὲ, καίει· τὸ δὲ, τρέφει· τὸ δὲ, φθίνει· ὅμως τὰ πάν τα, ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστι τις κρείττων τούτων ὁ τὴν ἰσό τητα παρέχων πᾶσι· καὶ κυβερνῶν τὰ πάντα κἂν μὴ βλέπη τοῦτον. τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑπο β ασταζομένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δε θεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δή σαντος καὶ προστάξαντος γενέσθαι. ἢ, τίς ὁρῶν αὐ τ ὴν τὴν γῆν βαρυτάτην οὖσαν τῆ φύσει, ἐπὶ τὸ ὕδωρ ἑ δρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον· οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμε νον· καὶ ποιήσαντα θεόν θν . τίς ἰδὼν τὴν κατὰ καιρὸν τ ῆς γῆς καρποφορίαν καὶ οὐρανό οὐνό θεν ὑετοὺς· καὶ ποταμῶν ἐ πιρροίας καὶ πηγῶν ἀναβλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονὰς καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως, τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελου μένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη, ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμησαμένη καὶ διέπουσα ὡς ἂν αὐτῆ δο κῆ μένουσα καλῶς. αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ ἂν σ υσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστίν· αἱ δὲ νεφέλαι, κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύ τερον ὕδωρ, ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ π άλιν· ἡ μὲν γῆ βαρυτάτη ἐστί· τὸ δ’ αὖ πάλιν ὕδωρ κουφό τερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βα ρύτερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνη τ ος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν, οὐ ταὐτόν ἐστι τῶ θήλει· καὶ ὅμως εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρ ἀποτελεῖται γέ νεσις· τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι· τὸ ψυχρὸν τ ῶ θερμῶ ἐναντίον ἐστί· καὶ τὸ ὑγρὸν τῶ ξηρῶ μάχεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐ ξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦ σιν. οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῆ φύσει ἑαυ τ ὰ συνήγαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούον τα, εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν, ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συν δήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν, ὄντα ἐναντία· τῆ δὲ τοῦ κυβερνῶν τος βουλήσει, φιλιάζοντα. ἐπεὶ, εἰ μὴ κρείττονι προσ τ άξει ἐγεγόνει τούτων μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῶ ἐλαφρῶ· ἢ τὸ ξηρὸν τῶ ὑγρῶ· ἢ τὸ περιφερὲς τῶ ὀρ θῶ· ἢ τὸ πῦρ τῶ ψυχρῶ· ἢ ὅλως ἡ θάλαττα τῆ γῆ· ἢ ὁ ἥλιος τῆ σελήνη· ἢ τὰ ἄστρα τῶ οὐρανῶ οὐνῶ καὶ ὁ ἀὴρ ταῖς νε φέλαις ἐμίγη καὶ συνῆλθεν· ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίγνεσθαι πρὸς αὐτά· τοῦ μὲν, καίοντος τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος, κάτω· τοῦ δὲ κούφου, ἐκ τῶν ἐ ναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα ἐστα σίασαν ἂν πρὸς ἑαυτὰ· ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ οὐκ ἂν παρε χώρησε τῆ ἡμέρα· ἀλλ’ ἔμενε πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. τούτων δὲ γιγνομένων, λ οιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν, ἀλλὰ ἀσύστατον τὸ ὅλον· οὐκέτι μέτρα· ἀλλὰ ἀμετρίαν· τῆ γὰρ ἑκάστου στάσει καὶ μάχη ἢ πάντα ἀνῃροῦντο, ἢ τὸ κρατοῦν μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν, τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενόμενον καὶ λει πόμενον τῆ τῶν ἄλλων χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποὺς καὶ μόνη χεὶρ ἀπομείνα σα οὐκ ἂν ἔσωσεν ἐν ἄλλω τὴν τοῦ σώματος δόξαν. ποῖος γ ὰρ κόσμος ἦν εἰ μόνον ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη πε ριεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς · χωρὶς τῶν ἄ στρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλαττα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο. πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη· ἢ ὅλως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων· καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρ κεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ συνέστη τί τῶν ὅλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δο κοῦν κρατεῖν ἠδυνήθη ἂν συστῆναι· χωρὶς τῆς τῶν ἄλ λων ἐπικουρίας οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν ο ὐκ’ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῶ παντὶ· καὶ οὐκ ἀμε τρία ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις· ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συ σφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἀν μὴ γὰρ τοῖς ὀφθαλμοῖς ὁρᾶται· ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασι λέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων σ υνεστῶσαν· μικρῶν καὶ μεγάλων· καὶ λουσίων αὖ καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ ν ωτέρων· καὶ ἀρ ρένων καὶ θηλειῶν εἰ θεωρήσαιμε υτάκτως οἰκου μένην· καὶ τοὺς ἐν αὐτῆ διαφόρους ὲν ὄντας ὁμο νοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν μήτε τοὺς νέους κατὰ τῶν γερόντων γιγνομέ νους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύον τας· εἰ ταῦτα βλέποιμεν· πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία, τὴν ὁμόνοιαν πρυτανεύει· κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῶ σώματι τῶν μελῶν πρὸς ἑ αυτὰ συμφωνίαν ὁρῶντες· ὅτι οὐ μάχεται ὁ ὀφθαλ μὸς τῆ ἀκοῆ· οὐδὲ ἡ χεὶρ τῶ ποδι στασιάζει· ἀλλ’ ἕ καστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐν νοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῶ σώμα τι· τὴν τούτων ἡγεμονεύουσαν κἂν μὴ βλέπωμεν αὐτήν, οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία, τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεόν θν · καὶ τοῦ τον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον. οὐκ ἂν γὰρ εἴπερ ἦσαν π ολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τά ξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλούς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑ αυτοῦ βούλησιν τὰ πάντα καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα· ἀ θεότητα εἶναι· οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλ λ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρ χων, ἐκεῖ πάντως, ἀταξία γίνεται· καὶ ἔμπαλιν· ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. καθάπερ γὰρ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων χορδῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονί αν τῆς συμφωνίας· ὅτι μὴ μόνη ἡ βαρεῖα τὸν ἦχον ἀπο τελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶ σαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ’ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μου σικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνι ον συμφωνίαν κεράσαντα τῆ ἐπιστήμη· κἂν μὴ τοῦ τον βλέπη· οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῶ κόσμω παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως· ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχον τα καὶ βασιλέα τῆς πάσης κτίσεως· τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρ χοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ· καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν· προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολ λοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευά ζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖ θαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρ τον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσ νεια τῶν ποιη σάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑ κάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῶ θῶ δὲ λέγειν εἶναί τι ἐλλειπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τεχνί την ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον ἀλλ’ ἀσθενῆ· εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· ε ἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινω νίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκα στος εἰργάσατο ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ· κε νοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτά των ἐστίν; ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν· πρὸς τὴν τ οῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑ νὸς αὐτάρκως γιγνομένου πρὸς τὸ πᾶν· ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οι δὲ ποιήσαντες διάφοροι καὶ πολλοί· λόγου ὄντος φυσικοῦ, τὸ ἓν καὶ τέλειον τῶν διαφό ρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ, ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, ἀδιαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῶ. πρὸς ἕκα στον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῆ διαφορᾶ καθά περ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν· κυβερνωμένη, κατ’ ὀρθὸν πλευσεῖται· εἰ μὴ εἷς ταύ της τοὺς οἴα ας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶ κρουομένη, σύμφωνον ἀποτελέσει, τὸν ἦχον· μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης. οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως· καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν κύριον κν · διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πε ποίηκεν· ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιή ματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐ χ’ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς, διὰ τοῦτο καὶ εἷς ἐστιν ὁ κόσ μος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεός θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν, ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη οὗ τος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῆ περὶ τούτον ἀγνοία πλανηθεὶς τις, ἕτερον ὑπολάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέση· νομίζω δὲ μη δένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν. εἰ γὰρ δη τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς οὐ κ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους· καὶ κα θόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότη τα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν, ἀνάγκη πᾶ σα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶ ναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσ κυνούμενον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ· τὸν καὶ τῆς κτίσεως κύριον κν · καὶ πάσης ὑποστάσεως δημιουργόν· τίς δὴ οὖν οὗτός ἐστιν ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας· ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης τῆ ἰδία σοφία καὶ τῶ ἰδίω λόγω· τῶ κυρίω κω ἡμῶν καὶ σωτῆρι χριστῶ χῶ · τὰ πανταχοῦ διακυβερνᾶ σωτηρίως σρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῶ καλῶς ἔχειν δοκῆ· ἔ χει δὲ καλῶς ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπει δὴ καὶ τοῦτο βούλεται. καὶ τοῦτο oὐκ ἄν τις ἀπιστήσειεν. ε ἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγω καὶ σοφία καὶ ἐπιστήμη συνέ στηκε καὶ παντὶ κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ ἄλλον τι νὰ ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ . λόγον δέ φημι, οὐ τὸν ἐν ἑκά στω τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκό τα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν· ἄψυ χον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπι βάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον· καὶ ἐν ἀέ ρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν · αὐτολόγον λέγω· ὃς ἄλλος μέν ἐστὶ τῶν γεννητῶν καὶ πάσης τῆς κτίσε