ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται· ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον οὐχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπροτέ ραν ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένῳ μὲν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴ σεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερ σὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖoν ἐστὶν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγή σηται· μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι· ὁποῖα δια βάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον· ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ᾧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλον τες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν· πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ· εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν· ἐχλεύαζον τὸ τηλικοῦτο· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνω σκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην· ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου πᾶσα μὲν εἰδωλολα τρία καθῃρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτῳ ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώ σκεται ὁ πατὴρ πηρ · καὶ οἱ μὲν, ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς· εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινον ἀνίνόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀνα βάντα· πάσχειν δὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον· ὡς εἴ τις τὸν μὲν ἥ λιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς. καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτω θείου πράγματος ὄντος τοῦ τὴν οἰ κουμένην πᾶσαν τὴν αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος, εἶναι θεὸν θν καὶ θεοῦ θῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρότερον διελέγξαντες τὴν τῶν πιστῶν ἀμαθίαν· ἵνα τῶν ψευ δῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψῃ· καὶ θαρρῇς καὶ αὐτὸς ὦ ἄνθρωπε ανε ὅτι ἀληθείᾳ πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης. πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σοι πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι. ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς · ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ τὸ ἀνθρώπινον ἀνίνον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτὲ ἀποστῇ· μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήσῃ· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλῇ τῷ θείῳ. ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς προς εἰκόνα· τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκ πλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὴν εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων . οὐδέ τι τῆς ἐκ τούτων ἐπι θυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾷ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλῶττα ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντῳ παρρησίᾳ τὸν νοῦν ἐσχη κέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοη τῶν θεωρίᾳ, ἣν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τρο πικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ καὶ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ αὐτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριός κς φησὶ· μακά ριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύα σε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειτ τόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθή σεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατα νοοῦντες· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις· καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν· τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνά μεως. τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἄνθρωπου ἄνου ἀληθές· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί· κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλίᾳ τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες ᾐσχύνθησαν. οὐκ ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος. εἶτα οἷα φιλεῖ γί νεσθαι· ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαμβάνοντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι· καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυ μιῶν, φοβεῖται τὸν θάνατον· καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνερ γείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονὴν· πλανηθεῖσα, κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνό μισεν εἶναι τὴν ἡδονὴν· αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς· καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπατώντων· νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν (ψ)υχὴ εὐκί (ν)ητος ἔστιν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος. εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν, μεταποιεῖ· καταχρωμένη τούτῳ εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐ τεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γᾶρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι εἴς τε καλὸν ()ται καὶ δτ. τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι, τὰ καλά· οὐκ ὄντα δὲ, τὰ φαῦλα. ὄντα δέ φημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα· ἀνα πέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουρ γόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς θεὸν θν εὐχῆς, ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως· λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία. εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα καὶ τούτῳ καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη. καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνή παρεγγυᾷ· πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν, εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νο μικῆς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίαν καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικι λίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα· κακία καὶ ἁ αἰτία κα(κίας) οὐδεμία ἐστιν μαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀπο στροφή. ὡς γὰρ ἐὰν ἡνίοχος, ἐπιβὰς ἵπποις ἐν σταδίῳ· καταφρο νήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾷ· πολλά κις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνη· φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτὴν ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῇ πλάττει· οὐχ ὁ ρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ· ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χῦ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινες πλανηθέντες τῆς ὁδοῦ. καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν· οὐδὲ ἐν αὐτῷ ἐστιν οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· κατὰ μανιχαίων ἢ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων· ἐκπεσόντες τῆς ἐκκλη σιαστικῆς διδασκαλίας καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι. ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν ἕτερον· καὶ τοῦτον ἀγέννητον· τοῦ κα κοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν τὸν καὶ τῆς κτίσεως δημιουργόν. τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις ὅτι οὐ πολλοὶ θεοὶ. διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασσάμενοι μαίνονται. ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα, ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πλη ροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέ σθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου· τὸ ἕτερόν ἐστιν· ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα, ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως. τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα· οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται. πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη· ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλ λ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως. οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεός θς . ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον. σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώ σεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξ ἀρχῆς γέγονεν οὔτε οὐσία τί ἐστι τὸ κακόν τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμούς σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ· πολλάκις πίπτων· καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀνα πλάττεται. καὶ οὐχ ὁποία γέγονε· τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν · καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ· καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶ· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίη σεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕ ρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ κατὰ ἑλλήνων καὶ πόθεν ἡ τῶν εἰδώλων λατρία Β καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκῃς ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε. τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῇ τῆς κακίας ἐπινοίᾳ ἡ τῶν ἀνθρώπων ἀνων ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέ πουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μό να τὰ πρόσκαιρα· καὶ τὰ σωματικὰ εἶναι τὰ καλὰ. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῇ κάτοπτρον· δι’ οὗ μόνου ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρός προς , οὐκέτι μὲν ὁρᾷ ἃ δεῖ ψυχὴν νοεῖν· παν τὶ δὲ περιφέρεται. καὶ μόνα ἐκεῖνα ὁρᾷ τὰ τῇ αἰσθήσει προσπίπτοντα· καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν ὃν ἐπελάθετο ἐν διανοίᾳ θεόν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προ σηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾷ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτω καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς μη κέτι μὲν βλέποι τὸ φῶς· μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος· νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ· τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης. ἀμυδρῷ τῷ λογισμῷ. μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν θν . ὥσπερ δὲ κατὰ τὸ προ λεχθὲν παράδειγμα οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσον μᾶλλον ἐπικατα βαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο· ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρό νιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προ κόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώ τοις οὐρανῷ οὐνῷ · καὶ ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκεί νους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰ θέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεούς· προβαί νοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· +++ τὴν θερμὴν καὶ τὴν ψυχρὰν καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν· θεοὺς ἀνύμνησαν. ὡς δὲ· οἱ τέλεον πεσόντες, περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσῳ κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον, ὡς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ ἔνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα· τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προση γορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν· ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες· καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνο κέφαλοι· καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλήν καὶ ὦμον· καὶ χεῖρα· καὶ πόδα καθ’ ἑαυτὰ διελόντες ἕκαστον εἰς θεοὺς ἀνέ θηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξολοκλήρου τοῦ σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν, θεοποιήσαντες προσκυνοῦσιν· οἷος ἐστὶν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, ὥσπερ αὐτῶν φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρ χοντας ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεὺς· καὶ ὁ ἐν ἀρκαδίᾳ ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παρὰ δὲ αἰγυπτίοις ἶσις· καὶ ὄσιρις καὶ ὧρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον οὐ σεμνὸν ἀλλ’ ἀσελ γείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ· καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλ λως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη· ἢ δι’ ἐπιθυμίαν τῶν πλα σαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας· ἐπίνοια εἰδώλων, καὶ μή τι θαυμάσῃς· μὴ δὲ μα +++ κρὰν πίστεως εἶναι τὸ λεγόμενον νομίσῃς. ὅπου γε καὶ οὐ πολλῷ πρότερον, ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος· τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρη σκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προσ τάττουσιν· ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦν τας αὐτοὺς, μᾶλλον εἶναι θεοὺς αὐτοὺς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων· τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς + ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστὶν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ, τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεοὺς· ἀλλὰ τὸ θαυμαστόν ἐστιν· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος· οὐ καινὸν οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγι γνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεὺς· καὶ ποσειδῶν καὶ ἀπόλλων· καὶ ἥ φαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα καὶ δήμητρα· καὶ ἀθηνὰ καὶ ἄρ τεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προ τιμῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας· ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῇ τοῦ θεοῦ θῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν, παρὰ θησέως διαταγεῖσαι ἃς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις, ἶσις καὶ κόρη· καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις· ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦ σαι· οὓς πάντας ἤλεγξεν ἡ φύσις ἀνθρώπους ἀνους εἶναι θνητοὺς τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες καὶ θυ σίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν. οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς ὡς ἀπολλομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες θεοὺς εἶναι αὐτοὺς, ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τὸ μηκέτι εἶναι· τὴν διὰ τῆς εἰκόνος δό κησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰσέτι καὶ νῦν· ὁ περὶ ὀσίρεως καὶ ὥρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλ κεῖα· καὶ οἱ ἐν κρήτῃ κορύβαντες τὸν δία μὴ εἶναι θεὸν θν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς προς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυ μαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος· ὡς περὶ θεοῦ θῦ διανοηθεὶς· ὁ πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται, περὶ πλά(τω) νος καὶ σωκ(ράτους) τὴν ἀνθρώπου ἀνου τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προε δίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων, εὕρε σις δὲ αὐτῶν· φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξίᾳ γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ πηρ . τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον · νῦν ὡς ζῶντα ἐτίμησε, καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμ φανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν, γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ, τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐρ γασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον · νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν, τοιαύτης τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῇ περὶ περὶ ἐλέγχου τῶν εἰδώλων τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν· ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι, τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι· λάβοι τὰς πρά ξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν· ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν γανυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς προς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμευόμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα . ἆρ’ οὖν ἄξιον τοῦτον ὑπο νοεῖν θεὸν θν ; τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δανάην καὶ ἀν τιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα· οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτῳ· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας· θεοποιήσας ἀνέθηκεν· ἐπι κάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευά ζων· ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς· καὶ διόσκουροι καὶ ἑρμῆς· καὶ περσεὺς καὶ σώ τειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἔριν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἐν ἰ λίῳ· τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν· οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡ ρακλέους τὴν ἥραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν θν ἀϊδωνέα· καὶ διό νυσον μὲν ὑπὸ περσέως· ἀθηνὰν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ριπτόμενον καὶ χωλαίνοντα· οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τὸ λέγειν αὐτοὺς εἶναι ἔτι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων· οὐδὲν ἄλλο· ἢ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας· ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεος πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν· οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παρα φροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παρα λόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ· καὶ χαλκῷ καὶ σιδήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώ ρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπι μιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι, καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζο μένοις θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια· τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦ σιν. ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πα τοῦσι· καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλῃ τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμο λογήσαντες τῷ τεχνίτῃ· λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀ γαλματοποιὸς· ὥσπερ ἐπιλαθόμενος ὧν εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίη σε· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυ νεῖν ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκω νισάμενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ· τοῖς μὴ ἀ κούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μὴ δόλως κινουμένους· ἀλλὰ ἀψύχους ὄντας ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν· ὅτι οὓς αὐτοὶ φυ λάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύου σι. καὶ μή τι νομίσῃς ταῦτα με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστιν τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα. κρείττων· δὲ μαρτυρία περὶ τούτων ἐστὶν· καὶ παρὰ τῆς θείας γραφῆς· προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις. ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνος · αἰσχυνθή σονται οἱ πλάσαντες θεὸν θν · καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκε πάρνῳ εἰργάσατο αὐτὸ· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰ σχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίῃ ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου · ἔστησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ ἐφύτευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν ἵνα ᾖ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῇ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς· καὶ προσεκύνησαν αὐτοὺς· οὗ τὸ ἥ μισυ αὐτοῦ κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀ πτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξέλου με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι ὅτι ἀπη μαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν· καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας, ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτό. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν, οἱ καὶ παρὰ τῆς θείας γραφῆς· ἀσεβείας κατηγορούμενοι. ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω φανερῶς ἐλεγχόμενοι, τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπὶς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη· πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθη σίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀ κεραίων ὡς αἰσθομένων τῶν εἰδώλων· εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κινούμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν· καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔ χοντες οὐκ ἔχουσι· καὶ στήκοντες, οὐ στήκουσι· καὶ καθεζόμενοι οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτω καὶ μένου σι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα μηδὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνῃ φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κή ρυκες καὶ μάντεις· ποιηταὶ λέγω καὶ συγγραφεῖς· ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰ σχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν. ἠδύναντο γὰρ καὶ μόνῳ τῷ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλα νῆσαι· νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδο φθορίας τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο· ἢ ἑαυτοὺς ἐλέγχουσιν ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται· ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς, ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι τὸν χαρα κτῆρα· τὰ μὴ ὄντα πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· πρόφασις περὶ θεῶν τῶν ποιητῶν καὶ ἔλεγχος αὐτῆς ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιη ταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεος καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασι καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς οὐδὲ κρόνος οὐδὲ ἄρης· πλάττον ται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ πρὸς ἀπάτην τῶν ἀκουόντων. πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φήσωσι· τὰ μὲν ὀνόματα οὐ πλάττονται· τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πρά ξεις εἶναι διηγήσαντο· ἢ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε· οἱ εἶναι τούτους θεοὺς μυθολογή σαντες· ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον· τῷ ὕδατί τις ἀναθήσει· τὸ μὲν γὰρ καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν. εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν· καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ· καὶ ἀνθρώπων ἀνων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρὴ· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρ τυρηθῇ· καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ· ὥσπερ οὖν εἴ τίς διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς· καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλ λων· οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο· ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν· τὸν δὲ ἥλιον βοτάναις καὶ καρποῖς σπείρεσθαι· ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξίαν ὑπερέ βαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς· εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους· τοι αύτας αὐτοῖς περιέθηκαν πράξεις· αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχου σιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους ἀνους οὐ σώφρονας· ἢ ἐψεύσαντο ὡς ποιηταὶ· καὶ σὺ τούτων καταψεύδῃ, διατί μὴ ἐπὶ τῆς ἔλεγ(χος) δεύτε(ρος) ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο. καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν· ἀντὶ δὲ ἀσθενείας ἀνδρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας· οὕτω καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύσασθαι· τοῦ δὲ θερ σίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσέως ἀσυνεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος, γυναι κείας πράξεις· τῆς δὲ ἑκάβης ἀνδρείαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν οὐκ ἐφοβήθησαν καταψεύδεσθαι; καὶ τοῦτο ἄλλη ἀπόκρισις καὶ ἔλεγχος αὐτῆς γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον· καὶ ἐν οὐρανῷ οὐνῷ βασιλεύοντα λέγωσι τὸν δία· οὐ πλάττονται ἀλλ’ ἀληθεύοντες λέγουσι· τοῦτον δὲ οὐ μόνος ἐγὼ· ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀπο δείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστιν φύσιν· ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστιν πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστιν ταῦτα πράττειν· οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας, ὑπονοεῖν τις δύναται θεούς. τί οὖν ὑπο λείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια, ψευδῆ καὶ κεχαρισμένα τυγχάνει· αἱ δὲ πράξεις ἀληθεύουσαι κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰς, καὶ κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσὶν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαί ρουσι τοῖς ἐγκωμίοις· ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπα τήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος· μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας· μὴ δὲ ἐξ ἀ ρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐ τοὺς ἐπαίροι· τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτω καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα ἀνινα · ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις ἀνίνοις αὐτῶν ἐλαττώμασι. τὰς θεοῦ θῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προ σηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς· ἀλλὰ ἀνθρώποις ἀνοις θνητοῖς ἐσπούδαζον ἀνα θεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία· τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῷ πρότερον, ἀνθρώπους ἀνους αὐτοὺς, καὶ ἀνθρώπους ἀνους οὐ σεμνοὺς ὄντας ὁ λόγος ἀπέ δειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται· καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ’ αὐτῶν ἄλλη ἀπ(ό) κρισις καὶ ἔ(λεγ) χος αὐτῆ(ς) εὑρεθεῖσι τῷ βίῳ χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχηκέναι· ση(μειωτέον) περὶ εὑρέσε(ως) τῶν τεχν(νῶν) ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν χαλκευτικήν, ἀθηνὰ δὲ τὴν ὑφαντικὴν· καὶ ἀπόλλων μὲν τὴν μουσικὴν· ἄρτεμις δὲ τὴν κυνηγετικὴν· καὶ ἥ ρα στολισμὸν· δήμητρα γεωργίαν· καὶ ἄλλοι ἄλλας ὡς ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας· οὐκ αὐτοῖς μό νοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι· ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ ση(μειωτέον) τί ἐστιν τέχν(η) λέγουσι φύσεως εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμι μήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῇ ἀνθρωπίνῃ ἀνίνῃ διανοίᾳ καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες· τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις, θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν· ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοι αύτης ὀνομασίας ἠξιώθησαν. γράμματα μὲν γὰρ ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν ὅμηρος· καὶ διαλεκτικὴν μὲν ζήνων ὁ ἐλεάτης· ῥη τορικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρι σταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν λυκοῦργος ὁ σπαρ τιάτης καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα· καὶ διάφο ρα τῷ βίῳ τῶν ἀνθρώπων ἀνων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἀνθρώπων ἀνων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι· καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων· ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ’ αὐτοὺς θεούς. ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουν, ἀκόλουθον ἂν εἴη καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους μὴ ὀνομάζεσθαι θεοὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς διὰ τῶν ἀγαλμάτων γλυφῆς οὐδὲν ἕτερον ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχου σι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν· ἢ τὴν ἀρρένων καὶ γυναικῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν· πετει νῶν παντοίων· τετραπόδων ἡμέρων τε καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι , καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας· ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσὶ παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκο τίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ · ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν ὡς παρο φθέντες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς, οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι· περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες· ἐλεγχόμενοι μὲν οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων δόξα περὶ τύπων θεῶν καὶ ἔλεγχος αὐτῆς εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους τοὺς φαινομένους αὐτῶν θεοὺς· ἀπολογούμενοι δὲ λέγουσι· διὰ τοῦτο αὐτοὺς ἔχειν· ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαί νηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι· ἢ διὰ τῶν τοιούτων ἄλλη δόξα ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέγειν νο μίζοντες, φασὶ· διὰ τοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι, πρὸς ἐπίκλη σιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι γνω ρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας. ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάσῃ τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων· οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων, τὴν δόξαν εἶναι ψευδῆ. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελ θὼν· ὑπ’ ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφὴν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα· διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεὸν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον ἢ ξύλον ἢ χρυσοῦ μέρος· πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσὶ μορφαὶ τὰ γλύμματα· τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλ λίων γὰρ ἂν ἡ περὶ τοῦ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων· λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδο κᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα· τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι· ἢ διὰ τὴν ἀγριότητα ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς· ἢ τοὺς τούτων τύπους ἐν τύποις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης· οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς θς · καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους · τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύε ἔλεγχος δε(ύτερος) δόξη(ς) σθαι· ὅσῳ καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. περὶ δὲ τῆς δευ τέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθε τὰς δυνάμεις κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλήψεως γλύφοντες τὰς μορφὰς ὥς φατὲ, αὐ τοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγές· ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος· καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες· οὗ τὴν παρουσίαν ἐφοβήθητε τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνε θήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομάζετε καὶ προσ κυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα εἰσὶν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι τίς τὸ βασιλέως ὄνομα· ἀκινδύνως ἔχοι τὸ γράμμα προ τιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμ μα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται· οὕτω καὶ ὑμεῖς εἴπερ ἐρρωμένον ἔχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώ ρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμ ματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν· καὶ διατοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γοῦν τὸν ταῦτα γλύ ψαντα καὶ χαράξαντα· φημὶ δὴ πάλιν τὸν τεχνίτην πολλῷ πλέον ἔδει θεοποιηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρ χοντα· ὅσῳ κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπω ται· εἰ τοίνυν τὰ γράμματα θαύματός εἰσιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπι στήμην· οὐκ οὖν εἰ μὴ διατοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔτι ἔλεγχος τῶν μορφῶν τῶν θεῶν ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας· τὴν αἰτίαν τῆς τοιταύτης αὐτῶν μορφῆς παρ’ αὐτῶν ἀξιῶν μαθεῖν. εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον· διατοῦτο οὕτω τε τύπωται, διατί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυφάς· εἰ δὲ τὸ συναμφότερόν ἐστι· καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν θν · ὅτι τὲ ἀλόγων καὶ λο γικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν, καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν· ὁποῖα τὰ περὶ τοῖς μύθοις ἐστὶν πλάσματα· ἡ σκύλλα καὶ ἡ χάρυβδις· καὶ ὁ ἱππο κένταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄννουβις· ἔδει γὰρ· ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς. ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν. καὶ πάλιν· εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους· εἰ δὲ καὶ θηλυκῶν εἰσὶ, διατί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφὰς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι ἀλλ’ ἀμφότερα συνάπτε σθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέ βειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχῃ· καὶ ὅλως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς. ὥστε τοιαῦτα ὑπονοεῖν περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῷ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα οὐκ ἴδια θεοῦ θῦ · ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστὶν· ὁ μὲν γὰρ θεὸς θς ἀσώματός ἐστιν καὶ ἄ φθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴ ρηται· πολλάκις γοῦν ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιωθέντας· καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττο μένους· ἐφ’ ᾧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείου σι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται καλοῦντες. οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι· ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς ἔλεγχος εἰδώλ(ων) τῆς ἀσυμφωνίας τῶν ἐθνῶν περὶ αὐτ() τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνῃ κυριωτέρους· ἵνα ἢ τὸν θεὸν θν θαρρήσῃ προσκυνῶν· ἤ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζῃ γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη· τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα· καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας. φοίνι κες γοῦν οὐκ ἴσασι τοὺς παρ’ αἰγυπτίοις λεγομένους θεοὺς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνοῦσιν εἴδωλα· καὶ σκύθαι μὲν τοὺς περσῶν· πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεοὺς. ἀλλὰ καὶ πε λασγοὶ μὲν τοὺς ἐν θρᾴκῃ θεοὺς διαβάλλουσι· θρᾷκες δὲ τοὺς παρὰ θη βαίοις οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατὰ ἀράβων καὶ ἄραβες κατ’ αἰθιόπων· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν τὰ κιλίκων οὐ σέβουσι, καππαδοκῶν δὲ τὸ γένος ἄλλους παρὰ τούτους ὀνομάζουσι θεούς. καὶ βιθυνοὶ μὲν ἑτέρους· ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι δεῖ πολλῶν· ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει καὶ μόνους τούτους εἶναι νομίζει θεούς. περὶ γὰρ τῶν ἐν αἰ γύπτῳ μυσαρῶν οὐδὲ λέγειν ἐστὶν πᾶσιν ἐπ’ ὀφθαλμοῖς ὄντων· ὅτι ἐναντίας καὶ μα χομένας ἀλλήλαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων σπουδάζουσιν ἀεὶ κατὰ τῶν πλησίον τὰ ἐναντία σέβειν· ὁ γοῦν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς θς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες, ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθὺς· οὗτος ἄλλων ἀλήθεται τροφή· ὅθεν δὴ πόλεμοι καὶ στάσεις καