ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον οὐχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπροτέραν ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας· ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένῳ μὲν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαί, πρὸς τὴν τῆς ἀληθείας ἀπα γγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων σ υντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστὶν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ, τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσεται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπο λάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες, χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ᾧ μά λιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν. πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην· ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· ε ἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου πᾶσα μὲν εἰδωλολατρία καθῃρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτῳ ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινον ἀνίνόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς, τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου προστάγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν τὴν αὐτοῦ γνώσεως πεπληρῶσθαι ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος, εἶναι θεὸν θν καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρότερον δ ιελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν ἐλεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψῃ· καὶ θαρρῇς καὶ αὐτὸς ὦ ἄνθρωπε ανε , ὅτι ἀληθείᾳ πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων, οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν, ἡγεῖσθαί σοι πεπίστευκα· ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ π αντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς · ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ , τὸ ἀνθρώπινον ἀνίνον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θυ φαντασίας ποτὲ ἀποστῇ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήσῃ, ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλῇ τῷ θείῳ. ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος, τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ σ υνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλος ἐστὶν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς· τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώ πινα διαβὰς, ἄνω μετάρσιος γίνεται·καὶ τὸν λόγον ἰδὼν, ὁρᾷ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντῳ παρρησίᾳ τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεόν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ, ἣν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ ὃν καὶ ὁ ἅγιος μωϋσῆς, τροπικῶς παρά δεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ. καὶ τὸν θεὸν θν δι’ αὐτῆς κατοπτρίζεσθαι· καθάπερ καὶ ὁ κύριος κς φησί· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν ο ὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειτ τόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ τε σώματος καὶ· τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαν τες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἄνθρωπου ἄνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅ τε δὲ συμβουλίᾳ τοῦ ὄφεως, ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώ ματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες ᾐσχύνθησαν. ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θ εὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος. εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαμβάνοντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι· καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπι θυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλόν· ὥσπερ ε ἴ τις τὴν διάνοιαν παραπληγεὶς καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κι νεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐκέτι μὲν κατὰ ἀρετήν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾷν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτῳ, εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀπο στρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύ σασθαι γᾶρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται. τὴν φύσιν οὖσα ὡς προ εῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι, τὰ καλά· οὐκ ὄντα δὲ, τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ,· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω. καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα· ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς ε ἰς τὸ τὴν κτίσιν ὁρᾷν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν· καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς, ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη, κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυ τῆς ὡς προεῖπον ὁρῶσα καὶ τούτῳ καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη. καὶ διατοῦτο ἀ ντὶ τοῦ τὴν κτίσιν ὁρᾷν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει, ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν, καὶ ἀποστολικὴ φωνή παρεγγυᾷ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη, εἰς τὸ μοιχεύειν ἀντὶ νομικἤς τεκνο γονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα, κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐὰν ἡνίοχος ἐ πιβὰς ἵπποις ἐν σταδίῳ· καταφρονήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾷ· πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνη· φερό μενος ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδόν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον· τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐ τῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῇ πλάττει· οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακά ριος παῦλος ἀποβλέπων, ἔλεγε·κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χὔ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς π λανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποι ητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέ λοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῷ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη· μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γενόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκα λίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι. ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν, τὸν καὶ τῆς κτίσεως δημιουργόν. τούτοις δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν, ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται. ὁ μὲν οὖν κύριος κς κ αὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα, ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος· κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ · τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν· ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν· ὅτι μὴ βουλομένοις αὐτοῖς, παρα γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρκαὶ ὁ ἀγαθὸς, παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀ γαθοῦ· φαίνεται γὰρ οὐδέν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτί σεως. τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώ σκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη· ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεός θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου· ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν δ ιανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκ κλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν, οὐ παρὰ θεοῦ θῦ . οὐδὲ ἐν θεῷ θῷ , οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀνα πλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡ λίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινο εῖ οῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατ εῖ οῖ · πολ λάκις πίπτων· καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδόλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾷν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται. καὶ οὐχ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾷν τὸν θεὸν θν · καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐ πίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκῃς ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθοῦ ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῇ τῆς κακίας ἐπινοίᾳ· τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χεί ρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπο μένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά· ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῇ κάτοπτρον· δι’ οὗ μόνου ὁρᾷν ἠδύ νατο τὴν εἰκόνα τοῦ πατρός πρς , οὐκέτι μὲν ὁρᾷ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾷ, τὰ τῇ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα. καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν ὃν ἐπελάθετο τῇ διανοίᾳ θεὸν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινο μένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾷ· π ροηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία. μαθόν τες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέποι τὸ φῶς μὴ δὲ τὰ ἐν αὐτῷ γρ(άφε) τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης. ἀμυδρῷ τῷ λογισμῷ μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτί σαντα δοξάζοντες, καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν θν · ὥσπερ δὲ κ ατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσον μᾶλλον ἐπικαταβαίνουσι τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· κ αὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμ πλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπιτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται ἐπιλέγουσα· ὅταν ἔλθῃ ὁ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ τοῦ ὄντος θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λο γισμοῖς πρώτοις οὐρανῷ οὐνῷ · καὶ ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς, αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα· καὶ τὰ ἐν τῷ ἀέρι, προσηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως τὴν θερμὴν καὶ τὴν ψυχράν καὶ τὴν ξηρὰν καὶ τὴν ὑ γρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν. ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσῳ κοχλιῶν, οὕ τως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν ἔτι ζώντων τῶν δὲ καὶ μετὰ θάνατον, ὡς θεοὺς ἀνέθηκαν. ἔ τι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ ἔνυδρά τε καὶ χερσαῖα καὶ τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προση γορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδόλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποι ῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λί βυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κ εφαλήν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕ καστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκού μενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως· καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας· ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρ ξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδίᾳ ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἶσις· καὶ ὄσιρις καὶ ὧρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον οὐ σεμνόν ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐ πιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων, τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύ εσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός· ἔλεγ χον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλο λατρίας παρέχων, ὅτι οὐκ ἄλλως ἐφευρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας· ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσῃς μὴ δὲ μακρὰν πίστεως εἶναι νομίσῃς τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῷ πρότερον ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος· τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθά νονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπ’ ἐξου σίας ἔχοντες τὸ θεοποιεῖν. αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον α ὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων· τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδούς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, μείζων καὶ κρείττων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστὶ τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑ αυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον, εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος, οὐ καινόν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοί· ζεὺς· καὶ ποσειδών· καὶ ἀπόλλων· καὶ ἥφαιστος· καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα· καὶ δήμητρα· καὶ ἀθηνᾶ· καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῇ τοῦ θεοῦ θῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι, ἃς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις, ἶσις· καὶ κόρη· καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνό ματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι πάσης χλεύης ὄντα μεστά. π ολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος· ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν. οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομί ζοντες αὐτοὺς εἶναι θεοὺς, ἀλλὰ μηδόλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τὸ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες· παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις ὅρα περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰσέτι καὶ νῦν, ὁ περὶ ὀ σίρεως· καὶ ὥρου· καὶ τuφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα· καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν θν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται· τὴν ἀνθρώπου ἀνου τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄ νωθεν καὶ πρὸ πολλοῦ ἐδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας. ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν· φθορὰ ζωῆς. οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξίᾳ γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχό μενος πατήρ πηρ , τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας· τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις, μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνῳ κρατυν θὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνα τυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· ε ἰς ἐπίτασιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλό μενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν προολίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλο γίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαῦτα τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβα νόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα π ρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι· λάβοι τὰς πρά ξεις,· εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν, ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν, ἁρπάζοντα μὲν τὸν γαννυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα·, μὴ παραγνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰ δεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπη δόνος· καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξί· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσι τὲ καὶ πτηνοῖς, ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλήν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν· τοσαῦτα δρά σαντα καὶ διαβληθέντα, ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν· καὶ ἀλκμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην· καὶ δανάην· καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτῳ· ὅτι μὴ μόνον ἐμοί χευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας, θεοποιήσας ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ· τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσὶ· διό νυσος· καὶ ἡρακλῆς· καὶ διόσκουροι· καὶ ἑρμῆς· καὶ περσεὺς· καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἔριν ἀκατάλλακτον π ρὸς ἑαυτοὺς ἐν ἰλίῳ τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς· ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους τὴν ἥραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα γρ(άφε) χωλεύοντα · οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς καὶ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατα σκευαζόμενον δόλον καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν καταγελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παρα λόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐ τοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μ οιχὸν· τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύ νονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις· οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν. ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ l ίθος, καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι· καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλῃ τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγορά σαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς ὥσπερ ἐπιλα θόμενος ὧν εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρooλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην, θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα· τοῦ πεποιηκότος προτιμᾷν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέ χνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη, οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον καὶ τὴν τέχνην καὶ τὴν ἐπιστήμην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κ ατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυ νοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες ἄνθρωποι ἄνοι , τοὺς μηδόλως κινουμένους· ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καὶ μή τι νομίσῃς ταῦτα με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις, ὁρᾷν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς· προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον· ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθή σονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅ μοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεόν θν · καὶ οἱ γλύ φοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνῳ εἰργάσατο αὐτό· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ, ὡς μορφὴν ἀνδρός· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ ἐφύτευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν· ἵνα ᾖ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῇ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ· τὸ δὲ λ οιπὸν, εἰργάσαντο εἰς θεούς, καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρί· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξέλου με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώ θησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν· καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ, εἰς βδέλυγμα ἐποίησε καὶ προσ κυνοῦσιν αὐτό. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε· ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου· πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν, ο ἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι· ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω φανερῶς ἐλεγχόμενοι, τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη, πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκί νητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνί της· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας· καὶ χεῖρας· καὶ στόμα, εἶχον ἀκινήτως κινούμενα, πρὸς τὴν τῆς αἰσθή σεως χρῆσιν· καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες, οὐκ ἔχουσι· καὶ στήκοντες οὐ στήκουσι· καὶ καθεζόμενοι, οὐ καθέ ζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα, μηδὲν παρέχοντες, ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνῃ φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες· καὶ μ άντεις· ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀ θεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν· ἠδύναντο γὰρ καὶ μόνῳ τῷ τῆς θεότητος ὀνόματι, τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι· νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι καὶ παιδοφθορίας τοῦ διὸς καὶ τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους· καὶ δειλίας· καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν· ὅ τι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων· μυθολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς, ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα, τὰ μὴ ὄντα πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων· εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεος καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασι, καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεύς· οὐδὲ κρόνος· οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ, πρὸς ἀ πάτην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φή σ ω ου σι, τὰ μὲν ὀνόματα οὐ πλάττονται· τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφα λές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνό ματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἢ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε οἱ εἶναι τούτους θεοὺς ὁμολογήσαντες, ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψαιεν ἐννοίας· ὥ σπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον· τῷ ὕδατι τίς ἀναθήσει· τὸ μὲν γὰρ καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχρὰν· εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ, καὶ ἀνθρώπων ἀνων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυ ρηθῇ· καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ· ὥσπερ ο ὖν εἴ τις διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς· καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων· οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν· τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο· ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν· τὸν δὲ ἥλιον, βοτάναις καὶ καρποῖς σπείρεσθαι· ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους ἀνους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ καὶ σὺ τούτων καταψεύδῃ, διατί μὴ ἐπὶ τῆς ἀνδρίας τῶν ἡρώων ἐψεύσαντο. καὶ ἀντὶ μὲν ἀνδρίας ἀσθέ νειαν· ἀντὶ δὲ ἀσθενείας, ἀνδρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτως καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύσασθαι· τοῦ δὲ θερσίτου, δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως, ἀσυνεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος παραφρο σύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος, γυναικείας πράξεις· τῆς δὲ ἑκάβης, ἀνδρίαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡ ς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐφοβήθησαν καταψεύδεσθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι, ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις, ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον καὶ ἐν οὐρανῷ οὐνῷ βασιλεύοντα λέγουσι τὸν δία, οὐ πλάττονται, ἀλλ’ ἀληθεύοντες λέγουσι· τοῦτον δὲ οὐ μόνος ἐγὼ, ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν, ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων, ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τὰ τοιαῦτα πράττειν· οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας, ὑπονοεῖν τις δύναται θεούς· τ ί οὖν ὑπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια, ψευδῆ καὶ κεχα ρισμένα τυγχάνει· αἱ δὲ πράξεις, ἀληθεύουσαι κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰς, καὶ κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσὶν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον, ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος· μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας· μηδὲ ἐξ ἀρετῆς τῆς ψυχῆς, τὴν πρόφασιν τῶν ἐγ κωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα· ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι, τὰς θεοῦ θῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε ν ομίζω· καὶ παραγνώμην αὐτοῖς εἰρῆσθαι, τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν, τοῖς οὐκ οὖσι θεοῖς ἀλλὰ ἀνθρώποις ἀνοις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀλη θείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη, ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη, πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς. ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία· τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἄν· τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μ ικρῷ πρότερον, ἀνθρώπους ἀνους αὐτοὺς, καὶ ἀνθρώπους ἀνους οὐ σεμνοὺς ὄντας ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται καὶ μέγα φρονήσουσιν· ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίῳ, χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ, τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν, χαλκευτικήν· ἀθηνᾶ δὲ τὴν ὑφαν τικήν· καὶ ἀπόλλων μὲν, τὴν μουσικήν· ἄρτεμις δὲ τὴν κυνηγετικήν· καὶ ἥρα στολισμόν· δήμητρα, γεωργίαν· καὶ οἱ ἄλλοι ἄλλως, ὡς ἱστο ροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπι στήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι· ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι· φύσεως αὐτὴν εἶναι μίμημα· εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι, ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄ ντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν, εἰ τῇ ἀνθρωπίνῃ ἀνίνῃ διανοίᾳ καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετάς, θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· γράμματα μὲν γὰρ ἐφεῦρον, φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν, ζήνων ὁ ἐλεάτης· ῥητο ρικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν, τριπτόλεμος· καὶ νόμους μὲν, λυκοῦργος ὁ σπαρτιάτης· καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν· καὶ ἀριθμοὺς καὶ μέτρα· καὶ στάθμια, παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα· καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀνων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἀνθρώπων ἀνων μαρτυρίαν· εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι· καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους, εἶναι κατ’ αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουσιν, ἀκολουθεῖ καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους, μὴ δὲ ὀνομάζεσθαι θεούς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν, ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς διὰ τῶν ἀγαλμάτων γλυφῆς, οὐδὲν ἕτερον ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυναικῶν· καὶ τῶν ἔτι κατω τέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν· πετεινῶν παντοίων· τετραπόδων ἡμέρων τε καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν κ αὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι · καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας, ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσὶ παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησίν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ , ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου · καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς , εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡ ς παροφθέντες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες· ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους, τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ λέγουσι διατοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι. ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέγειν νομί ζοντες, φασὶ διατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι, πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως, ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας. ταῦτα μὲν οὕτως ἐκεῖνοι μ υθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάσῃ τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων, τὴν δόξαν εἶναι ψευδῆ. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθών· ἐπ’ ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεόν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον· ἢ ξύλον· ἢ χρυσοῦ μέρος· πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης· τοῦ χρυσοῦ, καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσι μορφαὶ τὰ γλύμματα, τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ τοῦ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτῶν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐ φ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα· τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀπο στρεφόμενοι· ἢ διὰ τὴν ἀγριότητα ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες, θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶα θρησκεύειν αὐτοὺς· ἢ τοὺς τούτων τύπους, ἐν τύποις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστί· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ θεῖον τ οῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεός θς · καὶ διατοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι· ὅσῳ καὶ λογικοί· καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς· περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν πεποίηται ὑμῖν ὦ ἕλληνες ταῦτα· ἀλλ’ οὐ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐπι καλεῖσθε τὰς δυνάμεις, κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικλη θείσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλήψεως γλύφοντες τὰς μορφὰς ὥς φατὲ, αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν τοῖς γλύμμασι περιτίθετε· πρᾶγμα πάσχοντες, οὐκ εὐαγές· ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τ ῆς τῶν ἀγαλμάτων σμικρότητος· καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα εἴσιν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾷν· οὐδὲ γὰρ εἰ γράφοι τίς τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι· τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος, θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται· οὕτως καὶ ὑμεῖς· εἴπερ ἐρρωμένον εἴ χετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώρισμα, εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν· καὶ διατοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα· φημὶ δὴ πάλιν τὸν τεχνίτην πολλῷ πλέον ἔδει θεοποιηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσῳ κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμματα θαύματός εἰσιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι, διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· οὐκ οὖν εἰ μὴ διὰ τοῦτο θεοὺς ἄξιον αὐτοὺς νομίζειν, π άλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς, παρ’ αὐτῶν ἀξιῶν μαθεῖν. εἰ μὲν γὰρ ὅτι ἀνθρωπό ἀνό μορφόν ἐστι τὸ θεῖον διατοῦτο οὕτως τετύπωται, διατί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυφάς· εἰ δὲ τὸ συναμφότερόν ἐστι καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν θν · ὅτι τὲ ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφήν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα· ἡ σκύλλα καὶ ἡ χάρυβδις καὶ ὁ ἱππο κένταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄννουβις· ἔδει γὰρ· ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς. ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν. καὶ πάλιν· εἰ ἀρρενικαὶ τούτων εἰσὶν α ἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους, εἰ δὲ καὶ θηλυκῶν εἰσὶ, διατί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφάς· εἰ δὲ πάλιν τὸ συναμ φότερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι· ἀλλὰ ἀμφότερα συνάπτεσθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαν τίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχῃ· καὶ ὅλως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας καὶ αὐχένα καὶ στήθη· καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς, ὥστε τοιαῦτα νοεῖν περὶ τοῦ θείου· ἀ κολουθεῖ γὰρ αὐτῷ καὶ τὰ ἄλλα τοῦ σώματος πάντων πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ θῦ · ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν· ὁ μὲν γὰρ θεὸς θς , ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ, καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γὰρ ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιωθέντας· καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ᾧ ἄν τις αὐτῶν καταγνώσοιτο τῆς παραφροσύνης ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπλη ροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι· ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θ εοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνῃ κυριωτέρους· ἵνα ἢ τὸν θεὸν θν θαρρήσῃ προσκυνῶν· ἤ ὥς φασιν, ἐν αὐτοῖς μὴ διστάζῃ γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοί, ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα· καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι, περὶ τῆς ὅρα τῶν εἰδώλων δεισιδαιμονίας. φοίνικες γοῦν οὐκ ἴσασι τοὺς παρ’ αἰγυπτίοις λεγομένους θεούς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοί νιξι προσκυνοῦσιν εἴδωλα· καὶ σκύθαι μὲν τοὺς περσῶν. πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ πελασγοὶ μὲν, τοὺς ἐν θρᾴκῃ θεοὺς διαβάλλουσι· θρᾷκες δὲ τοὺς παρὰ θηβαίοις οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατὰ ἀράβων· καὶ ἄραβες κατ’ αἰθιόπων· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν, τὰ κιλίκων οὐ σέβουσι· καππαδοκῶν δὲ τὸ γένος, ἄλλους παρὰ τούτους ὀνομάζουσι θεούς· καὶ βιθυνοὶ μὲν, ἑτέρους· ἀρμέ νιοι δὲ, ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι πολλῶν· ἠ πειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει· καὶ μόνους τούτους εἶναι νομίζει θεούς· περὶ γὰρ τῶν ἐν αἰγύπτῳ μυσαρῶν, οὐδὲ λέγειν ἐστὶ· πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων, ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων σπουδάζουσι ἀεὶ κατὰ τῶν πλησίον τὰ ἐναντία σέβειν· ὁ γοῦν παρ’ ἑτέροις σημειωτἐον ὅτι ὁ κροκὀ δειλος ἐνομἰσθη τοῖς αἰγυπτίοις θεός· προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθὺς, οὗτος ἄλλων ἀλήθεται τροφῆ· ὅθεν δὴ πό λεμοι καὶ στάσεις· καὶ πᾶσα φθόνων πρόφασις· καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν· ὅτι ὡς ο ἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεούς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι. καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον τὸν πάντων σωτῆρα σρα χριστὸν χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις, πολλὰς ἀνόδους κυκλεύουσιν ὁδούς· καὶ τοὺς μὲν παρόντας οὐχ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀπο στραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φανιάζονται· ταῦτα δὲ, οὐ μικρὸς ἔλεγχός ἐστι· τῆς ἀληθῶς ἀθεότητος αὐτῶν· διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ π όλιν καὶ χώραν θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ· τῶν παρ’ ἄλλοις λεγομένων θεῶν, γίνονται θυσίαι καὶ σπονδαὶ· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰσὶ θεοί. αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνα τεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι. λίβυες πρόβατον ὃ, καλοῦσιν ἄμμωνα, θεὸν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφάζεται· ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας· καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμή κασι· καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σ χεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα, θεοποιοῦσιν· ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ, τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες ὅτι τὰ σφαγια ζόμενα θύματα, ἀρχέτυπά εἰσι τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσ κυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅ μοια τοῖς ὁμοίοις ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σκύθαι γὰρ οἱ καλούμενοι ταύριοι· τῇ παρ’ αὐτοῖς παρθένῳ καλου μένῃ· τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων εἰς θυσίας ἀναφέρουσι· τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων · καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὑτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν, τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύ πτουσιν. ἄλλοι δὲ τῷ ἄρει ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας καὶ ἀφ’ ἑκάστης ἀναλαμβάνοντες τοσούτους κατασφάτ τουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται. οὐ μόνοι δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα, τὰ τοιαῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δράμα· καὶ γὰρ αἰγύπτιοι ἔθυον μὲν π άλαι τῇ ἥρᾳ τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες, τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατιάριον δία, ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς, ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς, τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοι ούτοις πλημμελήμασι, τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρθωμα, τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν. ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις καὶ πάσαις ἀ σελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γινομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελγείᾳ μαρτυρούμενος· γυναῖκες γοῦν ἐν εἰ δώλοις τῆς φοινίκης πάλαι προεκαθέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν, τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῇ πορνείᾳ τὴν θεὸν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνού μενοι καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάτ τονται φύσιν· ὡς ἐκ τούτων καταθύμια· καὶ τιμὴν τῇ μητρὶ μρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες. πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν, ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρ ρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. ταῦτα δὲ κ αὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγο μένους αὐτῶν θεοὺς, τοιοῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν, ἐκ δὲ ἀφροδίτης, τὴν πορ νείαν· καὶ ἐκ μὲν ῥέας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεος, τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν· ἃ οἱ νόμοι μὲν κολάζουσι. πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται· ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας· καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους · καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις κατα πεπτώκεισαν ὅλοι πρηνεῖς. καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χῦ πατέρα πρα θεόν θν . ἀ λλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι. δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις· εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐτοί· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς· ἀλλ’ ἥλιον καὶ σελήνην· καὶ πάντα τ ῶν ὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν· καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι, μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεούς, πᾶσιν ὄντος φανεροῦ, ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τῷ τὰ μὲν ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν. πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀπο δ είξεως ἄρξασθαι. ἀρκεῖ τὴν κτίσιν αὐτὴν, κατ’ αὐτῶν μονονουχὶ βοῆσαι· καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεόν θν · τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν, προσκυνοῦσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν, ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέρη κεχηνότας, καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήσῃ ἂν καλῶς αὐτοὺς, ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν καὶ ποιητὴν τὸν τοῦ λόγου πατέρα πρα · τῇ ἀναντιρρήτῳ προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ᾗ φησι καὶ ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς ἀλλὰ καὶ λίαν ἐναργής ἐστι. τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι καὶ ἕκαστον ἰδίᾳ νοήσει· οἷον, ἥλιον καθ’ ἑαυτὸν μόνον· καὶ σελήνην χωρίς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν· καὶ ψυχρὰν· καὶ ξηρὰν· καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ καὶ ἰδίᾳ θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ· ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνιστάμενα· ἥ λιος μὲν γὰρ, τῷ σύμπαντι οὐρανῷ οὐνῷ , συμπεριφέρεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελή νη δὲ καὶ τὰ ἄλλα ἄστρα, μαρτυροῦσι τὴν παρὰ ἡλίου γινομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ, χωρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος, καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ· ὅ, τε ἀὴρ οὐχ ὑφ’ ἑαυτοῦ· ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡ λίου καταλαμπόμενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ, οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός· ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς, ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται· ὅποι δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσσῃ βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι, οὐκ ἐν αὐτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ ση(μειωτέον) περὶ ἀνέμων τ ούτων εἰπόντας· ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος, ἐν αὐτῷ τῷ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ παν ταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίσταται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα. λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμὸν τὲ γὰρ ὑ πὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυ γραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται· πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε, καὶ αὐτῶν ἀπαιτούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶ μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ· καὶ ἐν αὐτῷ τὰ πάντα συνεστηκέναι καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι, πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως· οὐκ ὄντα τοιαῦτα ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς. ἀλλ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου, οὐκ ἔ τι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενήσεται πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι· ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος. καὶ μᾶλλον α ὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας, οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει· εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν τὸ ὅλον ἀναπλη ροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει· τοῦτο δὲ τῶν περὶ θεοῦ ἐννοιῶν πολὺ πόρρωθεν καθέστηκεν. ὁ γὰρ θεὸς θς , ὅλον ἐστὶ καὶ οὐ μέρη· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανή σεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρω πείου σώματος ἰδὼν, καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλμὸς ο ὐκ ἔστιν ἀκοή, οὐδὲ ἡ ἀκοὴ, χείρ· οὐδὲ ἡ γαστήρ ἐστι στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι πούς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα· συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλῃ ὡς ὁ προστάξας θεὸς θς βούλεται, οὕτως συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος, εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον εἶναι ἑαυτῷ ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι καὶ ἀόρατος καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι· καὶ τὰ φαινό μενα τοῖς ὀφθαλμοῖς· καὶ ὧν ψαύομεν τῇ χειρὶ, θρησκεύουσι τῇ θεοῦ θῦ τιμῇ· καὶ πάλιν· εἰ ὁ περὶ θεοῦ θῦ κρατεῖ λόγος, δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες, οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενο μένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, π ολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένηταί τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται· θέρος δὲ, τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι· εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι· καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην κ αὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν, ἴσον ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν· καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον, ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς, ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ, κοινὴν ὁμοῦ καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε, θεῶν ὄντων κατ’ αὐτοὺς, καὶ μηδὲν ἐπὶβλάβῃ ἐπ’ ὠφελείᾳ δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι, ἔτι θεοὺς ὀνομάζειν· ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην, παρέχοιεν· καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις· οὔτε οὖν ἥλιος εἰκότως, οὔτε σελήνη· οὔτε ἄλλό τι μ έρος τῆς κτίσεως· πολλῷ δὲ πλέον· οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ· καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα. οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι, εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέ δειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν, μέρη τῆς κτίσεώς ἐστι· τὰ δὲ αὐτῶν, ἄψυχα τυγχάνει· τὰ δὲ, μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία, οὐκ εὐσεβείας· ἀλλὰ ἀθεό τητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλάνης ἔλεγχος, ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται· καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστή. καὶ οὐκ ἐπ’ ὠφελείᾳ ἀλλ’ ἐπ’ ἀπωλείᾳ τῷ βίῳ τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ περὶ τῆς ἀληθοῦς θεοσεβείας γνῶσιν ἕλληνες, ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τ ὰ μὲν προειρημένα, οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρὸς τὸν ὄντως ὄντα θεὸν θν ἕξει τὸν σκοπόν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἡμῖν ἐστὶ χρεία, ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστὶν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδός. πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστι· καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν· καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως, ἐντὸς τῆς καρδίας σου ἐστίν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα τοῦ πατρὸς πρς σωτήριον σριον λόγον· καὶ μὴ προφασι ζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μηδὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων· καὶ διατοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων· πάν τες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν· εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν ε ἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι· καὶ τὸν ἐν αὐτῇ νοῦν. δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραιτή σονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν, ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν θν · ὅτι μὲν οὖν ἕκαστος ἀνθρώπων ἀνων ψυχὴν ἔχει καὶ ταύτην λογικὴν, καὶ τοῦτο ἀναγκαῖoν ἐστὶ δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι. πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διατοῦτο γὰρ ἐκεῖνα μὲν καλεῖν ἄλογα ἡ φύσις εἴωθεν, ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη. ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον , τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι· καὶ ἐν θυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ π αρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾷ· κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχῃ. ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾷ· ἀλλὰ τῷ λογισμῷ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλά κις γοῦν ὁρμήσας, κεκράτηκε τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς· διατοῦτο γοῦν ὡς ἄλλος ὤν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται. ταῦτα οὗτος διακρίνει· καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾷν· καὶ ὤτων, τὸ ἀκούειν· καὶ στόματος, γεύεσθαι· καὶ ῥινὸς, ὀδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν, τὸ ἅπτεσθαι· ἀλλὰ δεῖ ὁρᾷν καὶ ἀκούειν καὶ ὧν ἅπτεσθαι δεῖ· καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστιν· ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖ ναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χείρ, καὶ δηλητηρίου γ εύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνῃ· καὶ ἔοικέ γε τὸ τοιοῦτον ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρᾳ καλῶς κατεσκευασμένῃ· καὶ τῷ κρατοῦντι ταύτην μουσικῷ μετ’ ἐπιστήμης· ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ· ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρύν· ἡ δὲ ὀξύν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθή· ὅταν ὁ κατέχων τὴν λύραν πλήξῃ τὰς νευρὰς καὶ ἁρμονίως ἑκάστης ἅψηται, τοῦτον τὸν τ ρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων· ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύῃ, τότε καὶ διακρίνει ἡ ψυχή· καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνων ἴδιον ἀνθρώπων ἀνων ἐστί· καὶ τοῦτο ἐστὶ τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων , ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐν σώματι ἐστί· πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς· τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος · καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν· καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγι νώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον, ἢ ψυχὴ λογικὴ· ἐν ᾗ λογί ζεται καὶ ὑπονοεῖ τὰ ὑπὲρ αὐτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀ πόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώ νια φαντάζεται ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδὼν καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα, οὐκ ἂν αὐτὸ περὶ ἑ αυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ καὶ ἕτερον εἶναι· τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν, ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ οὐκ ἔξωθεν ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι. ὡς ὁ μουσικὸς τῇ λύρᾳ ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν ἀποστρέφονται· τὰ δὲ αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τ ὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν, ἀποκλείει τοῦ ἀκούειν· ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικήν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀντιλαμβά νεσθαι· τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦ τα γὰρ, οὐδὲν ἕτερον ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑπο ζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται· διατοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις , τὰ καλὰ μὲν πράττειν· τὴν δὲ κακίαν ἀποστρέ φεσθαι· τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ μένει καὶ ἄκριτα. ἅτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν· ε ἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω περὶ ἀθάνατος ἡ λογικὴ ψυχή. δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀνα γκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ· πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις, ἐγγυτέρω μᾶλλον· ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν. εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέ δειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι, τῷ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται, καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν τοῦ σώματος ἀπόθεσιν, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν, ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῇ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῇ· ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει κ αὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ, καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ ὅτε τῷ σώματι ἐπιβέβηκε καὶ συνδέδεται τούτῳ· οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου· ἀλλ’ ὡς ἐν θανάτῳ κοιμωμένου, αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ· καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου, μένουσα ἐν τῷ σώματι, τὰ ὑπὲρ γῆν φαντά ζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾷ, καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῇ τοῦ νοῦ θαρροῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῷ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεὸς θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ γὰρ καὶ συνδε θεῖσα τῷ σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῷ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θεὸν διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται κ αὶ φρονεῖ· ἐπειδὴ καὶ ἀθάνατός ἐστι· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφιᾶσι, μένουσαι ἐν αὐτῇ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῇ γινόμεναι, πρὸς ἀσφάλειαν τῆς ἀθα νασίας· διατοῦτο γοῦν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν, καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός. οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ γνῶσιν καὶ κατάληψιν. λέγομεν οὖν καθάπερ εἴρηται π ρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτως καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παρα φροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις καταριθμούμενοι· καὶ δια τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι. εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν εἰκότως τοῦτο ποιοῦντες, διατί ὡς μὴ ἔχοντες ψυχὴν, παρὰ λόγον τολμῶσι· καὶ οὐχ ἃ δεῖ φρονεῖν φρονοῦσιν· ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἢ διατί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ , οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτόν· δύνανται γὰρ ὥσπερ ἀπεστράφησαν τῇ διανοίᾳ τὸν θεὸν θν , καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς. οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς· καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεόν θν · ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας, ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψωνται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῇ ψυχῇ· καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῇ θ εωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον καθ’ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι. κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν· ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως διαλαμπρυνθέν τος τούτου, ὡς ἐν κατόπτρῳ, θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν αὐτῷ τὸν πατέρα πρα · οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ · λογίζεται. ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία, διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν· καὶ μὴ ὁρᾷν αὐτὴν τὸ κρεῖττον, ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων, τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας, τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεός θς · καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πά σης γενητῆς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῷ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ ἀγέννητον, τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησε τῷ ἑαυτοῦ λόγῳ ὁ θεός θς · ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῇ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου· ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως, τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἄγνωστον ἑαυτὸν τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν· ὥστε καὶ μὴ ὁρώ μενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο ο ὐ παρ’ ἐμαυτοῦ φημὶ· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστὶν ὁ παῦλος, ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀό ρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς, ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη, πορεύε σθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρπο φόρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν· τ ίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις, ἐναν τίας μὲν καὶ διαφόρους γιγνομένας· ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτά· ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν ποιητής· τίς δ’ ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα καθ’ ἡμέραν· σελήνην δὲ φαί νουσαν κατὰ νύκτα καὶ φθίνουσαν καὶ πληρουμένην ἀπαραλ λάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμόν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρό μους· τὰ δὲ ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι, ὅτι πάντως ἔστιν ὁ κυβερνῶν αὐτὰ δημιουργός· τίς ὁρῶν τὰ ἐναν τία τῇ φύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον· τίς ἰδὼν πῦρ ψυχρῷ· καὶ ξηρὸν ὑγρῷ κεκραμμένον· καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα· τίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρῳ· καὶ ὅτι ἐναντία ταῦτα τῇ φύσει· τὸν μὲν, γὰρ ψύχει· τὸ δὲ, καίει· τὸ δὲ, τρέφει· τὸ δὲ, φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστι τις κρείττων τούτων, ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα, κἂν μὴ βλέπῃ τοῦτον· τ ίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι· ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει· ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ὅρα ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεόν θν · τίς ἰδὼν τὴν κ ατὰ καιρὸν τῆς γῆς καρποφορίαν· καὶ οὐρανό οὐνό θεν ὑετούς· καὶ πο ταμῶν ἐπιρροίας· καὶ πηγῶν ἀναβλύσεις· καὶ ζώων ἐξ ἀνο μοίων γονάς· καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν· οὐκ ἂν ἐν θυμηθείη, ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέ πουσα ὡς ἂν αὐτῇ δοκῇ, μένουσα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη, διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ, φύσει βαρὺ· καὶ κάτω ῥέον ἐστίν· αἱ δὲ νεφέλαι, κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνω φερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον· καὶ πάλιν ἡ μὲν γῆ, βαρυτάτη ἐστί· τὸ δ’ αὖ πάλιν ὕδωρ, κουφότερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν, οὐ ταὐτόν ἐστι τῷ θήλει· καὶ ὅμως εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι, τ ὸ ψυχρὸν τῷ θερμῷ ἐναντίον ἐστί· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται· καὶ ὅμως συνελθόντα, οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν μαχό μενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνήγαγον· εἰ μὴ κρεί ττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότῃ ὑπακούοντα, εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν ὄντα ἐναντία· τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει, φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις· πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῷ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ· ἢ τὸ περιφερὲς τῷ ὀρθῷ· ἢ τὸ πῦρ τῷ ψυχρῷ· ἢ ὅλως ἡ θάλασσα τῇ γῇ· ἢ ὁ ἥλιος τῇ σελήνῃ· ἢ τὰ ἄστρα τῷ οὐρανῷ οὐνῷ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν, ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καίοντος· τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος, κάτω· τοῦ δὲ κού φου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτί ζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα, ἐ στασίασαν ἂν πρὸς ἑαυτά, ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ· ἀλλ’ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. τούτων δὲ γιγνομένων, λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον· ἀλλ’ ἀ κοσμίαν· οὐκέτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν, ἀλλὰ ἀσύστατον ὅλον· οὐκέτι μέτρα, ἀλλ’ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ· ἢ πάντα ἀνῃροῦντο, ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα. ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία, εἰ μόνος ἦ ν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ, χρήσιμον, εἰ μόνη θάλασσα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ· ἢ ξηροῦ, συνέστη τι τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν, ἠδυνήθη ἂν συστῆναι· χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντί· κ αὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν, τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος καὶ συμφω νίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται· ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐν νοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα· καὶ βασιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν, μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεω τέρων· καὶ ἀρρένων καὶ θηλεῶν, εἰ θεωρήσαιμεν εὐτάκτως οἰκου μένην· καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γινο μένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας, εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμό νοιαν πρυτανεύει· κἂν μὴ ὁρῶμεν αὐτόν. ἡ μὲν γὰρ ἀταξία, ἀναρ χίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ τὴν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ· οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν κἂν μὴ βλέπωμεν αὐτήν, οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁ ρμονίᾳ, τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεόν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς ἀλλ’ ἕνα·τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα ε ἶναι· οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. καθάπερ εἴ τις πόρρωθεν ἀκούοι λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφω νίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλας συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κι νεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμῃ· κἂν μὴ τοῦτον βλέπῃ, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντί· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασι αζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι· τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως· τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμ ποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν, τοὺς τ ῆς κτίσεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν τοῦ παντὸς εἶναι τοῦτο ἐστὶ· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔ πρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν, ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν, ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν, τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλή ρουν ἔλλειψιν· ἐν θεῷ θῷ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀπο t ελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινω νίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκαστος εἰργά σατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῇ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοί· λόγου ὄντος φυσικοῦ, τὸ ἓν καὶ τέλειον· τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾷ καθάπερ εἴρηται πρότερον. πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατoρθὸν πλευσεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν ἦχον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως καὶ ἑνὸς ὄντος κ όσμου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς, ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιή ματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς. διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενό μενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν, ἕνα πιστεύειν εἶναι· τ ίς ἂν εἴη οὗτος καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῇ περὶ τούτου ἀγνοίᾳ πλανηθείς τις ἕτερον ὑπολάβῃ· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεό τητα ἐμπέσῃ· νομίζω δὲ, μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφί βολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς, οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποι οῦντας ἤλεγξε πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν, ἀνά γκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐ σεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῖν προσκυνούμενον καὶ κηρυ ττόμενον, τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ· τὸν καὶ τῆς κτίσεως κύριον κν καὶ πάσης ὑποστάσεως δημιουργόν· τίς δὴ οὖν ἐστιν οὗτος· ἀ λλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας· ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης, τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ κῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ , τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως σρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐ τῷ καλῶς ἔχειν δοκῇ· ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπί στησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε· καὶ παντὶ κόσμῳ διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ δια κοσμήσαντα τοῦτον, οὐκ ἄλλόν τινα ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ . λόγον δέ φημι, οὐ τὸν ἐν ἑκάστῳ τῶν λεγομένων, συμπεπλεγμένον καὶ συμ πεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν. ἄ ψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῇ ἔ ξωθεν τέχνῃ μόνον ἐνεργοῦντα· κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαι νόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν αὐτολόγον λέγω· ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὶ πρὶ ὑπάρχει λόγος· ὃς τόδε τὸ πᾶν διεκόσμησε· καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ· ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος ὑπάρχων· αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ, μίαν διακοσμῶν ἁρμονίαν· ο ὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην, τῷ ἰδίῳ νεύματι ἥδρασε. τούτῳ φωτιζόμενος ἥλιος, τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα περιορίζεται· ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ. καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγῳ θεοῦ θῦ καὶ σοφίᾳ συνέ στηκε· καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων, εἰ μὴ λόγῳ καὶ σοφίᾳ ἐγεγόνει· καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέχθη· λόγος δὲ ὤν, ο ὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι. καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς· θεός θς · ὁ καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέ βηκεν, ἐστὶν ἀληθῶς θαυμαστή· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γ ενητῶν ἔστιν ἡ φύσις ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς , ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστί. διὸ καὶ φιλ άνθρωπός άνός ἐστιν. ἀγαθῷ γὰρ, περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην, ἵνα μὴ τοῦτο πάθῃ· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον, τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ θῷ · τὴν σύμπασαν διακυ βερνᾷ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προ νοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῇ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὴ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου· πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέ στηκε τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. καὶ αὐτός ἐ στιν ἡ κεφαλὴ τῆς ἐκκλησίας, οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν· αὐτὸς γοῦν ὁ παντοδύ ναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος, ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας· καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα, εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολε λοιπώς, ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδίᾳ· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ φυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας, αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντι στατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν, οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται· οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελθόντα ὁμοῦ, τά τε φαινό μενα ζωογονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τούτῳ τῷ θεῷ θῷ λόγῳ πειθόμενα τὰ μὲν, ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ, ἐν τοῖς οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς, ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα, χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων, ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ᾗ φησι καὶ ὁ θεολογίας ἀνήρ· ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς θς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲ ἕν. οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγών, ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία· τὸ ὅλον ὡς λύραν ἐπέχων. καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκί νητος μένων παρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ δοκῇ πατρὶ πρὶ · τὸ γὰρ παράδοξον αὐτοῦ τ ῆς θεότητος, τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῷ αὐτοῦ νεύματι πάντα ὁμοῦ· καὶ οὐκ ἐκ διαστημάτων ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρά· τὰ ψυχρά· τὰ θερμά· τὰ φαινόμενα καὶ τὰ ἀόρατα, περιάγει καὶ διακο σμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ· τὸ μὲν ὀρθὸν, ὡς ὀρθόν· τὸ δὲ περιφερὲς, περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται· καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται· καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ. καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον, ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων, γυναικῶν αὖ καὶ γερόντων· καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύ σιν ἑαυτοῦ καὶ δύναμιν φανεῖ· ὁ μὲν ἀνὴρ, ὡς ἀνήρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάν τες δὲ, μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐ ν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν ἐκινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ ἐκινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾶν· τὴν δὲ ἀκοὴν, ἀκού ειν· τὴν δὲ χεῖρα· ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβά νεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ· ἔοικεν οἰκο δομηθείσῃ μάλιστα μεγάλῃ πόλει· καὶ οἰκονομουμένῃ· ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος, ἑπόμενοι πάντες οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ σιτησόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς· ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ ε ὐθέως ὁ μὲν τεχνίτης, ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων, ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκο δομήν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ, ἀπὸ τοῦ ἀ γροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπανέρ χονται· πάντα δὲ ταῦτα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίνονται καὶ συνίστανται, κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ᾖ τὸ παρά δειγμα, ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν· ὑπὸ μιᾶς γὰρ ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου· ὁμοῦ τὰ πάντα δια κοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου, οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· κ αὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει· καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναχβλύ ζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλεῖται· γῆ σπεί ρεται· καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὐξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δὲ, γεννᾶται καὶ φαίνεται· τ αῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων· ἃ διὰ τὸ πλῆθος ἡμεῖς οὐκ ἰσχύομεν λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύ τας οἷα δὴ καὶ αὐτῶν ποιητὴς· ὑπάρχων συμπεριλαβὼν ἐν τοῖς ὅλοις, συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύ ματι καὶ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ αὐτοῦ προνοίᾳ, καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογί ζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος· ἑνὶ καὶ ἁπλῷ νεύματι τῇ ἑαυτοῦ δυνάμει, τόν τε ὁρατὸν κόσμον· καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας, θ ειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ, διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τῶν ἄστρων τὸ φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεόν θν · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων · ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγῳ ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ, πολλῷ πλέον μείζονι φαντασίᾳ καὶ ἀ συγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ· ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πατέρα πρα μου. ταῦτα δὲ καὶ πᾶσα θ εόπνευστος γραφὴ, φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ ὁμοίωμα παντὸς· ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον· ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι· καὶ οὐκ ὀσφρανθή σονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως δ ιδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέψαντες, οὐχ ὡς ἔργα θεοῦ θῦ ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ · πλανηθεὶς προσκυνήσῃς αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου, πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ . ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτά· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν, τὸν τῶν πάντων δημιουργὸν θεόν θν · ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τ ὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν· εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοῖς ἀνθρώποις ἀνοις ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων, κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀλη θινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοι εἰσὶν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις, τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησίν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα, σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι; οὐ χί γε· ἀλλὰ καὶ προαπαντᾷ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ ἰὴλ · κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου· καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προσκυνήσεις· καὶ αὐτῷ μόνῳ λατρεύσεις. καὶ πρὸς αὐτὸν κολληθήσῃ· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου π ρόνοια καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα, δεῖξαι τοῦ λόγου τὴν πίστιν· ᾗ φασιν οἱ θεο λόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν· τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν, ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστι πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡ μᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετεί λατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωϋσῆς, ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον, ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεός θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν αὐτῷ εἶπεν ὁ πατήρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕδατα· καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην· καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν, οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡ μίλει ὁ θεὸς θς , ἵνα καὶ προστάττων λαλῇ· εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τῷ μηδέπω γενομένῳ προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ · καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς , ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων· οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτῳ· ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν· ἢ τῷ ἑαυτοῦ λόγῳ· ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν· ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμπαρήμην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασίᾳ, πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων, ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ᾗ φησι καὶ ὁ σωτήρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι· οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί· καὶ ὅτι ἀγαθὸν ἐξ ἀγαθοῦ γέννημα· καὶ ἀληθινὸς θ εὸς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὤν· οὐδὲ ἔξωθεν ἐπιγινομένων τούτων αὐτῷ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους· ἀλλ’ αὐτο σοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετή· καὶ μὴν καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκών· καὶ συνελόντι φράσαι, καρπὸς παντέλειος· τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς, εἰκὼν ἀπαράλλακτος τοῦ πατρὸς πρς · τίς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν, αὐτοαγιασμός καὶ αὐτοζωή· καὶ θύρα· καὶ ποιμήν· καὶ ὁδός· καὶ βασιλεύς· καὶ ἡγεμών· καὶ ἐπὶ πᾶσι, σωτήρ σήρ · καὶ ζωοποιός· καὶ φῶς· καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν κ αὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατήρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀπο καλύπτει τοῖς πᾶσι, διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησίν·ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων· καὶ οὐ δενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι π αράφρονες· παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· πρᾶγμα πάσχοντες, ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ, ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συν θέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν, ἢ λύραν ἢ ναῦν, μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν, οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες· τὸν σωτῆρα σρα τῶν πάντων· τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβὲς ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστὶν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἔστι τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰ σχύνη μεγάλη· καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν, ἔπραξαν.