ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ἄλλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνονουχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπροτέραν ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένῳ μὲν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαί, πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι, οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρ μηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξ εω ει ς ἐν χερσὶν νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσεται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι, καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν, οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προ σ φέροντες, ἐφ’ ᾧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν, οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ, εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως, ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον, ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν στρν μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτῳ ἀπε λαύνεται, καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν, ἀντιλέγοντες καται σχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὡς ἡμέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς· εἰκότως γὰρ ἄν τις εἴ οι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα; πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου κατα λάμπεται, ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτω θείου προστάγματος πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορ θώματος εἶναι θεὸν καὶ θεοῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρότερον διελέγξαντες τὴν τῶν πιστῶν ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ αὐτῆς ἐπιλάμψη· καὶ θαῤῥῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ανε ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης. πρέπειν δέ σοι ἡγοῦμαι, φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τι μιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σοι πεπίστευκα. / ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτο ῦ ὺ ς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι. ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς, ὁ ὑπερεπέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων, ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλλος ὢν, διὰ τοῦ ἰδίου λόγου, τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ , τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αὐτὸν, ὁμοιότητος κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτὲ ἀποστῇ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήσῃ, ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλεῖν τῷ θείῳ. ζῶν τὸν ἀπή μονα καὶ μακάριον ὄντως καὶ ἀθάνατον βίον. οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήτ τεται δὲ κατανοῶν δι’ αὐτοῦ τὴν εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενον· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητά τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα ἀνθρώπινα διαβάς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδών, ὁρᾶ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα πρα ἡδόμενος ἐπὶ τῇ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ; ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον, ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαι σχύντῳ παῤῥησίᾳ τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν· καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ, ἣν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ, ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ καὶ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ αὐτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριος κς φησί· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι κατολιγω ρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαν περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις, καὶ τῶν ἐγγυτέρῳ μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχήν, τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπε λάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως. τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ. κᾀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν , καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμ βουλίᾳ τοῦ ὄφεως ἀπέστημεν τῆς πρὸς τὸν θεὸν διανοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. καὶ γνόντες, ᾐσχύνθησαν. οὐκ ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ μόνον θεὸν λέγω κατανοήσεως· καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος. εἶτα οἷα φιλεῖ γίνεσθαι, ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθον φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημάναι· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ἠσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονὴν· πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν αὐτὸ τὸ ὄντ ο ω ς καλόν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπατώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς· ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξαντο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατὰ ἀρετήν· οὐδὲ ὥστε τὸν θεὸν ὁρᾶν, ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ, καταχρωμένη τούτω εἰς ἃς ἐπενόησεν ἐπιθυμίας ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφο μένη δὲ τὸ καλόν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα ν ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέρεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακά λέγω; καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς, εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς πα ναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντες δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων· καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντες δὲ καὶ χεῖρας, εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς θεὸν θν εὐχῆς, ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τούτω καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίαν τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ’ ἁμαρτάνει ποιουσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνή παρεγγυᾶ, πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε, καὶ τήν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν, ἀντὶ εὐφημίας, εἰς βλασφημίας, καὶ λοιδορίας, καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα ν εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδὲ μία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφὴ· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ, καταφρονήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνῃται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαν τῶντας ὁρμᾷ, πολλάκις δὲ καὶ κατακρημνὸν ἐλαύνη. φερόμενος ὅπου δ’ ἂν ἑαυτῷ τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ, πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτω καὶ ἡ ψυχὴ ἀποστρα φεῖσα τὴν πρὸς τὸν θεὸν ὁδὸν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ’ αὐτὴν ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ, ὁ μακάριος παῦλος ἀπο βλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χῦ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει. / ἑλλήνων μὲν οὖν τινὲς πλανη θέντες τῆς ὁδοῦ, καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφῄναντο· ἁμαρτά νοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων, οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ· ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν· οὐδὲ ἐν αὐτῷ ἐστιν, οὐδὲ δι’ ἑαυτοῦ, ἐπεὶ οὐκέτι καλὸν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ. / οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν ἕτερον, καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν τὸν καὶ τῆς κτίσεως δημιουργὸν· τούτοις δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλα σ σάμενοι μένονται. ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησί· βεβαιῶν τὰ μωϋσέος ῥήματα, ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ οὐνου καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς , καὶ οὗτος οὐρανοῦ οὐνου καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός, τὰ πάντα τοῦ μόνον καὶ ἀληθινοῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν; πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς ὧν αὐτὸς ὁ θεὸς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστὶν· ἴσην μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμ φοτέροις ἐστίν· ὅτι μὴ βουλομένων, αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γὰρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δη μιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώ ρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων, ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτά ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον, καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς· ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως, πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον. / σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ. οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βού λονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης καμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλαν ό μενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατακρημνῶν ὑπάγων νομίζων εἶναι φῶς ἀλλ’ οὐ σκότος, δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων καμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν ὁρᾶν δύναται, ἑαυτὴν τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν, ὅτι δοκοῦσα τί ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται. καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ θεοῦ τὰ φθαρτά καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ πνεῦμα ἐγγράφως φησὶν· ὁ θεὸς τὸν ἄνθρωπον ἐποίησεν εὐθύ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς οὕτω γέγονε καὶ πέπλασται. / πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγ καῖον· ἵνα γινώσκῃς ὅτι ὅλως ἡ τῶν εἰδώλων, εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε. τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν, ἐν οὐδενί ποτε καλὸν κρι θείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῇ τῆς κακίας ἐπινοίᾳ ἡ τῶν ἀνθρώπων ἀνων ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀπο βλέπουσα, ἐνόμισε μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπο μένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ, οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως, τὸν θεὸν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῆ κάτοπτρον, δι’ οὗ μόνον ὁρᾷν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρός πρς · οὐκέτι μὲν ὁρᾷ, ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται, καὶ μόνα ἐκεῖνα ὁρᾷ τὰ τῇ αἰσθήσει