ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶ σις· οὐ τοσοῦτον τῆς παρὰ τῆς τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται· ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐ χὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι· φέρε ὦ μακά ριε ὡς ἂν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μὲν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκού οντι. αὐτάρκεις μὲ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ· πρὸς τὴν τῆς ἀληθείας ἐπαγγελίαν· εἰσὶ δὲ καὶ πολ λοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων· εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι· εἴσεται μέν πως· τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις· ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀ παγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σ σωτῆρα ρα πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσεται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβη· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προ φέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἴκτηρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁ ρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπλη ρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνη σίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τη λικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγί νωσκον σωτῆρα σρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην· ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γινομένου πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μό νος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλε γόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς εἰκότως γὰρ ἄν τις εἴποι· πρὸς αὐτοὺς ὅτι ἀνθρώπινον ἀνίνον ἐστὶν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμο λογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς· τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἄναβάντα; πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦ σιν ὅμοιον· ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκε πόμενον, διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμ πεται· ὡς γὰρ καλὸν τὸ φῶς. καὶ καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος· οὕτως θείου πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν καὶ θεοῦ θῦ λόγον·  λέγωμεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρότερον διελέξαντες τὴν τῶν ἀ πίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελέχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ανε · ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐ κ ἠπατήθης. πρέπειν δέ σοι ἡγοῦμαι καὶ φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ἤρξαντο ἐπινοεῖν ὕστερον· καὶ καθ’ ἑαυτοὺς ἀνατυτυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰ δώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι. ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβα σιλεὺς θεὸς θς ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπι νοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · τὸ ἀνθρώπινον ἀνίνον γένος, κατ’ ἰ δίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἐχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν· ἀγγάλλεται καὶ συνομιλῇ τῷ θείω· ζῶν τὸν απήμωονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν δι’ αὐτοῦ εἰς πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασἰας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἄνω ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς; τότε δὴ τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται·και τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν, πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδάμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ, κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία· τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἣν εἶχεν ἐν ἐκείνω τῷ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ καὶ ἡ τῆς ψυχῆς καθαρότης ἐστί· καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριος κς φησί· μακάριοι οἱ καθαροὶ τῆ καρδία ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται· τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε· καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολι γωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγυτέρω δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος· καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδια τρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέ λοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέ λεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἄνθρωπου ἄνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ. κἀ κεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν δια νοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπι θυμίαν τοῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες ησχύνθησαν. ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς· οὐ τοσοῦτον ἀπὸ ἐνδύματος· ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως· καὶ τοῦ πρὸς αὐτὸν πόθου· λοιπὸν εἰς διαφόρους καὶ εἰς εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος. εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου· καὶ πολλῶν ἐπιθυμίαν λαβόντες· ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φο βεῖσθαι· ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θά νατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων; ἔμαθε φονεύειν καὶ ἀδι κεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ εὔλογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θε ωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατε χρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παρα πληγεὶς· καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομί ζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύ σιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη. ἀλλὰ τοῦ κινεῖ σθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατ’ ἀρετήν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτω εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐ τεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομέ νη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γᾶρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς ὁρᾶ ἑαυτὴν δύνασθαι κατ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τὰ καλὰ· μὴ ὄντα δὲ τὰ φαῦλα. ὄντα δέ φημι τὰ καλὰ· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω· καθότι ἐπινοίαις ἀνθρώπων ἀνων · οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος δὲ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτί σιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργὸν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας· καὶ τῆς ἐν αὐτοῖς κινήσεως· λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία. εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα· καὶ τούτω καταχρωμένη, ἐνενόησεν· ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη. καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύ ουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅ παξ κινουμένη; σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ’ ἁ μαρτάνει ποιοῦσα ὃ δύναται· οὐκ εἰδυῖα ὅτι οὐ χ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τού του γὰρ χάριν καὶ ἀποστολικὴ παρεγγυᾶ φωνῆ, πάν τα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀν θρώπων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέ πον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα· τὰ ἐναντία ποιεῖν ἤρ ξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φο νεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπὶ όρας· τὰς δὲ χεῖρας αὖ πάλιν εἰς τὸ κλέπτειν καὶ τύ πτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκ χέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀ πλήρωτον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστίν· αἰτία δὲ τούτων οὐδὲ μία· ἀλλ’ ἡ τῶν κρειττό νων ἀποστροφὴ. ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίω· καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολ λάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ κατὰ κρη μνῶν ἐλαύνει· φερόμενος· ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων· ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν; οὕτως καὶ ἡ ψυχὴ, ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ συμπλάττει· οὐ χ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ· καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βρα βεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ. καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρ τάνοντες δὲ κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες, τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι, τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φα νείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη· καὶ μεμιγμένην ἔχει ἔλεγχος τῶν λε γόντων δύο αὐτὸν· ἀγαθὸν καὶ κα κόν τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι. ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητὴν· καὶ τῆς κακίας ἀρχηγὸν, καὶ τῆς κτίσεως δημιουργὸν. τούτοις δὲ εὐχερῶς ἄν τις ἐ λέγξειεν· ἔκ τε τῶν γραφῶν· καὶ ἐξ αὐτῆς τῆς τῶν ἀνθρώπων ἀνων διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται. ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς · ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βε βαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεός θς εἷς ἐστι, καί ἐξομολογοῦμαί σοι, πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς . πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν· εἰ μὴ ἆρα ὡς ἐν ἰσοστασίω, τοῦ ἀγαθοῦ θεοῦ θῦ · καὶ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑ τέρου τὸ ἕτερόν ἐστιν· ἴση ἀμφοτέρων ἡ δύναμις, καὶ ἡ ἀσθέ νειά ἐστιν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δ’ ἀμφοτέρων ἐστὶν· ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως. τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα· οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημι ουργὸς γινώσκεται. πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα· χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον, διὰ τὸ ἀ ναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυ νηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν, τῆς φύσεως. οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον. σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης; ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ . οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμούς σκότος ἑαυτῶ ἐπινοεῖ· οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ· οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται· ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσα τί ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται. καὶ οὐχ’ ὁποία γέγονε τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε τοιαύτη καὶ φαίνεται. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν · καὶ ὑπ’ αὐτοῦ φω τίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησε εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλοὺς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς· οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰ δώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· περὶ τῆς τῶν εἰ δώλων εὕ ρεσις· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε. τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν· ἐν οὐδενί ποτέ· καλὸν κριθείη ὅλον ὂν φαῦλον· οὐ κ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μα θοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα· καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνό μισε μὴ δὲν ἕτερον πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ · οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως· τὸν θεὸν θν λόγον καθ’ ὃν γέγονεν ὁρᾶν· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνα τυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωμα τικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι’ οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα. καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπόν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάτ τεται· τοῖς φαινομένοις τὴν θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα,ἃ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς, ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς, μη κέτι μὲν βλέποι τὸ φῶς· μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι μὴ δὲν πλέον ἐκείνων εἶναι· ἀλλὰ αὐτὰ τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῷ λογισμῶ. μᾶλλον δὲ ἀλογία χρησάμενοι· τὰ φαινόμενα θεοὺς ἀνετυπώ σαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες· ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν θν . ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτως καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο· ἐν τούτοις καὶ διέ μειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον· τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπί πλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διά νοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι · πρώτοις οὐρανῶ οὐνῶ · καὶ ἡλίῳ καὶ σελήνη· καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες· ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικατα βαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς· αἰθέρα καὶ τὸν ἀέρα· καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς· τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχράν· καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν· οὐσίαν, θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσε βέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας· λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον, εἰς θεοὺς ἀνέ θηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ· ἔνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπο νέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , ἀπο στρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν· ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδα μῶς ὑπάρχοντα μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα· ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλήν· καὶ ὦμον· καὶ χεῖρα· καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀ σέβειαν ἕτεροι; τὴν πρόφασιν τῆς τούτων εὑρέσεως τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιή σαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥσπερ φι λοτιμούμενοι τοῖς χείροσιν· ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων ταῖδας· εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων· ἢ διὰ φόβον τῆς αὐτῶν τυρα νίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις· ἴ σις· καὶ ὄσιρις· καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον οὐ σεμνὸν· ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον ἐκέλευσε θρησ κεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχων δὲ ὅμως καθ’ ἑαυτοῦ· καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως ἐφευρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη· ἢ δι’ ἐπιθυμίαν τῶν πλα σαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύ ρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μή τοι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι· δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρη σκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθά νονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολο γοῦσι καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι; τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάτ τουσιν· ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρί νων· τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μεί ζων ἐστὶν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ· τούτους θε οὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεοὺς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον, εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοί· ζεὺς καὶ ποσειδών καὶ ἀπόλλων καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δήμητρα· καὶ ἀθηνὰ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς· ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο· οὗτοι ὡς θεοὶ προσ κυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν δια ταξάμενον εἰδότες· οὓς διετάξατο προτιμῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θη λείας κατέφερον τὴν είαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις· ἴσις· καὶ κόρη· καὶ νεωτέρα· καὶ παρὰ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστὰ. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡ μᾶς χρόνοις ἀποβαλόντες φίλτατα· καὶ ἀδελφοὺς· καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι· οὓς πάντας ἀνθρώπους ἀνους ἤλεγξεν ἡ φύσις εἶναι θνητοὺς· τούτους καὶ ταύτας διὰ τὸ πο λὺ περὶ αὐτὸν πένθος ἀναζωγραφήσαντες· καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς· ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ εἴδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεούς, ἀλλὰ μὴ δόλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώ σαντο· ἵνα τὸ μὴ κέτ’ εἶναι· τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες· παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις περι τιθέασιν· ἐν γοῦν αἰγύπτω εἰσέτι καὶ νῦν· ὁ περὶ ὀσίρεως· καὶ ὥρου· καὶ τυφῶνος· καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλ κεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλ λησι σοφὸς· καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ δια νοηθεὶς πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται· τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις· ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς· οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρω γὰρ πένθει τρυχόμενος πατὴρ πηρ · τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας· τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς. εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος· ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς· ἐθρησκεύετο τὰ γλυπτὰ· οὓς ἐν ὄψει μὴ δυνάμενοι, τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν· τὴν πόρρωθεν ὄψιν ἀνατυπω σάμενοι; ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας· καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βουλόμενος ἀρέσαι· ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον · νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίω εἰς ἔ νεδρον· ὅτι ἢ συμφορᾶ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι · τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέ θηκαν· τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως· ἐπὶ μάρτυρι ἔλεγχος εἰδώλων τῆ γραφῆ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθεί σης· ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἐκ τῆς γραφῆς ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν· ὅσον ἀφ’ ὧν περὶ αὐτῶν οὗ τοι φρονοῦσι, τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρή σει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν· ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν γαννυμήδην· καὶ τὰς κλοπιμαίας ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῶ θανάτω τοῦ ὑέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι· καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶ· λέγω καὶ ἦ ρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς. καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμευόμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα ; ἆρ’ οὖν ἄξιον τοῦ τον ὑπονοεῖν θεὸν θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι· καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέ πουσι ποιεῖν· ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος; τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην· καὶ λήδαν· καὶ ἀλκμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην· καὶ δανάην· καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα; οὐκ ἂν χλευά σειε· καὶ ζημιώσειε θανάτῳ· ὅτι μὴ μόνον ἐμοίχευσεν· ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας· θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ· τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διό νυσος· καὶ ἡρακλῆς· καὶ διόσκουροι· καὶ ἑρμῆς καὶ περσεύς· καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν· ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν· ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους, τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, τὴν ἧραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνὰν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χω λαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων· οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώ σαντας· ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεος πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν· οὐκ ἂν γελάσειε καὶ κατα γνώσεται τῆς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφρο σύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑ αυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐ τοῖς. τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν; τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπι μιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν· τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀν θρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι· ταῦτα τοῖς ὑ π’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες· οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πα τοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγο ρεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν καὶ ἡ ὕλη ἀργὴ· ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι· καὶ τού τοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτη· λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες· πολ λάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς· ὥσπερ ἐ πιλαθόμενος ὧν αὐτὸς εἰργάσατο· τοῖς ἰδίοις ἔρ γοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε· ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε; πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν, τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προ υπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμά σαντες· τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα; προσκυ νοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύ χοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας· πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε· καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ· κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι τοὺς μὴ δ’ὅλως κινουμένους ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσα γορεύουσι· καὶ τό γε θαυμαστὸν· ὅτι οὓς αὐτοὶ φυλάτ τουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μήτοι νομίσης ταῦτα με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα. κρείττων δὲ μαρτυρία πε ρὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐ κόψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσι· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνα ἔχουσι καὶ οὐκ ὀσφρανθή σονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρ υγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά· οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πατρὸς πρς · αἰσχυνθήσονται οἱ πλάσσοντες θεὸν θν · οἱ γλύφοντες πάντες μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤ ξυνε τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτό· καὶ ἐν τερέτρω ἐρύθμισεν αὐτὸ τῶ βραχίονι τῆς δυνάμεως αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίη ὕ δωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων· ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐρύθμισεν αὐτό· καὶ ἐποί ησεν αὐτῶ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου · ἔστησεν αὐτὸ ἐν οἴκω· καὶ ὃ ἔκοψε ξῦλον ἐκ τοῦ δρυμοῦ· ὃ ἐ φύτευσεν ὁ κύριος κς · καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦ σιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς· καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας ἔφαγε· καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶπεν; ἡδύ μοι ὅτι ἐ θερμάνθην; καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσε κύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι· ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφ θαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελο γίσατο ἐν τῆ καρδία αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε· καὶ προσ κυνοῦσιν αὐτὸ. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶ καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε· ὅτι ψεῦδος ἐν τῇ δεξι ᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι. ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι· τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη. πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων· εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς καὶ ῥῖνας· καὶ ὦτα καὶ χεῖρας καὶ στόμα, εἶχον ἀ κινήτως κινούμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν καὶ τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες, οὐκ ἔχουσι· καὶ στήκοντες, οὐ στήκουσι· καὶ καθεζόμενοι, οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας λησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα μὴ δὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνη φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδο θέων κήρυκες καὶ μάντεις· ποιηταὶ λέγω καὶ συγγραφεῖς· ἁ πλῶς αὐτοὺς θεοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν· πρὸς ἔλεγχον ἀθεότητος· καὶ αἰσχρο ποιοῦ πολιτείας ἀναγεγραφήκεισαν· ἠδύναντο γὰρ καὶ μόνα τῶ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆ σαι· νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγού μενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων καὶ ζηλοτυπίας· πρὸς ἡδονὴν τῶν θηλειῶν καὶ φόβους καὶ δειλίας· καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται· ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ γυμνῶν ὄντων· μυθολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς· ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι τὸν χαρακτῆρα, τὰ μὴ ὄντα πλάτ τεσθαι καὶ ψεύδεσθαι περὶ μύθων, εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν, καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιη κέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ; ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς· καὶ κρόνου· καὶ ἤρας καὶ ἄρεος καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοὶ φασὶ καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκέστι μὲν ὅλως ζεὺς οὐδὲ κρόνος· οὐδὲ ἄρης· πλάτ τονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ· πρὸς ἀπάτην τῶν ἀκουόντων. πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φήσουσιν· τὰ μὲν ὀνόματα οὐ πλάττονται τὰς δὲ πρά ξεις ψεύδονται κατ’ αὐτῶν ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλὲς. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἢ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις, ἐξ ἀνάγκης· ἄλλως τε· οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες· ἴσασιν ἀληθῶς, καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατι τίς ἀναθήσοι· τὸ μὲν, γὰρ καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχρὰν· εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ καὶ ἀνθρώπων ἀνων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προει ρημένα ἔργα, ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοὶ· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις· καὶ τὰς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῆ· καὶ ἐκ τῆς ουσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ· ὥστε οὖν εἴ τις διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς· καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων· οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο· ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν· τὸν δὲ ἥλιον βοτάναις καὶ καρποῖς σπείρεσθαι· ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς εἴ περ εἰδεισαν θεοὺς εἶναι· τὸν δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις· αἳ μὴ εἶναι, θεοὺς αὐτοῖς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους ἀνους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ καὶ σὺ τούτων κατα ψεύδη, διατί, μὴ καὶ ἐπὶ τῆς ἀνδρίας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρίας ἀσθένειαν· τὶ δὲ ἀσθενείας ἀνδρίαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας· οὕτως καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύ σασθαι· τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος παραφρο σύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος, γυναικείας πράξεις· τῆς δὲ ἑκάβης ἀνδρίαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐφοβή θησαν καταψεύδεσθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις, ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον· καὶ ἐν οὐρανῶ οὐνῶ βασιλεύοντα λέγωσι τὸν δία· οὐ πλάττονται· ἀλλ’ ἀληθεύοντες λέγουσι, τοῦτον δὲ οὐ μόνος ἐγὼ; ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν, ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τοῦτο ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τὰ τοιαῦτα πράττειν· οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται θεοὺς. τί οὖν ἀπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει· αἱ δὲ πράξεις ἀλη θεύονται κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμι άζων τινὰ κατηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσὶν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον· ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῆ τούτων ὑπερβολῆ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος· μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας· μὴ δὲ ἐξ ἀ ρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι, τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος; οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ· δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν· τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα ἀνινα · ἀλ λὰ μᾶλλον τοῖς ἀνθρωπίνοις ἀνίνοις αὐτῶν ἐλαττώμασι τὰς θεοῦ θῦ ἐν νοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νο μίζω· καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν, τοῖς οὐκ οὖσι θεοῖς· ἀλλὰ ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολ μώμενον; τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἀναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη· πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τού τους θεοὺς. ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία· τίς ἀπόδει ξις περὶ τοῦ εἶναι τούτους θεοὺς· γένοιτ’ ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῶ πρότερον, ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀν θρώπους οὐ σεμνοὺς ὄντας ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται καὶ μέγα φρονή σουσιν, ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῶ βίω χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεῦς μὲν γὰρ λέγεται, πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν χαλκευτικὴν· ἀ θηνᾶ δὲ τὴν ὑφαντικὴν· καὶ ἀπόλλων μὲν τὴν μουσικήν· ἄρτεμις δὲ τὴν κυνηγετικὴν· καὶ ἦρα στολισμὸν· δή μητρα δὲ γεωργίαν· καὶ ἄλλοι ἄλλως ὡς οἱ ἱστο ροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας· οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι· ἀλλὰ τῆ κοινῆ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀ τενίζοντες ἄνθρωποι ἄνοι · τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασι, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη, ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμι μήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐ πιστήμης· κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυ μαστὸν· εἰ τῆ ἀνθρωπίνη ἀνίνη διανοία· καὶ αὐτοὶ εἰς τὴν ἑαυ τῶν φύσιν ἀποβλέποντες· καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν· ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν. γράμματα μὲν γὰρ ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν ὅμηρος· καὶ διαλεκτικὴν μὲν ζήνων ὁ ἐλεάτης· ῥητορικὴν δὲ τέχνην κόραξ ὁ συρα κούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν λυκοῦργος ὁ σπαρτιά της· καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύν ταξιν· καὶ ἀριθμοὺς· καὶ μέτρα καὶ στάθμια, παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα· καὶ διάφορα τῶ βίω τῶν ἀνθρώπων ἀνων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ; ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ’ αὐτοὺς, θεοὺς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς θεοῦ θῦ τιμῆς· ἀλλ’ ἀν θρώπους ἐπιγινώσκουσιν; ἀκόλουθον καὶ τὸν δία καὶ τὴν ἤραν· καὶ τοὺς ἄλλους, μὴ ὀνομάζεσθαι θε οὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν, ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς· οὐδὲν ἕτερον· ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυναικῶν καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν, πετεινῶν παντοίων τετραπόδων ἡμέρων τὲ καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλαττα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι , καὶ πλέον οὐδὲν ὁρῶντες· ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας· ὡς ἐν τούτοις ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνε πλάσαντο, κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν· καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων τὲ γὰρ εἰκόνες καὶ ἑρπετῶν εἰσὶ παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀ ληθοῦς εὐσεβείας ἑρμηνεὺς φησὶν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύ νετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ , ἐν ὁμοι ώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου · καὶ πετεινῶν καὶ τετρα πόδων καὶ ἑρπετῶν; διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις· ὡς προεῖπον ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παραδοθέν τες ἐν τῶ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς; οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικά ζουσι· περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες· ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους, τοὺς φαι νομένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ λέγουσι, διὰ τοῦτο αὐτοὺς ἔχειν, ἵνα τὸ θεῖον δι’ αὐτῶν αὐτοῖς ἀποκρίνηται, καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶ ναι· ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι· καὶ βαθύτερα λέγειν νομίζοντες φασίν· διατοῦτο ταῦτα κατασκευάσθαι καὶ τετυπώσθαι· πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζωσιν αὐτοὺς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως. ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας. ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι· μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν, ἐ π’ ἀληθεία κρινούση· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφὴν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα· διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεόν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον ἢ ξύλον ἢ χρυσοῦ μέρος, πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων· ὧν εἰσὶ μορφαὶ τὰ γλύμματα, τὸν θεόν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ θεοῦ θῦ δό ξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει, εἰ διὰ ζώων ἐμψύχων λο γικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα κα θ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα τετρά ποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι, ἢ διὰ τὴν ἀγριότητα ἢ διὰ τὴν ῥυπαρίαν· ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον θρησκεύειν τὰ ζῶντα, ἢ τοὺς τούτων τύπους ἐν τύποις προσκυνεῖσθαι· ἢ τάχα μὲν τούτων οὐδὲν· οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη, τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὕτη τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς θς · καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι· ὅσω καὶ λογικοὶ· καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθε τὰς δυνάμεις· κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλήψεως γλύφοντες· τὰς μορφὰς ὥς φατὲ, αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν, αὐτοῖς τοῖς γλύμμασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγὲς· ὁμολογοῦντες γὰρ ὑπερ αίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος· καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν θεὸν θν · δι’ αὐτῶν δὲ ἐλάτ τονας δυνάμεις ἐπικαλεῖσθαι αὐτοὶ ταύτας ὑπερβάντες· οὗ τὴν παρουσίαν ἐφοβήθητε· τούτου τὴν προσηγορίαν τοῖς λί θοις καὶ ξύλοις ἐνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα εἴσιν ὑμῖν ταῦτα· ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προ τιμᾶν. οὐδὲ γράφοι τίς τὸ βασιλέως ὄνομα, ἀκινδύ νως ἔχει τὸ γράμμα προτιμῶν, τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα, τὴν τοῦ γράψαντος ἐπιστήμη τετύπωται· οὕτως καὶ ὑμεῖς εἴπερ ἐρ ρωμένον ἔχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώρισμα, εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν· καὶ διὰ τοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια; ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα· φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῶ πλέον ἔδει θεοποι ηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν, ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμματα θαύματός εἰσιν ἄξια· πολλῶ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι, διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· οὐκ οὖν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νο μίζειν· πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας· τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς, παρ’ αὐτῶν ἄξιον μαθεῖν. εἰ μὲν γὰρ ὅτι ἀνθρωπό ἀνό μορφόν ἐστι τὸ θεῖον, διὰ τοῦτο οὕτως τετύπωται; διατί καὶ ἀλόγων αὐτῶ τύ πους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ὁ τούτου τύπος ἐστὶ, διατί καὶ λογικῶν αὐτῶ, περιτιθέασι γλυ φὰς· εἰ δὲ τὸ συναμφότερόν ἐστι· καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν θν · ὅτι τὲ ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων μορφὴν· καὶ οὐ πάντοτε ἐξαμ φοτέρων αὐτὸν γλύφουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα· ἡ σκύλλα· καὶ ἡ χάρυβδις· καὶ ὁ ἱπποκένταυρος καὶ ὁ πα ρ’ αἰγυπτίοις κυνοκέφαλος ἄνουβις· ἔδει γὰρ· ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς. ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν· μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν. καὶ πάλιν· εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους· εἰ δὲ καὶ θηλυκῶν εἰσὶ, διατί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφάς· εἰ δὲ πάλιν τὸ συναμφοτερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι· ἀλ λὰ ἀμφότερα συνάπτεσθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν· ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχη· καὶ ὅλως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας· καὶ πάλιν αὐχένα καὶ στήθη, καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῶ καὶ ἀναπλάττειν· ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς· ὥστε τοιαῦτα ὑπονοεῖν περὶ τοῦ θείου· ἀκο λουθεῖ γὰρ αὐτῶ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ θῦ ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστViν· ὁ μὲν γὰρ θεὸς θς ἀσώματός ἐστι καὶ ἄφθαρτος· καὶ ἀθάνατος οὐδενὸς εἰσοτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπι δεόμενα χρείας· ὥσπερ καὶ πρότερον εἴρηται· πολλά κις γοῦν ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιωθέντας· καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς· ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ᾧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνωσι, τούτους θεοὺς ἀναγορεύουσιν· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ, τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀνα πληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατα κλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας· οὐκ αἰσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι· ἀλλὰ καὶ ἀφ’ ὧν ἐ ν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξ α· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνη κυριωτέρους· ἵνα ἢ τὸν θαρρήση προσκυνῶν· ἤ ὡς φασὶν ἐν αὐτοῖς μὴ διστά ζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνο μάζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστον ἐστὶν ἔθνη, τοσοῦ τοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα καὶ μία πόλις περὶ ἑαυτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας. φοίνικες γοὖν οὐκί σασι τοὺς παρ’ αἰγυπτίοις λεγομένους θεους· οὐ δὲ αἰγύπτιοι τοῖς παρὰ φοίνιξι τὰ αὐτὰ προσκυνοῦσιν εἴδωλα· καὶ σκύθαι μὲν τοὺς περσῶν· πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεοὺς· ἀλλὰ καὶ πελασγοὶ μὲν τοὺς ἐν θράκη θεοὺς διαβάλλουσι· θράκες δὲ τοὺς παρὰ θηβαίους οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατὰ ἀράβων· καὶ ἄραβες κατ’ αἰθιόπων· καὶ αἰθίοπες κα τ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν τὰ κιλίκων οὐ σέβουσι· καππαδοκῶν δὲ τὸ γένος, ἄλλους, παρὰ τούτους ὀνομάζουσι θεοὺς· καὶ βιθυνοὶ μὲν ἑτέρους· ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι πολλῶν· ἠπειρῶται παρὰ τοῖς ἐν ταῖς νήσοις ἄλλους θεοὺς προσκυνοῦσι. καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς; τοὺς ἑαυτῆς προκρίνει· καὶ μόνους εἶναι τούτους νομίζει θεοὺς. περὶ γὰρ τῶν ἐν αἰγύπτω μυσερῶν οὐδὲ λέγειν ἐστὶ πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἔχουσιν ἀλλήλαις τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίον σέβειν τὰ ἐναντία· ὁ γοὖν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον, βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑ τέροις λέων· ὡς θεὸς θρησκευόμενος· τοῦτον οἱ ἀστυ γείτονες, οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες, ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθὺς, οὗτος ἐν ἄλλω ἀλίσγεται· ὅθεν δὴ πόλεμοι καὶ στάσεις καὶ πᾶσα φθόνων πρόφασις· καὶ πᾶσα τῶν παθῶν· ἡδονὴ, παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν· ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν; οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεοὺς· ἀλλὰ ἄλλους παρ’ ἐκεί νους θρησκεύουσι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς ἐχθροῖς εὑρίσ κεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς θεὸν θν τὸν ἕνα κατανοήσεως, εἰς πολλὰ τὸν ἕνα καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέν τες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον τὸν πάντων σωτῆρα σρα χριστὸν χν · εἰκό τως εἰς πολλὰ τὴν ἄνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες· καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδούς· καὶ τοὺς μὲν παρόντας οὐχ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστραφέντες καὶ σκοτι σθέντες τὴν ψυχὴν· ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζοντες. ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀθεότητος αὐτῶν· διαφό ρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γίγνονται θυσίαι καὶ σπονδαὶ· καὶ ἄλλων αἱ θυσίαι· ἄλλων ἔμπαλιν εἰσὶ θεοί. αἰγύπτιοι γὰρ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῶ διὶ θύουσιν· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅ μοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες πρόβατον ὃ καλοῦσιν ἄμμωνα θεὸν θν ἔχουσι· καὶ τοῦτο πολ λοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφάζεται· ἰνδοὶ τὸν διό νυσον θρησκεύουσι· συμβολικῶς οἶνον αυτὸν ὀνομά ζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπεύδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας· καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι· καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύ πτιοι; τοὺς τῶν ἄλλων ῥύπους· καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία· τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς ἀλλὰ τὰ τῶν ἄλλων· ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα θεοποιοῦσιν. ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν· καὶ παραφροσύνην ἐξηνέχθησαν· ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ· τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν. καὶ οὐχ’ ὁρῶσιν οἱ κακοδαίμονες ὅτι τὰ σφαγιαζόμενα θύματα ἀρχέτυπα εἰσὶ τῶν ὑπ’ αὐτῶν πλα σθέντων καὶ προσκυνουμένων θεῶν· καὶ οἷς προσά γουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σκύθαι γὰρ οἱ καλούμενοι ταύ ρειοι· τῆ παρ’ αὐτοῖς παρθένω καλουμένη· τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων εἰς θυσίας ἀναφέρουσι; τοσοῦτον ἀσεβοῦντες, κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων καὶ οὕ τως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν τῆ ἑαυτῶν θηριώδει ψυχῆ κατακρύπτουσιν· ἄλλοι δὲ τῶ ἄρει ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι· καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς λη φθέντας· καὶ ἀφ’ ἑκάστης ἕνα λαμβάνοντες, το σούτους κατασφάζουσιν, ὅσους ἂν κατὰ μίαν ἑκα τοντάδα ἐκλέξωνται. οὐ μόνοι δὲ σκύθαι διὰ τὴν ἐν βαρ βάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας· τοῦτο τὸ δρᾶμα. καὶ γὰρ καὶ αἰγύπτιοι ἔθυον μὲν πά λαι τῆ ἦρα τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατιάριον δία, ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάν τες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο; ἐμιαίνοντο μὲν αὐ τοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυ τῶν ναοὺς· τοιαύταις καπνίζοντες· θυσίαις. ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας· εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον γὰρ ἡγούμενοι κατόρθωμα τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν. ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις· καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · ἡ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ. δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γιγνομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις· εἰ μὴ μόνος ὁ παρ’ αὐ τοῖς ἐπ’ ἀσελγεία μαρτυρούμενος· γυναῖκες γ’οὖν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκαθέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῆ πορνεία· τὴν θεὸν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐ μένειαν ἄγειν αὐτὴν διὰ τούτων. ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μὴ κέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάτ τονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῆ μητρὶ μρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν· μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξε καύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγ χουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τὸν βίον. ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεως τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν· ἂ οἱ νόμοι μὲν κολάζουσι. πᾶς δὲ σώφρων ἀνὴρ ἀπο στρέφεται. ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας· καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους· διὰ τὴν ἀσέλγειαν τῶν τρόπων· ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους · καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους καὶ τῶν ἀψυχων ἀψυχοτερους οἰκτείρειν· εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις κα ταπεπτώκεισαν ὅλοι πρηνεῖς· καὶ τὸν ἀληθινὸν ἠρ νοῦντο τοῦ χριστοῦ χῦ πατέρα πρα θεὸν θν . ἀλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις· εὐκατάλεκτα μὲν καὶ εὐέ λεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα· καὶ αὐτοὶ οὐκ ἀρ νήσονται· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται τὴν πρὸς· τὸν κόσ μον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχή σονται γὰρ οὐχ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων· πτηνῶν τε καὶ ἑρπετῶν· καὶ τετραπόδων ἁπλῶς· ἀλλ’ ἥλιον καὶ σελήνην· καὶ πάντα τὸν κατ’ οὐ ρανὸν κόσμον, καὶ γῆν αὖ πάλιν; καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν, σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι καὶ μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τού τους μὴ εἶναι φύσει θεοὺς, πᾶσιν ὄντος φανεροῦ· ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τὸ, τὰ μὲν, ἐν οὐρανοῖς οὐνοῖς τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξιον οὖν καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι· καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεὸν θν , τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα· τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀπο στρέφονται μὲν οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην φύσιν προσκυνοῦσι καὶ θεοποιοῦσι· καίτοι προσκυ νοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρ νοῦνται κύριον κν . οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέρη κεχηνότας· καὶ θεοὺς νομίζοντας ταῦτα,· δυσωπήση ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνω ρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν καὶ ποι ητὴν τὸν τοῦ λόγου πατέρα πρα · τῆ ἀναντιρρήτω προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησι καὶ ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίεσιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς· ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι καὶ ἕκαστον ἰδία νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον· καὶ σελήνην· καὶ χωρίς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν, διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μὴ δὲν ἱκανούμενον ἑαυτῶ· ἀλλὰ πάντα τῆς ἀλλήλων ἐπικουρίαις συνιστάμενα· ἥλιος μὲν γὰρ τῶ σύμπαντι οὐρανῶ οὐνῶ συμπεριφέρεται· καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας, οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα· μαρτυροῦσι τὴν παρὰ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας· οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲν· ἔφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ· ὅ τε ἀὴρ οὐχ’ ὑφ’ ἑαυτοῦ· ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται· καὶ πηγαὶ μὲν καὶ ποταμοὶ, οὐκ ἄνευ τῆς γῆς συστήσονται ποτὲ· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐνήρεισται· ἀλλ’ ἐπὶ μὲν τῆς τῶν ὑδάτων οὐσίας συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντὸς· ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠ κεανὸς, ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται· ὅποι δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι, οὐκ ἐν ἑαυτοῖς· ἀλλὰ κατὰ τοὺς περὶ τού των εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῶ τῶ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων· ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγράν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται· τὴν διά νοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα· κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικρατείαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφα νίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραί νεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται· πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε· καὶ αὐτῶν ἀπαι τούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶ μὴ δενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ καὶ ἐν αὐτῶ τὰ πάντα συστή κεν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι, πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως· οὐκ ὄντα τοιαῦτα· ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας ἀναγορεύειν ἄξιον θεοὺς. ἀλλ’ ἴσως διαι ρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου, οὐκέτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῶ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενήσεται πρὸς πάντα λέξουσιν οἱ δοκησί σοφοι· ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει. εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν τὸ ὅλον ἀναπληροῖ, καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἆρα ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει. τοῦτο δὲ τῶν περὶ θεοῦ ἐννοιῶν πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεὸς θς ὅλον ἐστὶ καὶ οὐ μέρη· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν. εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ. καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου. τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρω πείου σώματος ἰδὼν, καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλμὸς οὐ κ ἔστιν ἀκοὴ, οὐδὲ ἡ ἀκοὴ χεῖρ· οὐδὲ ἡ γαστήρ ἐστι στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι ποῦς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὅντων· ἓν συνί σταται σῶμα· συνημμένα μὲν ἔχοντα τὰ μέρη κατὰ τὴν χρείαν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅτἂν ἡ φύ σις ἡ συνάξασα ταῦτα διέλη ὡς ὁ προστάξας θεὸς θς βού λεται, οὕτως· συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείτ τονος· εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτόν· ἀνόμοιον ἑαυτῶ εἶναι ὥσπερ ἐδείχθη· διαι ρεῖσθαι δὲ πάλιν· κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειεν τὴν ἀθεότητα· κατὰ τὴν τῆς ἀληθείας ωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι· καὶ ἀ όρατος καὶ ἄψαυστος τῆ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς· καὶ ὧν ψαύομεν τῆ χει ρὶ, θρησκεύουσι τῆ θεοῦ θῦ τιμῆ. καὶ πάλιν εἰ περὶ θεοῦ θῦ κρατεῖ λόγος δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μὴ δὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες, οὐχ’ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν, ὁ ἥλιος ἐπικρύπτει τῆ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν· τοὺς καρπούς πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκω νίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐ πιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι· εἴπερ οὖν ἦσαν θεοί ἔδει τούτους μὴ ὑπαλλήλων ἠττᾶσθαι καὶ ὑποκρύ πτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλας συνεῖναι· καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα· ἥλιον ὁμοῦ καὶ σελήνην· καὶ τὸν ἄλλον τῶν ἀ στέρων χορὸν ἶσον ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν, καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον, ἀ παραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέ χειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινεν, θεῶν ὄντων κατ’ αὐτοὺς καὶ μὴ δὲν ἐπὶ βλάβη· ἐπ’ ὠφελεία δὲ μᾶλλον ποιούντων, πάντα· εἰ δὲ ταῦτα· γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν· ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν· καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις. οὔτε οὖν ἥλιος εἰκότως οὔτε σελήνη· οὔτε ἄλλό τι μέρος τῆς κτίσεως· πολλῶ δὲ πλέον· οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα. οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι ζεῦς καὶ ἀπόλλων· καὶ οἱ ἄλλοι, εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν, αὐτῶν μέρη τῆς κτίσεώς ἐστιν· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ, μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεο ποιία οὐκ εὐσεβείας· ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλάνης ἔλεγχος· ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται· καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστὴ. καὶ οὐκ ἐπ’ ὠφελεία· ἀλλ’ ἐπ’ ἀπωλεία τῶ βίω τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα· φέρε λοιπὸν ὡς ἐξαρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸς ὁδεύσωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τοῦ παντὸς τὸν τοῦ πατρὸς πρς λόγον ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα· οὐδὲν ἕτερον· ἢ πλάνη τῶ βίω διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρὸς τὸν ὄντως ὄντα θεὸν θν , ἕξει τὸν σκοπὸν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεὸς θς ὑπερ ἄνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδὸς πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστὶν· ἀλλ’ ἐν ἡμῖν ἐστι· καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατὸν· καθὼς καὶ μωυσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σου ἐστὶν. ὅπερ καὶ ὁ σωτὴρ σηρ ση μαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα· τὸν τοῦ πατρὸς πρς σωτήριον σριον λόγον· καὶ μὴ προφα σιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μὴ δὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω· ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων· καὶ διὰ τοῦτο τῆς ἀθεότητος αὐτοῦ πρόφασιν εὑρίσκων· πάντες > γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν εἰ καὶ μὴ πάν τες, αὐτὴν ὁδεύειν· ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου. καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν. δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσθαι ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντα· οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν , ὅτι μὲν οὖν ἕκαστος ἀνθρώπων ἀνων ψυχὴν ἔχει· καὶ ταύτην λογικὴν· καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων, ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μὴ δὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον · ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης φα νερώτερον δι’ ἑαυτῶν· τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· ὅτι λογικὴ ἡ τοῦ ἀνθρώπου ἀνου ψυχή πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτὴν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλειν ἡ φύσις εἴωθεν, ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶ λογικὸν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη· ἐκ τοῦ μόνον τὸν ἄνθρωπον τὰ ἔξωθεν ἑαυτοῦ λο γίζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα καὶ πάλιν ἐπι λογίζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς, ὁρμᾶ· κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχη. ὁ δὲ ἄνθρωπος ἄνος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ· ἀλλὰ τῶ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολ λάκις γοὖν ὁρμήσας, κεκράτηκε τῶ λογισμῶ· καὶ λογι σάμενος πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος· ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς. διὰ τοῦτο γοὖν ὡς ἄλλος ὤν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτὴς· καὶ ὧν ἐκεῖναι ἀντιλαμβά νονται, ταῦτα οὗτος διακρίνει· καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι μό νον τὸ ὁρᾶν· καὶ ὤτων τὸ ἀκούειν· καὶ στόματος γεύε σθαι· καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν, τὸ ἅπτεσθαι· ἀλλὰ δεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεων ἐστὶν, ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ, διακρῖναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χείρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλοῦ κοῖδεν ὅτι βλάπτει ταῦτα εἰ μὴ ὁ νοῦς διακρίνῃ. καὶ ἔοικέ γε τὸ τοιοῦτον· ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεω ρήσωμεν, λύρα καλῶς κατεσκευασμένη· καὶ τῷ ταύτην κρατοῦντι μουσικῶ μετ’ ἐπιστήμης· ὡς γὰρ αἱ ἐν τῆ λύρα νευραὶ. ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον ἡ μὲν, βαρὺν· ἡ δὲ, ὀξὺν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ, ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀ διάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ· ὅταν ὁ κατέχων τὴν λύραν· πλήξη τὰς νευρὰς καὶ ἁρμοδίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων· ὅτἂν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύη, τότε καὶ διακρίνει ἡ ψυχή· καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἀνων ἐστὶ, καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλα παρὰ τὰ φαινόμενα ἐστὶ. πολλάκις γοῦν κειμένου· τοῦ σώματος ἐπὶ γῆς; τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος · καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν καὶ ἀ παντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς με θ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον· ἢ ψυχὴ λογικὴ· ἐν ἧ λο γίζεται καὶ ὑπονοεῖ· τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος· λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολ λάκις ἑαυτῶ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδὼν καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα, οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσεται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι· τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον. τί οὖν ἂν εἴη τοῦτο πάλιν· ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ οὐκ ἔξωθεν· ἀλλ’ ἔνδοθεν αὕτη τῶ σώματι· ὡς ὁ μου σικὸς τῆ λύρα, ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν τὰ μὲν ἀποστρέφονται· τὰ δὲ αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν ἀποκλείει τοῦ ἀκούειν· ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικήν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινὸς· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τίς ὁ ταῦτα κατὰ τῶν φυσι κῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστρα φὲν ἐπιστρέφεται· πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύ γνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται· διὰ τοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις τὰ καλὰ μὲν πράττειν· τὴν δὲ κακίαν ἀ ποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ καὶ ἄ κριτα μένει. ἅτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας ὅτι καὶ ἀθάνατος γέγονεν ἡ ψυχή ἐκτὸς τυγχάνουσιν. εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις · ἐκ τῶν προειρημένων νομίζω δεδείχθαι· ὅτι δὲ καὶ ἀθά νατος γέγονεν ἡ ψυχὴ· καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῆ ἐκ κλησιαστικῆ διδασκαλία πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναι ρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως, καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτὴν. εἰ γὰρ ἄλλην αὐτὸς ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν· ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι· τῶ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται· καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλου θόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπό θεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχὴ ἐστὶν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀπο θνήσκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτήν, εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα· ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερόν ἐστιν ἢ ζωὴ αὐτῆς· ὥσπερ οὐ μέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται καὶ τότε θάνατον αὐτοῦ εἶναι· ὅτε τῆς κινήσεως παύεται τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς φανερώτερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τῶ σώματι ἐπιβέβηκε καὶ συνδέδεται τούτω· οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμ μετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου καὶ μὴ κοιμωμένου· ἀλλ’ ὡς ἐν θανάτω κοιμωμένου, αὐτὴ κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ· καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου· μένουσα ἐν τῶ σώματι τὰ ὑπὲρ γῆν φαν τάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων· ἁγίοις καὶ ἀγγέλοις συναντᾶ καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῆ τοῦ νοῦ θαρροῦσα καθαρότητι· πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεὸς θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ γὰρ καὶ συνδεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύσεται τὸ ζῆν· διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεόν θεὸν · διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ . διὰ τοῦτο γὰρ καὶ ἀθά νατός ἐστι. καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος· θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεω ροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφιᾶσι, μένουσαι ἐν αὐτῆ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθα νασίας. ὅτι ὁδὸς πρὸς τὴν περὶ θεοῦ θῦ θεωρίαν ἡ ψυχή διὰ τοῦτο γοῦν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔν νοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς οὐκ ἔξωθεν· ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατάληψιν. λέγομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτως καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες· αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν, καὶ ἐπὶ τῶ λογικῶ μέγα φρονοῦσιν· εἰκότως τοῦτο ποιοῦντες· διατί ὡς μὴ ἔχοντες ψυχὴν παράλογον τολμῶσι· καὶ οὐχ’ ἃ δεῖ φρονεῖν φρονοῦσιν· ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλαπτομένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἢ διατί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ · οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτὸν· δύνανται γὰρ ὥσπερ ἀπεστράφησαν τῆ διανοία τὸν θεὸν θν · καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῶ νῶ τῆς ψυχῆς· καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεὸν θν · ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψωνται ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῆ ψυχῆ· καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῆ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον· καθ’ ὃν καὶ γεγόνασιν, ἐξ ἀρχῆς δυνηθῶσι· κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηνται καὶ κα θ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν. ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας ἀφ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως διαλαμπρυνθέντος τούτου ὡς ἐν κατόπτρω θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς , τὸν λόγον· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα · οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ · λογίζεται· εἰ δὲ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν· καὶ μὴ ὁρᾶν· αὐτὴν ἑῶντα τὸ κρεῖττον· ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν· καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς · καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γινομένων ψυχῶν· ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν· ἐπέ κεινα πάσης γενητῆς οὐσίας ὑπάρχων· καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῶ τὰ μὲν, ἐξ οὐκ ὄν των εἶναι· τὸν δέ, ἀγένητον· τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησεν τῶ ἑαυτοῦ λόγω ὁ θεὸς θς · ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν, ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου· ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας ἐμφαίνει· καὶ μὴ παρόντα φει δίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως, τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται. οὐ γὰρ κατεχρήσατο τῆ ἀοράτω φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῆ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημὶ· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν εἷς ἐστὶν ὁ παῦλος ῥωμαίοις μὲν γράφων οὕτως τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νο ούμενα καθορᾶται. λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων, καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποί ησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρωχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύε σθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν· καὶ οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφρο σύνης τὰς καρδίας ἡμῶν· τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύ κλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης· καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις· ἐναντίας μὲν καὶ διαφόρους γιγνομένας· ἐν δὲ τῆ διαφορᾶ, ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην; οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτὰ· ἀλλ’ ἕτε ρός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής· τίς δ’ ὁρῶν ἥλιον μὲν ἀ νατέλλοντα μεθ’ ἡμέραν· σελήνην δὲ φαίνουσαν κατὰ νύκτα καὶ φθίνουσαν· καὶ πληρουμένην ἀπαραλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἶσον πάντως ἀριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα· καὶ ποι κίλως ἐναλλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι· ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὸν δημιουργὸς· τίς ὁρῶν τὰ ἐναντία τῆ φύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον τίς ἰδὼν πῦρ ψυχρῶ· καὶ ξηρὸν ὑγρῶ κεκραμμένον· καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα· οὐκ ἂν ἐνθυ μηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα· τίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρω· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῆ φύσει· τὸ μὲν, γὰρ καίει· τὸ δὲ, ψύχει· τὸ δὲ, τρέφει· τὸ δὲ, φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν· οὐκ ἂν ἐννοήσειεν· ὅτι ἔστι τίς κρείττων τούτων· ὁ τὴν ἰσότητα παρέχων πᾶσιν· καὶ κυβερνῶν τὰ πάντα κἂν μὴ βλέπη τοῦτον· τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβαστα ζομένας καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων θεθεῖσαν βαρύτητα· οὐκ ἔν νοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ τοῦ προστάξαντος γενέσθαι· ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῆ φύσει ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν· ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεὸν θν · τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν καὶ οὐρανό οὐνό θεν ὑετοὺς καὶ ποταμῶν ἐπιρροίας καὶ πηγῶν ἀναβλύσεις· καὶ ζώων ἐξ ἀνομοίων γονὰς· καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γενόμενα, καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀπο τελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη· ὅτι ἐστὶ μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα· ὡς ἂν αὐτῆ δοκῆ μένουσα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νε φέλαι κοῦφαι καὶ τῶν ἐλλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ, ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον· καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστὶ· τὸ δ’ αὖ πάλιν ὕδωρ κου φότερόν ἐστι ταύτης, καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται· καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν· οὐ ταυτὸν ἐστὶ τῶ θήλει· καὶ ὅμως εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῶ θερμῶ ἐναντίον ἐστὶ· καὶ τὸ ὑγρὸν τῶ ξηρῶ μάχεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῆ φύσει ἑαυτὰ συνήγαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτὰ· ὧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούοντα, εἴκει καὶ πεί θεται· οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτὰ· φύσει μὲν ὄντα ἐναντία· τῆ δὲ τοῦ κυβερνῶντος βουλήσει, φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῶ ἐλαφρῶ· ἢ τὸ ξηρὸν τῶ ὑγρῶ· ἢ τὸ περιφερὲς τῶ ὀρθῶ, ἢ τὸ πῦρ τῶ ψυχρῶ· ἢ ὅλως ἡ θάλαττα τῆ γῆ· ἢ ὁ ἥλιος τῆ σε λήνη· ἢ τὰ ἄστρα τῶ οὐρανῶ οὐνῶ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις, ἐμίγη καὶ συνῆλθεν· ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καί οντος· τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος κάτω· τοῦ δὲ, κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φω τίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα, ἐστασίασαν ἂν πρὸς ἑαυτὰ, ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῆ ἡ μέρα· ἀλλ’ ἔμενεν πάντως πρὸς αὐτὴν μαχομένην καὶ στασι άζουσα. τούτων δὲ γιγνομένων, λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκέτι σύ στασιν· ἀλλὰ ἀσύστατον τὸ ὅλον· οὐκέτι μέτρα· ἀλλ’ ἀμετρίαν· τῆ γὰρ ἑκάστου στάσει καὶ μάχη, ἢ πάντα ἀνηροῦντο, ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀ κοσμίαν ἐδείκνυε. μόνον γὰρ γενόμενον καὶ λειπόμενον· τῆ τῶν ἄλλων χρεία· ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα. ποῖος γὰρ κόσμος ἦν; εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλασσα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη, ἢ ὅλως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων· καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· ο κ ἂν γὰρ ἐκ μόνου θερμοῦ ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ· ἢ ξηροῦ, συνέστη τι τῶν ὅλων· ἀλλ’ ἦν ἄ τακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν, ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ ἀταξία· ἀλλὰ τάξις ἐστὶν ἐν τῶ παντὶ· καὶ οὐκ ἀμετρία· ἀλλὰ συμμετρία· καὶ οὐκ ἀ κοσμία ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ, δεσπότου· κἂν μὴ γὰρ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων; ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα· καὶ βασιλέα. ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφό ρων ἀνθρώπων ἀνων συνεστῶσαν, μικρῶν καὶ μεγάλων· καὶ πλουσίων αὖ καὶ πε νήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων· καὶ ἀρρένων· καὶ θηλειῶν· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην καὶ τοὺς ἐν αὐτῆ δια φόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γιγνομένους· ἀλλὰ πάντα κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντα· εἰ ταῦτα βλέποιμεν· πάντως ἐννο οῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει κἂν μὴ ὁρῶμεν αὐτὸν. ἡ μὲν γὰρ ἀταξία ἀναρχίας ἐστὶν γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῶ σώματι τῶν μελῶν πρὸς ἑαυτὰ συμφωνίαν ὁρῶντες ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῆ ἀκοῆ· οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει· ἀλλ’ ἕ καστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως· ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν σώματι τὴν τούτων ἡγεμονεύουσαν· κἂν μὴ βλέποιμεν αὐτὴν· οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία· τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεὸν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλοὺς. καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν ὅτι εἷς ὁ τοῦ παντὸς ποι ητὴς καὶ ἄρχων καὶ οὐ πολλοί πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς· ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ· εἴπερ ἦ σαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι· οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν· ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμό νοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόρ ρωθεν ἀκούει· λύρας ἐκ πολλῶν καὶ διαφόρων χορδῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλας συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ’ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύ πτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῆ ἐπιστήμη· κἂν μὴ τοῦτον βλέπη, οὕτως παναρμονίου οὔσης τῆς τάξεως· ἐν τῶ κόσμω παντί· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκό λουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα τῆς πάσης κτίσεως· τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητὰς· ἀλλὰ πρὸς εὐ σέβειαν ἀκριβῆ καὶ ἀλήθειαν· ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυ ούσης· γνώρισμα γὰρ ἀσφαλὲς, τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντὸς, ἐστὶ τοῦτο· τὸ μὴ πολλοὺς· ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν, τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης, εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῶ θῶ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέ ρα τῶν ἀθεμίτων ἐστὶ· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐ κ ἄν τις εἴποι τέλειον· ἀλλὰ ἀσθενῆ· εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δό ξαν ἕκαστος εἰργάσατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ· κενοδο ξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν, πρὸς τὴν τοῦ ὅλου δημιουργίαν· τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκους γιγνομένου πρὸς τὸ πᾶν· ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες καὶ πολλοὶ καὶ διάφοροι· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῶ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων διαφό ρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῆ διαφορᾶ καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία. ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευ σεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν ἦχον· εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως· καὶ ἑνὸς ὄντος κόσμου καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν κύριον κν · διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς, ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ’ ὅτι εἷς ἐστὶν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστὶν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀ νάγκη καὶ τὸν τούτου δημιουργὸν, ἕνα πιστεύειν εἶναι· τίς δ’ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῆ περὶ τοῦτων ἀγνοία· πλανηθείς τις ἕτερον ὑπο λάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέση· νομίζω δὲ μὴ δένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας· ἤλεγξε πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλο λατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων· λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον, τοῦτον μό νον εἶναι θεὸν θν ἀληθῆ· τὸν καὶ τῆς κτίσεως κύριον κν · καὶ πάσης ὑποστάσεως δημιουργὸν· τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέ κεινα πάσης γενητῆς οὐσίας ὁ τοῦ χριστοῦ χῦ πατὴρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης· τῆ ἰδία σοφία καὶ τῶ ἰδίω λόγω τῶ κυρίω κω ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ τὰ πανταχοῦ διακυβερνᾶ σωτηρίως σρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῶ καλῶς ἔχειν δοκῆ· ἔχει δὲ καλῶς ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγω καὶ σοφία καὶ ἐπιστήμη συνέστηκε· καὶ παν τὶ κόσμω διακεκόσμηται· ἀνάγκη τὸν ἐπικείμενον καὶ δια κοσμήσαντα τοῦτον, οὐκ ἄλλον τινὰ ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δέ φημι οὐ τὸν ἐν ἑκάστω τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώ θασι καλεῖν. ἄψυχον ὄντα καὶ μὴ δὲν λογιζόμενον· μὴ δὲ νο οῦντα· ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα· κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον· τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν · αὐ τολόγον λέγω· ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος· ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῆ ἑαυτοῦ προνοία· ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διά ταξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδε νὸς κειμένην τῶ ἰδίω νεύματι ἤδρασε. τούτω φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλαττα περιορίζεται· ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾶ καὶ χλοη φορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων· εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγω καὶ θεοῦ θῦ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἠδράσθη τι τῶν γενομένων· εἰ μὴ λόγω ἐγεγόνει καὶ λόγω τῶ θείω κα θάπερ ἐλέχθη. λόγος δὲ ὤν οὐ κατὰ τὴν ἀνθρώπων ἀνων ὁ μοιότητα· ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς ἐστὶν εἰκὼν ἀπαράλλακτος· ἄνθρωποι ἄ νοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι· συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς ὁ ἐκ πατρὸς πρς · οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς· προελθὼν τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπι βέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα; ὅτι οὐ κ ἄλλως ἔπρεπεν γενέσθαι· ἢ οὕτως ὥσπερ καὶ ἐστί. τῶν μὲν γὰρ γενητῶν ἐστὶν ἡ φύσις ἄτε δὴ ἐξουκόντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς· καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ. διὸ καὶ φιλ άνθρωπός άνός ἐστιν. ἀγαθῶ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁρῶν ὁ ὖν τὴν γενητὴν πᾶσαν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον τούτου ἕνεκεν τῶ ἀϊδίῳ λόγω τοῦ ἑαυτοῦ· ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀ φῆκεν αὐτὴν τῆ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύση πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῶ ἑαυτοῦ λόγω· καὶ αὐτῶ ὄντι θεῶ θῶ · τὴν σύμ πασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῆ τοῦ λόγου ἡγεμονία· καὶ προνοία· καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθη ὅπερ ἂν ἔπαθεν· εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰ κὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου· πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀό ρατα. καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. αὐτὸς γοῦν ὁ παντο δύναμος καὶ παντέλειος· ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος ἐπιβάς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μὴ δὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς· ἀλλὰ πάντα καὶ διὰ πάντων καὶ ἕκαστον ἰδία· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας· αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρά· καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντι στατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν, δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τῶ ψυχρῶ μά χεται· οὔτε τὸ ὑγρὸν τῶ ξηρῶ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία. συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονοῦσι· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται. τούτω τῶ θεῶ θῶ λόγω πειθόμενα· τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτο θά λαττα μὲν πᾶσα· καὶ ὁ μέγας ὠκεανὸς· ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾶ· παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθ ἔκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστί τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ἧ φησὶ καὶ θεολόγος ἀνὴρ· ἐν ἀρχῆ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς θς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲ ἓν. οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς αΰλοις τῆ τέχνη συναγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία· τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέ ρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῶ οὐνῶ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων· καὶ περιάγων τῶ ἑαυτοῦ νεύ ματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ· καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῶ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῶ ἑαυτοῦ πατρὶ πρὶ δο κῆ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῶ αὐτῶ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρὰ· τὰ θερμὰ· τὰ φαινόμενα καὶ τὰ ἀόρατα, περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν ὁμοῦ γὰρ τῶ αὐτῶ νεύματι αὐτοῦ· τὸ μὲν ὀρθὸν, ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς, ὡς περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται· καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτε λεῖται δι’ αὐτοῦ. καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος· ἐκ διαφόρων ἀνδρῶν· παίδων· γυναι κῶν αὖ καὶ γερόντων· καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγε μόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύ ναμιν φωνεῖ· ὁ μὲν ἀνὴρ ὡς ἀνὴρ· ὁ δὲ παῖς ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ· ἐν ταὐτῶ τὰς ἐν ἡμῖν αἰσθήσεις· κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνός· τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφ θαλμὸν ὁρᾶν τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτε σθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον σημανθῆ, ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πόλει· καὶ οἰκονομουμένη ἐπὶ παρουσία τοῦ καὶ ταύτην οἰκοδομή σαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάτ τοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος, ἐπόμενοι πάντες· οἱ μὲν ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευόμενοι σπεύδουσιν· ἄλλος δὲ ἐπισιτησόμενος, προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν, δικαστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθε τεῖν· καθίσταται δὲ εὐθέως· ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομὴν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρ χονται· καὶ πάλιν εἰς τὴν αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῆ παρουσία τοῦ ἑνὸς ἄρχοντος· καὶ τῇ τούτου διατάξει γί νονται καὶ συνίστανται, κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως κἂν μικρὸν ἦ τὸ παράδειγμα· ὅμως μείζονι διανοία χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου, ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ πάντα ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου, οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλαττα κυμαίνει· καὶ τὰ ἐν αὐτῆ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μέ νουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται καὶ ζῆ πάλιν καὶ θνή σκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυ ροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλος πή γνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται· καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαί νεται· τὰ δὲ, αὐξάνοντα γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφα νίζεται· τὰ δὲ γεννᾶται καὶ φαίνεται· πάντα δὲ ταῦτα καὶ ἔτι πλείω, τούτων· ἃ διὰ τὸ πλῆθος, οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς τοῦ θεοῦ θῦ λόγος· φωτίζων καὶ ζωοποιῶν· τῶ ἑαυτοῦ νεύματι κινει καὶ διακοσμεῖ ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφεὶς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ ποιητὴς καὶ αὐτῶν ὑπάρχων· συμπεριλαβὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῶ ἑαυτοῦ νεύματι· καὶ τῆ ἑαυτοῦ προνοία· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐ φόδιον· ὡς γὰρ τῆ αὐτοῦ προνοία· καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος, ἑνὶ καὶ ἁπλῶ νεύματι· τῆ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον· καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀποδιδοὺς· ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών ὅτι διὰ τοῦ υἱοῦ γινώ σκεται ὁ πατήρ πηρ τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς γνῶσιν καὶ δόξαν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γιγνομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ. καὶ τὸ τῶν ἄστρων φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ νοεῖν ἐστιν ἀνάγκη. καὶ τὸν τούτου πατέρα πρα θεὸν θν · ἐξ οὗ προϊὼν εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπου ἀνου , ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῶ λόγω ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῶ λογισμῶ, πολλῶ πλέον μείζονι· φαντασία καὶ ἀσυγκρίτω ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν· καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ· ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν πατέρα πρα · ταῦτα δὲ πᾶσα θεόπνευστος γραφὴ, φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων δυνήση τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως, προησφαλίζετο· τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῶ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῶ οὐρανῶ οὐνῶ ἄνω· καὶ ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατή σουσιν; οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς, αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῶ κάλλει τούτων ἀποβλέψαντες· οὐχ ὡς ἔργα θεοῦ θῦ ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι· προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀνα βλέψας τοῖς ὀφθαλμοῖς· καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσκυνήσης αὐτοῖς· ἃ ἀπέ νειμε κύριος κς ὁ θεός θς σου· πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ, ἀλλ’ ἵνα τῆ τούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν· τὸν τῶν πάντων δημιουργὸν θεὸν θν · ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοῖς ἀνθρώποις ἀνοις ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων φησὶν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ’ ὡς ὄντων δὲ θεῶν ἄλλων· κωλύει τούτους, αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῶ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοι εἰ σὶν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοὶ· καὶ αὐτὴ δὲ ἡ λέξις, τὸ μὴ εἶναι αὐτοὺς θεοὺς, δείκνυσι· δι’ ἧς φησίν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλ λοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκέστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι, οὐχί γε· ἀλλὰ καὶ προαπαντᾶ τῆ διανοία λέγουσα· ἄκουε ἰσραὴλ ἰὴλ · κύριος κς ὁ θεός θς σου κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου· ἐν ὅλη τῆ καρδία σου καὶ ἐν ὅλη τῆ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προσκυνήσεις καὶ αὐτῶ μόνω λατρεύσεις. καὶ πρὸς αὐτὸν κολληθήση· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ εἰς πάντα τοῦ λόγου πρόνοια· καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται· ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ἧ φασὶν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν· καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῶ θεῶ θῶ ἡμῶν ἐν κιθάρα· τῶ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῶ ἑτοιμάζοντι τῆ γῆ ὑετὸν· τῶ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῆ δουλεία τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτή νεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν, ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῶ λόγω κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῶ· καὶ δι’ αὐτοῦ γενόμενα διαλέγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωϋσῆς, ἐν ἀρχῆ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεὸς θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα ἡμετέραν καὶ κα θ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφι στὰς γένεσιν αὐτῶ εἶπεν ὁ πατὴρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς · καὶ συνα χθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφι στάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς · ἵνα καὶ προστάττων λαλῆ· εἰ μὲν οὖν τοῖς γι γνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ τῶ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τὸ μὴ δέπω γενομένω προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς θς · ἔδει λέγειν αὐ τὸν· γενοῦ οὐρανὲ οὐνὲ · καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιή θητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν, οὐκ ἐποίησε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται θεὸς θς · ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων· οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτω ὧ καὶ ὁμιλῶν ἐποίει τὰ πάντα· τίς οὖν ἂν εἴη εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν· ἢ τῶ ἑαυτοῦ λόγω· ἢ τίς τούτω συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν· ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμπα ρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ συμπεριλαμβάνει γενητὰ. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων ἐδημι ούργει τὸ πᾶν, καὶ συνίστη· καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἰς τὸ εἶναι ἰσχυροποίει· ἧ φησι καὶ ὁ σωτὴρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταὶ· καὶ ὅτι ἀγα θὸς ἐξ ἀγαθοῦ· γέννημα καὶ ἀληθινὸς υἱὸς ὑπάρχων· δύναμις ἐστὶ τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὢν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῶ κατὰ τοὺς αὐτοῦ μετέ χοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύ ναμις ἰδία τοῦ πατρὸς πρς ἐστὶν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδι καιοσύνη· αὐτοαρετὴ· καὶ μὴν καὶ χαρακτὴρ. καὶ ἀ παύγασμα· καὶ εἰκὼν· καὶ συνελόντι φράσαι καρπὸς παν τέλειος· τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς· εἰκὼν ἀπαράλ λακτος τοῦ πατρὸς πρς · τίς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν, αὐτοαγιασμὸς καὶ αὐτοζωὴ· καὶ θύρα· καὶ ποιμὴν· καὶ ὁδὸς· καὶ βασιλεὺς· καὶ ἡγεμὼν· καὶ ἐπὶ πᾶσι, σωτὴρ σήρ · καὶ ζωοποιὸς· καὶ φῶς· πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημι ουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ · οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκα λύπτει τοῖς πᾶσι· διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῶ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησὶν· ἐγὼ ἐν τῶ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοὶ· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῶ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῶ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων· καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς, καὶ πάντων τῶν ἐν αὐ τοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες παραγκωνι σάμενοι· τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν· τῆ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· πρᾶγμα πάσχοντες, ἀνόητον· καὶ δυσσεβὲς· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειεν· καὶ τὰ ἐν τῆ πόλει δημιουργήματα καταπλαγεὶς, τὸν τούτων δημι ουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρο νες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ὅλως οἰκοδομὴν· ἢ ναῦν· ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργα σαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μου σικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν· οὕτως οὔ μοι δο κοῦσιν ὑγιαίνειν τὴν διάνοιαν· οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες· τὸν σωτῆρα σρα πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοφιλὲς ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πί στεως καὶ εὐσεβείας· ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστὶν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις, ἐστὶ τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρα τῆς κρίσεως· ὅτι καίτοι γνῶντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.