ως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος· ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῆ ἑαυτοῦ προνοία· ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία, τοῖς ἐναντίοις συν άπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν. ο ὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὢν, οὐρανὸν οὐνὸν μὲν, περι στρέφει· γῆν δὲ ἀναρτήσας, καὶ ἐπὶ μηδενὸς κειμέ νην, τῶ ἰδίω νεύματι ἥδρασε· τούτω φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη με μετρημένον ἔχει τὸ φῶς. διὰ τοῦτο καὶ τὸ ὕδωρ, ἐ πὶ νεφελῶν κρεμμᾶται· καὶ ὑετοὶ, τὴν γῆν ἐπικλύ ζουσι· καὶ ἡ μὲν θάλαττα περιορίζεται· ἡ δὲ γῆ παν τοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων· εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδει ξιν· ὅτι πάντα λόγω καὶ θεοῦ θῦ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τί τῶν γενομένων εἰ μὴ λόγω ἐγε γόνει· καὶ λόγω τῶ θείω καθάπερ ἐλέχθη· λόγος δὲ ὢν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυ τοῦ πατρὸς πρς ἐστιν εἰκὼν ἀπαράλλακτος· ἄνθρωποι ἄ νοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλ λ’ εἷς καὶ μονογενὴς θεὸς θς ὁ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀ γαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσ μεῖ καὶ συνέχει ἡ δὲ αἰτία δι’ ἣν ὁ λόγος ὁ τοῦ θεοῦ θῦ · λ όγος τοῖς γενομένοις ἐπιβέβηκεν· ἔστιν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἐστί· τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις ἅτε δὴ ἐξ οὐκ ὄντων, ὑποστᾶ σα, ῥευστή τις καὶ ἀσθενής· καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς , ἀγα θὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστί· διὸ καὶ φι λ άνθρωπός άνός ἐστι· ἀγαθῶ γὰρ, περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται. ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν ὅ σον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους· ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον· τούτου ἕνεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδίω λόγω ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῆ ἑαυ τῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύση πάλιν εἰς τὸ μὴ εἶναι ἀλλ’ ὡς ἀγαθὸς τῶ ἑαυτοῦ λόγω καὶ αὐτῶ ὄντι θεῶ θῶ τὴν σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῆ τοῦ λόγου ἡγε μονία καὶ προνοία καὶ διακοσμήσει φωτιζομέ νη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθη ὅ περ ἂν ἔπαθεν εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀό ρατα καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας· οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. αὐτὸς γοὖν ὁ παντοδύναμος καὶ π αντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφα πλώσας· καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀ όρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς· ἀλλὰ πάντα καὶ διὰ πάντων καὶ ἕκαστον ἰδία· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας· αἵπέρ εἰ σι θερμὴ καὶ ψυχρὰ· καὶ ὑγρὰ καὶ ξηρά· εἰς ἓν συγκε ραννύων ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφω νον ἀποτελεῖν ἁρμονίαν, δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τῶ ψυχρῶ μάχεται· οὔτε τὸ ὑγρὸν τῶ ξη ρῶ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ’ ἑαυτὰ ὄντα ἐναν τία συνελθόντα ὁμοῦ· τά τε φαινόμενα ζωογονοῦσι· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τούτω τῶ θεῶ θῶ λόγω πειθόμενα· τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ ἐν οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς· ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνη σιν· ἡ δὲ ξηρὰ πᾶσα, χλοηφορεῖ· καὶ κομᾶ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκα σ τον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄν των καὶ γινομένων, ὃ μὴ ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕ στηκεν· ἥ φησὶ καὶ ὁ θεολόγος ἀνήρ· ἐν ἀρχῆ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐ τοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ, ἐγένετο οὐδὲν ἕν· οἷον γὰρ ε ἴ τις λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῆ τέχνη συναγαγὼν ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐ πὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῶ οὐνῶ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων· καὶ περιάγων τῶ αὐτοῦ νεύ ματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τού του τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν, ἀκίνητος μένων παρὰ τῶ πατρὶ πρὶ πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῶ ἑαυτοῦ πατρὶ πρὶ δοκῆ· τὸ γ ὰρ παράδοξον αὐτοῦ τῆς θεότητος, τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῶ αὐτῶ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημά των· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρά· τὰ ψυχρά· τὰ θερ μά· τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ δια κοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῶ αὐτῶ νεύ ματι αὐτοῦ· τὸ μὲν ὀρθὸν, ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς, π εριάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν, θερμαί νεται· καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦ τ ον νοηθείη, ἔστω τὸ λεγόμενον, ὡς ἐν εἰκόνι χο ροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνδρῶν· παίδων γυναικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαί νοντος, ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν, φωνεῖ· ὁ μὲν ἀνὴρ, ὡς ἀνήρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων, ὡς γέρων· καὶ ὁ νέος, ὡς νέος· πάντες δὲ, μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ, ὡς ἡ καθ’ ἡμᾶς ψ υχὴ ἐν ταυτῶ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑ κάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγμα τος ἑνὸς· τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν· τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖ ρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέ λη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περιπα τεῖν· ἢ, ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον ση μανθῆ, ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πό λει καὶ οἰκονομουμένη ἐπὶ παρουσία τοῦ καὶ ταύ την οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμε νοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ ἐπισιτησόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βου λὴν βαδίζει· ὁ δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κα τέρχεται· ὁ τέκτων, ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς, ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ, ἀπὸ τοῦ ἀ γροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀνα στρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῆ παρουσία τοῦ ἑνὸς ἄρχοντος καὶ τῆ τούτου διατάξει γίγνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μι κρὸν ἦ τὸ παράδειγμα, ὅμως μείζονι διανοία χρὴ νοεῖν. ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου, ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίγνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται. νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου, οὐρανὸς οὐνὸς μὲν πε ριστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν, ὑπ’ αὐ τοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη, εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλαττα κυμαίνει· καὶ τὰ ἐν αὐτῆ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα, καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῆ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕ δωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦ σι· καιροὶ καὶ ὧραι παραγίγνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύ σταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔ ξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ, αὔξον τα γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δὲ, γεν νᾶται καὶ φαίνεται. πάντα δὲ ταῦτα καὶ ἔτι πλείω τ ούτων· ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν· ὁ παραδοξοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποι ῶν τῶ ἑαυτοῦ νεύματι· κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀο ράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων· συμπεριλαβὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῶ ἑαυτοῦ νεύμα τι καὶ τῆ ἑαυτοῦ προνοία· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῆ αὐτοῦ προνοία κ αὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀπο δείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος ἑνὶ καὶ ἁπλῶ νεύματι τῆ ἑαυτοῦ δυνάμει· τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις, κινεῖ καὶ συνέχει· ἑκάστω τὴν ἰ δίαν ἐνέργειαν ἀποδιδούς. ὥστε τὰς μὲν θείας, θει οτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύ στασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς γνῶ σιν καὶ δόξαν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γιγνομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα δια κοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐ στιν ἀνάγκη, καὶ τὸν τούτου πατέρα πρα θεὸν θν · ἐξ οὗ προϊὼν, εἰκό τως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς ἴδοι. εἰ γὰρ δὴ λόγου προϊόν τ ος παρὰ ἀνθρώπου ἀνου · ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶ ναι τὸν νοῦν· καὶ τῶ λόγω ἐπιβάλλοντες τὸν νοῦν ση μαινόμενον ὁρῶμεν τῶ λογισμῶ, πολλῶ πλέον μεί ζονι φαντασία καὶ ἀσυγκρίτω ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἐ μὲ ἑωρακὼς, ἑώρακε τὸν πατέρα πρα · ταῦτα δὲ καὶ πᾶ σ α θεόπνευστος γραφὴ, φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βε βαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄ ν ωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προ ησφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος· λέγων· οὐ ποιήσεις σεαυτῶ εἴδωλον· οὐδὲ παντὸς ὁμοίω μα ὅσα ἐν τῶ οὐρανῶ οὐνῶ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαί νει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυ σίον· ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσου σιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν. οὐ σεσιώπηκε δὲ τ ὴν περὶ κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῶ κάλλει τούτων ἀπο βλέψαντες οὐχ’ ὡς ἔργα θεοῦ θῦ ἀλλ’ ὡς θεοὺς θρησκεύσω σι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀνα βλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ · πλανη θεὶς, προσκυνήσης αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῆ τούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν, τὸν τῶν πάντων δημιουργὸν ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς· κατὰ πλεῖ ον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κ τίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν, εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀνους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ’ ὡς ὄντων δὲ θεῶν ἄλλων, κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀ ληθινὸν ἀποστραφεὶς θεὸν θν ἑαυτῶ τὰ μὴ ὄντα θεο ποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί. καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι α ὐτοὺς θεοὺς δείκνυσι δι’ ἧς φησίν· οὐκ ἐσονταί σοι θε οὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώ λων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκα λία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοι ρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι, οὐχί γε· ἀλ λὰ καὶ προαπαντᾶ τῆ διανοία λέγουσα· ἄκουε ἰσραὴλ ἰήλ · κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστι· καὶ πάλιν ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλη τῆ καρδία σου· καὶ ἐν ὅλη τῆ ἰ σχύϊ σου· καὶ, κύριον κν τὸν θεόν θν σου προσκυνήσεις καὶ αὐτῶ μόνω λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήση. ὅτι δὲ κ αὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρό νοια καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖ ξαι τοῦ λόγου τὴν πίστιν ἧ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει· τῆ διατά ξει σου διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῶ θεῶ θῶ ἡμῶν ἐν κιθάρα· τῶ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῶ ἑτοιμάζοντι τῆ γῆ ὑετόν· τῶ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῆ δουλεία τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τρο φήν. διὰ τίνος δὲ δίδωσιν· ἢ, δι’ οὗ καὶ πάντα γέ γονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἔστι πρόνοια. τίς οὖν ἂν εἴη οὗτος, ἢ , ὁ τοῦ θεοῦ θῦ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρω λέγει· τῶ λόγω κυρίου κυ , οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῶ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γενόμενα διαλέ γεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐ κτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωυσῆς· ἐν ἀρχῆ τῆς κοσμοποιίας, βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεὸς θς · ποιήσω μεν ἄνθρωπον ἄνον · κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῶ εἶπεν ὁ πατήρ πήρ · γενηθήτω ὁ οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαί ους ἄν τις ἐλέγξειεν οὐ γνησίως εφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς · ἵνα καὶ προστάττων λαλῆ. εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν· ἀλλ’ ἔμελλε γίγνεσθαι· οὐδεὶς δὲ τῶ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τῶ μη δέπω γενομένω προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐ σομένοις προσέττατεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ· τοῦτο μὲν οὐκ ἐποίησε· προσ τάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται θεὸς θς ὢν πλησίον τινὶ δια λεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτω· ὧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη· εἰ μὴ ὁ τούτου λόγος τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν· ἢ τῶ ἑαυτοῦ λόγω· ἢ τίς τούτω συνῆν ποιοῦντι τὴν γεν ν ητὴν πᾶσαν οὐσίαν· ἢ ἡ τούτου σο φία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν συμπαρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνο μασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ γεν ν ητὰ συμπε ριλαμβάνει. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος· τὸν πατέρα πρα βλέπων, ἐδημιούργει τὸ πᾶν· καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποιεῖ· ἧ φησὶ καὶ ὁ σωτὴρ σήρ · πάν τα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γ εγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς υἱὸς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λό γος· οὐ κατὰ συμ μετοχὴν ταῦτα ὢν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῶ· κατὰ τοὺς αὐτοῦ μετέ χοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτο φῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετή· καὶ μὴν καὶ χαρακτήρ· καὶ ἀπαύγασμα· καὶ εἰκών· καὶ συνελόντι φράσαι, καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς, εἰκὼν ἀπαράλλακτος τοῦ πατρός πρς . τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵ να καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γε ν νητοῖς συγκαταβαίνων· γίνεται πρὸς τὴν τοῦ γεν νήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς· καὶ αὐτοζωή· καὶ θύρα· καὶ ποιμήν· καὶ ὁδός· καὶ βασιλεύς καὶ ἡ γεμών· καὶ ἐπὶ πᾶσι σωτὴρ σήρ καὶ ζωοποιός· καὶ φῶς· καὶ πρό νοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δη μιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τ οῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀ ποκαλύπτει τοῖς πᾶσι· διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συ στάσεως καὶ ζωῆς· ἐν αὐτῶ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησὶν· ἐγὼ ἐν τῶ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥσ τε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῶ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῶ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλ λὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρ τημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες παραγκω νισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐ κ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν. τῆ κτίσει παρὰ τὸν κτίσαντα λατρεύσαντες· πρᾶγμα πάσχοντες ἀνόη τον καὶ δυσσεβές. ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα π ρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῆ πόλει δημι ουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν κα ταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλοι. ἄφρο νες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ὅλως οἰκοδομὴν· ἢ ναῦν· ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκο δομήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ ο ὖν ὁ ταῦτα λογιζόμενος μαίνεται καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν, οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων. εἰς ὃν σὺ τ ὴν πίστιν ἔχων καὶ τὸ θεοφιλὲς ὦ φιλόχριστε, χαῖ ρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστιν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κα τ’ αὐτὸν πολιτευομένοις ἐστὶ τὸ ἔπαθλον· ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀ τραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀ σύγνωστος ἐν ἡμέρα κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντίως ὧν ἔγνωσαν ἔπραξαν.