προσπίπτοντα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπὸν ὃν ἐπελάθετο ἐν διανοίᾳ θεὸν, τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα, καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὑτω καὶ τοὺς οὐκ ὄντας θεοὺς, ἑαυτοῖς ἀνεπλάσ σ αντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέποι τὸ φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλ μῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες καταδῦντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλα θόμενοι τῆς περὶ θεοῦ ἐννοίας καὶ δόξης ἀμυδρῶ τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινομενα θεοὺς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν· ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτῳ καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν, οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν, ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς, προκό πτοντες ἐν τοῖς αἰσχύστοις, καὶ πλεῖον ἑαυτῶν ἐπε κτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθη κακῶν καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διά ν οι α τῶν ἀνθρώπων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίῳ καὶ σελήνῃ· καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκο τεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα, καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα, καὶ τὰς ἀρχὰς τὴν τῶν σωμάτων συστάσεως, τὴν θερμὴν καὶ τὴν ψυχρὰν καὶ τὴν ξηρὰν οὐσίαν θεοὺς ἀνύμνησαν. ὡς δὲ, οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκης τῶν ἐν τῇ χέρσῳ κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων , πεσόντε καὶ καταπεσόν τες ἀπὸ τῆς περὶ θεοῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων μορφὰς· τῶν μὲν ἔτι ζώντων· τῶν δὲ καὶ μετὰ θάνατον ὡς θεοὺς ἀνέθηκαν, ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετά, ἔνυδρά τε καὶ χερσαῖα, καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερ κόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν, πᾶσαν τιμὴν θεοῦ αὐτοῖς ἀπονέμοντες, καὶ τὸν ἀληθινὸν καὶ ὄντ ο ω ς ὄντα θεὸν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρῳ βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν, οἷοί εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι· καὶ ὀνο κέφαλοι, καὶ ὁ παρὰ λ ύ ί βυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων, κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν, ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ σώματος ὅλου ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦσιν· οἷός ἐστὶν ὁ παρ’ αὐτοῖς ἔρως καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, ὥσπερ αὐτῶν φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεὺς· καὶ ὁ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος, ὃν καίπερ εἰ δόντες ἄνθρωπον ἄνον , καὶ ἄνθρωπον οὐ σεμνὸν ἀλλ’ ἀσελγείας ἔμπλεον, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπι δημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων τελευτή σαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέ λευσε θρησκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων, ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν, τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρ τύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσης, μὴ δὲ μακρὰν πίστεως εἶναι τὸ λεγόμενον νομίσης, ὅπου γε καὶ οὐ πολλῶ πρότερον, ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας. ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνουσι δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν ἔχουσι φύσιν ὁμολογοῦσι, καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν αὐτοὶ, ἄνθρωποι τυγχάνοντες καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς μᾶλλον εἶναι θεοὺς αὐτούς· τὸ γὰρ ποιοῦν τοῦ ποιμένου κρεῖττον εἶναι δοκεῖ δεῖ · καὶ ὁ κρίνων, τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστὶν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ, τούτους θεοὺς δογματί ζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστὸν τοῦτο ἐστὶν· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ’ ἢ ἄνωθεν προ σ γιγνόμενον, καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ ζεὺς καὶ πὸσειδὼν καὶ ἀπόλλων, καὶ ἥφαιστος καὶ ἑρμῆς, καὶ ἐν θηλείαις ἥρα καὶ δήμητρα καὶ ἀθηνὰ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι. καὶ εἴθε μέχρις ἀῤῥένων εἱστήκει τούτων ἡ εἰδωλολατρία καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας, ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλές, ταύτας τῇ τοῦ θεοῦ θῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι, ἃς προειρήκαμεν, παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ κόρη, καὶ νεωτέρα, καὶ παρ’ ἄλλοις ἀφροδίτην, τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβα λ λόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας. πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι· οὓς πάντας ἤλεγξεν ἡ φύσις ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολύ περὶ αὐτῶν πένθος ἀναζωγρα φήσαντες, καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν, καὶ τὴν τοῦ τεχνήτου φιλο τιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, , ὡς ἀπο λ λoμένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον νομίζοντες θεοὺς εἶναι αὐτοὺς, ἀλλὰ μὴ δ’ ὅλως ὑπάρχειν ἐν εἰκόνᾳ τούτους ἐτυπώσαντο· ἵνα τὸ μὴ κέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ τιμὴν περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα, καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν, ἀλλ’ ἄνθρωπον, καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸ πειραῖα μετὰ σωκράτους κατέρχεται, τὴν ἀνθρώπου ἀνου τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυνήσων, ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανείας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς. οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέ δωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνῳ κρατηθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη; καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτὰ, οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόῤῥωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προ ετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον, διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι· τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν. / τοιαύτης τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως, ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης· ὥρα λοιπόν σοι, καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας. οἷον γὰρ, οἷόν ἐστιν ἰδεῖν τοὺς παραποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν, ἁρπάζοντα μὲν τὸν γανυμήδην, καὶ τὰς κλο πιμαίους ἐργαζόμενον μοιχείας. δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόλληνται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπιδῶνος· καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλόμενον ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν, ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθού μενον δὲ ὑπὸ θέτιδος γυναικὸς καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε Cor ι καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον· κἀκεῖνον ἀποτέ μνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν, το σαῦτα δράσαντα, καὶ διαβληθέντα, ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμην καὶ λητώ καὶ μαῖαν καὶ εὐρώπην, καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν; ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας αὐτῷ γενομένους παῖδας θεοποιήσας ἀνέθηκεν, ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατα σκευάζων· ὧν εἰσὶ διόνυσος καὶ ἡρακλῆς καὶ διόσκουροι καὶ ἑρμῆς καὶ περσεύς καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγο μένων θεῶν ἀκατάλακτον πρὸς ἑ αὐτοὺς ἔριν ἐν ἰλίῳ τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν; ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τι τρωσκομένους ἄρεα καὶ ἀφροδίτην, ὑπὸ δὲ ἡρακλέους τὴν ἥραν καὶ τὸν ὑποχθόνιον, ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως, ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα οὐ καταγνώ σεται τῆς φύσεως, καὶ ἀποστραφήσεται μὲν τὸ εἶναι αὐτοὺς ἔτι λέγειν θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται, καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τίς ἰδὼν τὴν ἄρεος πρὸς ἀφροδίτην μοιχείαν, καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν; τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς, τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα, ἐφ’ οἷς μάλιστα καὶ οἰκτιρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦν τες τὸν ἐπιβαίνοντα μοιχὸν· τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται, καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι, καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις θεοῖς περιτιθέντες οὐκ ἐρυθριῶσιν· / εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύ ψαντες σέβουσιν· οὐχ’ ὁρῶντες, οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος, καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμωτέρας χρῶνται. ἐπειδ’ἂν δ’ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλλη τὰς συμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος, ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ ὕλη τὴν τέχνην ἐκόσμησε, καὶ ἐθεοποίησε· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη, οὕτῳ καὶ γεγόνασι· νῦν δὲ παραγκω νισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται· / πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέ ποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκού ουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μὴ δ’ὅλως κινουμένους, ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπεξουσίαν ἔχοντες, τού τοις ὡς δεσπόταις δουλεύουσι. καὶ μή τι νομίσης ταῦτα με λέγειν ἁπλῶς, ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα. κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς, προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἀπέστη μέμψις. ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεόν, καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν. καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν ἅμα· ὅτι ᾤξυνε τέκτων σίδηρον, καὶ σκεπάρνῳ εἰργάσατο αὐτὸ· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίει ὕδωρ· ξύλα γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιοτάτου ἀνθρώπου ἀνου · ἔστησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, καὶ ὃ ἐφύτευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν ἵνα ᾖ ἀνθρώποις ἀνοις εἰς καῦσιν, καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσεκύνησαν αὐτοὺς, οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσε πυρὶ· καὶ ἐπὶ τῷ ἥμίσυ αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνησε λέγων· ἐξελοῦμαι ὅτι ὁ θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυρώθησαν τοῦ κλέπτειν βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ ἀνελογίσατο τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσ κυνοῦσιν αὐτό. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν, οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείαν κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας; ποία δὲ τούτων ἐλπὶς; ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη; πεποιθῶσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα, ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ σέβουσιν; εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αυτοῖς τοὺς θεοὺς· ἔπλαττεν ὁ τεχνίτης, ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων, ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμ βολα τῶν αἰσθήσεων, οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν, καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ, ἔχοντες οὐκ ἔχουσι· καὶ στήκοντες οὐ στήκουσι, καὶ καθεζόμενοι οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν, ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτω καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα μηδὲν παρέχοντες, ἄψυχοι δὲ καθόλου μόνον ἀνθρώπου τέχνη φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευ δοθέων κήρυκες καὶ μάντεις, ποιηταὶ λέγω καὶ συγ γραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν· ἠδύναντο γὰρ καὶ μόνῳ τῷ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι· νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας οὐδὲν ἄλλο, ἢ ἑαυτοὺς ἐλέγχουσιν ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν. / ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται, λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι τὸν χαρακτῆρα τὰ μὴ ὄντα πλάτ τεσθαι καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ τῶν θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἔωλος δειχθήσεται, ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ, ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεος καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασὶ καὶ τὰ ὀνόματα πέπλασται, καὶ οὐκ ἔστι μὲν ὅλως ζεύς, οὐδὲ κρόνος οὐδὲ ἄρης· πλάτ τονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ πρὸς ἀπάτην τῶν ἀκουόντων. πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄντας αὐτοὺς θρησκεύουσιν; ἢ ἴσως γὰρ ἂν πάλιν φήσωσι τὰ μὲν ὀνόματα οὐ πλάττονται, τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές· εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα, ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἢ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε, οἱ εἶναι τούτους θεοὺς μυθολογή σαντες, ἴσασιν ἀληθῶς, καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψειεν εὐνοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατι τίς ἀναθήσει· τὸ μὲν γὰρ καίει, τὸ δὲ ἔμπαλιν, τὴν οὐσίαν ἔχει ψυχράν· εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐισὶ, καὶ ἀνθρώπων ἀνων οὐ καλῶν τὸ μοιχεύειν, καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοὶ· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ, καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνω σθῆναι δυνηθῆ· ὥσπερ οὖν εἴ τίς διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς, καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν· τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάναις καὶ καρποῖς σπ εί ζ εσθαι· ἀλλὰ καὶ λέγ ει ω ν πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς, εἴπερ ἤδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις· αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι, καὶ ἀνθρώπους ἀνους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδη, διατί μὴ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν· ἀντὶ δὲ ἀσθενείας, ἀνδρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτω καὶ τοῦ μὲν ἀχιλλέαν ἀνδρείαν κατα ψεύσασθαι, τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως, ἀσυνεσίαν διαβαλεῖν, τοῦ δὲ νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος γυναικείας πράξεις· τῆς δὲ ἑκάβης ἀνδρείαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις τὴν ἀλήθειαν ἐφύ λαξαν, τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐφοβήθησαν καταψεύσασθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι, ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις ὅταν πατέρα πρα θεῶν καὶ ὑ ὕ π ά α τ ω ο ν· καὶ ὀλύμπιον καὶ ἐν οὐρανῷ οὐνῷ βασιλεύοντα λέγουσι τὸν δία, οὐ πλάτ τονται ἀλλ’ ἀληθεύοντες λέγουσι· τοῦτον δὲ οὐ μόνον ἐγὼ, ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τὰ ταῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται θεούς. τί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει· αἱ δὲ πράξεις ἀληθεύουσαι κατ’ αὐτῶν. καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰς, καὶ κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσὶν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος, μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας, μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην, ἄλλως δὲ αὐτοὺς ἐπαίρει τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτω καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα, ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι τὰς θεοῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ’ ἀνθρώποις ἀνοις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μὴν καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεγχθέντων μικρῶ πρότερον, ἀνθρώπους αὐτοὺς καὶ ἀνθρώπους ἀνους ἀσέμνους ὄντας ὁ λόγος ἀπέδειξεν· / εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται, καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίῳ χρησίμοις, λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν χαλκευτικὴν· ἀθηνὰ δὲ τὴν ὑφαντικὴν· καὶ ἀπόλλων μὲν τὴν μουσικὴν· ἄρτεμις δὲ τὴν κυνηγετικήν, καὶ ἥρα στολισμόν· δήμητρα γεωργίαν· καὶ ἄλλοι ἄλλας ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταῦτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι, ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγό νασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη, ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι, ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι κατὰ φύσιν, δεκτικοὶ ἐπιστήμης κατὰ τ ων ὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῇ ἀνθρωπίνῃ διανοίᾳ, καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες, τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις, θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν. γράμματα μὲν γὰρ ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν ὅμηρος καὶ διαλεκτικὴν μὲν ζήνων ὁ ἐλεάτης· ῥητορικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσών, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν λι κοῦργος ὁ σπαρτιάτης καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμητικήν, καὶ μέτρα καὶ στάθμια παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἀνθρώπων ἀνων μαρτυρίαν· εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι, καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ· ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ’ αὐτοὺς θεοὺς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς, ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουσιν, ἀκόλουθον ἂν εἴη καὶ τὸν δία καὶ τὴν ἥρα καὶ τοὺς ἄλλους μὴ ὀνομάζεσθαι θεοὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους γεγενῆσθαι πιστεύειν· ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν, ὡς καὶ ἀπ’ αὐτῆς τῆς διὰ τῶν ἀγαλμάτων γλυφῆς οὐδὲν ἕτερον, ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τινὰ γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀῤῥένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρῳ τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν· πε ν τεινῶν παντοίων· τετραπόδων ἡμέρων τε καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι , καὶ πλέον οὐδὲν ὁρῶντες, ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν· καὶ θεοὺς τοσούτους γλύψαντες, τετραπόδων γὰρ εἰκόναι καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσὶ παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀ φθάρτου θεοῦ θῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτῆς ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρ έδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν, ὡς παροφθέντες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν αὐτοὺς, οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν ἀπεικάζουσι· / περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες, ἐλεγχόμενοι μὲν οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους τοὺς φαινομένους αὐτῶν θεοὺς· ἀπολογούμενοι δὲ λέγουσι, διὰ τοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων, τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώ τεροι· καὶ βαθύτερα λέγειν νομίζοντες φασὶ, διὰ τοῦτο ταῦτα κατεσκευάσθαι, καὶ τετυπῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφανείαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζουσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις· οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ καταλήψεως ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας. / ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν προτέρων δειχθέντων, τὴν δόξαν εἶναι ψευδήν. