D. Athanasij opera ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδα σκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκρα γε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν. φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι·αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων· εἰς ταῦτα συντα χθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώ σεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖον ἐστὶν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διαβάλλοντες ἕλληνες χλε υάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν· ἕτερον· ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ προφέροντες· ἐ φ’ ὧ μάλιστα, καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐ χ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν·καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαν τες αὐτοῦ τῆ θεότητι τὸν νοῦν ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγί νωσκον σωτῆρα σρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαν τασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται καὶ δι’ αὐτοῦ γινώ σκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει; πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινόν ανινoν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ἐπὶ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς· καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώ σεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώμα τος, εἶναι θεὸν θν · καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπι λάμψη· καὶ θαρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἀνε ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν γινώ σκων, οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγε σθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξάντο· καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνε πλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄνταλογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμ βασιλεὺς θεὸς θς · ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀ γαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ τὸ ἀνθρώπινον ἀνινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιὀτητος, κατεσκεύασε ν · δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλῆ τῷ θείω· ζῶν τὸν ἀπή μονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρό νοιαν· ὑπὲρ ἄνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενος, πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅ τε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας με μιγμένον ἔξωθεν ἔχει ἀλλ’ ὅλος ἐστὶν· ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰ σθητὰ, καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾷ ἐν αὐτῶ καὶ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλώτταν ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ·κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παῤῥησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία· ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς ἐνοπτρίζεσθαι· καθάπερ καὶ ὁ κύριος κς φησὶ· μακάριοι οἱ καθαροὶ τῆ καρ δία· ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται·οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀν θρώπων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζή τησαν·ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν, ἀ πέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ, τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπα τώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐντρίψαντες δὲ τούτοις· καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρ μένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ. κἀκεῖνος γὰρ· ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα φιλίαν· ὅτε δὲ συ μβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνι καῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὄτι γυμνοὶ ἦσαν· καὶ γνῶντες, ἤσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνούς, οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων, ἀ λλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετή νεγκαν. ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰ κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι. ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀ ποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπι θυμοῦσα δὲ καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα, κατε χρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἠδονὴν αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς· καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐ νεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐκέτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τοῦτο εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσ περ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθ’ ὅλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ· καίτοι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθ’ὅτι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας· καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνα τὸν αὐτῆς ὡς προεῖπον ὁρῶσα·καὶ τούτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐ ναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνή παρεγγυᾶ· πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία πιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πε ποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀν τὶ νομικῆς τεκνογονίας· καὶ τὴν μὲν γλώτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδο ρίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικηλίας· τοὺς δὲ πόδας, εἰς ὀξύ τητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίω· καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ, ὡς βούλεται· καὶ πολλάκις μὲν, εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει· φερόμενος ὅπου δ’ ἂν ἑαυ τὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ ἑαυτῆς ἐλαυ νομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ· καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μα κάριος παῦλος ἀποβλέπων, ἔλεγε· κατὰ σκοπὸν· διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χὔ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ· καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων, οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πά λιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ. ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶ ναι·ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν· τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν· ἔκ τε τῶν θείων γραφῶν· καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις δια νοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μένονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰ ς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστὶν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐ ρανοῦ καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἔστι κύριος κς , κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν. ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μέν, ὅτι νικῶσιν ἀλλήλων τὴν βού λησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλωςτε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα. οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστὶ ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον· δι ὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεὸς θς · ἀλλὰ ποίας ἂν εἴη καὶτὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου· ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀδύνατον· σαθρᾶς δὴ τοί νυν τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκ κλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ · οὐδὲ ἐν θεῶ θῶ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων· τοὺς ὀφθαλμούς σκότος ἑαυτῶ ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν ἐν οἷς κινουμένη· οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ’ ὁποία γέγονε· τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε· τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζε σθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγρά φως φησί· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὔπω γέγονε καὶ πέπλασται. πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδόλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε. τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὂν φαῦλον. οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορᾶς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα· καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα· καὶ τὰ σωμα τικὰ εἶναι τὰ καλά· ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι’ οὗ μόνου ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς , οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν. παντὶ δὲ περι φέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῇ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπόν ὃν ἐπελάθετο τῆ δια νοία θεὸν θν , τοῦτον ἐν τοῖς σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία. μα θόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ· εἴ τις εἰς βυθὸν καταδὺς· μηκέτι μὲν βλέποι τὸ φῶς· μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα· διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλὰ αὐτὰ τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια; οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῶ· μᾶλλον δὲ ἀλογία χρησάμενοι τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσω μᾶλλον ἐπι καταβαίνουσι· τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, το σοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύ α´ ρεται λέγουσα· ὅτß’ἂν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄ β´ στροις τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν, ἐκείνους οὐ μόνον θεοὺς νομίζοντες εἴναι καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, γ´ αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κα κοῖς, ἤδη στοιχεῖα· καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυ χρὰν· καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέ στατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς. τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον· ὡς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς ξύλα· καὶ εἰς λίθους· καὶ ἑρπετὰ· ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφό μενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἰστήκει τῶν ἀφρόνων ἡ τόλμα καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοία· καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες· καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ παρὰ λίβυσι κριοκέφαλος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλὴν καὶ ὦμον· καὶ χεῖρα καὶ πόδα· καθ’ ἑαυτὰ διελόντες· ἕκαστον, εἰς θεοὺς ἀνέθη καν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρνούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι τὴν πρόφασιν τῆς τούτων εὑ ρέσεως καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἠδονὴν καὶ τὴν ἐπιθυμίαν· θεοποιήσαντες, προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδία, ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν, καίπερ εἰδότες ἄν θρωπον· καὶ ἄνθρωπον ἄνον , οὐ σεμνόν, ἀλλ’ ἀσελγείας ἔμπλεω, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν, καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλα σαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· καὶ μήτι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ νῦν ἡ τῶν ῥωμαίων σύγκλητος· τοὺς πώπο τε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλονται καὶ κρίνω σι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀ πεχθάνονται τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν, ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν· αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι. ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων· τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάν τως ὃ ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι· ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστὶ τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος, οὐ καινόν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων· ση(μειωτέον) καὶ ἤφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα· καὶ δήμητρα· καὶ ἀθηνᾶ· καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδό τες, οὓς διετάξατο προτιμῶσι· καὶ εἴθε μέχρις ἀρρένων εἰστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ ση(μειωτέον) τιμῆ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ κόρη καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνό ματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελ φοὺς· καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους θρηνοῦντες καὶ διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες ἀνδριάντας τε ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν ἀπάτην καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν ὠνομάζον τες οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν, οὐκ ἂν γὰρ εἴπερ ἤδε σαν αὐτοὺς θεοὺς ὡς ἀπολυμένους ἐνόμισαν· τούτου χάριν οὐ μόνον νομίζοντες αὐτοὺς εἶναι θεούς· ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμένουσαν, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν παραμένουσαν τούτοις περιτιθέασιν. ἐν γοῦν αἰγύπτω εἰσέτι καὶ νῦν ὁ περὶ ὀσίριως καὶ ὤρου καὶ τυφῶνος καὶ τῶν ἄλλων θρῆνος, τῆς ἀπολείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύ βαντες, τὸν δία μὴ εἶναι θεὸν θν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον, ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανοηθεὶς· ὁ πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται· τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ· λέγουσα, ἀρχὴ πορνείας πορνείας, ἐπίνοι α εἰδώλων· εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμενος πατήρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου· εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτὰ· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μα κρὰν οἰκεῖν· τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βα σιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα, ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐ πίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν, γὰρ ἴσως τῶ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔμορφον τῆς ἐργασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν εἰς θεοὺς ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίω εἰς ἔνεδρον ὅτι ἢ συμφορᾶ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῶν εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῆ γραφῆ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβάνoντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἶον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτῶν ἀκούειν· ἁρπάζοντα μὲν τὸν γανυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δε διότα δὲ, καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπώληται τείχη· οἷόν ἐστιν αὐτὸν ἰδεῖν ἀχθόμενον ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλό μενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἤρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ, ὑπὸ θέτιδος γυναικὸς· καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα· δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαν τασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν ; τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην· καὶ λήδαν· καὶ ἀλκμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην·καὶ δανάην· καὶ ἀντιόπην· παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειεν καὶ ζημιώσειεν θανάτω; ὅτι μὴ μόνον ἐμοίχευσεν πολλὰς καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας, θεοποιήσας ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς· καὶ διόσκουροι καὶ ἐρμῆς· καὶ περσεύς· καὶ σώτειρα. τίς δὲ ἰδων τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἐν ἰλίω τῶν ἑλλήνων καὶ τρώων χάριν· οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν· καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν. τίς ἰδὼν ὑπὸ μὲν διομήδους, τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρα κλέους, τὴν ἥραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν, ὑπὸ περσέως· ἀθηνᾶν δὲ, ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαί νοντα· οὐ καταγνώσεται τῆς φύσεως; καὶ ἀποστραφήσεται μὲν, τοῦ λέγειν αὐτοὺς ἔτι εἶ ναι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο· ἢ ἀνθρώπους ἀνους αὐτούς· καὶ ἀν θρώπους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμά σειεν; ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφο τέρων κατασκευαζόμενον δόλον·καὶ τοὺς ἄλλους λεγομένους θεοὺς· ἐπὶ θέαν τῆς μοι χείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους· καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλ γειαν· οὐκ ἂν γελάσειεν καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνηνκαὶ ἀσωτίαν; τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυ σῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος. καὶ δι’ ἑαυ τῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες, οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις · εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς παρ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ θριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ ὅμοια, τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη, θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνης γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς· ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος· καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν· πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπειδ’ ἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ· τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πο λλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς· ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμο νος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα· τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποί ησε. πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑ π’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν·καὶ ὅτι ὡς ἐβου λήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνω διὰ τὴν φύσιν ἀφανί ζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειεν καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ τοὺς μὴ βλέποντας προσκυνοῦσι. καὶ ἀκούοντες αὐτοὶ· τοῖς μὴ ἀκούουσι προσεύ χονται; καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι · τοὺς μηδ’ ὅλως κινου μένους· ἀλλὰ ἀψύχους ὄντας ὡς θεοὺς προσαγορεύουσι; καὶ τό γε θαυμαστόν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύου σιν· καὶ μή τι νομίσης ταῦτα λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι, καὶ οὐ κοσφραθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφη τικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεὸν θν · καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτό· καὶ ἔστησεν αὐτὸ τῷ βραχίο νι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐρύθμισεν αὐτό. καὶ ἐποίησεν αὐτὸ ὡς μορ φὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκω· καὶ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ, ἐφύτευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν· ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐ τοῦ θερμανθῆ· καὶ καύσαντες, ἔπεμψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν, εἰργάσαντο εἰς θεοὺς· καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε· καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν, προσεκύνει λέγων· ἐξέλου με ὅ τι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρδία αὐ τοῦ· οὐδὲ ἀνελογίσατο τῆ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέ καυσεν ἐν πυρὶ· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέα ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε· καὶ προσκυνοῦσιν αὐτὸ· γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυ χὴν αὐτῶν. ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῆ δεξιᾶ. πῶς οὖν οὐκ ἄθεοι πα ρὰ πᾶσι κριθεῖεν· οἱ καὶ παρὰ τῆς θείαςγραφῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι· τὰ ἄψυχα θρησκεύοντες ἀν τὶ τῆς ἀληθείας. ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη· πεποι θόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν, εἴθε γὰρ εἴθε κἂν χω ρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔ λεγχον, ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοVuς· καὶ ῥῖνας καὶ ὦτα· καὶ στόματα· καὶ χεῖρας εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν· καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες, οὐκ ἔχουσι· καὶ στήκοντες,οὐ στήκουσι· καὶ καθεζόμενοι, οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα μὴ δὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνη φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις· ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐ τοὺς εἶναι γεγραφήκεισαν·ἀλλὰ καὶ μὴ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰ σχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν. ἠδύναντο γὰρ καὶ μόνω τῶ τῆς θεότητος καὶ ὀνόματι· τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆ σαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεύδεσθαι περὶ μύθων· εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχου σι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασιν καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς οὐδὲ κρόνος οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ· πρὸς ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φήσωσι· τὰ μὲν ὀνόματα, οὐ πλάττονται· τὰς δὲ πράξεις, ψεύδονται κα τ’ αὐτῶν; ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε· οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες, ἴσασιν ἀληθῶς μυθολογήσαντες ἴσασιν ἀκριβῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῶ ὕδατι τίς ἀναθήσει· τὸ μὲν, γὰρ καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν· εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστίν· καὶ οὐκ ἀνθρώπων ἀνων καλῶν· τὸ μοιχεύειν καὶ τὰ προειρημένα, ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρὴ· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῆ· καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῆ. ὥσπερ οὖν εἴ τις διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν· τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν· τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι· ἀλλὰ καὶ λέγων, πᾶσαν παραπληξίαν ὑπερέ βαλεν; οὕτως οὐκ ἂν οἱ παρ’αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποι ητὴς· εἴπερ ἤδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους· τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις· αἳ μὴ εἶναι θεοὺς αὐτοὺς διελέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους ἀνους , οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδη· διὰ τί μὴ καὶ ἐπὶ τῆς ἀνδρίας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρίας, ἀσθένειαν· ἀντὶ δὲ ἀσθε νείας ἀνδρίαν ἐπλάσαντο. ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτω καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύσασθαι· τοῦ δὲ θερσιτοῦ δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως, ἀσυνεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος, παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἔκτορος, γυναικείας πράξεις· τῆς δὲ ἑκάβης, ἀνδρίαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐ φοβήθησαν καταψεύσασθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι, ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις· ὅτἂν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον· καὶ ἐν οὐρανῶ οὐνῶ βασιλεύοντα λέγωσι τὸν δῖα, οὐ πλάττονται· ἀλλ’ ἀληθεύοντες λέγουσι· τούτων δὲ οὐ μόνος ἐγὼ· ἀλλὰ καὶ πᾶς ὅστις, ἐλέγξειεν κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων, ἀκα τάλληλόν ἐστὶ πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας· ὑπονοεῖν τὶς δύναται θεούς. τί οὖν ὑπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια, ψευδῆ καὶ κεχαρισμένα τυγχάνειν· αἱ δὲ πράξεις, ἀ ληθεύουσαι κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰς καὶ κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πρά ξεις αἰσχραί, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῆ τούτων ὑπερβολῆ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιᾶσαι τινὰ προθέμενος· μὴ εὑρίσκοι μὲν, ἐκ πολιτείας· μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζό μενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ· δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα· ἀλλὰ μᾶλλον τοῖς ἀνθρω πίνοις αὐτῶν ἐλαττώμασι. τὰς θεοῦ θῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω, καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς ἀ λλ’ ἀνθρώποις ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώ μενον· τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵ να τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία· τίς ἀπόδειξις περὶ τοῦ εἶναι τού τους θεοὺς γέτ’ ἂν· τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῶ πρότερον, ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀνους , οὐ σεμνοὺς ὄντας ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τε ἀπήσονται καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίω χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται, πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ, τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν, χαλκευτικήν· ἀθηνᾶ δὲ, τὴν ὑφαντικὴν· καὶ ἀπόλλων μὲν, τὴν μου σικήν· ἄρτεμις δὲ, τὴν κυνηγετικὴν· καὶ ἥρα, στολισμόν· δήμητρα, γεωργίαν· καὶ ἄλλοι, ἄλλως· ὡς ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοι αύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι· ἀλλὰ τῆ κοινῆ τῶν ἀν θρώπων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην· καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπού δασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φυσικὴν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης· κατὰ τὸν περὶ αὐτὸν τεθέντα ὅρον, οὐδὲν θαυ μαστὸν εἰ τῆ ἀνθρωπίνη ἀνίνη διανοία· καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες· καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις· θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν. καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· γράμματα μὲν γὰρ, ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν, ζήνων ὁ ἐλεάτης· ρητορικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀ ρισταῖος· σίτου δὲ σπορὰν, τριπτόλεμος· καὶ νόμους μὲν, λυκοῦργος ὁ σπαρτιάτης καὶ σό λων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν· καὶ ἀριθμούς· καὶ μέτρα· καὶ στάθμια, παλαμήδης ἐφεῦρεν· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀνων ἀπήγγηλαν χρήσιμα κατὰ τὴν τῶν ἀνθρώπων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι· καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους, εἶναι κατ’ αὐτοὺς θεοὺς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς· ἀλλ’ ἀνθρώπους ἀνους ἐ πιγινώσκουσιν, ἀκολουθεῖ καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους μὴ δὲ ὀνομάζεσθαι θεούς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν, ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς διὰ τῶν ἀγαλμάτων γλυφῆς, οὐδὲν ἕτερον ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀῤῥένων καὶ γυναικῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν· πετεινῶν παν τοίων· τετραπόδων ἡμέρων τὲ καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα· καὶ πᾶ σα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι · καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας· ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν πα θῶν ἑαυτῶν καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσι παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθείας καὶ εὐσεβείας ἑρμηνεὺς φησὶ· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύ νετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δό ξαν τοῦ ἀφθάρτου θεοῦ θῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου · καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προ παθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παροφθέντες ἐν τῶ ἀποστρα φῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες· ἐ λεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους· τοὺς φαινο μένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ, λέγουσι διὰ τοῦτο αὐτοὺς ἔχειν· ἵνα δι ὰ τούτων τὸ θεῖον ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βα θύτερα λέγειν νομίζοντες, φασὶ· διατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶ σθαι· πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας· ταῦ τα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐ ξετάση τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς· παρελθὼν ἐπ’ ἀληθεία κρινούση· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικει μένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφὴν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαί νεσθαι τὸν θεὸν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον ἢ ξύλον· ἢ χρυσοῦ μέρος· πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσὶ μορφαὶ τὰ γλύμμα τα· τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶτοῦ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτῶν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀ ψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα· τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ· βδελυττόμενοι καὶ ἀπο στρεφόμενοι· ἢ διὰ τὴν ἀγριότητα· ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῶ γλύψαντες, θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς, ἢ τοὺς τούτων τύπους ἐντύποις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν, οὐδὲν· οὔτε ἡ μορφὴ, οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη, τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχά νουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασι τίς πάλιν ἡ χρεία τῆς ὕλης οὔσης ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς θς · καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι· ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτα ὑ μῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διὰ τί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθαι φατὲ τὰς δυνάμεις· κρείττονάς τε καὶ ὑπὲρ αὐτὰς τὰς ἐπι κληθεῖσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ ὑπολήψεως γλύφοντες τὰς μορ φὰς, αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγές· ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύ ναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος· καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες οὗ τὴν παρουσίαν ἐφοβήθητε· τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε; καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομάζετε καὶ προσκυνεῖτε; εἰ γὰρ καὶ ὡς γράμματα εἰσὶν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι τίς τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι· τὸ γράμμα, τῆ τοῦ γράψαν προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος, θάνατον μὲν, ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα, τῆ τοῦ γράψαν τος ἐπιστήμη τετύπωται· οὕτως καὶ ὑμεῖς· εἴπερ ἐρρωμένον ἔχετε τὸν λογισμὸν, οὐ κ ἂν τὸ τηλικοῦτον τῆς θειότητος γνώρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαί νουσι τὴν τοῦ ἐπιφάνειαν· καὶ διὰ τοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γ’οὖν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα· φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῶ δεῖ πλέον θεοποιηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα, ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται. εἰ τοίνυν τὰ γράμμα τα θαύματος εἰσὶν ἄξια, πολλῶ πλέον ὁ γράψας ὑπεραίρει τῶ θαύματι· διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας· τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς· παρ’ αὐτῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπό μορφόν ἐστι τὸ θεῖον· διὰ τοῦτο οὕτως τετύπωται, διὰ τὶ καὶ ἀλόγων αὐτῶ τύπους περιτιθέασιν· εἰ δὲ ἀλόγων ζώων ἐστὶν ὁ τούτου τύπος, διὰ τὶ καὶ λογικῶν αὐτῶ περιτι θέασι γλυφάς. εἰ δὲ τὸ συναμφότερόν ἐστι· καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν· ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα· ἥ τε σκύλλα καὶ χάρυβδις· καὶ ὁ ἱππο κένταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄννουβις. ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτως γράφεσθαι διφυεῖς· ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πάλιν· εἰ ἀῤῥενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους· εἰ δὲ θηλυκῶν εἰσὶ, διατί καὶ ἀ ῤῥενικῶν κατ’ αὐτῶν ψεύδονταιτὰς μορφάς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔ δει μὴ διαιρεῖσθαι· ἀλλ ἀμφότερα συνάπτεσθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχη· καὶ ὅλως εἰ, σωματοειδὲς τὸ θεῖον ὑπολαμ βάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας· καὶ πάλιν αὐχένα καὶ στήθη· καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῶ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς· ὥστε τοιαῦτα ἐπινοεῖν περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῶ· καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα οὐκ ἴδια θεοῦ θῦ · ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν. ὁ μὲν γὰρ θεὸς θς , ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰσοτιοῦν δεόμενος· ταῦτα δὲ, καὶ φθαρ τὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γ’οὖν ὁρῶμεν ἀνακαινομένους τοὺς παλαιωθέντας· καὶ οὓς χρόνος ἢ ὑετὸς ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττο μένους· ἐφ’ ὧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰ δώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοὶ εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνη κυριωτέρους· ἵνα ἢ τὸν θεὸν θν θαῤῥήση προσκυνῶν· ἤ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοί· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖ ση(μειωτέον) στόν ἐστιν ἔθνη, τοσοῦτοι θεοὶ καὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα· καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι· περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας· φοίνικες ὅρα γ’οὖν, οὐκ ἴσασι τοὺς παρ’ αἰγυπτίοις λεγομένους θεούς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνούμενα εἴδωλα σέβουσιν· καὶ σκύθαι μὲν τοὺς περσῶν· πέρσαι δὲ τοὺς σύρων, οὐ παραδέχονται θεοὺς. ἀλλὰ καὶ πελασγοὶ μὲν, τοὺς ἐν θράκη θεοὺς, διαβά λλουσι· θράκες δὲ τοὺς παρὰ θηβαίοις, οὐ γινώσκουσιν· ἰνδοὶ δὲ, κατὰ ἀῤῥάβων· καὶ ἄραβες, κατ’ αἰθιόπων· καὶ αἰθίοπες, κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν, τὰ κιλίκων οὐ σέβουσι· καππαδοκῶν δὲ τὸ γένος, ἄλλους παρὰ τού τους ὀνομάζουσι θεούς· καὶ βιθυνοὶ μὲν, ἑτέρους· ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀ νεπλάσαντο· καὶ τί μοι πολλῶν· ἡπειρῶται· παρὰ τοὺς ἐν ταῖς νήσοις; ἄλλους θεοὺς προσ κυνοῦσι· καὶ νησιῶται, παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει· καὶ μόνους τούτους εἶναι νομίζει θεούς· περὶ γὰρ τῶν ἐν αἰγύπτω μυσαρῶν, οὐδὲ λέγειν ἐστὶ· πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις τὰς θρησκείας ἔχουσιν αἱ πόλεις, καὶ οἱ ἐκ γειτόνων, ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίων τὰ ἐναντία σέβειν. ὁ γ’οὖν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες ἀποκτένου σιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθῦς, οὗτος ἄλλων ἀλήθεται τροφή· ὅθεν δὴ πόλεμοι καὶ στάσεις· καὶ πᾶσα φθόνων πρόφασις· καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστὶ· καὶ τό γε θαυμαστὸν, ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεούς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι· καὶ ὅλως πάν των τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα κατα πεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον· τὸν πάντων σωτῆρα σρα χριστὸν, εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀπο στραφέντες, καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδούς· καὶ τοὺς μὲν παρόντας, οὐχ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας, φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστραφέντες καὶ σκοτισθέν τες τὴν ψυχὴν· ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡςμεθύοντες καὶ μὴ ὁ ρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν θν , οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν· γίνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰσὶ θεοί. αἰγύπτιοι δὲ, τὸν βοῦν καὶ τὸν ἄπιν μό σχον ὄντα, σέβουσι. καὶ τούτους ἄλλοι τῷ διὶ θύουσι·κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες, πρόβατον ὃ καλοῦσιν ἄμμωνα· θεὸν θν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφάζεται. ἰνδοὶ, τὸν διόνυσον θρησκεύουσι συμβολικῶς· οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι, ποταμοὺς καὶ κρήνας· καὶ πάντων μά λιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι· καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι· καὶ αὐτοὶ δὲ, οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους· καὶ τοὺς ἑαυτῶν, ἀπονίπτονται τοῖς ὕδασι· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκῤῥίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία· τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς· ἀλλὰ τὰ τῶν ὅλων ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα, θεοποιοῦσιν· ἤδη δέ τινες εἰς το σαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ, τοῖς παρ’αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προ σάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες· ὅτι τὰ σφαγιαζόμενα θύματα· ἀρχέτυ πά εἰσι τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις· ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσά γουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσιν· σκύθοι γὰρ οἱ καλούμενοι ταύριοι· τῆ παρ’ αὐτοὺς παρθένω καλουμένη τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίαν ἀναφέρουσι· τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τὴν ὁμοιότητα, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν· τῆ ἑαυτῶν θηρι ώδει ψυχῆ κατακρύπτουσιν· ἄλλοι δὲ, τῷ ἄρει· ἐπειδἂν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας· καὶ ἀφ’ ἑκά στης ἕνα λαμβάνοντες, τοσούτους κατασφάττουσιν· ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκ λέξωνται· οὐ μόνοι δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα· τὰ τοι αῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δράμα· καὶ γὰρ αἰγύπτιοι· ἔθυον μὲν, πάλαι τῆ ἥρα τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες, τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις αὐτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατηάριον δῖα, ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάν τες ἁπλῶς, ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν αὐτοὶ, δρῶντες τὰ φονικά· ἐμί αινον δὲ τοὺς ἑαυτῶν ναοὺς, τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν. ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμή σαντο· ἴδιον ἡγούμενοι κατόρθωμα· τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μησιν. ἔνθεν ἀνδροφονίαις καὶ τεκτονίαις καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ· δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς ἐπ’ ἀσελγεία μαρτυρούμενος. γυναῖκες γ’οὖν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκαθέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώμα τος ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῆ πορνεία τὴν θεὸν θν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μηκέτ εἶναι θέ λοντες ἄῤῥενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῆ μη τρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄῤῥενες ἐν ἄῤῥεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς· τοι οῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεως, τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν· ἃ οἱ νόμοι μὲν, κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ, ἀποστρέφεται· ἆρ’ οὖν ἄξιόν ἐστι τούτους νομίζειν θεοὺς εἶναι· καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους · καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλο γωτέρους καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς· καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεόν θν . ἄλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων· καὶ περὶ τὴν κτί σιν ἐπτοημένοι· δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατά γνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐτοὶ· ἐ κείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίῤῥητον εἶναι οἰήσονται, τὴν πρὸς τὸν κόσμον· καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ· οὐχ’ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων· πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς· ἀλλ’ ἥλιον καὶ σελήνην· καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖ ξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα, οὔτε ἄλογα τυγχάνειν· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τῶ τὰ μὲν, ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διερευ νῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν, κατ’ αὐτῶν μονονουχὶ βοῆσαι καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεὸν θν · τὸν καὶ ταύ της καὶ τοῦ παντὸς βασιλεύοντα· τὸν πατέρα πρα ἡμῶν τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν, οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνῶσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυ σωπήση ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία. γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτὸν ὄντα κύριον κν · καὶ ποιητὴν τοῦ λόγου πατέρα πρα · τῆ ἀναντιῤῥήτω προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησὶν ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς· ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι· καὶ ἕκαστον ἰδία νοήσει· οἷον ἥλιον κα θ’ ἑαυτὸν μόνον· καὶ σελήνην χωρὶς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν· καὶ ξηρὰν· καὶ ὑγρὰν οὐσίαν· διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς· ἕκαστον ἐκ λάβοι καθ’ ἑαυτὸ· καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ· ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίας συνιστάμενα. ἥλιος μὲν γὰρ, τῶ σύμπαντι οὐρανῶ οὐνῶ συμπεριφαίνεται καὶ ἐμπεριέχεται· καὶ ἐκ τὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα, μαρτυροῦσι τὴν παρὰ ἡλίου γινομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ· ὅ, τε ἀὴρ, οὐχ’ ὑφ’ ἑαυτοῦ· ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος, λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ, οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ, οὐκ ἐφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός· ἥ, τε θάλασσα καὶ ὁ ἔξωθεν περιῤῥέων τὴν σύμπα σαν γῆν μερίσας ὠκεανὸς· ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται· ὅποι δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσῤῥήση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς· ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῶ τῶ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν· τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν, συνημμένα ταῦτα συνίστανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα· κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐ πικράτειαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος, ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν, ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ, ὑπὸ τοῦ ὑγροῦ διυγραί νεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται. πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ· δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας. ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε, καὶ αὐτῶν ἀπαι τούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστί· μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ καὶ ἐν αὐτῶ τὰ πάντα συστήκειν· καὶ μᾶ λλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι, πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως· οὐκ ὄντα τοιαῦτα· ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς· ἀλλ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα· ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης. ὁμοῦ δὲ πάντα συνάπτον τες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα· τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου· οὐκέτι μὲν, ἔξωθεν αὐτοῖς χρεία γενήσεται· πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι ἵνα καὶ ἐντεῦθεν ἐλεγχῶσιν· οὗτος δὲ ὁ λόγος, καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγά λης ἀπαιδευσίας, οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει. εἰ γὰρ τὸ καθ’ ἕκαστον συνα φθὲν· τὸ ὅλον ἀναπληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκμερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρει τυγχάνει· τοῦτο δὲ τῶν περὶ θεοῦ θῦ ἐννοιῶν, πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεὸς θς ὅλον ἐστὶ καὶ οὐ μέρη· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φα νήσεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕ τως ἀφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοή· οὐδὲ ἡ ἀκοὴ χείρ· οὐδὲ ἡ γαστήρ ἐστι στέρνα· οὐ δ’ αὖ πάλιν ὁ αὐχήν ἐστι ποῦς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τού των διαφόρων ὄντων, ἓν συνίσταται σῶμα· συνημμένα μὲν, ἓν ἔχ τὰ μέρη κατὰ τὴν χρείαν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέ πει ὡς ὁ προστάξας θεὸς θς βούλεται· οὕτως συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύσουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῶ εἶναι· ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειεν τὴν ἀθεότητα· κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώ ματός ἐστι καὶ ἀόρατος· καὶ ἄψαυστος τῆ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι· καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς· καὶ ὧν ψαύομεν τῆ χειρὶ· θρησκεύουσι τῆ θεοῦ θῦ τι μῆ· καὶ πάλιν· εἰ ὁ, περὶ θεοῦ θῦ κρατεῖ λόγος δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μὴ δὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεο ποιοῦντες· οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι·σελήνην δὲ μεθ’ ἡμέραν· ὁ ἥλιος ἐπικρύπτει τῆ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, χάλαζα πολλάκις βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χει μῶνα μὲν ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπι τρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρ χεσθαι· εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύ πτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι· καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην· καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσως ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον· ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶνἀνέμων τὰς πνοὰς ἐν ταὐτῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ, κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε· θεῶν ὄντων κατ’ αὐτοὺς· καὶ μὴ δὲν ἐπὶ βλάβη· ἐπ’ὠφελεία δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον· διὰ τὴν πρὸς ἄλληλα ἐναντιό τητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα καὶ μὴ δυνάμενα ἀλλή λοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν· ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ σύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν· καὶ ὁ μονοίας αὐτοῖς γένοιντο πρυτάνεις. οὔτε οὖν ἥλιος καὶ εἰκότως· οὔτε σελήνη· οὔτε ἄλλό τι μέρος τῆς κτίσεως· πολλῶ δὲ πλέον· οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῶ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι· ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ· ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐ στι· τὰ δὲ, αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διόπερ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία, οὐκ εὐσεβείας· ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλάνης ἔλεγχος· ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ πατέρα πρα · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται· καὶ δέ δεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία· πάσης ἀθεότητος οὖσα μεστή· καὶ οὐκ ἐπ ὠφελεία τῷ βίῳ τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐ πηγγείλατο· τῆς πλάνης διελεγχείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ περὶ εὐσεβείας θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα, οὐδὲν ἕτερον, ἢ πλάνη τῷ βίω διηλέγχη· ἡ δὲ τῆς ἀληθείας ὁ δὸς, πρὸς τὸν ὄντως ὄντα θεὸν θν ἕξει τὸν σκοπὸν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία· ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστίν αὐτὸς ὁ θεὸς θς ὑπερ’ ἄνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδὸς· πόῤῥωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστι καὶ ἀφ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν· καθὼς καὶ μω ϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως, ἐντὸς τῆς καρδίας σου ἐστίν. ὅ περ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν, ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα τοῦ πατρὸς πρς σωτήριον λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μὴ δὲ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω· ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων· καὶ διὰ τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν· εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη αὕτη φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θεω ρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν θν · ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἀνων ἔχει καὶ ταύτην λογικὴν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώτερον δι’ ἑ αυτῶν τὸν κατὰ εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν· ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν· ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶν λογικὸν· ἔ πειτα δὲ, καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη· ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ· κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχη. ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ· ἀλλὰ τῷ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γ’οὖν ὁρμήσας, κεκράτηκε τῷ λογισμῷ· καὶ λογισάμενος, πά λιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς. διὰ τοῦτό γ’οὖν ὡς ἄλλος ὤν αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτὴς· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗ τος διακρίνει· καὶ ἀναμιμνήσκει· καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι, μόνον τὸ ὁρᾶν· καὶ ὤτων, τὸ ἀκούειν· καὶ στόματος, γεύεσθαι·καὶ ῥινὸς, ὀδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν, τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἄπτεσθαι δεῖ· καὶ γεύεσθαι· καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεων ἔ στι· ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύ ναται ἡ χείρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα εἰ μὴ ὁ νοῦς διακρίνει· καὶ ἔοικέ γε τὸ τοιοῦτον ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρα καλῶς κατεσκευασμένη· καὶ τῶ ταύτην κρατοῦντι μουσικῶς μετ’ ἐπιστήμης ὡς γὰρ αἱ ἐν τῆ λύρα νευραὶ· ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρύν· ἡ δὲ, ὀ ξύν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ ἄλλον, ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία· καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶνδ είκνυται καὶ ἡ σύνταξις ὀρθὴ· ὅτἂν ὁ κατέχων τὴν λύραν πλήξη τὰς νευρὰς καὶ ἁρμονίως ἑκά στης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσ μένων· ὅτἂν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύει, τότε καὶ διακρίνει ἡ ψυχὴ· καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἀνων ἐστὶ· καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ὧ χρωμένη, διαλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐν σώματι ἐστί· πολλάκις γ’οὖν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θε ωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν· καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον· ἢ ψυχὴ λογικὴ· ἐν ἧ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ αὐτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ· τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετρα μμένοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος· λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολλάκις ἑαυτῶ τὸν θάνατον ὑπὲρ ἀρετῆς προσκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ὁ ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδῶν, καταφρο νεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα, οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαι ρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι· τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν· ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ, οὐκ ἔ ξωθεν· ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι ὡς ὁ μουσικὸς τῇ λύρα ἐνηχεῖ τὰ κρείττονα. πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν ἀποστρέφονται· τὰ δὲ, αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τὴν ἀ κοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν τοῦ ἀκούειν, ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικὴν καὶ ἀντιλαμβάνεσθαι τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν ἔχου σαν τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδ μᾶσθαι γενομένην· ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι, τίς ὁ ταῦτα κατὰ τῶν φυσι κῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑ τέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται. διὰ τοῦτό γ’οὖν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις · τὰ καλὰ μὲν, πράττειν· τὴν δὲ κακίαν, ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ μένει καὶ ἄκριτα· ἄτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν. εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῆ ἐκκλησιαστικῆ διδασκαλία· πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ ἂν οὖν ἡ περὶ τούτων γνῶσις, ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν· εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι· τῷ μὴ εἶναι κατὰ τὸ σῶμα. καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται· καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ ἑαυτῆς κινουμένην τὴν ψυχὴν καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀποθνή σκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀνα χωροῦντος τοῦ κινοῦντος ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα κι νεῖ, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερόν ἐστιν, ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει· καὶ τὸ σῶμα· τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θά νατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ σύνεστι καὶ ἐπιβέβηκε καὶ συνδέδεται τούτω· οὐ κατὰ τὴν τοῦ σώματος αὕτη σμικρότητα συστέλλεται καὶ συ μμετρεῖται· ἀλλ’ ἀπ’ αὐτῆς ἐκείνου συγκειμένου· ἀλλ’ ὡς ἐν θανάτω κοιμωμένου αὐτοῦ καὶ ἀργοῦντος κατὰ δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου· μένουσα ἐν τῷ σώματι τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῆ τοῦ νοῦ θαῤῥοῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐ τὴν βούλεται θεὸς θς φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ καὶ γὰρ καὶ συνδεθεῖ σα τῷ σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ ἕξει σώματος ζήσεται· καὶ οὐ παύεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θν · διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ· διὰ τοῦτο γὰρ καὶ ἀθάνα τα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ· ἐπειδὴ καὶ ἀθάνατός ἐστι. καὶ ὥσπερ τοῦ σώ ματος θνητοῦ τυγχάνοντος· θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕ τως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθά νατον εἶναι καὶ αὐτὴν ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέ ποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῆ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι· πρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διὰ τοῦτό γ’οὖν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς· οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνήσαν το καὶ ἄψυχα θρησκεύουσιν· οὕτως καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νομί ζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις καταριθμού μενοι· καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν αὐχοῦσιν ἔχειν· καὶ ἐπὶ τῷ λογικῶ μέγα φρονοῦσιν· εἰκότως τοῦτο φρονοῦντες, διὰ τὶ ὡς μὴ ἔχοντες ψυχὴν πα ρὰ λόγον τολμῶσι καὶ οὐχ ἃ δεῖ φρονοῦσιν; ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν; ἢ διατί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ · οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτὸν· δύνανται γάρ ὥσπερ ἀπε στράφησαν τῆ διανοία τὸν θεὸν θν · καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῶ νῶ τῆς ψυχῆς καὶ ἐπιστρέψαι πρὸς τὸν θεὸν θν . ἐπιστρέψαι δὲ δύ νανται εἰ ὃν ὑπεδέξαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψονται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς τῆ ψυχῆ ἀλλότριον καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῆ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον καὶ καθ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι. κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέ γουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν· ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥῦπον τῆς ἁμαρτίας ἀφ ἑαυτῆς ἀποτιθεῖται, καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει· εἰκότως διαλαμπρυνθέντος τούτου ὡς ἐν κατόπτρω, θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν, ἡ παρὰ τῆς ψυχῆς διδασκα λία· διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον ἀλλ’ ἔστι πάλιν ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασιν διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν· ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν· ἐπέκεινα πάσης γεννητῆς οὐσίας ὑπάρχων· καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῷ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ, ἀγέννητον, τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησε λόγω τῷ ἑαυτοῦ ὁ θεὸς θς · ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος· κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου· ὡς τὰ τούτου δημιουρ γήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας· ἐμφαί νειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλ μοῖς μὴ θεωρεῖται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτω φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτῳ διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημί· ἀλλ’ ἀφ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν ἐστιν ὁ παῦλος· ῥωμαίοις γράφων οὕτως· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· λυκάωσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιο παθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν· καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρωχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτῶν· καίτι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφρο σύνης τὰς καρδίας ἡμῶν. τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης· καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις· ἐναν τίας μὲν καὶ διαφόρους γινομένας· ἐν δὲ τῇ διαφορᾶ ὁμοίαν καὶ τὴν τάξιν πα ρὰ πάντων ὁμοῦ σωζομένην· οὐκ ἐνθυμεῖται ὅτι αὐτὰ οὐκ αὐτὰ ἑαυτὰ ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής· τίς δὲ ὁρῶν ἥλιον μὲν, ἀ νατέλλοντα καθ’ ἡμέραν· σελήνην δὲ, φαίνουσαν κατὰ νύκτα· καὶ φθίνου σαν καὶ πληρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῷν ἡμερῶν ἶσον πάντως ἀρι θμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμενα· οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάν τως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός· τὶς ὁρῶν τὰ ἐναντία τῆ φύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον· τίς ἰδὼν πῦρ ψυ χρῶ· καὶ ξηρὸν ὑγρῷ κεκραμμένον καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἐν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα· οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα. τίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρω· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῆ φύσει· τὸ μὲν, γὰρ ψύχει· τὸ δὲ, καίει· τὸ δὲ, τρέφει· τὸ δὲ, φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστι τίς κρείττων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα· κἂν μὴ βλέπη τοῦτον. τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας, καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι. ἢ τίς ὁρῷν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῆ φύσει, ἐπὶ τὸ ὕδωρ ἐδρασθεῖσαν, καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεόν θν . τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρπο φορίαν, καὶ οὐρανό οὐνό θεν ὑετοὺς καὶ ποταμῶν ἐπιῤῥοίας, καὶ πηγῶν ἀναβλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονὰς, καὶ ταῦτα οὐκ ἀεὶ, ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινό μενα, καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα ὡς ἂν αὐτῆ δοκῆ μένουσα καλῶς. αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη· διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ, φύσει βαρὺ καὶ κάτω ῥέον ἐστίν· αἱ δὲ νεφέλαι, κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχά νουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ, ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζό μενον. καὶ πάλιν· ἡ μὲν γῆ, βαρυτάτη ἐστί· τὸ δ’ αὖ πάλιν ὕδωρ, κουφότε ρόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄῤῥεν, οὐ ταὐτόν ἐστι τῷ θήλει· καὶ ὅμως, εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῶ θερ μῶ ἐναντίον ἐστί· καὶ τὸ ὑγρὸν, τῶ ξηρῶ μάχεται· καὶ ὅμως συνελ θόντα, οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν. οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῆ φύσει ἑαυτὰ συνήγαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτὰ· ὧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕ τερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν ὄντα ἐναντία τῆ δὲ τοῦ κυβερνῶντος βουλήσει, φιλιάζον τα· ἐπεὶ, εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρίσις, πῶς ἂν τῶ βαρὺ τῶ ἐλαφρῶ, ἢ τὸ ξηρὸν τῶ ὑγρῶ, ἢ τὸ περιφερὲς τῶ ὀρθῶ, ἢ τὸ πῦρ τῶ ψυχρῶ, ἢ ὅλως ἡ θάλασσα τῆ γῆ, ἢ ὁ ἥλιος τῆ σελήνη, ἢ τὰ ἄστρα τῶ οὐρανῶ οὐνῶ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν· ἀ νομοίου οὔσης τῆς ἑκατέρου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καίοντος· τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος, κάτω· τοῦ δὲ κούφου, ἐκ τοῦ ἐναντίου ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου, φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα· ἐστασίασαν ἂν πρὸς ἑαυτὰ· ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέ σιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῇ ἡμέρα· ἀλλὰ ἔμενεν ἂν πάν τως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γιγνομένων· λοιπὸν ἦν ἰδεῖν, οὐκέτι κόσμον· ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν· ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν, ἀλλὰ ἀσύστατον ὅλον· οὐκέτι μέτρα· ἀλλὰ ἀμετρί αν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχη· ἢ πάντα ἀνηροῦντο, ἢ τὸ κρατού μενον ἐφαίνετο μόνον· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐ δείκνυεν· μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρεία, ἀνάρ μοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα· οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα· ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θά λασσα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο. πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη, ἢ ὅλως ζῶον ἐπὶ γῆς τῶν στοι χείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυ ναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ συνέστη τί τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕ τω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐ κατ’ ἀξία· ἀλλὰ τάξις ἐστὶ τῷ παντί· καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία· ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔ ννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶ ται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν· μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων· καὶ ἀῤῥένων καὶ θηλειῶν· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην καὶ τοὺς ἐν αὐτῆ δι αφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸςἑαυτοὺς· καὶ μήτε τοὺς πλου σίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μή τε τοὺς νέους κατὰ τῶν γερόντων γινομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσο μοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχον τος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει· κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῶ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες· ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῆ· οὐδὲ ἡ χεὶρ τῶ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τού του πάντως εἶναι ψυχὴν ἐν τῶ σώματι τὴν τούτων ἡγεμονεύουσαν· κἂν μὴ βλέπωμεν αὐτὴν· οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία, τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεόν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρ μονία, οὐ πολλοὺς· ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοι αύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕ τως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρ χοντα δείκνυσι. καθάπερ εἴ τις πόῤῥωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ δια φόρων νευρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν· ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑ πὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν· κεράσαντα τῇ ἐπιστήμη κἂν μὴ τοῦτον βλέπη, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτῳ· μήτε τῶν κάτῳ πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀ κόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως· τὸν τῷ ἑαυ τοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητὰς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν· ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τοῦτον τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφό ρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατα σκευάζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ἐγεγόνει ὁ εἷς κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν, ἔργον ἓν ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλή ρουν ἔλλειψιν· ἐν θεῶ θῶ δὲ λέγειν εἶναί τι ἐλλιπὲς· ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστὶ· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν εἴποι τίς τέλει ον· ἀλλὰ ἀσθενῆ· εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκαστος ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕ καστος εἰργάσατο· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐ τάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλωςτε· ἀσεβὲς καὶ ἄτοπον ἂν φα νείη εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῶ. πρὸς ἕκαστον γὰρ τῶν ποιη σάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾶ καθάπερ εἴρηται· πρότερον, πάλιν ἦν ἀκοσμία καὶ ἄ ταξία τοῦ παντὸς· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευσεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνή της· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη· σύμφωνον ἀποτελέσει τὸν ἦ χον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκε, ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς, διὰ τοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄ λλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνά γκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς οὖν ἂν εἴη οὗ τος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῆ περὶ τούτων ἀγνοία πλανηθεὶς τίς ἕτερον ὑπολάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέση· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοι αν ἀμφίβολον ἔχειν. εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν, ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν, καὶ τὸν παρ’ ἡμῶν προσ κυνούμενον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ, τὸν καὶ τῆς κτί σεως κύριον κν καὶ πάσης ὑποστάσεως δημιουργὸν· τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ ἢ ὁ πανάγιος καὶ ὑπερεπέκεινα πάσης γεννητῆς οὐσίας, ὁ τοῦ χριστοῦ πατήρ πήρ ὅστις καθάπερ ἄριστος κυβερνήτης, τῆ ἰδία σοφία καὶ τῷ ἰδίῳ λόγω, τῷ κυρίω κω ἡμῶν ἰησοῦ ἰῦ χριστῶ, τὰ παν ταχοῦ διακυβερνᾶ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκεῖ· ἔχει δὲ καλῶς ὡς γέγονε καὶ ὁρῶμεν γιγνό μενα, ἐπειδὴ καὶ τοῦτο βούλεται. καὶ τοῦτο οὐκ ἄν τις ἀπι στήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἐπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφία καὶ ἐπιστήμη συνέστηκε· καὶ παντὶ κόσμω διακεκόσμη ται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ ἄλλόν τινα ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ . λόγον δέ φημι, οὐ τὸν ἐν ἑκάστω τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα, ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην, οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον, τὸν ἐκ συλλα βῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν αὐτολόγον λέγω, ὃς ἄλλος μέν ἐστὶ τῶν γεννητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φω τίζει τῇ ἑαυτοῦ προνοία. ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος ὑπάρ χων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ, μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μὲν ἐπιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην τῷ ἰδίῳ νεύματι ἤδρασε. τούτω φωτιζό μενος ἥλιος, τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη, μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα, περιορίζεται· ἡ δὲ γῆ, παντοί οις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγο μένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μένει μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ , μένοι μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ , ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν, ὅτι πάντα λόγω θεοῦ θῦ καὶ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τί τῶν γενομένων, εἰ μὴ λόγω ἐγεγόνει· καὶ λόγῳ τῷ θείω καθάπερ ἐλέχθη· λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁ μοιότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωποι ἄ νοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύν θετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς · ὁ καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προ ελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ· καὶ γνω ρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι· ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γεννητῶν, ἔστιν ἡ φύσις ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευ στή τις καὶ ἀσθενὴς· καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει. ὁ δὲ τῶν ὅλλων θεὸς θς , ἀγαθὸς καὶ ὑπέρκαλλος τὴν φύσιν ἐστὶ· διὸ καὶ φι λ άνθρωπός άνός ἐστίν. ἀγαθῶ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλαν θρωπεύεσθαι δύνηται. ὁρῶν οὖν πᾶσαν τὴν γεννητὴν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους· ῥευστὴν οὖσαν καὶ διαλυομέ νην· ἵνα μὴ τοῦτο πάθη· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον, τούτου ἕνεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδίω λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῆ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κινδυνεύση πάλιν εἰς τὸ μὴ εἶναι· ἀ λλ’ ὡς ἐξ ἀρχῆς τῶ αὐτοῦ λόγω καὶ αὐτῷ ὄντι θεῶ θῶ , τὴν σύμπασαν διακοσμήσας κτίσιν καθίστησιν· ἵνα τῆ τοῦ λόγου ἡγεμονία καὶ προνοία καὶ διακυβερνήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῆ; οὕτω καὶ τοῦ ὄντως ὄν τος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα· καὶ παρηγμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι, μὴ ἄ ρα πάθη ὅπερ ἂν ἔπαθεν εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐ στι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως· ὅτι δι’αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐ στιν ἡ κεφαλὴ τῆς ἐκκλησίας· οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. μόνος γὰρ ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφα πλώσας· καὶ φωτίσας, τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοι πὼς· ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδία· καὶ ἀθρόως ὁ μοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθη τῆς οὐσίας· αἵπέρ εἰσι θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ· εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τῷ ψυχρῶ μάχεται· οὔτε τὸ ὑγρὸν τῷ ξηρῶ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· ταῦτα τῷ θεῷ θῷ λόγω πειθόμενα· τὰ μὲν ἐπὶ γῆς, ζωογονεῖται· τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς , συνίσταται. καὶ διὰ τοῦτον θάλα ττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ, πᾶσα χλοηφορεῖ καὶ κομᾶ· παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐν διατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ἥ φησι καὶ ὁ θεολογίας ἀνὴρ· ἐν ἀρχῆ ἦν ὁ λό γος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· οἷον γὰρ εἴ τις λύραν μου σικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄκροις τῆ τέχνη προσαγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη· οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών· καὶ τὰ ἐν οὐρανῶ οὐνῶ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περι άγων τῶ ἑαυτοῦ νεύματι καὶ θελήματι· ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων πα ρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει ὡσὰν, ἕκαστον τῷ ἑαυτοῦ πατρὶ πρὶ δοκεῖ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεόητος, τοῦτό ἐστιν· ὅτι ἓν καὶ τῶ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ· τὰ περιφέρη· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρά· τὰ θερμά· τὰ φαινόμενα καὶ τὰ ἀόρατα· περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ· τὸ μὲν ὀρ θὸν, ὡς ὀρθόν· τὸ δὲ περιφερὲς, περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι κινεῖται· τὸ θερμὸν, θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως, ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων· γυναικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθ’ ἡγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύ σιν ἑαυτοῦ καὶ δύναμιν φανῆ· ὁ μὲν ἀνὴρ, ὡς ἀνὴρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων, ὡς γέρων· καὶ ὁ νέος, ὡς νέος· πάν τες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν τ’αὐ τῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε πα ρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾶν· τὴν δὲ ἀκοὴν, ἀκούειν· τὴν δὲ χεῖρα, ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν, ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν, γεύεσθαι· πο λλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας πε ριπατεῖν· ἢ ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον σημανθῆ, ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πόλει· καὶ οἰκονομου μένη ἐπὶ παρουσία τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παροντὡς καὶ προστάττοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος, ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ, σιτισόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδί ζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς, ἐπὶ τὸ δι κάζειν· ὁ δὲ ἄρχων, ἐπὶ τὸ θεσμοθετεῖν. καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης, ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης, ἐπὶ τὴν θάλατταν κατέρ χεται· ὁ τέκτων, ἐπὶ τὸ τεκτονεύειν· ὁ ἱατρὸς, ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος, ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπα νέρχονται. πάντα δὲ ταῦτα τῇ παρουσία τοῦ ἑνὸς ἄρχοντος· καὶ τῆ τούτου διατάξει γίνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ἦ τὸ παράδειγ μα, ὅμως μείζονι διανοία χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύ ματός τινος τοῦ θεοῦ θῦ λόγου· ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται. νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου· οὐρανὸς οὐνὸς μὲν, περιστρέφεται· τὰ δὲ ἄστρα, κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη, περιπολεῖ· καὶ ἀὴρ μὲν, ὑπ’ αὐτοῦ φῳ τίζεται· αἰθὴρ δὲ, θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει· καὶ τὰ ἐν αὐ τῆ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα, καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῆ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάν τα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ, καίει· τὸ ὕδωρ, ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὧ ραι παραγίνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλα ττα πλέεται· γῆ σπείρεται· καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλο ηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὐ ξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δὲ, γεννᾶ ται καὶ φαίνεται. ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων· ἃ δι ὰ τὸ πλῆθος, οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυμα τοποιὸς τοῦ θεοῦ θῦ λόγος· φωτίζων καὶ θεοποιῶν τῶ ἑαυτοῦ νεύματι, κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων· συμπεριλαβὼν, ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῶ ἑαυτοῦ νεύματι καὶ τῆ ἑαυτοῦ προνοία· καὶ σώματα μὲν αὔξει· ψυ χὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει, καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτῳ δὴ πάλιν αὐ τὸς ὁ τοῦ θεοῦ θῦ λόγος· ἑνὶ καὶ ἁπλῶ νεύματι· τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρα τὸν κόσμον· καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς. ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῷν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ· καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦν τα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεὸν θν · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τίς ἂν ἴδοι. εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγω ἐπιβάλλοντες τὸν νοῦν· σημαινόμενον ὁρῶμεν τῶ λογισμῶ, πολλῶ πλέον μείζονι φαντασία καὶ ἀσυγκρί τω ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα πρα μου. ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ· φα νερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκό τες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήση τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίῤῥητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώ λων ἀναιρέσεως προησφ ίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος· λέγων, οὐ ποιήσεις σεαυτ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῶ οὐρανῷ οὐνῷ ἄνω καὶ ὅσα πὶ τῆς γῆς κάτῳ. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγῳν· τὰ εἴδωλα τῶν ἐθνῶν· ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψον ται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πό δας ἔχουσι καὶ οὐ περιπατήσουσιν. οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέψαντες· οὐχ’ ὡς ἔργα θεοῦ θῦ ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς· καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσ κυνήσης αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ· οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶν ἐ θνῶν τὸν τῶν πάντων δημιουργὸν θεὸν θν ὥσπερ είρηται· ὁ γὰρ ἰου δαίων πάλαι λαὸς· κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀνους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· πλὴν ἐμοῦ· οὐχ ὡς ὄν των δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῷ τὰ μὴ ὄντα θεο ποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀ νομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησίν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινό μενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἄρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῷν ἢ εἰδώλων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι, οὐχί γε· ἀλλὰ καὶ προαπαντᾶ τῇ διανοία λέγουσα· ἄκουε ἰσραὴλ ἰήλ · κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλη τῆ καρδία σου· καὶ ἐν ὅλη τῆ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προσκυνήσεις καὶ αὐτῷ μόνω λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήση· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις· ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ἥ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν· καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρα· τῷ περιβαλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῶ ἑ τοιμάζοντι τῇ γῇ ὑετόν· τῶ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῇ δουλεία τῷν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν. διὰ τίνος δὲ δίδωσιν ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος περὶ οὗ καὶ ἐν ἑτέρω ψαλμῷ λέγει· τῶ λόγω κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωυσῆς ἐν ἀρχῆ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγό μενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεός θς · ποιήσωμεν ἄνθρωπον ἄνον · κατ’ εἰ κόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν αὐτῶν εἶπεν ὁ πατήρ πήρ · γενηθήτῳ οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕδατα· καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην· καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφι στάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς · ἵ να καὶ προστάττων λαλῆ. εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν· ἀλλ’ ἔμελλε γίνεσθαι· οὐ δεὶς γὰρ τῶ μὴ ὄντι λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέττατεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ · καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν, οὐκ ἐποίησε· προστάττει δὲ λέγων ὅρα ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ ὧν δείκνυται ὁ θεὸς θς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖ ναί τινα τούτω· ὧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν, ἢ τῷ ἑαυτοῦ λόγω· ἢ τίς τούτω συνῆν ποιοῦντι τὴν γεννητὴν πᾶσαν οὐσίαν, ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμπαρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ γενητὰ συμπεριλαμβάνει. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος τὸν πατέρα πρα βλέπων, ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ἥ φησι καὶ ὁ σωτὴρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα· κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς θεὸς θς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὢν· οὐδὲ ἔξωθεν ἐπιγενο μένων τούτων αὐτῶ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐ τοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετή· καὶ μὴν καὶ χα ρακτὴρ καὶ ἀπαύγασμα· καὶ εἰκών· καὶ συνελώντι φράσαι· καρ πὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει καὶ μόνος ἐστὶν υἱός· εἰκὼν ἀπα ράλλακτος τοῦ πατρός πρς . τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν αὐτοαγιασμὸς καὶ αὐτοζωή· καὶ θύ ρα· καὶ ποιμήν· καὶ ὁδός· καὶ βασιλεύς· καὶ ἡγεμών· καὶ ἐπὶ πᾶ σι σωτήρ σήρ · καὶ ζωοποιός· καὶ φῶς· καὶ πρόνοια πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν υν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῶ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησὶν· ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῶ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων· καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ οὐρανοῦ οὐνοῦ καὶ γῆς· καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παρά φρονες· παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν. τῆ κτίσει παρὰ τὸν κτίσαντα λατρεύον τες· πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειεν· καὶ τὰ ἐν τῆ πόλει δη μιουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ὥς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον, ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρ μοσάμενον, ἐκβάλλοι. ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν ἢ ναῦν ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνε ται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστίν, οὕτως οὔ μοι δοκοῦ σιν ὑγιαίνειν τὴν διάνοιαν τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες· τὸν σωτῆρα σρα τῷν πάντῳν τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν· δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων· καὶ τὸ θεοσεβὲς, ὦ φιλόχριστε· χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀ θανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστὶν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτε υομένοις ἐστὶ τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη· καὶ κίν δυνος ἀσύγγνωστος ἐν ἡμέρα κρίσεως· ὅτι καίτοι γνῶντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.