XI. s. Saecolo ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀλη θείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἄνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔρ γοις κέκραγεν· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· πο θοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε, ὡς ἂν οἷοί τε ὦμεν ὀλίγα τῆς κατα χριστον χν πίστεως ἐκθώμεθα· δυναμένων μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑ ρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκού οντι. αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιoι καὶ θεό πν ευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγ γελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσε ως τυχεῖν δυνήσεται. αλλ’ ἐπειδὴ τὰς τῶν δι δασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ’ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστον χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδα σκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστον χν πίστιν ὑπολάβη· ὁποῖα διαβάλλοντες ἕλ ληνες χλευάζουσι καὶ πλατύ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰ κτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν διαβάλ λοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύναμιν πᾶ σαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ’ἂν γὰρ εἴπερ ἦσαν κα ὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότη τι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν μὴ βλάβην ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι. εἰ γὰρ το ῦ σταυροῦ στρου γινομένου πᾶσα μὲν εἰδωλολα τρεία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαν τασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώ σκεται ὁ πατηρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καται σχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων τὰς ὁσήμεραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει· πῶς εἰκό τως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ἔτι ἀνθρώ πινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ ἀναβάντα· πάσχειν, δὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον δια βάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡ ς γὰρ καλὸν τὸ φῶς καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐ τοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώ ματος εἶναι θεον θν καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευ δῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑ αὐτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ἀνε ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώ σκων οὐκ’ἠπατήθης. πρέπειν δέ σοι ἡ γ οῦμαι φιλοχρίστω ὄντι τὰ περὶ χριστοῦ χυ διαλέγε σθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπί ο ὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστιν· οὐδ’ ὅ λως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ἄνοι δὲ ταύ την ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώ λων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο τὰ οὐκ’ὄντα ὡς ὄντα λογιζόμενοι. ὁ μὲν γὰρ το ῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεος θς , ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρ καλος ὤν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χῦ · τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκεν· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασεν· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊ διότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυ τότητα σώζων, μήτε τῆς περὶ θεοῦ θυ φαντα σίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων την του δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρικοῦ λόγου δύναμιν, ἀγάλληται καὶ συνομιλῆ τῶ θείω· ζῶντον ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. οὐδὲν γ ὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶ σιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότη τος τὴν τοῦ πατρὸς πρ εἰκόνα τὸν θεον θν λόγον οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπὲρ ἄνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σω ματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος. ὅτε γὰρ οὐ συνομιλεῖ το ῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔ χει· ἀλλ’ ὅλος ἐστὶν ἄνω ἑαυτῶ συνὼν ὡς γέ γονεν ἐξαρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα διαβὰς, ἄνω μετάρ σιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦ τον πόθω. ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γ ενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλώτταν ση(μειωτέον) ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεον θν καὶ συνδιαι τᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεω ρίᾳ· ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμα σεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶν καὶ τὸν θεον θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριος κς φησὶν· μακάριοι οἱ καθα ροὶ τῆ καρδία ὅτι αὐτοὶ τὸν θεον θν ὄψονται. ο ὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασεν καὶ μέ νειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ανοι κατολιγωρή σαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες πε ρὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμε νοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν· τὰ ἴδια προτιμήσαν τες τῆς πρὸς τὰ θεῖα θεωρίας. ἐνδιατρί ψ αντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆ ναι θέλοντες· ταῖς μὲν τοῦ σώματος ἡδο ναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τετα ραγμένην καὶ πεφυρμένην πάσης επιθυ μίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξαρ χῆς αὐτῶν παρὰ θεοῦ θυ δυνάμεως. τοῦτο δ ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς, ὡς αἱ ἱραὶ περὶ αὐτοῦ λέγου σι γραφαί. κακεῖνος μὲν γὰρ ἕως μὲν τὸ ν νοῦν εἶχε πρὸς τὸν θεον θν , καὶ τὴν τούτου θεωρί αν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρί αν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεον θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο· τηνικαῦτα καὶ εἰς ἐπιθυ μίαν τοῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες ἠσχύνθησαν· ἔγνω σαν δὲ ἑαυτοὺς γυμνοὺς οὐ τοσοῦτον ἀπὸ ἐνδύματος, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασιν· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν. ἄποστάντες γ ὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεον θν λέγω κατανο ήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου· λοιπὸν εἰς δι αφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γί νεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόν τες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅ θεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύνα μιν σημᾶναι. ἀποστᾶσα τῆς τῶν νοητῶν θ εωρίας καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνερ γείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώ ματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶ ναι τὴν ἡδονὴν· πλανηθεῖσα κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν αὐτὸ τὸ ὄντως καλόν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς· καὶ ἀπαιτῶν ξί φος κατὰ τῶν ἀπαντώντων νομίζοιτο τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδο νῆς ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο. οὖ σα γὰρ τὴν φύσιν εὐκήνιτος εἰ καὶ τὰ κα λὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύ εται· κινεῖται οὖν οὐκ’ἔτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεον θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λο γιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τοῦτω εἰς ἃς επενόησεν ἐ πιθυμίας· ἐπεί καὶ αυτεξούσιος γέγονεν· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρε φομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κι νεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα ὡς προ εῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξού σιον ἑαυτῆς· ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμ φότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλά· οὐκ’ὄντα δὲ τὰ φαῦλα. ὄντα δέ φ ημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ θυ τὰ πα ραδείγματα ἔχει· οὐκ’ὄντα δὲ τὰ κακὰ λέ γω, καθότι ἐπινοίαις ἀνθρώπων ανων οὐκ’ὄντα ἀνα πέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀ φθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργὸν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θυ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεον θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως· λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία. εἶτα· τὸ δυνατὸν ἑαυτῆς ὡς προ εῖ πον ὁρῶσα καὶ τούτω καταχρωμένη, ἐνενό ησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλ μὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύ ναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη σώ ζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ’ ἁμαρτάνει ποι οῦσα ὃ δύναται· οὐκ’εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονεν· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ παρεγγυᾶ φωνὴ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. ἀλ λὰ τῶν ἀνθρώπων ανων ἡ τόλμα, οὐκ’εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ ἀδύνατον σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖ ρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκεν· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγεν· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύ ειν αντὶ νομίμης τεκνογονίας. καὶ τὴν μ ὲν γλ ώ ῶ τταν, ἀντὶ εὐφημίας εἰς βλασφημί ας καὶ λοιδορίας καὶ εφιορκίας· τὰς δὲ χεῖ ρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁ μοίους ἀνθρώπους ανους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἀνθρώπων ανων ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύ τητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάν τα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵ πποις ἐν σταδίω, καταφρονήση μὲν τοῦ σκο ποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀπο στραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατακρημνῶν ἐλαύνει φε ρόμενος· ὅπου δ’ ἂν ἑαυτὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων οὐκ’ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτως καὶ ἡ ψυχὴ, ἀποστρα φεῖσα τὴν πρὸς τὸν θεον θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐ λαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦ λος ἀπὸ βλέπων ἔλεγεν· κατὰ σκοπὸν διώ κω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ιυ χριστοῦ χυ · σκοπῶν γ’οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μεν οὖν τινες πλα νηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ’ἐγνωκότες· ΕΝ ΑΛΛΟΙΣ καὶ πρὸ τῶν γενη τῶν ἐν ὑ ποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀ πεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ση(μειωτέον) ποιητήν τῶν ὄντων· οὐκ’ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐ τὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξανάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσιν καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστιν· τοῦτο δὲ ἄτο πον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐ τοῦ· ἐπεὶ οὐκ’ἔτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γ ε ι νόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκ κλησιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πί στιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάτ τονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεον θν ἕτερον, καὶ τοῦτον ἀγένητον τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν, τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ανοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀνα πλασάμενοι μαίνονται. ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡ μῶν ἰησοῦς ις χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶν, ση(μειωτέον) βεβαιῶν τὰ μωϋσέως ρήματα· ὅτι κύριος κς ὁ θεος θς εἷς ἐστιν· καί ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ ουνου καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεος θς καὶ οὗτος οὐρανοῦ ουνου καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεος θς παρὰ τοῦ τον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεος θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληνοῦ θεοῦ θυ πληροῦν τος κατὰ τὴν τοῦ οὐρανοῦ ουνου καὶ γῆς περίλη ψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητῆς ὧ ν αὐτὸς ὁ θεος θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χυ ἐστι κύριος κς , κατὰ τὴν τοῦ σωτῆρος σρ φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασί ω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θυ τὸν φαῦλον δύνα σθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτω λέγωσιν· ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπί πτουσιν· ση(μειωτέον) ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις· τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ’ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτε ρόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθέ νεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομέ νοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστιν γὰρ καὶ ὁ ἀγαθὸς πα ρὰ γνώμην τοῦ φαύλου· ἔστιν καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε καὶ τοῦ το γὰρ ἄν τις αὐτοῖς εἴποι. ση(μειωτέον) εἰ τὰ φαινόμε ν α ἔργα τοῦ φαύλου ἐστὶν· τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν πλὴν μόνης τῆς τοῦ δημι ουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀ γαθὸν γνώρισμα οὐκ’ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δη μιουργὸς γινώσκεται. ση(μειωτέον) πῶς δὲ ὅλως καὶ δύο ἂ ν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετι κὰ ἀλλήλων εἶναι· αλλ’ οὐδὲ ἕτερον εν ἑτέ ρω δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀ νόμοιων αὐτῶν τῆς φύσεως· οὐκ’οὖν ἐκ τρί του τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεος θς . ἀ λλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πό τερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐ τὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοι αύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγ κη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλη σιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θυ οὐδὲ ἐν θεῶ, οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔ τε οὐσία τίς ἐστιν αὐτοῦ, ἀλλὰ ἄνθρωποι ανοι κατα στέρησιν τῆς τοῦ καλοῦ φαντασίας ἑαυτοῖς επινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐ κ ὄντα καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ση(μειωτέον) ἡ λίου φαίνοντος καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῶ ἐπινοῆ οὐκ’ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκό τει πλανόμενος περιπατῆ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομί ζων οὐκ’εἶναι φῶς αλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτως καὶ ἡ ψυ χὴ τῶν ἀνθρώπων ανων , καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεον θν ὁρᾶν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη οὐκ’οἶδεν· ὅτι δοκοῦσά τι ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐκ’ὄν τα γὰρ αναπλάττεται· καὶ οὐχ’ ὁποία γέγο νεν τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυ τὴν ἐνέφυρεν, τοιαύτη καὶ φαίνεται· γέγο νε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεον θν καὶ ὑπ’ αὐτοῦ φω τίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θυ , τὰ φθαρ τὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεος θς τὸν ἄνθρωπον ανον ἐποί ησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλο ὺ ύ ς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπί ν οια τοῖς ἀνθρώποις ανοις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέ πλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μα νίαν καταβεβήκασιν· ἤδη λέγειν ἀναγ καῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰ δώλων εὕρεσις, οὐκ’ἀπὸ ἀγαθοῦ αλλ’ ἀπὸ κακίας γέγονεν· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακ ὴ ή ν, ἐν οὐδενί ποτε καλὸν κριθείη ὅλον ὂν φαῦλον. οὐκ’ἀρκεσθεῖσα τῆ τῆς κα κ ίας ἐπινοία τῶν ἀνθρώπων ανων ἡ ψυχὴ· κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μα θοῦσα γὰρ διαφορὰς ἡδονῶν, καὶ ζωσαμέ νη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τατ ὅτι δ’ ἂν ἀπὸ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τοῦτων δόξας ἀποβλέπου σα, ἐνόμισεν μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστρα φ εῖσα δὲ καὶ επιλαθομένη ἑαυτὴν εἶναι κα τ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θυ · οὐκ’ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεον θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομέ νη, τὰ οὐκ’ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σω ματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κά τοπτρον δι’ οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰ κόνα τοῦ πατρὸς πρ · οὐκ’ἔτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται, καὶ μόνα ἐκεῖ να ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπὸν ὃν ἐπελάθετο τῆ διανοία θεον θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν θεοῦ θυ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ. προηγεῖται το ίνυν αἰτία τῆς εἰδωλολατρείας ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ανοι τὴν οὐκ’οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ’ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδύς μὴ κέτι μὲν βλέποι τὸ φῶς, μὴ δὲ τὰ ἐν τῶ φωτί φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι μὴ δὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐ τὰ τὰ φαινόμενα αυτῶ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ανων πα ράφρονες καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμε νοι τῆς περὶ θεοῦ θυ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῶ μᾶλλον δὲ ἀλογία χρησάμε νοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζον τες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τῶν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεον θν . ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παρά δ ειγμα οἱ εἰς τὸν βυθὸν καταδυόμενοι ὅσω μᾶλλον ἐπικαταβαίνουσιν τοσοῦτον εἰς τὰ σκοτεινό τερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτως καὶ τὸ τῶν ἀνθρώπων ανων πέπονθε γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλολατρείαν· οὐδὲ ἀφ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμ βάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνε πίμπλαντο κακοῖς προκόπτοντες ἐν τοῖς αἰ σχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅτ’ἂν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ. ἄρτι γὰρ ἀ π επήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ανων ἀπὸ θεοῦ θυ · καὶ κα ταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ανοι , πρώτοις οὐρανῶ ουνω καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ θυ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν. εἶ τ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς· ἐθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προση γόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κα κοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχρὰν, και τὴν ξηρὰν καί τὴν ὑγρὰν οὐ σίαν θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες ἐπὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστα τοι τῶν ἀνθρώπων ανων πεσόντες καὶ καταπεσόντες ἀ πὸ τῆς περὶ θεοῦ θυ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ανους καὶ ἀνθρώπων ανων μοφὰς τῶν μὲν ἔτι ζώντων τῶν δὲ καὶ μετὰ θάνατον εἰς θεοὺς ἀνέθηκαν. ἔτι δὲ κ αὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ, ἐνυδρά τε καὶ χερσαῖα καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θυ προση γορίαν μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θυ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεον θν τὸν τοῦ χριστοῦ χυ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον. τοσοῦτον γάρ τ ινες καταπεπτώκασι τῇ διανοία καὶ ἐσκοτίσθη σαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαι νόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποι ῆσαι· ση(μειωτέον) λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀ νόμοια τῆ φύσει ἐνείραντες, ὡς θεούς θρη σκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνο κέφαλοι καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι· καὶ ὁ πα ρὰ λύβισι κριοκέφαλος ἄμμων. ἄλλοι δὲ τ ὰ μέρη τῶν σωμάτων κεφαλὴν καὶ ὦμον καὶ χεῖ ρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν, ὥσπερ οὐκ’ἀρ κούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔ χειν τὴν θρησκείαν. ἐπιτείνοντες δὲ τὴν ἀ σ έβειαν ἕτεροι τὴν πρόφασιν τῆς τούτων εὑ ρέσεως καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδο νὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες προσ κυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ αὐτῶν ὥσπερ φιλοτι μούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάν των, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος, ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· ση(μειωτέον) καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ ὄσιρις τοῦ καὶ ῶρος καὶ ὁ νῦν ἁδριανοῦ τοῦ ρωμαίων βασι λέως παιδικὸς ἀντίνοος· το ὃν καίπερ εἰδό τες ἄνθρωπον ανον · καὶ ἄνθρωπον ανον οὐ σεμνὸν ἀλλὰ ἀσελγεί ας ἔμπλεω, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανος τῆ χ ώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον ἐκέλευ σε θρησκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνα τον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως κα θ’ ἑαυτοῦ καὶ γνώρισμα καταπάσης εἰδω λολατρείας παρέχων· ὅτι οὐκ’ἄλλως ἐφευ ρέθη παρὰ τοῖς ἀνθρώποις ανοις αὕτη, ἢ δι’ ἐπιθυμιαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θυ ση(μειωτέον) προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσης· μὴ δ ὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ρωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάν τας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσιν· δογ ματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μέν γὰρ ἀπεχθά ν ονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμο λογοῦσι καὶ ἀνθρώπους ανους ὀνομάζουσιν· οὓς δὲ κατα θυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν ση(μειωτέον) θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπ’ ἐξου σίας ἔχοντες τὸ θεοποιεῖν, αὐτοὶ ἄνθρωποι ανοι τυγχά νοντες καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεο ὺ ύ ς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγ κης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται, τῶν δὲ λαμβανόντων κρείττων καὶ μειζων ἐστιν. εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τ ούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐ τοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμα στόν ἐστι τοῦτο ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ανοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέν των ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν, οὐδὲ ἀπὸ τῆς ρωμαίων ἤρξατο βουλῆς· αλλ’ ἦν ἄνωθεν προγιγνό μενον, καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ’ ση(μειωτέον) ἕ λλησι διαβεβοημένοι θεοὶ· ζεὺς καὶ ποσει δὼν καὶ ἀπόλλων· καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δημήτρα καὶ ἀθηνᾶ καὶ ἄρ τεμις· ταῖς θησαίως τοῦ παρὰ τοῖς ἕλλη σιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ανοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνουνται. ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διὰ ταξάμενον εἰδότες· οὓς διετάξαντο προτι μῶσιν· καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία καὶ μὴ εἰς θηλείας κα τέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀ σφαλὲς· ταύτας τῆ τοῦ θεοῦ θυ τιμῆ θρησκεύ ουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις· ίσις καὶ κόρη καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πά σης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μό ν ον ἐν τοῖς πάλαι, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελ φοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύ σις ση(μειωτέον) ἤλεγξεν ἀνθρώπους ανους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλά σαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄν τας θεοὺς ἐθρήνησαν, οὐκ’ ἂν γὰρ εἴπερ ἤ δεισαν αὐτοὺς θεοὺς ὡς ἀπολομένους ἐκό ψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζον τες αὐτοὺς εἶναι θεοὺς ἀλλὰ μὴ δ’ ὅλως ὑ πάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο, ἵνα τοῦ μὴ κέτ’ εἶναι τὴν διὰ τῆς εἰκόνος δόκη σιν ὁρῶντες παραμυθῶνται· τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀλη θινοῦ θεοῦ τιμὴν τούτοις περιτιθέασιν. ἐ ν γ’οὖν αἰγύπτω εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώ νη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν ἀλλὰ ἄνθρωπον ανον · καὶ τοῦ τον ἐκ πατρὸς πρ ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θυ δια νοηθεὶς ὁ πλάτων, εἰς τὸν πειραιᾶ μετα σω κράτους κατέρχεται τὴν ἀνθρώπου ανου τέχνη πλα σθεῖσαν ἄρτεμην προσκυνήσων. ταύτας δ ὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέ σεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια ση(μειωτέον) εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπαρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ανων ἦλθεν εἰς τὸν κό σμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμε νος πατὴρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ανον , νῦν ὡς ζώντα ἐτίμησεν· καὶ παρέδωκε τοῖς ὑ ποχειρίοις μυστήρια καὶ τελετάς· εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύ ετο γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τι μᾶν ἄνθρωποι ανοι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πορρω θεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκό να τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσιν διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φι λοτιμία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βου λόμενος ἀρέσαι· ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοι ότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκό μενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀ λίγου τιμηθέντα ἄνθρωπον ανον , νῦν σέβασμα ἐλογί σαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίω εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ανοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν. τοιαύτης τοίνυν τῆς εἰδώλων ε ὑρέσεως ἐπὶ μάρτυρι τῆ γραφῆ παρὰ τοῖς ἄν θρώποις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀ ποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ῶν οὗ τοι περὶ αυτῶν φρονοῦσι τα τεκμήρια λαμ βάνοντας· εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγο μένων θεῶν ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις, εὑρήσει μη μόνον οὐκ’εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ανων τοὺς αἰσχίστους γεγονότας· οἶον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτ ῀ ὸ ν ἀκούειν ἁρπάζοντα μὲν τὸν γανυμή δη καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπώληται τειχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῶ θανάτω τοῦ υἱέως αὐτοῦ σαρπιδόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβου λευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· αθηνᾶς λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώ μενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυ νεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμε νον διὰ τὴν τοῦ πατρὸς πρ ἐπιβουλὴν· τὸν δὲ κρό νον ὑπ’ αὐτοῦ δεσμευόμενον, κἀκεῖνον ἀ ποτέμνοντα τὸν πατέρα πρα . ἆρ’ οὖν ἄξιον τ οῦτον ὑπονοεῖν θεον θν · τοσαῦτα δράσαντα καὶ δια βληθέντα· ἃ μὴ δὲ οἱ κοινοὶ ρωμαίων νό μοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημο νεύσω διὰ τὸ πλῆθος. τίς ἰδὼν αὐτοῦ τὴν ση(μειωτέον) εἰ ς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν, καὶ λητὼ, καὶ μαῖαν καὶ εὐρώπην καὶ δάναην καὶ αντιόπην παρανομίαν καὶ φθορὰν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπι χείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα· οὐκ’ἂν χλευάσειεν καὶ ζημιώ σειε θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας θεοποιήσας ἀνέθηκεν· ἐπι κάλυμμα τῆς παρανομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσιν διόνυσος καὶ ἡρακλῆς· καὶ διόσκουροι· καὶ ἐρμῆς καὶ περσεύς· καὶ σώτειρα. τίς εἰ δ ῶν τὴν τῶν λεγομένων θεῶν ακατάλλα κτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλή νων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν ὅτι διὰ τὴν πρὸς ἀλ λήλους φιλονεικίαν καὶ τοὺς ἀνθρώπους ανους παρώ ξυναν. ση(μειωτέον) τίς ἰδὼν ὑπὸ μὲν διομήδους τ ιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους τὴν ἤραν καὶ τὸν ὑποχθόνι ον ὃν καλοῦσι θεόν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκά δος· καὶ τὸν ἥφαιστον ριπτόμενον καὶ χωλαί νοντα, οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ανους αὐτοὺς, καὶ ἀνθρώπους ανους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυ μάσειεν. ση(μειωτέον) ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφρο δίτην μοιχείαν· καὶ τὸν ἡφαίστου καταμφο τέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους, θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ’ ἂν γελάσειεν καὶ κατα γνώσεται τῆς φαυλότητος αὐτῶν. ἢ τίς οὐ κ’ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτείαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδή ρω· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμά των καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μύσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσει εν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ση(μειωτέον) ἐπι βαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδα σκάλους θεοποιοῦντες οὐκ’αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ’ἐπιμισγόμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσιν· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορί αν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρη σκεύουσιν· καὶ ἃ μηδὲ ἐν ἀνθρώποις ανοις εἶναι ἐπι τρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες οὐκ’ἐρυθριῶσιν. εἶτα προσκυνοῦντες λί θ οις, ση(μειωτέον) οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοι α τοῖς ποσὶ πατοῦσι καὶ καίουσιν· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσιν· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παρα φροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶν τες οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θε οὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυ νοῦσιν. ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος κ αὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσιν καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν, πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται· ἐπει δ’ ἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπι στήμης ἐπιβάλη τὰς συμμετρίας, καὶ ἀνδρὸς χρῶνταιἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπῶσι, τό τε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη, λοι πὸν ὡς θεοὺς προσκυνοῦσιν· μισθοῦ παρὰ χρῶνται τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλά κ ις δὲ καὶ αὐτὸ υ ς ὁ ἀγαλματοποιὸς ὥσπερ ἐπι λαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέ ξεεν καὶ κατέκοπτεν, ταῦτα μετὰ τὴν τέ χνην θεοὺς προσαγορεύει. ἔδει δε εἴπερ ἦ ν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέ χνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτου πλασθέν τα τοῦ πεποιηκότος προτιμᾶν· ση(μειωτέον) οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμη σεν καὶ ἐθεοποίησεν. πολλῶ οὖν μᾶλλον δι καιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυ νεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημέν ω α · ὅτι τε καὶ προϋπῆρχεν τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασιν· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπι στήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐ πιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσιν· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ανου ἀποθνήσκοντος· τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶ σιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμε λείας, πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ’ἄν τις αὐτοὺς ση(μειωτέον) οἰ κτειρήσειεν καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσιν· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μηδ’ ὅλως κινουμένους ἀλλὰ καὶ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύ ουσιν· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυ λάττουσιν· ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσιν. καὶ μήτοι νομίσης ταῦτά με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐ τῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομέ νοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρί α περὶ τούτων ἐστὶν καὶ παρὰ τῆς θείας γρα φῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔρ γα χειρῶν ἀνθρώπων ανων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ’ὄψον ται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχου σι καὶ οὐκ’ἀκούσονται· ρῖνας ἔχουσι καὶ οὐκ’ὀ σφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφή σουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά. ο ὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέ γοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται ὑπλάσσον τες θεον θν · καὶ γλύφοντες πάντες μάταια· καὶ πάν τες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ανων · συναχθήτωσαν πάντες καὶ στή τωσαν ἅμα καὶ ἐντραπήτωσαν καὶ αἰσθυν θήτωσαν ἅμα· ὅτι ὤξυνεν τέκτων σίδη ρον· καὶ σκεπάρνω εἰργάσατο αὐτὸ· καὶ ἐν τερέ τρω ἐρύθμισεν αὐτὸ· καὶ ἔστησεν αὐτὸ τῶ βρα χίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθε νήσει, καὶ οὐ μὴ πίη ὕδωρ ξύλον γὰρ ἐκλεξά μενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐρύθμισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ανου ἔστη σεν αὐτὸ ἐν οἴκω· ὃ ἔκοψεν ξύλον ἐκ δρυμοῦ· ὃ ἐφύτευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν, καὶ λαβῶν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσεκύνη σαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ση(μειωτέον) πυρὶ, καὶ ἐπὶ τοῦ ἡμίσεως αὐτοῦ κρέας ὀπτή σας ἔφαγεν καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶ πεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ ἴδον πῦρ τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός μου εἶ σ ὺ ύ · οὐκ’ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρ δία· καὶ οὐκ’ἀνελογίσατο εν τῆ καρδία αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῆ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κα τέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθρά κων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγεν· καὶ τὸ λοιπόν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν, καὶ προσκυνοῦσιν αὐτῶ· γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανων ται· καὶ οὐ δεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ’ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾶ μου. πῶς οὖν οὐκ’ἄθεοι παρὰ πᾶσιν κρι θεῖ εν οἱ καὶ παρὰ τῆς θειας γραφῆς ἀσεβείας κατηγορούμενοι· ἢ πῶς οὐκ’ἂν εἶεν κακοδαί μονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυ χα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγ γνώμη πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθεινοῦ θεοῦ σέβουσιν. εἴθε γὰρ εἴ θε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησί ας φανερὸν ἔχωσιν τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθο μένων τῶν εἰδώλων εἰ μὴ τα σύμβολα τῶν αἰ σθήσεων· οἷον ὀφθαλμοὺς καὶ ρῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν καὶ τῶν αἰσθη τῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες οὐκ’ἔχουσιν· καὶ στήκοντες, οὐ στήκουσιν· καὶ καθεζόμενοι, οὐ κα θέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένου σι κείμενοι· θεοῦ θυ μὲν γὰρ γνώρισμα μὴ δὲν παρέ χοντες, ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ανου τέχνη φαινόμενοι τεθέντες. εἴθε δὲ καὶ οἱ τῶν τοι ο ύτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιη ταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν, ἀλλὰ μὴ καὶ τὰς πρά ξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰ σχρ οπ οιοῦ πολιτείας ἀναγεγραφήκεισαν τοὺς ἐκ γειτόνων οὐκ’εἰδυῖα θεοὺς, τοὺς ἑαυ τῆς προκρίνει· καὶ μόνους εἶναι τούτους νομί ζει θεούς· περὶ γὰρ τῶν ἐν αἰγύπτω μυσαρῶν, οὐδὲ λέγειν ἐστὶν· πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίον τὰ ἐναντία σέβειν. ὁ γ’οὖν παρ’ ἑτέροις προσκυνούμενος ση(μειωτέον) ὡ ς θεὸς κροκόδιλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεος θς θρησκευόμενος, τούτον οἱ ἀστυγείτο νες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόν τες ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθῦς, οὗτος ἄλλων ἀλήθεται ἐν αλλω αλισγεται τρο φή· ὅθεν δὴ πόλεμοι καὶ στάσεις, καὶ πᾶσα φόνων πρόφασις καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ’ αὐ τοῖς ἐστιν· καὶ τό γε θαυμαστὸν ὅτι ὡς οἱ ἱστορή σαντες ἐξηγοῦνται, παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ’ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεούς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσιν· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία. καὶ οὐ τὰ αὐτὰ παρὰ το ῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πά σχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεον θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα κατα πεπτώκασιν· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρ λόγον τὸν πάντων σωτῆρα σρα χριστον χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ρεμβομένην. ση(μειωτέον) κ αὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκο τεινοῖς γενόμενοι τόποις, πολλὰς ἀνόδους κυκλεύουσιν ὁδοὺς· καὶ τοὺς μὲν παρόντας οὐχ’ ὁρῶσιν· τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσιν, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν ἀποστραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν, ρεμβόμενον ἔχου σι τὸν νοῦν· καὶ τὰ οὐκ’ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναι ροῦντος θεον θν , οἱ πάντες παρὰ πάντων ἀναι ροῦνται. καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμε νο ι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γί γνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσί αι, ἄλλων ἔμπαλιν εἰσὶν θεοί· αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα σέβουσιν· καὶ τούτους ἄλλοι τῶ διὶ θύουσιν· κ’ἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δο κοῦσιν· λίβυες πρόβατον ὃ καλοῦσιν ἄμμω ν α θεον θν ἔχουσιν· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρον εἰς θυσί αν σφάζεται. ση(μειωτέον) ἰνδοὶ τὸν διόνυσον θρησκεύου σιν συμβολικῶς οἷνον αὐτὸν ὀνομάζοντες, καὶ τοῦ τον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι πο τα μοὺς καὶ κρήνας, καὶ πάντων μάλιστα αἰγύπτι οι τὸ ὕδωρ προτετιμήκασιν, καὶ θεοὺς ἀναγο ρεύουσι. καὶ ὅμως ἄλλοι καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρη σκεύοντες αἰγύπτιοι, τοὺς τῶν ἄλλων ρύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσιν· σχε δὸ ν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θεῶν ἐστὶ θυσία· ὥστ’ ἂν αὐ τοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς, ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τε καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα θεοποιοῦσιν. ἤδη δέ τινες εἰς τοσαύτην ἀ σ έβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ανους ὧν εἰσὶ τύποι καὶ μορ φαὶ τοῖς παρ’ αὐτοῖς ψευδοθέοις, ση(μειωτέον) κατα σφάττειν καὶ θυσίας προσάγειν· καὶ οὐχ’ ὁρῶ σιν οἱ κακοδαίμονες, ὅτι τὰ σφαγιαζόμενα θύματα, ἀρχέτυπά εἰσιν τῶν ὑπ’ αὐτῶν πλα σθέντων καὶ προσκυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ανους · σχεδὸν γὰρ τὰ ὅ μοια τοῖς ὁμοίοις· ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσιν, καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσιν. σκῦθαι γὰρ οἱ καλούμενοι ταύριοι ση(μειωτέον) τῆ παρ’ αὐτοῖς παρθένω καλουμένη τοὺς ἀ πὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσιν τῶν ἑλλή νων εἰς θυσίας ἀναφέρουσιν· τοσοῦτον ἀσε βοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ανων · καὶ οὕτως ἐλέ γ χοντες τῶν θεῶν αὐτῶν τὴν ὡμότητα, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσεν, τούτους αὐτοὶ κατασφάττουσιν· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν τῆ ἑαυτῶν θηριώ δει ψυχῆ κατακρύπτουσιν. ἄλλοι δὲ τῶ ἄρει ση(μειωτέον) ἐπ ειδἂν ἐκ πολέμων ἐπανέλθωσιν καὶ νίκας φέ ρωσιν, τὸ τηνικαύτα εἰς ἑκατοντάδας διε λόντες τοὺς ληφθέντας, καὶ ἀφ’ ἑκάστης ἕνα λαμβάνοντες, τοσούτους κατασφάζουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξων ται· οὐ μόνον δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφοιτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυ σερὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δρᾶμα· καὶ γὰρ κ αὶ αἰγύπτιοι ἔθυον μὲν πάλαι τῆ ἥρα τοιαῦ τα σφάγια· φοίνικες δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ρωμαῖοι τὸν καλούμενον λατι άριον δία, ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν, αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις. ἀπὸ δὴ το ύτων τὰ κακὰ τοῖς ἀνθρώποις ανοις εἰς πλῆθος ἔφθα σεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασιν τοὺς ἑαυτῶν θε οὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρ θωμα τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομί ζουσι μίμησιν· ἔνθεν ἀνδροφονίαις καὶ τεκνο κτονίαις καὶ πάσαις ἀσελγείαις ἡττήθη σαν οἱ ἄνθρωποι ανοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις πά σης ἀσελγείας ἐστὶ μεστὴ· δι’ ὁμοιότητα τρό πων τῶν παρ’ αὐτοῖς θεῶν γιγνομένη· καὶ οὐ κ’ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελγεία μαρτυρούμενος. γυ ναῖκες γ’οὖν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκαθέζοντο ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῆ πορνεία τὴν θεὸν ἑαυτῶν ἱ λάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι καὶ μ ηκ’ ἔτ’ εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῆ μητρὶ μρι τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσιν· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ διάκονος παῦλος αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσι κὴν χρῆσιν εἰς τὴν παραφύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆ σιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐ τῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρσεσι τὴν ἀ σχημοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τ ὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσιν καὶ ἐλέγ χουσιν καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοι οῦτον εσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδί της, τὴν πορνείαν· καὶ ἐκ μὲν ρέας τὴν ἀ σέλγειαν· ἐκ δὲ ἄρεως τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθηκασιν, ἃ οἱ νόμοι μὲν κολάζουσιν· πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται· ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομί ζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖ σθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆ ρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ανους , καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέ ρους, καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρει; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ’ ἂν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεις, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεον θν . ἄλ λ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα· οὐκ’ἀρνήσονται καὶ αὐτοὶ· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ’ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων· πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν· καὶ σύμπασαν τοῦ ὑ γροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσιν μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχά νει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ανων ὑπεραίρει φύσιν· τῶ τὰ μὲν ἐν οὐρανοῖς ουνοις τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξ ιον οὖν καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆ σαι, καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουρ γὸν θεον θν · τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύον τα τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται ση(μειωτέον) μὲν οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομέ νην κτίσιν προσκυνοῦσιν καὶ θεοποιοῦσιν· καί τοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ανους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήσει ἂν καλῶς αὐ τοὺς ἡ τῶν μερῶν προσάλληλα χρεία· γνω ρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν καὶ ποιητὴν τὸν τοῦ λόγου πατέρα πρα · τῆ ἀναντιρρή τω προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησι καὶ ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ ουνοι διηγοῦνται δό ξαν θεοῦ θυ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ’ἀφανὴς, ἀλλὰ καὶ λίαν ἐναργής ἐστιν τοῖς τὸν ὀφθαλ μὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι· καὶ ἕκαστον ἰδία νοήσει, οἷον, ἥλιον καθ’ ἑαυτὸν μόνον, καὶ σελήνην χωρὶς, καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς· ἕκαστον ἐκλάβοι καθ’ ἑαυ τὸ καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μὴ ση(μειωτέον) δὲν ἱκανούμενον ἑαυτῶ, ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλή λων ἐπικουρίαις συνιστάμενα· ἥλιος μὲν γὰρ τῶ σύμπαντι οὐρανῶ ουνω συμπεριφέρεται καὶ ἐμ περιέχεται· καὶ ἑκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ’ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσιν τὴν παρὰ ἡλίου γιγνομέ νην αὐτοῖς ἐπικουρίαν. γῆ δὲ πάλιν, οὐκ’ ἄ νε υ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνε ται· οὐδὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρεί ας οὐκ’ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φανεί η καὶ συσταίη ποτέ· ὅ τε ἀὴρ οὐχ’ ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται· κ αὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ’ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ’ ἀφ’ ἑαυτῆς ἐρεί ρηται· αλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐ σίαν συνέστηκεν· εμπεριέχεται δὲ καὶ αὕτη· κα τὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός· ἥ τε θαλασσα καὶ ὁ ἔξωθεν περὶ ρέων τὴν σύμπα σαν γῆν μέγας ὠκεανὸς, ὑπὸ ἀνέμων κινεῖ ται καὶ φέρεται, ὅποι δ’ἄν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ’ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόν τας ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρως δια καύσεως καὶ θερμότητος ἐν αὐτῶ τῶ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσιν· π ερὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέ στηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν, ξηράν τε καὶ ὑγρὰν οὐσί αν τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίσταται· διαιρούμενα δὲ καὶ κα θ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα, κατὰ τὴν τοῦ πλεονάζον τος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γὰρ, ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυ γραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται. ση(μειωτέον) π ῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκεν· καὶ αὐτῶν ἀπαιτούν των παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θυ λόγος ἐστὶ μὴ δενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκ ει η καὶ πλήρη ἑαυ τοῦ· καὶ ἐν αὐτῶ τὰ πάντα συστήκειν· καὶ μᾶλ λον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι, πῶς ἥλι ον καὶ σεληνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ’ὄντα τοιαῦτα ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας ἀναγορεύειν ἄξιον θεούς. ἀ λλ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμ βανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συν ομολογοῦσιν, τῆς ἀποδείξεως ἐπ’ ὀφθαλ μῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα τὸ ὅλον, θεον θν εἶναι φήσουσιν· συστάντος γὰρ τοῦ ὅλου οὐκ’ἔτι μεν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῶ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὐτάρκες γενή σεται πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι· ἵνα καὶ εντεῦθεν ἐλεγχθωσιν· οὗτος δὲ ὁ λό γ ος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ με γάλης ἀπαιδευσίας οὐκ’ἔλαττον τῶν πρό σθεν ἀποδείξει· εἰ γὰρ τὸ καθ’ ἕκαστον συνα6φθὲν τὸ ὅλον ἀναπληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ὲν συνίσταται· τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη, καὶ ἕκαστον τοῦ ὅλου μέρη τυγχά νει· τοῦτο δὲ τῶν περὶ θεοῦ θυ ἐννοιῶν πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεος θς , ὅλον ἐστὶ καὶ οὐ μέρη· καὶ οὐκ’ εκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής. θ έα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέ στηκεν, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμ πλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ’ ἔστι σελή νη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ’ ἔστι γῆ· καὶ ἡ γῆ τυγ χάνει, οὐκ’ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκά στου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτο πίαν τοῦ τοιούτου αὐτῶν λόγου. τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν, καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλμὸς ο ὐκ’ ἔστιν ἀκοὴ· οὐδὲ ἡ ἀκοὴ χείρ οὐδὲ ἡ γαστὴρ ἐστι στέρνα· οὐδ’ αῦ πάλιν ὁ αὐχήν ἐστι ποὺς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα· συνημμένα μὲν ἔχοντα μέρη κατὰ τὴν χρεί αν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅτ’ἂν ἡ φύσις ἡ συνάξασα ταῦ τα διέλη, ὡς ὁ προστάξας θεος θς βούλεται, οὕτως συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συνά πτοντες εἰς ἓν σῶμα θεον θν ἀναγορεύσουσιν, ἀ νάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυ τῶ εἶναι ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πά λιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις α ὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεος θς ἀσώ ματός ἐστι καὶ ἀόρατος καὶ ἄψαυστος τῆ φύ σει, πῶς σῶμα τὸν θεον θν ἐπινοοῦσιν, καὶ τὰ φαι νόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαύομεν τῆ χειρὶ θρησκεύουσι τῆ θεοῦ θυ τιμῆ· καὶ πάλιν· εἰ ὁ περὶ θεοῦ θυ κρατεῖ λόγος δυνατὸν αὐτὸν εἶναι καταπάντα· καὶ μὴ δὲν μὲν ἑαυτοῦ κρατεῖν· αὐ τὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν· πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες οὐχ’ ὁρῶσιν αὐ τὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θυ ὅρου· ἥλιου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ ση(μειωτέον) σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῆ τοῦ φωτὸς λαμπηδό νι· καὶ γῆς μὲν τοὺς καρποὺς, πολλάκις χά λαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδά των πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερ βῆναι τοὺς ὅρους οὐκ’ἐπιτρέπει· καὶ αὐτὸ πά λιν ὑπὸ τοῦ μεθοπώρου κωλυόμενον τὰς ἰδί ας ὥρας ἐξέρχεσθαι. εἴπερ οὖν εἶσαν θεοὶ, ἔ δει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπι κρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖ ναι καὶ κοινᾶς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστερων χορὸν ἴσον ἔχειν τὸ φῶς καὶ τοῦτο πᾶσιν λάμπειν· καὶ πάν τα παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος· ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μεθόπωρον, ἀπα ραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίσγεσ θαι· καὶ κοινὸν ἀνθρώποις ανοις τὸ πόμα παρέχειν· ἔδει νηνενεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐ τῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοι νὴν καὶ μίαν ἀνθρώποις ανοις τὴν χρείαν παρέχειν· οὐ δὲ γαρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινεν θεῶν ὄντων κατ’ αὐτοὺς καὶ μὴ δὲν ἐπὶ βλάβη ἐπ’ ὠφελεία δὲ μᾶλλον πάντα ποιούντων εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν προς ἄλληλα ἐναντιότητα, πῶς οἴονται ταῦ τα ἀλλήλοις ἐναντία καὶ μαχόμενα· καὶ μὴ δυ νάμενα ἀλλήλοις συστῆναι ἔτι θεοὺς ὀνο μάζειν· ἢ θεοῦ θυ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα· πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέ χοιεν· καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρύτα νεις. οὔτε οὖν ἥλιος εἰκότως· οὔτε σελήνη· ο ὔτε ἄλλό τι μέρος τῆς κτίσεως· πολλῶ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῶ καὶ ταῖς ἄλ λαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιη ταῖς μυθολογούμενοι ζεύς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέ δειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη, τῆς κτί σεώς ἐστιν· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ μόνον ἄνθρωποι ανοι θνητοὶ γεγόνασιν· δι’ὃ κ αὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία, οὐκ’ εὐ σεβείας ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσε βείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλά νης ἔλεγχος ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεον θν γνώσεως, λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ὅ τε τοίνυν ταῦτ’ οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρεία πάσης ἀθεότητος οὖσα μεστὴ καὶ οὐκ’ἐπ’ ὠφελεία ἀλλ’ ἐπ’ ἀπωλεία τῶ βίω τῶν ἀνθρώπων ανων εἰσαχθεί σα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγ γείλατο τῆς πλάνης διελεγθχείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τοῦ παντὸς, τὸν τοῦ πατρὸς πρ λόγον, ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεον θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνησαν· τὰ μὲν προειρημένα, οὐδὲν ἕτερον, ἢ πλάνη τῶ βίω διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα θεον θν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ κατάληψιν· οὐκ’ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεος θς ὑπερ ἄνω πάντων, οὕτως καὶ ἡ προστοῦτον ὁδὸς πόρρωθεν ἢ ἔξω θεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστιν· καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν καθὼς καὶ μωϋ σῆς ἐδίδασκε λέγων· τὸ ρῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σου ἐστὶν. ὅπερ καὶ ὁ σωτὴρ σηρ ση μαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θυ ἐντὸς ὑμῶν ἐστιν· ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θυ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα, τοῦ πατρὸς πρ σωτήριον σριον λόγον· κ αὶ μὴ προφασιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μὴ δὲ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύτην ὁδὸν οὐκ’ἔχων· καὶ διὰ τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβή καμεν, καὶ ἔχομεν εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι, δι ὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροῖτο τίς ἂν εἴη αὕτη, φημὶ ση(μειωτέον) δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεος θς θεωρεῖσθαι καὶ νοεῖσθαι, ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεον θν ἠρνή σαντο· οὕτως καὶ ψυχὴν ἔχειν παραιτήσωνται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο προ τῶν ἄλλων λέ γοντες· οὐ γὰρ ἐχόντων ἐστὶ, νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεον θν . ὅτι μὲ ν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ανων ἔχει καὶ ταύτην λογι κὴν· καὶ τοῦτο ἀναγκαῖόν ἐστιν δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινὲς ἀ πὸ τῶν αἱρεσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμε νοι μὴ δὲν πλέον εἶναι τὸν ἄνθρωπον ανον , ἢ τὸ φαινόμε νον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθεί σης, φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσιν. πρῶτον ση(μειωτέον) μ ὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτὴν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν· ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ανον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι, καὶ ἐνθυ μεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν επιλογίζεσθαι, καὶ κρίσει τὸ κρειττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει, καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ· κ’ἂν μετὰ ταύτα τὴν βλάβην ἔχη· ὁ δὲ ἄνθρωπος ανος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ, ἀλλὰ τῶ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλά κις γ’οὖν ὁρμήσας, κεκράτηται τῶ λογισμῶ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰ σθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰ σθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ανων νοῦς. διατοῦτο γ’οὖν ὡς ἄλλος ὢν αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται ταῦ τα οὗτος διακρίνει· καὶ ἀναμιμνήσκει· καὶ δεί κνυσιν αὐταῖς τὸ κρεῖττον. ὀφθαλμοῦ μὲν γ άρ ἐστι μόνον τὸ ὁρᾶν, καὶ ὤτων τὸ ἀκούειν καὶ στό ματος γεύεσθαι· καὶ ρινὸς ὁδμῶν ἀντιλαμ βάνεσθαι· καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἅπτεσθαι δεῖ· καὶ γεύεσθαι καὶ ὁδμᾶσθαι· οὐκ’ ἔτι τῶν αἰσθήσεών ἐστιν· ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι· ση(μειωτέον) ἀ μέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ, καὶ δη λητηρίου γεύσασθαι τὸ στόμα ἀλλ’ οὐκ’ οἶδεν ὅ τι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνη· καὶ ἔοι κέν γε τὸ τοιοῦτο ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεω ρήσωμεν· λύρα καλῶς κατεσκευασμένη· καὶ τῶ ταύτην κρατοῦντι μουσικῶ μετ’ ἐπιστήμης· ὡ ς γὰρ αἱ ἐν τῆ λύρα νευραὶ ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν βαρὺν, ἡ δὲ ὀξὺν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονον, ἡ δὲ ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία, καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος, τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρ θὴ· ὅτ’ἂν ὁ κατέχων τὴν λύραν πλήξη τὰς νευρὰς καὶ ἁρμονίως ἑκάστης ἅψηται. τοῦ τον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῶ σώ ματι ὡς λύρας ἡρμοσμένων, ὅτ’ἂν ὁ ἐπιστή μων νοῦς αὐτῶν ἡγεμονεύη, τότε καὶ διὰ κρίνει ἡ ψυχὴ, καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ανων ἐστιν· καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ανων · ὧ χρωμένη διὰ λάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀλη θῶς ἄλλη παρὰ τὰ φαινόμενα ἐν τῶ σώματι ἐστίν. πολλάκις γ’οὖν κειμένου τοῦ σώματος ἐ πὶ γῆς, τὰ ἐν οὐρανοῖς ουνοις φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ανος καὶ πολλάκις τοῦ σώματος ἡρεμοῦντος καὶ ἡσυ χάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ανος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περὶ πατῶν καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς με θ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον, ἢ ψυ χὴ λογικὴ· ἐν ἧ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυ τὸν ὁ ἄνθρωπος ανος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώματος θνητοῦ κ ατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος ανος τὰ περὶ ἀ θανασίας, καὶ πολλάκις ἑαυτῶ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαί ρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ανος , ὥστε τῶν μὲν ἐμποδῶν καταφρονεῖν, εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα, οὐκ’ ἂν ἑαυτῶ περὶ ἑαυτοῦ τοιαῦτα λογίσεται· καὶ οὐκ’ ἂν τὰ ἔξωθεν αὐτοῦ λογίζοιτο· θνη τὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώ ματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πά λιν, ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος. καὶ γὰρ οὐκ’ ἔξω θεν ἀλλ’ ἔνδοθεν αὕτη τῶ σώματι ὡς ὁ μουσι κὸς τῆ λύρα ἐνηχεῖ τὰ κρείττονα. πῶς δὲ π άλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ση(μειωτέον) ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν ἀποστρέφονται, τὰ δὲ αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τὴν ἀκοὴν κατὰ φύ σιν οὖσαν ἀκουστικὴν ἀποκλείει τοῦ ἀκούειν· ἠ τις τὴν γεῦσιν καταφύσιν οὖσαν γευστικὴν κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα καταφύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τιν ὸ ό ς· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀπο στρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τίς ὁ ταῦ τα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνερ γῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστρα φὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλί ας, καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται. τα ῦτα γὰρ οὐδὲν ἕτερον ἢ ψυχὴν λογικὴν ἀπὸ δείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν, ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν· αλλ’ ὑπὸ τοῦ ση(μειωτέον) κρατοῦντος ἐλαύνεται· διὰ τοῦτο γ’οὖν καὶ νό μ οι μὲν ἀνθρώποις ανοις τὰ καλὰ μὲν πράττειν τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις ἀλό γιστα τα κακὰ καὶ ἄκριτα μένει· ἅτε δὴ τῆς λογικότητος καὶ τῆς καταλόγον διανοίας ἐκτὸς τυγχάνουσιν. εἶναι μὲν οὖν ψυχὴν ση(μειωτέον) λ ογικὴν ἐν ἀνθρώποις ανοις ἐκ τῶν προειρημένων νομί ζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ση(μειωτέον) ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῆ ἐκ κλησιαστικῆ διδασκαλία πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον, ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως, καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλάττειν αὐτ ὴ ή ν. εἰ γὰρ ἄλ λην αὐτὴν ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυ χὴν ἀθάνατον εἶναι τῶ μὴ εἶναι κατὰ τὸ σῶ μα· καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέ δεικται· καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀ κόλουθόν ἐστιν ὑφ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώ ματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα, ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀποθνήσκει τὸ σῶμα. εἰ μὲν οὖν καὶ αὐτὴ ὑπὸ τοῦ σώ μ ατος ἐκινεῖτο, ακόλουθον ἦν ἀναχωροῦν τος τοῦ κινοῦντος ἀποθνήσκειν αὐτὴν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλ λον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινου μένη, ἐξανάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερον ἐστιν· ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν ὅτε κινεῖται· καὶ τό τε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθά παξ ἐνεργείας αὐτῆς φανερώτερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τῶ σώματι ἐπιβέβηκε κ αὶ συνδέδεται τούτω, οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου καὶ μὴ κινουμένου· ἀλλ’ ὡς ἐν θανάτω κοιμω μένου, αὐτὴ κατὰ τὴν ἑαυτῆς δύναμιν ση(μειωτέον) γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου, μένου σα ἐν τῶ σώματι τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γη ΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ καὶ πρὸς αὐτοὺς ἀφικνεῖται, τῆ τοῦ νοῦ θαρροῦ σα καθαρότητι· πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος ὅτε ὁ συνδή σας αὐτὴν βούλεται θεος θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν. εἰ γὰρ καὶ συν δ εθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζω ὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώ ματος ζήσεται, καὶ οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεον θν διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ . διὰ τοῦτο γὰρ καὶ ἀθά ν ατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ, ἐπεὶ καὶ ἀ θάνατός ἐστιν· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰ σθήσεις· οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζο μένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνα τον εἶναι καὶ ἀεὶ ζῆν. αἱ γὰρ περὶ τῆς ἀ θα νασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐ τὴν ἀφίουσιν, μένουσαι ἐν αὐτῆ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι πρὸς ἀσφά λειαν τῆς ἀθανασίας· διὰ τοῦτο γ’οὖν καὶ τῆς περὶ θεοῦ θυ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐ τὴ ἑαυτῆς γίνεται ὁδός· οὐκ’ ἔξωθεν, ἀλ λ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θυ λόγου γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν καθά περ εἴρηται πρότερον· ὥσπερ τὸν θεον θν ἠρ νήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτως καὶ ψυχὴν οὐκ’ἔχειν λογικὴν νομίζοντες· αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν· ἐν ἀλόγοις καταριθμούμενοι, καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχον τες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειρα γωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν· καὶ ἐπὶ τῶ λογικῶ μέγα φρονοῦσιν εἰκότως τοῦτο ποιοῦντες, διὰ τί ὡς μὴ ἔ χοντες ψυχὴν παρὰ λόγον τολμῶσιν· καὶ οὐ κ’ ἃ δεῖ φρονεῖν, ἐ φρονοῦσιν· ἀλλὰ κρείττο νας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσιν· ψυχὴν ση(μειωτέον) γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεον θν ἐν τοῖς βλεπομένοις καὶ θνη τοῖς ἀπεικάζουσιν· ἢ διὰ τί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θυ , οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτόν· δύνανται γάρ ὥσπερ ἀπεστρά φησαν τῆ διανοία τὸν θεον θν · καὶ τὰ οὐκ’ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς· οὕτως ἀναβῆναι τῶ νῶ τῆς τὴν ψυχῆς καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεον θν · ἐπιστρέψαι δεδύνανται· ἐὰν ὃν ἐνεδύ σαντο ρύπον πάσης ἐπιθυμίας ἀπόθων ται· καὶ τοσοῦτον ἀπονίψονται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλό τριον τῆ ψυχῆ· καὶ μόνην αὐτὴν ὥσπερ γέγο νεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῆ θεω ρῆσαι τὸν τοῦ πατρὸς πρ λόγον καθ’ ὃν καὶ γεγόνα σιν ἐξ ἀρχῆς δυνηθῶσιν. κατ’ εἰκόνα γ ὰρ θεοῦ θυ πεποίηται· καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώ που τοῦ θεοῦ θυ λέγουσα· ποιήσωμεν ἄνθρωπον ανον κα τ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν. ὅθεν κ αὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ρύπον τῆς ἁ μαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως διαλαμπρυνθέντος τούτου, ὡς ἐν κατό πτρῳ θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρ τὸν λόγον· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα · οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦν τα ταύτης ἔξωθεν τὸν νοῦν· καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον, ἀλλ’ ἔστιν πάλιν καὶ ἀπὸ τῶν φαινο μένων τὴν περὶ τοῦ θεοῦ θυ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγ αθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος ανος ὁ θεος θς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γινομένων ψυχῶν· ἐπειδὴ ἀό ρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν· ἐπέ κεινα πάσης γενητὴς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλεν τὸ ἀνθρώπινον γέ νος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῶ τὰ μὲν ἐξ οὐκ’ ὄντων εἶναι· τὸν δὲ ἀγένητον. τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμη σε τῶ ἑαυτοῦ λόγω ὁ θεος θς · ἵν’ ἐπειδὴ τὴν φύ σιν ἐστὶν ἀόρατος κ’ἂν ἐκ τῶν ἔργων γι νώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ανοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁ ρώμενος γινώσκεται. καὶ οἷόν τι λέγουσιν π ερὶ τοῦ ἀγαλματοποιοῦ φιδίου ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας ἐμ φαίνειν καὶ μὴ παρόντα φιδίαν τοῖς ὁρῶσιν· οὕτως δεῖ, νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεον θν · κ’ἂν τοῖς τοῦ σώματος ὀφθαλμο ς μὴ θεωρῆ ται· οὐ γὰρ κατεχρήσατο τῆ ἀοράτω φύσει αὐτοῦ ὁ θεος θς · μή τις τοῦτο προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀ φῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμη σε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῆ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσ θαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημὶ· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν εἷς ἐστιν ὁ παῦλος· ρωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσε ως κόσμου τοῖς ποιήμασι, νοούμενα κα θορᾶται· λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑ μῖν ἄνθρωποι ανοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεον θν ζῶντα· ὃς ἐποίησεν τὸν οὐρανὸν ουνον καὶ τὴν γῆν καὶ τὴν θά λασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρωχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ’ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουρ γῶν· οὐρανό ουνο θεν ἡμῖν ὑετοὺς διδοὺς, καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τρο φῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. τί ς γὰρ ὁρῶν τὸν οὐρανοῦ ουνου κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τας θέσεις καὶ τὰς περιπολήσεις, ἐναντίας μὲν καὶ διαφόρους γιγνομένας· ἐν δὲ τῆ δια φορᾶ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην· οὐκ’ ἐνθυμεῖται ὅτι οὐκ’ αὐτὰ ἑαυτὰ· ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής. τίς δὲ ὁρῶν ἥλιον μὲν ἀνα τέ λλοντα μεθ’ ἡμέραν· σελήνην δὲ φαίνου σαν κατὰ νύκτα καὶ φθίνουσαν· καὶ πληρου μένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡ μερῶν ἴσον πάντως ἀριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν διατρέχοντα καὶ ποικίλως ἐναλλά ττοντα τοὺς δρόμους τὰ δὲ ἀπλανῶς κινούμενα· οὐκ’ ἂν ἔννοιαν λάβ η οι ὅτι πάν τως ἔστιν ὁ κυβερνῶν αὐτὰ δημιουργός. τί ς ὁρῶν τὰ ἐναντία τῆ φύσει, συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον· τίς ἰδὼν πῦρ ψυχρῶ· καὶ ξηρὸν ὑγρῶ κεκρα μένον, καὶ ταῦτα μὴ ἀντιστατουντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ’ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα. τίς ἰδὼν χει μῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μεθοπώρω· καὶ ὅτι ἐναντία ὄντα ταῦ τα τῆ φύσει· τὸ μὲν γὰρ ψύχει· τὸ δὲ καίει· τὸ δὲ τρέφει· τὸ δὲ φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ανοις ἀποτελοῦντα τὴν χρῆσιν· οὐκ’ἂν ἐννοήσειεν ὅτι ἔστιν τὶς κρείττων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσιν, καὶ κυβερνῶν τὰ πάντα, κ’ἂν μὴ βλέ πη τοῦτον. τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέ λας ὑποβασταζομένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ’ ἔννοι αν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστά ξαντος γενέσθαι. ἢ τίς ὁρῶν αὐτὴν τὴν γ ῆν βαρυτάτην οὖσαν τῆ φύσει, ἐπὶ τὸ ὕδωρ ἐδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον· οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιή σαντα θεον θν . τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γ ῆς καρποφορίαν, καὶ οὐρανόθεν ὑετοὺς καὶ ποταμῶν ἐπιρρύας καὶ πηγῶν ἀναβλύ σεις· καὶ ζώων ἐξ ἀνομοίων γονὰς. καὶ ταῦτα οὐκ’ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν εἴ ἴ σην καὶ ὁμοί αν παρ’ αὐτῶν ἀποτελουμένην ταξιν, οὐ κ’ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦ τα διακοσμησαμένη καὶ διέπουσα, ὡς ἂν αὐ τῆ δοκῆ μένουσα καλῶς. αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ’ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ, φύσει βαρὺ καὶ κάτω ρέον ἐστιν· αἱ δὲ νεφέλαι, κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσιν· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ πάλιν· ἡ μὲν γῆ βαρυτάτη ἐστιν· τὸ δ’ αὖ πάλιν ὕδωρ κουφότερόν ἐστιν ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται, ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ. κ αὶ τὸ μὲν ἄρρεν οὐ ταυτόν ἐστιν τῶ θήλει· καὶ ὅ μως εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέ ρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φ ᾶ ά ναι, τὸ ψυχρὸν τῶ θερμῶ ἐναντίον ἐστιν· καὶ τὸ ὑγρὸν τῶ ξηρῶ μάχεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν. οὐκ’ἂν ο ὖν μαχόμενα καὶ ἐναντία ὄντα τῆ φύσει ἑ αυτὰ συνήγαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτὰ· ὧ, καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούοντα, εἴκει καὶ πείθεται· καὶ οὐκ’εἰς τὴν ἑαυτοῦ φύσιν ἕκα στον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁ μόνοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν ὄν τα ἐναντία, τῆ δὲ τοῦ κυβερνῶντος βουλή σει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρίττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῶ ἐλαφρῶ· ἢ τὸ ξηρὸν τῶ ὑγρῶ· ἢ τὸ περιφερὲς τῶ ὀρθῶ· ἢ τὸ πῦρ τῶ ψυχρῶ· ἢ ὅλως ἡ θά λαττα τῆ γῆ· ἢ ὁ ἥλιος τῆ σελήνη· ἢ τὰ ἄ στρα τῶ οὐρανῶ ουνω · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμί γη καὶ συνῆλθεν, ανομοίου οὔσης τῆς ἑκά στου πρὸς τὸ ἕτερον φύσεως· ἢμελλε γὰρ καὶ μεγάλη στάσις γίγνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν καίοντος, τοῦ δὲ ψύχοντος· καὶ τοῦ μὲν βαρέως κάτω, τοῦ δὲ κούφου ἐκ τῶν ἐναν τίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φω τίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα ἐστασίασαν ἂν πρὸς ἑαυ τὰ· ὅτι τὰ μὲν ἀνωτέρω, τὰ δὲ κατωτέ ρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ οὐκ’ἂν παρε χώρησε τῆ ἡμέρα, ἀλλ’ ἔμενεν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. τ ούτων δὲ γιγνομένων, λοιπὸν ἦν ἰδεῖν οὐκ ἔ τι κόσμον, αλλ’ ἀκοσμίαν· οὐκ ἔτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ’ ἔτι σύστασιν, ἀλλὰ ἀσύστατον τὸ ὅλον· οὐκ’ ἔτι μέτρα, ἀλλ’ ἀμετρίαν· τῆ γὰρ ἑκάστου στάσει καὶ μάχη, ἢ πάντα ἀνηροῦντο· ἢ τὸ κρατοῦν μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυεν· μό νον γὰρ γενόμενον καὶ λειπόμενον τῆ τῶν ἄλλων χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποὺς καὶ μόνη χεὶρ ἀπομεί νασα, οὐκ’ἂν ἔσωσεν ἐν αλλω τὴν τοῦ σώμα τος δόξαν. ὁλόκληρον τὸ σῶμα· πο ῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία εἰ μόνος ἦν ὁ οὐρανὸς ουνος χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ ουνου . τί δὲ κα ὶ χρήσιμον εἰ μόνη θάλαττα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ανος ἐφάνη· ἢ ὅ λως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυ τὰ στασιαζόντων· καὶ ἑνὸς ὄντος τοῦ κρατοῦν τος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμά των σύστασιν ἀρκεῖν· οὐκ’ἂν γὰρ ἐκ μόνου θερμοῦ ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ· ἢ ξηροῦ συνέστη τί τῶν ὅλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν ἠδυνήθη ἂν συστῆ ναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν. ἐπεὶ οὖν οὐκ’ ἀταξία ἀλ λὰ τάξις ἐστὶν ἐν τῷ παντὶ· καὶ οὐκ’ἀμετρία ἀλλὰ συμμετρία· καὶ οὐκ’ἀκοσμία ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦ τα συναγαγόντος καὶ συσφί γ ξαντος καὶ συμφω νίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κ’ἂν εἰ μὴ γὰρ τοῖς ὀφθαλμοις ὁρᾶται, ἀλλ’ ἀπὸ εἰ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐννοεῖν ἐστιν τὸν τούτων ἄρχοντα καὶ κοσμήτο ρα καὶ βασιλέα· ση(μειωτέον) ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν κ αὶ διαφόρων ἀνθρώπων ανων συνεστῶσαν, μικρῶν καὶ με γάλων· καὶ πλουσίων αὖ καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων, καὶ ἀρρένων καὶ θηλει ῶν· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῆ διαφόρους μὲν ὄντας ὁμονοοῦν τας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γε ρόντων γιγνομένους, ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέ ποιμεν πάντως εννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει, κ’ἂν μὴ ὁρῶμεν αὐτὸν· ἡ μέν γὰρ ἀταξία ἀναρ χίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τ οῦ ὸν ἡγεμο νεύοντα δείκνυσιν· καὶ γὰρ καὶ τὴν ἐν τῶ σώμα τι ση(μειωτέον) τῶν μελῶν πρὸς ἑαυτὰ συμφωνίαν ὁρῶν τες, ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῆ ἀκοῆ· οὐ δὲ ἡ χεὶρ τῶ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χ αν ἀστασιάστως, ἐννο οῦμεν ἐκ τούτου πά εἶναι ψυχὴν ἐν τῶ σώματι τὴν τούτων ἡγεμονεύουσαν κ’ἂν μὴ βλέπωμεν αὐτὴν· οὕτως ἐν τῆ τοῦ παντ ω ο ς τάξει καὶ ἁρμονία τὸν τοῦ παντὸς ἡγεμόνα νο εῖν ἀνάγκη θεον θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία· οὐ πολλο ύ ὺ ς ση(μειωτέον) ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυ σι λόγον. οὐκ’ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κ τίσεως ἄρχοντες ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυ τοῦ βο ησιν τὰ πάντα, καὶ μαχομένου πρὸς τὸν ἕτερ ν· ση(μειωτέον) ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεό η α θεότητα εἶναι· οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὼν ὁ ἄρχων, ἀλλ’ ἦν ἀναρχί α παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἐστιν ἄρχων, ἐκεῖ πάντος ἀταξία γίνεται· καὶ ἔμπαλιν· ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσιν· καθάπερ γ ὰρ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης καὶ θαυ μάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνη ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ’ ἑαυτὴν κινεῖν τὴν λύραν· αλλ’ οὐδὲ ὑπὸ πολ λῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμό νιον συμφωνίαν κεράσαντα τῆ ἐπιστήμη κ’ἂν μὴ τοῦτον βλέπη, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῶ κόσμω παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κά τω πρὸς τὰ ἄνω στασιαζόντων, ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστιν τὸν ἄρχοντα καὶ βασιλέα τῆς πάσης κτί σεως τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτί σεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυο ῦ ύ σης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστιν τοῦτο, τὸ μὴ πολλοὺς ’ ἕνα εἶναι τὸν ση(μειωτέον) κόσμον· ἔ αν πολλοὶ θεοὶ, πολλοὺς εἶ τοὺς κόσμους οὔτε γὰρ ὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα. πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιη σάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπε τελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυ χὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποι εῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ’ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῶ θω δὲ λέγειν εἶναί τι ἐλλειπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἔστιν· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ανοις οὐκ’ ἄν τις εἴ ποι τέλειον, ἀλλ’ ἀσθενῆ εἰ μὴ μόνος ἀλ λὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον. εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτε λέσαι, οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον, εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο ἵνα μὴ ὡς ἀδύνατος ὑπονο ηθῆ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς τῶν ἀτοπωτάτων ἐστίν. ἔπειτα· εἰ ἕκαστος ἱκ ανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία πολλῶν, ἑνὸς αὐτάρκους γινομένου ἄλλως τε ἀσε βὲς καὶ ἄτοπον εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει, οἱ δὲ ντες διάφοροι καὶ πολλοί· λόγου ὄντος φυσικοῦ· τὸ ἓν καὶ τέλει ον τῶν διαφόρων κρεῖττον εἶναι. καὶ τοῦτο δ ὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγε γόνει, διαφόρους εἶχεν καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῶ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶ χε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾶ κα θάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσ μία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευσεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ ση(μειωτέον) πολλῶν κρουομένη, σύμφωνον ἀποτελέ σει τὸν ἦχον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης. οὐκ’οὖν μιᾶς οὔσης τῆς κ τίσεως, καὶ ἑνὸς ὄντος κόσμου, καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύ της βασιλέα καὶ δημιουργὸν κύριον κν · διὰ τοῦ το γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμ παντα κόσμον πεποίηκεν, ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήμα τος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. κ αὶ οὐχ’ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς διὰ τοῦτο καὶ εἷς ἐστιν το γὰρ καὶ ἄλλους κόσμους ποιῆσ ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴ η οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δη λῶσαι καὶ λέγειν· ἵνα μὴ τῇ περὶ τούτον ἀ γνοία πλανηθεὶς τὶς ἕτερον ὑπολάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότη τα ἐμπέση· νομίζω δὲ μηδένα περὶ τού του τὴν διάνοιαν ἀμφίβολον ἔχειν. εἰ γὰρ δ ὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς οὐκ’εἶναι θεοὺς ὁ λόγος ἔδειξεν· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξεν πλανωμέ νους· ση(μειωτέον) καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολα τρείαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀ πέδειξε ἀνάγκη πᾶσα τούτων ἀναιρου μένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμε νον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι θεὸν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως κύριον κν · καὶ πάσης ὑποστάσεως δημιουργόν. τίς δὴ οὖν ἐστιν οὗ τος, ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πά σης γενητῆς οὐσίας ὁ τοῦ χριστοῦ χῦ πατὴρ πηρ ὅστις καθάπερ ἄριστος κυβερνήτης, τῆ ἰδία σοφία καὶ τῶ ἰδίω λόγω· τῶ κυρίω κω ἡμῶν καὶ σωτῆρι σρι χριστῶ χω , τὰ πανταχοῦ διακυβερνᾶ σωτηρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῶ καλῶς ἔ χειν δοκῆ· ἔχει δὲ καλῶς ὡς γέγονεν καὶ ὁρῶ μεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο oὐκ’ ἄν τις ἀπιστήσειεν. εἰ μὲν γὰρ ἄ λογος ἦν ἡ τῆς κτίσεως κίνησις καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγω καὶ σοφία καὶ ἐπιστήμη συν έστηκεν· καὶ παντὶ κόσμω διακεκόσμηται· ἀ νάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦ τον, οὐκ’ἄλλον τινὰ ἢ λόγον εἶναι τοῦ θεοῦ θυ · λόγον δέ φημι· οὐ τὸν ἐν ἑκάστω τῶν γενομένων συμ πεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερ ματικόν τινες εἰώθασι καλεῖν· ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐ δὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλ λαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θυ τῶν ὅλων ζῶντα καὶ ἐ νεργῆ θεον θν αὐτολόγον λέγω· ὃς ἄλλος μ ὲ έ ν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρ ὑπάρχει λόγος ὃς τόδε τὸ πᾶν διεκόσμησεn καὶ φωτίζει τῆ ἑαυτοῦ προνοία· ἀγαθοῦ γὰρ πατρὸς πτρ ἀγαθὸς λό γος ὑπάρχων, αὐτὸς τῆς τῶν πάντων διε κόσμησε διάταξιν· τ ἐναντία τοῖς ἐναν τίοις συνάπτων· ἐ ίαν διακοσμῶν ἁρμονίαν· οὗτος θ θεοῦ θυ σοφία ὢν οὐρανὸν ου νον μέν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην, τῶ ἰδίω νεύματι ἤδρασεν τούτω φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτο καὶ τὸ ὕδωρ ἐπι νεφελῶν κρεμᾶται· καὶ ὑε τοὶ τὴν γῆν ἐπικλύζουσιν· καὶ ἡ μὲν θάλαττα περιορίζεται, ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θυ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδει ξιν ὅτι πάντα λόγω καὶ θεοῦ θυ σοφία συνέστηκεν καὶ οὐκ’ἂν ἡδράσθη, τί τῶν γενομενων εἰ μὴ λό γω ἐγεγόνει· καὶ λόγω τῶ θείω καθάπερ ἐλέ χθη. λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ανων ὁμοι ό τητα ὥσπερ εἶπον ἐστὶν συγκείμενος ἐκ συλ λαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρ ἐστιν εἰκὼν ἀ παραλλακτος· ἄνθρωποι ανοι μὲν γὰρ ἐκ μερῶν συγ κείμενοι καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι συγκείμεν ν ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ, θεος θς ὤν ἐστι καὶ οὐ σύνθετος· δι’ὃ καὶ ὁ τού του λόγ ς, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μο νογενὴς θεος θς ὁ ἐκ πατρὸς πρς · οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θυ λό γος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐ κ’ἄλλως ἔπρεπεν ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστιν· τῶν μὲν γὰρ γενητῶν ἐστὶν ἡ ἡ φύσις ἅ τε δὴ ἐξ οὐκ’ὄντων ὑποστᾶσα ρευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεος θς , ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶν· δι’ὃ καὶ φιλ άνθρωπός ανος ἐστιν· ἀγαθῶ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τῶ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶ ναι βούλεται· ἵνα καὶ φιλανθρωπεύσθαι δύνη ται. ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν ὅ σον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ρευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον, τού του ἕνεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδίω λόγω ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ’ἀφῆ κεν αὐτὴν τῆ ἑαυτῆς φύσει φέρεσθαι καὶ χει μάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύση πάλιν εἰς τὸ μὴ εἶναι. ἀλλ’ ὡς ἀγαθὸς τῶ ἑαυτοῦ λόγω κ αὶ αὐτῶ ὄντι θεῶ θω , τὴν σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῆ τοῦ λόγου ἡγεμονία καὶ προνοία καὶ διακοσμήσει φωτιζομένη ἡ κτί σις, βεβαίως διαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνου σα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄ ρα πάθη ὅπερ ἂν ἔπαθεν εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστιν γὰρ εἰκὼν τοῦ θεοῦ θυ τοῦ ἀοράτου· πρωτότοκος πάσης κτί σεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. α ὐτὸς γ’οὖν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρ λόγος ἐπιβὰς τοῖς πᾶσι, καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα· πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφιγγει· μὴ δὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς, ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον ἰδία, καὶ ἀθρόως μοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλά ττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας αἵπερ εἰ ι θερμὴ καὶ ψυχρὰ, καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγ εραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονί αν· δι’ αὐ ν καὶ τὴν αὐτοῦ δύναμιν, οὔτε τὸ πῦρ τῶ ψυχ μάχεται, οὔτε τὸ ὑγρὸν τῶ ξηρῶ· ἀλλ’ ὡς φίλ καὶ ἀδελφὰ τὰ καθ’ ἑαυτὰ ὄντα ἐναν τία, συ ελθόντα ὁμοῦ, τά τε φαινόμενα ζω ογονοῦ ιν· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τούτω τῶ θεῶ θω λόγω πειθόμενα· τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς ουνοις συ νίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾶ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· κα ὶ ἵνα μὴ τὸ καθ’ἕκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομέ νων, ὃ μὴ ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστη κεν· ἥ φησὶν καὶ ὁ θεολόγος ἀνήρ· ἐν ἀρχῆ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεον θν , καὶ θεος θς ἦν ὁ λό γος· πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδ ε έν. οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁ ρμοσάμενος, καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῆ τέχνη συναγαγὼν. ἓν τὸ σημαι νόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θυ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῶ ουνω τοῖς ἐν ἀέρι, καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων, καὶ περιάγων τῶ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀπο τελεῖ καλῶς καὶ ἡρμοσμένως αὐτὸς μὲν ἀκί νητος μένων παρὰ τῶ πατρὶ πρι , πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει ὡς ἂν ἕκαστον τῶ ἑαυτοῦ πατρὶ πρὶ δοκῆ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεό τ ητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῶ αὐτῶ νεύματι πάντα ὁμοῦ· καὶ οὐκ’ἐκ διαστημάτων ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω, τὰ μέσα, τὰ κάτω, τὰ ὑγρὰ, τὰ ψυχρά, τὰ θερμά, τὰ φαινόμενα καὶ τὰ ἀόρατα πε ριάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁ μοῦ γὰρ τῶ αὐτῶ νεύματι αὐτοῦ· τὸ μὲν ὀρθὸν ὡς ὀρθὸν, τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται· καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύ σεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγμα τος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰ όνι χοροῦ μεγάλου. ὡς τοίνυν τοῦ χο ροῦ συνε ῶτος ἐκ διαφόρων ἀνδρῶν, παί δων, γυν ικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τ ῦ καθηγεμόνος σημαίνοντος· ἕ καστος μ ν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύνα μιν φων ὁ μὲν ἀνὴρ ὡς ἀνήρ· ὁ δὲ παῖς ὡς παῖς· ὁ δ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάντες δ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ μᾶς ψυχὴ ἐν ταυτῶ τὰς ἐν ἡμῖν αἰ σθήσεις τὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε πα τος πράγματος ἑνὸς, τὰς πάσας ὁ ῦ κινεῖ αι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν· τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴ ὄσ ρησιν ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσι γε εσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα έλη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας πε ριπατεῖν ἢ ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον σημανθῆ, ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πόλει καὶ οἰκονομουμένη ἐπὶ παρουσία τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρ χοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμενοι πάντες, οἱ μὲν ἐπὶ τὴν γεωργίαν, οἱ δὲ ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευ σόμενοι σπεύδουσιν· ἄλλος δὲ σιτησόμενος προέρχεται· καὶ ὁ μὲν ἐπὶ τὴν βουλὴν βαδίζει ὁ δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δι καστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θε σμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνί της ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τε κτονεύειν· ὁ ιατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰ κοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει, ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἀ αστρέφονται· οἱ δὲ ἀπὸ τῆς πόλεως ἐξέρχ νται· καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· π ντα δὲ ταῦτα τῆ παρουσία τοῦ ἑνὸς ἄρχο τος καὶ τῆ τούτου διατάξει γίγνονται καὶ συνίσ αται· κατὰ ταῦ τα δὴ καὶ ἐπὶ τῆς συμπάσης τίσεως, κ’ἂν μι κρὸν ἦ τὸ παράδειγμα· ὅμ ς μείζονι δια νοία χρὴ νοεῖν. ὑπὸ γὰρ μι ς ριπῆς νεύμα τ ός τινος τοῦ θεοῦ θυ λόγου, ὁμοῦ τὰ πάντα διὰ κοσμεῖται, καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμ μία τάξις ἀποτελεῖ ται· νεύματι γὰρ καὶ τ ς δυνάμεσι τοῦ ἐπιστα τοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θεί ου καὶ πατρι πρι κοῦ λόγου· οὐρανὸς ουνος μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δε σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· καὶ ἄνεμοι πνέουσιν· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵ σταται· ἡ θάλαττα κυμαίνει, καὶ τὰ ἐν αὐτῆ ζῶ α τρέφ αι· ἡ γῆ ἀκίνητος μένουσα καρ ποφορεῖ· καὶ ὁ ἄνθρωπος ανος πλάττεται καὶ ζῆ πάλιν· καὶ θνήσκει· ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖ ται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀνα βλύζουσιν· ποταμοὶ πλημμυροῦσιν· καιροὶ καὶ ὧραι αραγίγνονται· ὑετοὶ κατέρχον ται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύ αλλος πήγνυται· πετεινὰ ἵπτα ται· ἑρπε πορεύεται· ἔνυδρα νήχεται· θά λαττα πλ εται· γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους και οὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν νεάζει, τὰ δὲ πεπαίνεται· τὰ δὲ αὔ ξοντα γιρ σκει καὶ φθίνει· καὶ τὰ μὲν ἀφανί ζεται· τὰ δὲ γεννᾶται καὶ φαίνεται. πάν τα δὲ ταῦτα καὶ ἔτι πλείω τούτων, ἃ διὰ τὸ πλῆ θος οὐκ’ἰσχύομε μεῖς λέγειν, ὁ παραδοξο ποιὸς τ ῦ θεοῦ θυ λόγος φωτίζων καὶ ζωοποιῶν τῶ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ’ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρ χων συμπεριλαβὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῶ ἑαυτοῦ νεύματι καὶ τῆ ἑαυ τοῦ προνοία· καὶ τούτου οὐκ’ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῆ αὐτ οῦ ῆ προ νο ία καὶ σώματα μὲν αὔξει· ση(μειωτέον) ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω άλιν α τὸς ὁ τοῦ θεοῦ θυ λόγος ἑνὶ καὶ ἁπλῶς νεύματι ῆ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τας αορά τους δυνάμεις κινεῖ καὶ συν χει· ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς. ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ πὶ πάντων ἡγε μών τε καὶ βασιλεὺς καὶ σύστα ις γινόμενος τῶν πάντων, τὰ πάντα πρ ς δόξαν καὶ γνῶ σιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γιγν ω ο μένων ἔργων αὐτοῦ διδά σκων καὶ λεγων· ἐκ μεγέθους καὶ καλλονῆς κτι σμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεω ρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐ νον καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄ στρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διὰ ω ο κοσμοῦντα λόγον· οὕτως νοοῦντας λόγον θεοῦ θυ · νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεὸν θεοῦ θυ · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρ ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ανων , ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν καὶ τῶ λόγω ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῶ λογισμῶ, πολλῶ πλέον μ ζονι φαντασία κρίτω ὑπερο χῆ τοῦ λόγου τὴ ῶντες, ἔνν ν λαμβάν αὐτοῦ ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἐ ἑώρα κε τὸν πρ ταῦτα πνευστος γρ αφὴ φανερώτερον εῖζον κηρύτ τει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς κότες, ταῦ τά σοι γράφομεν· καὶ σὺ ταύτ ἐντυγχάνων, δυνήση τῶν λεγομένων ἔχει τὴν πίστιν· λό γος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναν τίρρητον ἔ ει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν πε ρὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προη σφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῶ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῶ οὐρανῶ ουνω ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέ ως σημαίνει λέγων· τὰ εἴδ α τῶν ἐθν ν ἀργύριον καὶ χρυσίον ἔρ γα χειρῶν ἀνθρώπων ανων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ’ ὄψονται· ὦτα ἔχου σι καὶ οὐκ’ἀκούσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλα φήσουσιν· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· ο ὐ σεσιώπηκε δὲ τὴν περὶ κτίσεως δι δασκαλίαν· αλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῶ κάλλει τούτων ἀπὸ βλέψαντες οὐχ’ ὡς ἔργα θεοῦ ἀλλ’ ὡς θεοὺς θρη σκεύσωσ ασφα ίζεται το ς ἀνθρώπους ανους λέ ων· καὶ τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν καὶ πάντα τὸν κό πλαν προσκυνή σης νειμε ὁ θεος θς σου πᾶσι τοῖς ἔθνε κάτω τοῦ οὐρανοῦ ουνου · ἀπέ νειμε δὲ εἶναι θεοὺ αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα ούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶ νῶν τὸν τῶν πάντων δημιουρ γὸν θεον θν ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πά λαι λαὸς κατὰ πλεῖον εἶχε τὴν διδασκαλί αν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· αλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θυ γνῶσιν. καὶ καθόλου δὲ τοὺς ἀνθρώπους α νους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀ λόγου ση(μειωτέον) φαντασίας ἀφέλκων φησίν· οὐκ’ἔσον ταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ’ ὡς ὄν των δὲ θεῶν, ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τι τὸν ἀληθινὸν ἀποστρα φεὶς θεον θν , ἑαυτῶ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξη ται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγρα φεῦσιν ὀνομασθέντες, καὶ δειχθέντες οὐκ’ὄν τες θεοί. καὶ αὐτὴ δὲ ἡ λέξις, τὸ μὴ εἶναι αὐ τοὺς θεοὺς δείκνυσιν, δι’ ἧς φησὶν· οὐκ’ἐσον ταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαί νεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ’ἔστι τότε ὅτε ταῦτα λέγεται. ἆρ’ οὖν ἀνελὼν τ ὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα σεσιώ πηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ανων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι· οὐχί γε· ἀλ λὰ καὶ προαπαντᾶ τῆ διανοία λέγουσα· ἄ κουε ἰσραὴλ ιηλ , κύριος κς ὁ θεος θς σου, κύριος κς εἷς ἐστιν· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν σου ἐν ὅλη τῆ καρδία σου, καὶ ἐν ὅλη τῆ ἰσχύϊ σου· καὶ κύριον κν τὸν θεον θν σου προσκυνήσεις καὶ αὐτῶ μόνω λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήση. ὅτι δὲ καὶ ἡ δι ὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται· ἀρκεῖ τὰ νῦν λεγόμε να δεῖξαι τοῦ λόγου τὴν πίστιν· ἧ φασιν οἱ θεο λόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ δια μένει· τῆ διατάξει σου διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῶ θεῶ θω μῶν ἐν κιθάρα· τῶ περιβάλλοντι τὸν οὐρανὸν ουνον ἐν νεφέλαις· τῶ ἑτοι μάζοντι τῆ γῆ ὑετόν· τῶ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῆ δουλεία τῶν ἀνθρώπων ανων · καὶ διδόν τι τοῖς κτήνεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν, ἢ δι’ οὗ καὶ πάντα γέγονεν· δι’ οὗ γὰρ γέγονεν δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἔστι πρό νοια. τίς οὖν ἂν εἴη οὗτος, ἢ ὁ τοῦ θεοῦ θυ λόγος πε ρὶ οὗ καὶ ἐν ἑτέρω λέγει· τῶ λόγω κυρίου κυ οἱ οὐρανοὶ ουνοι ἐστερεώθη πνεύματι πνι τοῦ στόματος αὐτοῦ πᾶ ἡ δύν καὶ γὰρ τὰ πάντα ἐν ενόμενα διαλέγεται· ἀ φ’ ὧν θει λέγουσα· αὐτὸς εἶπεν καὶ ἐγε τὸς ἐνετείλατο καὶ ἐκτί σθησαν· κ καὶ ὁ πάντα μέγας μωυσῆς ἐν ἀρχῆ οσμοποιίας βεβαιοῖ τὸ λε γόμενον γούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεος θς ποιήσωμεν ἄνθρωπον ανον κατ’ εἰκόνα ἡμετέ ραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ ουνου καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν αὐτῶ εἶ πεν ὁ πατήρ πηρ · γενηθήτω ὁ οὐρανὸς ουνος καὶ συναχθήτω τὰ ὕδατα, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάν ν καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαί ους ἄν τις ἐλέγξειεν οὐ γνησίως ἐφιστάνον τας ταῖς γραφαῖς τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτ ὺς ὡμίλει ὁ θεος θς · ἵνα καὶ προστάτ των λαλῆ. εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν ἀλλ’ ἔμελλε γίγνεσθαι· οὐδεὶς δὲ τῶ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τῶ μηδέπω γενομένω προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέττατεν ὁ θεος θς , ἔδει λέγειν αὐτὸν γενοῦ οὐρανὲ ουνε καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ανε . νῦν δὲ τοῦτο μὲν οὐκ’ἐποίησεn· προστάττει δε λέ γων· ποιήσωμεν ἄνθρωπον ανον · καὶ ἐξελθέτω βοτά νη· ἀφ’ ὧν δείκνυται θεος θς ὡς πλησίον τινὶ δια λεγόμενος περὶ τούτων· οὐκ’οὖν ἀνάγκη συνεῖναί τινα τούτω· ὧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεον θν ὁμιλεῖν· ἢ τῶ ἑαυ τοῦ λόγω· ἢ τίς τούτω συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν ἢ ἡ τούτου σο φία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν ουνον καὶ τὴν γῆν συμπαρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ ουνου καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ γενητὰ συμπεριλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων ἐδημιούργει τὸ πᾶν, καὶ συνίστη· καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρος πρ τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποιεῖ· ἧ φησιν καὶ ὁ σωτήρ σηρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέ ναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταὶ· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα καὶ ἀλη θινὸς υἱος υς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦ τα ὢν· οὐδὲ ἔξωθεν ἐπὶ γενομένων τού των αὐτῶ κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λο γικοὺς ἐν αὐτῶ γινομένους, ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρος πρ ἐστιν· αυτοφῶς· αὐτοἀλήθεια· αὐτοδικαι οσύνη· αὐτοαρετή, καὶ μὴν καὶ χαρακτὴρ· καὶ ἀ παύγασμα καὶ εἰκών· καὶ συνελόντι φρά σαι· καρπὸς παντέλειος τοῦ πατρος πρ ὑπάρ χει· καὶ μόνος ἐστὶν υἱος υς εἰκὼν ἀπαράλλα κτος τοῦ πατρος πρ . τίς οὖν ἄν τις ἐξαριθμή σ ειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρος πρ λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν, αὐτοα γιασμὸς καὶ αὐτοζωή· καὶ θύρα· καὶ ποιμήν· καὶ ὁδός· καὶ βασιλεύς· καὶ ἡγεμών· καὶ ἐπὶ πᾶσιν σωτήρ· καὶ ζωοποιός· καὶ φώς· καὶ πρό νοια τῶν πάντων. τοιοῦτον ἄρα ἀγα θ ὸν καὶ δημιουργὸν υἱον υν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πηρ , οὐκ’ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέ κρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀπο καλύπτει τοῖς πᾶσι· διὰ τῆς τῶν πάντων δι’αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῶ δὲ καὶ δι’ αὐτοῦ· καὶ ἑαυτὸν ἐμφαίνει καθὼς ὁ σωτὴρ σηρ φησὶν· ἐγὼ ἐν τῶ πατρὶ πρι καὶ ὁ πατὴρ πηρ ἐν ἐμοί· ὥστε ἐξ ανάγκης εἶναι τὸν λόγον ἐν τῶ γεν νήσαντι·,καὶ τὸν γεννηθέντα σὺν τῶ πατρὶ πρι διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος, ἀλλὰ καὶ οὐρανοῦ ουνου καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ανοι παράφρονες παραγκωνισάμενοι τὴν προστοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ’ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θυ , τὰ μὴ ὄντα ἐθεοποίησαν· τῆ κτίσει παρὰ τὸν κτίσαντα λατρεύ ον σαν τες· πρᾶγμα πάσχον τες ἀνόητον καὶ δυσσεβές. ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειεν· καὶ τὰ ἐν τῆ πόλει δημιουργήματα καταπλα γεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοί η, τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι. ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμέ νοι· πῶς γὰρ ἂν ἔγνωσαν ὅλως οἰκοδομὴν, ἢ ναῦν, ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασα μένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος. ὥσπερ οὖν ὁ ταῦτα λο γιζόμενος μαίνεται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν· οὕτως οὔ μοι δοκοῦσιν ὑγιαί νειν τὴν διάνοιαν οἱ τὸν θεον θν μὴ ἐπιγινώ σκοντες καὶ τὸν τούτου λόγον μὴ θρησκεύ οντες τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ιν χριστον χν · δι’ οὗ τὰ πάντα ὁ πατηρ πηρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων. εἰς ὃν σὺ τ ὴν πίστιν ἔχων καὶ τὸ θεοφιλὲς ὦ φιλοχριστε· χαῖρε καὶ εὔελπις γίνου, ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασι λεία οὐρανῶν ουνων ἐστὶν ὁ καρπός· μόνον ἐὰν κα τὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημέ νη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολι τευομένοις ἐστὶν τὸ ἔπαθλον ζωὴ αἰώνιος· οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀ ρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγνωστος ἐν ἡμέρα κρί σεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΕΙΔΩΛΩΝ ΕΥΡΕ ΣΕΩΣ ΤΕ ΚΑΙ ΠΛΑΝΗΣ