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ὑπ’ ἀλη θεία κρινούση· πῶς ἀποκρίνεται, ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἑαυτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς; καὶ μὴν πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεὸν· μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν συγκλείοντες ἕνα λίθον, ἢ ξύλον, ἢ χρυσοῦ μέρος πάσης τῆς γῆς πε πληρωμένης τῆς τού τούτων οὐσίας· ἡ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσι ζώων ὧν εἰσι μορφαὶ τὰ γλύμματα τὸν θεὸν ἐπιφαίνεσθαι; καλλίον γὰρ ἂν ὑ η περὶ τοῦ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγε γόνει, εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαί νετο, καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσι ζῶα, τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδε λυττόμενοι καὶ ἀποστρεφόμενοι, ἢ διὰ τὴν ἀγριότητα, ἢ διὰ τὴν ῥυπαρίαν, ὅμ ους ως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς, ἢ τοὺς τούτων τύπους ἐν τύποις προσκυνεῖσθαι· / ἢ τάχα τούτων μὲν οὐδὲν, οὔτε ἡ μορφὴ, οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται, ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασιν, τίς πάλιν ἡ χρεία τῆς ὕλης οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς θς , καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. / περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι, εἰ οὐ δι’ αὐτοῦ τοῦ θεοῦ θῦ τὴν ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες, ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθαι τὰς δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλήψεως γλύφοντες τὰς μορφὰς ὥς φατὲ, αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν, αὐτοῖς τοῖς γλύμμασι περιτίθετε; πράγμα πάσχοντες οὐκ εὐαγὲς· ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν, τῆς τῶν ἀγαλμάτων σμικρότητος· διὰ τοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αυτοὶ ταύτας ὑπερβάντες· οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα εἴσιν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν. οὐδὲ γὰρ ἐγράφοι τίς τῷ βασιλεῖ ὄνομα ἀκινδύνως ἔχει τὸ γράμμα προτιμων τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται· οὕτῳ καὶ ὑμεῖς, εἴπερ ἐῤῥωμένον ἔχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώρισμα, εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα οὐκ ἂν προετιμή σατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν, καὶ διὰ τοῦτο ὡς θεὸν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα, φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῶ πλέον ἔδει θεοποιηθῆναι, ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κᾀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμματα θαύματός ἐστιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι, διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· / οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας, τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς παρ’ αὐτῶν ἀξιῶν μαθεῖν. εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον, διὰ τοῦτο οὕτῳ τετύπωται, διατί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυφάς; εἰ δὲ τὸ συναμφότερόν ἐστι καὶ ἐξαμφοτέρον κατειλήφασι τὸν θεὸν, ὅτι τὲ ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα; καὶ χωρί σ ζ ουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτῶν γλύφουσιν ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα, ἡ σκύλα καὶ ἡ χάρυβδις καὶ ὁ ἱπ ποκένταυρος, καὶ ὁ παρ’ αἰγυπτίοις κυ κ νοκέφαλος ἄννουβις· ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς, ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν. καὶ πάλιν εἰ ἀῤῥενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους; εἰ δὲ θηλυκῶν εἰσί, διατί καὶ ἀῤῥενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφάς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν ἔδει μὴ διαιρεῖσθαι, ἀλλ’ ἀμφότερα συνάπτεσθαι, καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχη· / καὶ ὅλως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν, ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν· ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς, ὥστε τοιαῦτα νοεῖ περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῷ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν, ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα οὐκ ἴδια θεοῦ θῦ , ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν· ὁ μὲν γὰρ θεὸς θς ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος, οὐδ’ἑνὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γὰρ ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιω θέντας· καὶ οὓς ὁ χρόνος, ἢ ὑετὸς, ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ὧ ἄν τις αὐτῶν καταγνώσηται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται καλοῦντες. / οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστὶν ἀσύμ φωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τις πρόσθηται τούτων; καὶ ποίους ἂν αὐτῶν κρίνει κυριοτέρους· ἵνα, ἢ τὸν θεὸν θαῤῥήσῃ προσκυνῶν· ἤ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζειν γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνο μάζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστον ἐστὶν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα καὶ μία πόλις πρὸς ἑαυτάς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας. φοίνικες γοῦν, οὐκ ἴσασι τοὺς παρ’ αἰγυπτίοις λεγομένους θεοὺς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνοῦσιν εἴδωλα· καὶ θρύσκαι σκύθαι μὲν τοὺς περσῶν, πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ πελασγοὶ μὲν τοὺς ἐν θράκῃ θεοὺς διαβάλλουσι· θρᾶκες δὲ τοὺς παρὰ θηβαίοις οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατὰ ἀῤῥάβων, καὶ ἄραβες κατ’ αἰθιόπων· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν τὰ κιλίκων οὐ σέβουσι· καπ παδοκῶν δὲ τὸ γένος ἄλλους παρὰ τούτους ὀνομάζουσι θεοὺς· καὶ βιθυνοὶ μὲν ἑτέρους, ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι δεῖ πολλῶν, ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις ἄλλους θεοὺς προσκυνοῦσι, καὶ νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστῃ πόλει καὶ κώμῃ τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς τοὺς ἑαυτῆς προκρίνει, καὶ μόνους τούτους εἶναι νομίζει θεούς. περὶ γὰρ τῶν ἐν αἰγύπτῳ μυσαρῶν, οὐδὲ λέγειν ἐστὶ πᾶσιν ἐν ὀφθαλμοῖς ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἔχουσιν ἀλλήλας τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων σπουδάζουσιν ἀεὶ κατὰ τῶν πλησίον τὰ ἐναντία σέβειν· ὁ γοῦν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς θνς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θρησκευό μενος, τοῦτον οἱ ἀστειγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθὺς, οὗτος ἄλλων ἀλήθεται τροφή· ὅθεν δὴ πόλεμοι καὶ στάσεις καὶ πᾶσα φθόνων πρόφασις καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν, ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίων θεούς, ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώ λοις μανέντων ἐθνῶν, διάφορος ἐστὶν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον, τὸν πάντων σωτῆρα σρα χριστὸν χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις πολλὰς ἀνόδους κυκλεύουσιν ὁδῷ. καὶ τοὺς μὲν παρ ω ό ντας οὐχ’ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας, καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν ἀποστραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται. / ταῦτα δὲ οὐ μικρὸς ἔλεγ χός ἐστι τῆς ἀληθῶς ἀθεότητ α ος αὐτῶν· διαφόρων γὰρ ὄντων καὶ πολλῶν, κατὰ πόλεις καὶ χώρας θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντ ε ο ς θεὸν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζό μενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γίνονται θυσίαι καὶ σπονδαὶ· καὶ ἄλλων αἱ θυσίαι ἄλλων ἔμπαλιν εἰσὶ θεοὶ. αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες τὰ αὐτὰ προσάγειν δοκοῦσι. λίβυες πρόβατον, ὃ καλοῦσιν ἄμμωνα, θεὸν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίας σφάζεται. ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας, καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι καὶ θεοὺς ἀναγορεύουσι, καὶ ὅμως ἄλλοι, καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς, ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τε καὶ παρ’ αὐτοῖς ἀπο τροπιάσματα καὶ θυσίας ὄντα θεοποιοῦσιν· / ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ ἀνθρώπους αὐτοὺς τοὺς ἀνθρώπους ἀνους , ὧν εἰσὶ τύποι καὶ μορφαί, τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν. καὶ οὐχ’ ὁρῶσιν οἱ κακοδαίμονες, ὅτι τὰ σφαγιαζόμενα θύματα, ἀρχέτυπά εἰσι τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους· σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις, ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττωσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σκύθαι γὰρ οἱ καλούμενοι ταύριοι τῇ παρ’ αὐτοῖς παρθένῳ κα λουμένῃ· τοὺς ἀποναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίαν ἀναφέρουσι· τοσοῦτον ἀσε βοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων . καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν, τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύπτουσιν· ἄλλοι δὲ τῷ ἄρει ἐπειδ’ἂν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες, τοσούτους κατασφάζουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκ λέξωνται. / οὐ μόνοι δὲ οἱ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μισαρὰ δρῶσιν, ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δράμα. καὶ γὰρ αἰγύπτιοι ἔθυον μὲν πάλαι τῇ ἥρᾳ τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις αὐτῶν ἰλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατιάριον δία ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως, καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο. ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις. / ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρθωμα τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν. ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις, καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστή. δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γινομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελγείᾳ μαρτυρούμενος. γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκαθέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖθεν ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῇ πορνείᾳ τὸν θεὸν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν ἑαυτῶν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι, καὶ μηκέτι εἶναι θέλοντες ἄῤῥενες, τὴν γυναικῶν πλάττονται φύσιν, ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ μρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες. πάντες δὲ ὁμοῦ τοῖς αἰσχ ύ ι στοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἀμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος, αἵ τε γὰρ θήλειαι αὐτῶν, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παραφύσιν· ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. ἄῤῥενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι· καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τὸν βίον. ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεος τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν, ἃ οἱ νόμοι μὲν κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ ἀπο στρέφεται. ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας; καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρ’ ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς, νομίζειν ἀνθρώπους ἀνους ; καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους, καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν· εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπε πτώκεισαν ὅλοι πρηνεῖς. καὶ τὴν ἀληθῆ ἠρνοῦντο τοῦ χριστοῦ χῦ πατέρα πρα θεὸν. / ἀλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι. δυσωπούμενοι τοὺς περὶ τῶν βδελυγμάτων ἐλέγχους, εὐ έ κατάγνωστα μὲν καὶ εὐέλε γκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐτοὶ· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντή ρ ρητον εἶναι οἰήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ’ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων καὶ ἀλόγων πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν κόσμον· καὶ γῆν αὖ πάλιν· καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ, ὅτι οὔτε ἄψυχα, οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τῷ τὰ μὲν ἐν οὐρανοῖς οὐνοῖς , τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι. πάντως γὰρ καὶ ἐν τούτοις ὁ λόγος εὑρήσει τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι, καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεὸν θν τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν, ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν . οὕτω γὰρ τοὺς ἀνθρώπους εἰς τὰ ταύτης μέρη κε χηνότες, καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήση ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον καὶ ποιητὴν, τὸν τοῦ λόγου πατέρα πρα , τῇ ἀναντηῤῥήτῳ προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησι καὶ ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. / πίστις δὲ τούτων οὐκ ἀφανὴς, ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι, καὶ ἕκαστον ἰδία νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον καὶ σελήνην χωρίς, καὶ γῆν αὖ καὶ ἀέρα, καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι καθεαυτὸ καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ· ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνιστάμενα. ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ οὐνῷ συμ περιφέρεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας, οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα τὴν παρὰ ἡλίου γενομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ, χωρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος, καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτὲ· ὅ, τε ἀὴρ, οὐχ’ ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός, ἥ, τε θάλασσα καὶ ὁ ἔξωθεν περιῤῥέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φ ώ ε ρεται, ὅποι δ’ ἂν αὐτὴ ἡ τῶν ἀνέμων προσῥήσσ ει η βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι, οὐκ ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερ μότητος, ἐν αὐτῷ τῷ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν, ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα· λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν, θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται, καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνά μεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται· πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε, καὶ αὐτῶν ἀπαιτούτων παρ’ ἀλλήλων τὴν εἰς αὐτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶ, μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι, ἀλλ’ αὐτάρκη ς καὶ πλήρη ἑαυτοῦ· καὶ ἐν αὐτῷ τὰ πάντα συνεστηκέναι· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα, ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς. / ἀλλ’ ἴσως διαιρούμενα μὲν, καὶ καθ’ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομο λογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάγοντες, καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον θεὸν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενήσεται πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι, ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· / οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει. εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν, τὸ ὅλον ἀναπληροῖ, καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνίσταται, καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει. τοῦτο δὲ τῶν περὶ θεοῦ θῦ ἐννοιῶν πολὺ πόῤῥωθεν καθέστηκεν, ὁ γὰρ θεὸς ὅλον ἐστὶ καὶ οὐ μέρη, καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν, ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεως ἐστὶ ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται, ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου. / τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοὴ, οὐδὲ ἡ ἀκοὴ χείρ, οὐδὲ ἡ γαστήρ ἐστὶ στέρνα, οὐδ’ αὖ πάλιν ὁ αὐχὴν ἐστὶ ποὺς, ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν, καὶ ἐκ τούτων διαφόρων ὄντων, ἓν συνίσταται σῶμα· συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν, ὅταν ἡ φύσις ἡ συνά ξασα ταῦτα διέλη, ὡς ὁ προστάξας θεὸς βούλεται, οὕτω· ( συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείτ τονος· ) εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· / καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι, καὶ ἀόρατος καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι; καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαλ μον ψαύομεν τῇ χειρὶ θρησκεύουσι τῇ θεοῦ θῦ τιμῇ· καὶ πάλιν εἰ ὁ περὶ θεοῦ θῦ κρατεῖ λόγος, δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μὴ δὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν, καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεο ποιοῦντες, οὐχ’ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται, θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετο πώρου κωλυόμενον, τὰς ἰδίας ὥρας ἐξέρχεσθαι· εἴ περ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι· καὶ κοινὰς ἅμα τὰς εὐεργεσίας ἐπιτελεῖν· ἔδει μεθ’ ἡ μέραν καὶ μετὰ νύκτα, ἥλιον ὁμοῦ καὶ σελήνην, καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσως ἔχειν τὸ φῶς, καὶ τοῦτο πᾶσι λάμπειν καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα, καὶ ἔαρ καὶ μετόπορον ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοι νω νὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε θεῶν ὄντων κατ’ αὐτοὺς· καὶ μηδὲν ἐπὶ βλάβη, ἐπ’ ὠφελεία δὲ μᾶλλον, πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον, διὰ τὴν πρὸς ἄλλα ἐναν,τιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι, ; ὅτι · ἔτι θεοὺς ὀνο μάζειν, ἢ θεοῦ θρησκεύεσθαι τιμαῖς; τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν, καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρύ τανεις; οὔτε οὖν ἥλιος εἰκότως, οὔτε σελήνη οὔτε ἄλλό τι μέρος τῆς κτίσεως, πολλῶ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα, οὐδὲ οἱ παρὰ ποιηταῖς μυθευόμενοι, ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεως ἐστί· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ μόνον ἄνθρωποι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία, καὶ θεοποιία, οὐκ εὐσεβείας, ἀλλὰ ἀθε ότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις, καὶ μεγάλης πλάνης ἔλεγχος, ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν γνώσεως, λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα . / 2a pars or(ati)onis ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστή. καὶ οὐκ ἐπ’ ὠφελεία, ἀλλ’ ἐπ’ ἀπωλεία τῷ βίῳ τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φερελοιπὸν, ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύ σωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα οὐδὲν ἕτερον, ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρὸς τὸν ὄντ ο ω ς ὄντα θεὸν ἕξει τὸν σκοπὸν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἡμῖν ἐστὶ χρεία, ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπερ ἐστὶν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς τούτ ω ο ν ὁδὸς πόῤῥωθεν, ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστὶ, καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατὸν, καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως, ἐντὸς τῆς καρδίας σου ἐστὶν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα τοῦ πατρὸς πρς τὸν σωτῆρα λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες, οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μὴ δὲ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διὰ τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν, εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι, διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου. καὶ εἴ τις ἂν ἔροιτο, τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι, καὶ τὸν ἐν αὐτῇ νοῦν. δι’ αὐτοῦ γὰρ δύναται μόνον θεὸς θεωρεῖσθαι, καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν ἠρνήσαντο, οὕτω καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς. εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἐστ ὶν οὖν ὶ νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν. / ὅτι μὲν οὖν ἕκαστος ἀνθρώπων ψυχὴν ἔχει καὶ ταύτην λογικήν. καὶ τοῦτο ἀναγκαῖον ἐστὶ δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο. οἰόμενοι μηδὲν εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώ τερον δι’ ἑαυτῶν, τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι. πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων, ἐκ τοῦ πρὸς τὰ ἄλογα δια λ λάττειν αὐτὴν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν καλεῖν ἄλογα ἡ φύσις εἴωθεν· ἐπειδὴ τὸ τῶν ἀνθρώπων γένος ἐστὶ λογικὸν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν, οὐ τὸ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα, καὶ πάλιν ἐπιλογίζεσθαι καὶ ἐν θυμεῖσθαι τὰ μὴ παρόντα, καὶ πάλιν ἐπιλογίζεσθαι, καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ, κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχειν. ὁ δὲ ἄνθρωπος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ, ἀλλὰ τῷ λογισμῷ τὰ ἐν ὀφθαλμοῖς ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας, κεκράτηκε τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς. διὰ τοῦτο γοῦν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὕτος διακρίνει, καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾶν, καὶ ὤτων τὸ ἀκούειν· καὶ στόματος γεύεσθαι· καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν, καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστιν, ἀλλὰ καὶ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα, ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνη· καὶ ἔοικέ γε τὸ τοιοῦτον, ἵνα ἐπὶ εἰκόνος αυτὸ θεωρήσωμεν λύρᾳ καλῶς κατεσκευασμένῃ ς · καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ’ ἐπιστήμης· ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον. ἡ μὲν βαρύν, ἡ δὲ ὀξύν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονον, ἡ δὲ ἄλλον , ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος. τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ, ὅτε ὁ κατέχων τὴν λύραν πλήξῃ τὰς νευρὰς καὶ ἁρμονίως ἑκάστης ἅψεται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων, ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύῃ, τότε καὶ διακρίνει ἡ ψυχὴ, καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει, τοῦτο δὲ μόνον ἴδιον· ἀνθρώπων ἀνων ἐστὶ, καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων , ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐν σώματι ἐστί. πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἡρεμοῦν τος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολ λάκις διὰ τούτων; τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαν τευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον, ἢ ψυχὴ λογική; ἐν ᾗ λογίζεται καὶ ἀπονοεῖ τὰ ὑπὲρ αὐτ ῶ ό ν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμ μένοις. πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας, καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ἄνος , ὥστε τῶν μὲν ἐμποδὼν καταφρονεῖν, εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον. τί οὖν ἂν εἴη τοῦτο, πάλιν, ἡ ψυχὴ λογικὴ καὶ ἀθάνατος. καὶ γὰρ οὐκ ἔξωθεν, ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι ὡς ὁ μουσικὸς τῇ λύρᾳ ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν, καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν, τὰ μὲν ἀποστρέφονται, τὰ δὲ αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων; ἢ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν ἀποκλείει τοῦ ἀκούειν; ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικὴν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς; τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός; τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὁδμᾶσθαι γενομένην ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι; τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργειῶν, ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται; ταῦτα γὰρ οὐδὲν ἕτερον ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν, ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν, ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται· διὰ τοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις τὰ καλὰ μὲν πράττειν, τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις ἀλόγιστα τὰ κακά μένει καὶ ἄκριτα· ἅτε δὴ τῆς λογιότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν· εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· / ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ ὅτι ἡ ψυχὴ αθάνατος τοῦτο ἀναγκαῖον εἶναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ· πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως, καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα δια λ λάττειν αὐτὴν. εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα ἔστι δὲ τὸ σῶμα φύσει θνητόν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι τῷ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται, καὶ οὐχ’ ὑπὸ ἄλλων αὐτὴ κινεῖται. ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τὴν ψυχὴν, καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς, οὐ γὰρ ἡ ψυχὴ ἐστὶν ἡ ἀποθνήσκουσα, ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν, ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν ἐκινεῖτο καὶ αὕτη ὑπὸ τοῦ σώματος, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτὴν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑ αυτὴν κινεῖν· ἑαυτῇ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῇ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερον ἐστὶν, ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται. / τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανε ρώτερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τὸ σῶμα ἐπιβέβηκε καὶ συνδέχεται τούτῳ, οὐ κατὰ τὴν τοῦ σώματος σμι κρότητα συστέλλεται καὶ συμμετρεῖται, ἀλλὰ πολ λάκις ἐπὶ κλίνης τούτου κειμένου, καὶ ὡς ἐν θανάτῳ κοιμωμένου, αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου, μένουσα ἐν τῷ σώματι, τὰ ὑπὲρ γὴν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ. καὶ πρὸς αὐτοὺς ἀφικνεῖται τῇ τοῦ νοῦ θαῤῥοῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος, ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεὸς φανερω τέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν; εἰ γὰρ καὶ συν δεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θν , διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ, ἐπεὶ δὴ καὶ ἀθάνατός ἐστι. καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχά νοντος, θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ζὴν ἀεί· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῇ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῇ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθανασίας. διὰ τοῦτο γοῦν καὶ τῆς περὶ θεοῦ θεωρίας ἔχει τὴν ἔννοιαν, καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς, οὐκ ἔξωθεν, ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατάληψιν. / λέγομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν ἠρνήσαντο, καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παρα φροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαι μονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν, καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν, εἰκότως τοῦτο ποιοῦντες, διατί ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγον τολμῶσι, καὶ οὐχ’ ἃ δεῖ φρονοῦσιν, ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι; ψυχὴν γὰρ ἀθάνατον ἔχοντες, καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν; ἢ διατί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ , οὕτως οὐ κατα φεύγουσι πάλιν πρὸς αὐτόν· δύνανται γὰρ ὥσπερ ἀπεστράφησαν τῇ διανοίᾳ τὸν θεὸν, καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι τὸν θεὸν. ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψωνται ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῇ ψυχῇ· καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῇ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον καθ’ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι. κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται, καὶ καθ’ ὁμοίωσιν γέγονεν, ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁ μοίωσιν ἡμετέραν· ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυ θέντα ῥῦπον τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως διαλαμ πρυνθέντος τούτου, ὡς ἐν κατόπτρῳ θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν αὐτῷ τὸν πατέρα πρα , οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται. / ἢ εἰ μὴ αὐτάρκης ἐστὶν, ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν, καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον· ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ θεοῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς , καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν. ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πάσης γεννητῆς οὐσίας ὑπάρχων· καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῷ τὰ μὲν ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ ἀγέννητον, τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησεν ὁ θεός θς τῷ ἑαυτοῦ λόγῳ· ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας, καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας, ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτῳ δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν, κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρεῖται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεός θς , μή τις τοῦτο προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον, οὕτω διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐ μαυτοῦ φησὶ γρ(άφε) φημὶ · ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ παῦλος· ῥωμαίοις μὲν γράφων οὕτω· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. λυκάοσι δὲ παῤῥησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι ἄνοι , εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ὑμῖν διδοὺς ὑετοὺς καὶ καιροὺς καρποφόρους ἐμπι πλῶν τροφῆς εὐφροσύνης τὰς καρδίας ὑμῶν· τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις ἐναντίας μὲν καὶ διαφόρους γινομένας· ἐν δὲ τῇ διαφορᾷ, ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται, ὅτι οὐκ αὐτά ἑαυτὰ ἀλλ’ ἕτερός τις ὁ διακοσμῶν ποιητὴς; τίς δὲ ὁρῶν ἥλιον ἀνατέλοντα καθ’ ἡμέραν, σελήνην δὲ φαίνουσαν κατὰ νύκτα καὶ φθίνουσαν καὶ πληρουμένην ἀπα ραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμόν, καὶ τῶν ἄστρων, τὰ μὲν διατρέχοντα καὶ ποικίλως διαλλάττοντα τοὺς δρόμους, τὰ δὲ ἁπλανῶς κινού μενα, οὐκ ἂν ἔννοιαν λαβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργὸς; τίς ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον τίς ἰδὼν πῦρ ψυχρῷ καὶ ξηρῶν ξηρὸν ὑγρῷ κεκραμμένον, καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα, ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα; τίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι, καὶ ἔαρ θέρει, καὶ θέρος μετοπώρῳ, καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει· τὸ μὲν γὰρ ψύχει, τὸ δὲ καίει· τὸ δὲ τρέφει, τὸ το δὲ φθείνει φθίνει ὅμως τὰ πάντα ἴσην καὶ αβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν, ὅτι ἔστι τίς κρείττων τούτων, ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα, κἂν μὴ βλέπ ει η τοῦ τον; τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας καὶ ἐν νεφέλαις τὴν τοῦ ὕδατος δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προ στάξαντος γενέσθαι; ἢ τίς ὁρῶν αυτὴν τὴν γῆν βαρυ τάτην οὖσαν τῇ φύσει ἐπὶ τὸ ὕδωρ ἐδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ δια νοηθήσεται εἶναί τινα τὸν ταῦτην διαταξάμενον καὶ ποιήσαντα θεόν; τίς ἰδὼν τὴν τὸν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν, καὶ οὐρανό οὐνό θεν ὑετοὺς καὶ ποταμῶν ἐπιῤῥοίας, καὶ πηγῶν ἀναβλ ή υ σεις, καὶ ζώων ἐξ ἀ νομοίων γονὰς· καὶ ταῦτα οὐκ ἀεὶ, ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα; καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις, τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα, καὶ διέ πουσα ὡς ἂν αὐτὴ μένουσα καλῶς, αὐτὰ μὲν γὰρ καθ’ ἑαυτά, οὐκ ἂν συσταίη καὶ φανῆ μή ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον· καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστὶ· τὸ δ’ αὖ πάλιν ὕδωρ, κουφότερον ἐστὶ ταύτης, καὶ ὅμως, ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται, καὶ οὐ καταφέρεται, ἀλλ’ ἕστηκεν ἀκί νητος ἡ γῆ· καὶ τὸ μὲν ἄῤῥεν οὐ ταὐτόν ἐστι τῷ θήλει, καὶ ὅμως εἰς ἓν συνάγεται, καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι· τὸ ψυχρὸν τῷ θερμῷ ἐναντίον ἐστὶ· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται, καὶ ὅμως συνελθόντα, οὐ στασιάζει πρὸς ἑαυτά, ἀλλ’ ἐξ ὁμονοίας, ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν μαχό μενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνήγαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν ὄντα ἐναντία, τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρασις, πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῶ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ· ἢ τὸ περιφερὲς τῷ ὀρθῷ· ἢ τὸ πῦρ τῷ ψυχρῷ· ἢ ὅλως ἡ θάλασσα τῇ γῇ· ἢ ὁ ἥλιος τῇ σελήνη· ἢ τὰ ἄστρα τῷ οὐρανῷ οὐνῷ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν, ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτά· τοῦ μὲν, καίοντος· τοῦ δὲ ψύχοντος· καὶ τοῦ μὲν βαρέως κάτω, τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτίζοντος, τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα ἐστασίασαν ἂν πρὸς ἑαυτά· ὅτι τὰ μὲν, ἀνωτέρῳ· τὰ δὲ, κατωτέρῳ τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ, ἀλλ’ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα πάντων δὲ γινομένων, λοιπὸν ἦν ἰδεῖν, οὐκέτι κόσμον, ἀλλ’ ἀκοσμίαν· οὐκἔτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν, ἀλλ’ ἀσύστατον ὅλον· οὐκέτι μέτρα, ἀλλ’ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχη, ἢ πάντα ἀνηροῦντο, ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε. μόνον γὰρ γενόμενον καὶ λει πόμενον τῇ τῶν ἄλλων χρείᾳ, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποὺς· καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα. ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν, ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία, εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἀστέρων, ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ ; τί δὲ καὶ χρήσιμον, εἰ μόνη θάλασσα ἦν, καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκ οι ει το; πῶς δὲ καὶ ἄνθρωπος ἄνος ἐφάνη, ἢ ὅλως ζῶον ἐπὶ γῆς τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος, καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν; οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ, ἢ μόνου ψυχροῦ, ἢ μόνου ὑγροῦ ἢ ξηροῦ συνέστη τί τῶν ἄλλων, ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν, ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νοῦν νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ ἀτ’ἀξία ν , ἀλλὰ τάξις ἐστὶν ἐκ τῷ παντὶ, καὶ οὐκ ἀμετρία, ἀλλὰ συμμε τρία, καὶ οὐκ ἀκοσμία, ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν, τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων ἐννοεῖν ἔστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα. ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν, μικρῶν καὶ μεγάλων, καὶ πλουσίων καὶ πενήτων, καὶ πάλιν γερόντων καὶ νεωτέρων καὶ ἀῤῥένων καὶ θηλεῶν εἰ θεωρήσομεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας, ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς, καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων, μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν, μήτε τοὺς νέους κατὰ τῶν γερόντων γινομένους, ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρη νεύοντας, εἰ ταῦτα βλέπομεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει κἂν μὴ ὁρῶμεν αὐτὸν· ἡ μὲν γὰρ ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα, ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσι. καὶ γὰρ τὴν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁ ρῶντες, ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ, οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει, ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως; ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν κἂν μὴ βλέπωμεν αὐτὴν, οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμον οι ι α, ἁρμονία· τὸν τοῦ παντὸς νοεῖν ἡγεμόνα θεὸν ἀνάγκη· καὶ τοῦτον ἕνα καὶ οὐ πολλοὺς. καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως, καὶ ἡ τῶν πάντων μεθ’ ὁμονίας ἁρμονία; οὐ πολλοὺς ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων, ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολύαρχον ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ἄρχων; ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόῤῥωθεν ἀκούων λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσα κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι, καὶ πάντως ἐκ τούτων ἐννοεῖ, οὐχ’ ἑαυτὴν κινεῖν τὴν λύραν, ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον, πρὸς τὴν ἐναρμόνιον συμ φωνίαν κεράσαντα· τῇ ἐπιστήμῃ κἂν μὴ τοῦτο βλέπη, οὕτω παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν, ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως, τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας ποιητάς, ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· / γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντὸς ἐστὶ τοῦτο· τὸ μὴ πολλοὺς, ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴ περ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι, εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα, οὐ τὸ τυχὸν ἦν ὅτι ἐκ τῶν πολλῶν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τῶν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν ἐν θεῷ θῷ δὲ λέγειν εἶναι τί ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων εστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις , οὐκ ἄν τις εἴποι τέλειον ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος, ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· εἰ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ δὲ διὰ δόξαν ἕκαστος εἰργάσατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ, κενοδοξίαν πάλιν ἐν θεοῖς λέγειν τῶν ἀτοπωτάτων ἐστὶν, ἔπειτα εἰ ἕκαστος δυνατὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει, οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ, λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον, ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾷ καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία, ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευσεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη, σύμφωνον ἀπο τελέσει τὸν ἦχον· εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης. οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως, καὶ ἑνὸς ὄντος τοῦ κόσμου, καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς, ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιητοῦ, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ’ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς διὰ τοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς , ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημι ουργὸν ἕνα πιστεύειν εἶναι· / τίς οὖν ἂν εἴη ὁ τοιοῦτος, καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν ἵνα μὴ τῇ περὶ τούτων ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάβοι, καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέση· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς, οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεο ποιοῦντας, ἤλεγξε πλανωμένους. καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν, ἀθεότητα καὶ ἀσέβειαν οὖσαν, ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν ἀσεβῆ εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι θεὸν ἀληθῆ τὸν καὶ τῆς κτίσεως κύριον κν καὶ πάσης ὑποστάσεως δημιουργὸν· τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερεπέκεινα πάσης γεννητῆς οὐσίας, ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ , ὅστις καθάπερ ἄριστος κυβερνήτης τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ κῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ τὰ πανταχοῦ κυβερνᾶ σωτηρίως σρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκ εῖ ῆ · ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται, καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις, καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ, λόγῳ καὶ σοφία καὶ ἐπιστήμη συνέστηκε, καὶ παντὶ κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ ἄλλόν τινα, ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ . λόγον δέ φημι, οὐ τὸν ἐν ἑκάστῳ τῶν λεγομένων συμπεπλεγμένον καὶ συμ πεφυκότα, ὃν δὴ καὶ σπερματικόν τινα εἰώθασι καλεῖν. ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῇ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον· τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν , αὐτὸν λόγον λέγω· ὃς ἄλλος μέν ἐστι τῶν γεννητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ· ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν. οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ σοφία ὤν· οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας, καὶ ἐπὶ μηδενὸς κειμένην, τῷ ἰδίῳ νεύματι ἤδρασε· τούτῳ φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει, καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται. καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα περι ορίζεται· ἡ δὲ γῆ, παντοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ. / καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων, εἰ ὅλος ἐστὶ λόγος θεοῦ, μένοιτο μαίνοιτο μὲν ὁ τοιοῦτον ἀμφιβάλλων περὶ λόγου θεοῦ· ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγῳ θεοῦ καὶ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τι τῶν λεγομένων εἰ μὴ λόγῳ ἐγεγόνει· καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέχθη· λόγος δὲ ὤν, οὐ κατὰ τὴν ἀνθρώπων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶ, συγκείμενον ἐκ συλλογισμῶν γρ(άφε) ἐκ συλλαβῶν · ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς εἰκών ἐστιν ἀπαράλλακτος. ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγ κείμενον ἔχουσι καὶ διαλυόμενον τῶν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος ὤν ἐστι καὶ οὐ σύνθετος, ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς, ὁ καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει. / ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυ μαστὴ καὶ γνωρίζουσα, ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτω γενέσθαι ὥσπερ καὶ ἔστι. τῶν μὲν γὰρ γεννητῶν ἔστιν ἡ φύσις ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη· ὁ δὲ τῶν ὅλων θεὸς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ. διὸ καὶ φιλ άνθρωπός άνος ἐστιν. ἀγαθῶ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος. ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁρῶν οὖν τὴν γεννητὴν πᾶσαν φύσιν, ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυ ομένην, ἵνα μὴ τοῦτο πάθη καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον· τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα, καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ θῷ τὸ σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προνοία καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῇ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγος μεταλαμβάνουσα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι, μὴ ἄρα πάθη ὅπερ ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὴ τὸ μὴ εἶναι, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτὸς ἐστὶν ἡ κεφαλὴ τῆς ἐκκλησίας, οἱ τῆς ἐκκλησίας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμ μασιν. αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας· καὶ φωτίσας τά τε φαινόμενα, καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει, μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελιπῶς· ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον ἰδία καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων, τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας, αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ, καὶ ὑγρὰ καὶ ξηρὰ, εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν, οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία, συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ, καὶ τοῦ εἶναι τοῖς σώμασι ἀρχαὶ γίνονται τούτῳ τῷ θεῷ θῷ λόγῳ πειθόμενα· τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ, ἐν τοῖς οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτο θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προείρηται· καὶ ἵνα μὴ τὸ καθ’ἕ καστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρί τ β ω διατρίβω , οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων, ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ἧ φησι καὶ ὁ θεολόγος ἀνήρ· ἐν ἀρχῆ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν· καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν· / οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι, καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγὼν, ἓν τὸ σημαινόμενον μέλος ἀποτε λοίη, οὕτω καὶ ἡ τοῦ θεοῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως, αὐτὸς μὲν ἀκί νητος μένων παρὰ τῷ πατρὶ πρὶ πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει, ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ δοκῆ πατρὶ πρὶ . τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων, ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω τὰ μέσα τὰ κάτω· τὰ ὑγρὰ τὰ ψυχρὰ· τὰ θερμὰ τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτ οῦ ῶ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθόν· τὸ δὲ περιφερές περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται· καὶ τὸ ξηρὸν ξηραί νεται· καὶ τὰ ἄλλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ. / καὶ εἶναι ἵν’ ἐκ παρα δείγματος τὸ τηλικοῦτον νοηθείη· ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων , παίδων γυναικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φανῇ· ὁ μὲν ἀνὴρ, ὡς ἀνήρ· ἡ ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων, ὡς γέρων· καὶ ὁ νέος, ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾷν· τὴν δὲ ἀκοὴν, ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντι λαμβάνεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος, ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ, ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει· καὶ οἰκονομουμένη ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος, καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος, ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ σιτησόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων, ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλασσαν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομίαν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἐπανήκει· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ ἀπὸ τῆς πόλεως ἐξέρχονται, καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίνονται, καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως κἂν μικρὸν ᾖ τὸ παράδειγμα, ὅμως μείζονι διανοία χρὴ νοεῖν· ὑπὸ μιᾶς γὰρ ῥοπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου ὁμοῦ τὰ πάντα διακοσμεῖται καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτε λεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου· οὐρανὸς οὐνὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀ ει ὴ ρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει, καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται· ἡ γῆ ἀκένητος μένουσα καρποφορεῖ, καὶ ὁ ἄνθρωπος πλάττεται, καὶ ζῆ πάλιν καὶ θνήσκει πάλιν· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει, τὸ ὕδωρ ψύχει, πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημ μυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὐ ὑ ετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἴπτανται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλασσα πλέεται· γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὐξάνεται, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν ἀφανίζεται, τὰ δὲ γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα, καὶ ἔτι πλείω τούτων, ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυ ματοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφεὶς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπεριλαβὼν ἐν τοῖς ὅλοις, συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι, καὶ τῇ ἑαυτοῦ προνοία· καὶ τούτου οὐκ ἄν τις γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται, καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ λόγος, ἑνὶ καὶ ἁπλῷ νεύματι τῇ ἑαυτοῦ δυνάμει· τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται, μονονουχὶ διὰ τῶν φαινομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενε σιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακο σμοῦντα λόγον θεοῦ, νοεῖν ἐστιν ἀνάγκη. καὶ τὸν τούτου πατέρα πρα θεὸν, ἐξ οὗ προϊὼν εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων , ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν καὶ τῷ λόγῳ ἐπιβάλλοντες, τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ, πολλῷ πλέον μείζονι φαντασία καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ, ὡς αὐτὸς ὁ σωτήρ σηρ φησιν· ὁ ἐμὲ ἑωρακώς, ἑώρακε τὸν πατέρα πρα μου. / ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαῤῥηκότες ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντήρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφα λίζετο τὸν τῶν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων . στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατή σουσιν· οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδα σκαλίαν. ἀλλὰ καὶ μάλλον εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἐναποβλέψαντες, οὐχ’ ὡς ἔργα θεοῦ θῦ , ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσκυνήσης αὐτοῖς, ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ . ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτά· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ, γινώσκουσιν οἱ ἀπὸ τῶν ἐθνῶν, τὸν τῶν ἁπάντων δημιουργὸν θεὸν ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων, ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων, φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμου· οὐχ’ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν, ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοι εἰσὶν οἱ παρὰ ποι ηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησιν, οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι, ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν, ἢ εἰδώλων ἀθεότητα, σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θεοῦ θῦ γνώσεως φέρεσθαι; οὐχί γε, ἀλλὰ καὶ προαπαντᾶ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ ἰὴλ · κύριος κς ὁ θεός θς σου, κύριος κς εἷς ἐστι· καὶ πάλιν, ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καὶ πάλιν κύριον κν τὸν θεόν θν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ· / ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ εἰς πάντα τοῦ λόγου πρόνοι αν α καὶ διακόσμησις ἀπὸ πάσης τῆς θεοπνεύστου γραφῆς μαρτυρεῖται· ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν, ἦ φασὶν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν ψάλλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβάλλοντι τοὺς οὐρανοὺς οὐνοὺς ἐν νεφέλαις· τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν· τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· καὶ διδόντι τοῖς κτήνεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν· ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος, ἢ ὁ τοῦ θεοῦ λόγος; περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα δι αλέ ά γεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντων μέγας μωϋσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεός θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ πατήρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς καὶ συναχθείτω τὰ ὕδατα καὶ ὀφθείτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ὡμίλει ὁ θεὸς θς , ἵνα καὶ προστάττων λαλεῖ· εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι προστάττει, καὶ λαλεῖ τὸ μηδέπω γενόμενον· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν, γενοῦ οὐρανὲ οὐνὲ καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη, καὶ ποιήθητι ἄνεμε· νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον , καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων ὡς καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν ὁμολογεῖν, ἢ τῷ ἑαυτ ῶ οῦ λόγῳ; ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γεννητὴν πᾶσαν οὐσίαν, ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν συμπαρήμην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων ἐδημιούργει τὸ πᾶν καὶ συνίστη, καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ἧ φησι καὶ ὁ σωτήρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα· κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταὶ· καὶ ὅτι ἀγαθὸν ἐξ ἀγαθοῦ γέννημα, καὶ ἀληθινὸς θεὸς ὑπάρχων, δύ ναμίς ἐστὶ τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὤν, οὐδὲ ἔξωθεν ἐπιγινομένων τούτων αὐτῷ κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ, καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους· ἀλλ’ αὐτο σοφία αὐτολόγος, αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς αὐτοαλήθεια αὐτοδικαιοσύνη αὐτοαρετή· ναὶ μὴν καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκών· καὶ συνελόντι φράσαι· καρπὸς παντέλειος τοῦ πατρὸς ὑπάρχων· καὶ μόνος ἐστὶν υἱὸς· εἰκὼν ἀπαράλλακτος τοῦ πατρὸς πρς · τίς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι; ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτω καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωή, καὶ θύρα καὶ ποιμὴν καὶ ὁδὸς καὶ βασιλεία καὶ ἡγεμών· καὶ ἐπὶ πᾶσι σωτὴρ σὴρ καὶ ζωοποιὸς καὶ φῶς ὡς πρόνοια τῶν πάντων· / τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατήρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτήρ σηρ φησιν, ἐγὼ ἐν τῷ πατρὶ πρὶ · καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοὶ· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν. / τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ; ὅμως ἄνθρωποι ἄνοι παράφρονες παραγκωνισάμενοι τὴν πρὸς το ύ ῦ το υ ν γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα κατα πλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρονες καὶ πολλοὶ πολύ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἄλλως ἂν ἔγνωσαν οἰκοδομὴν, ἢ ναῦν, ἢ λύραν, μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργα σαμένου, καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος, καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται, καὶ ὑπερεπέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες, καὶ τὸν τούτου λόγον μὴ θρη σκεύοντες· τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ, καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβὲς ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστὶν ὁ καρπὸς μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους, ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἔστι τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτω τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν· αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, αἰσχύνη ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.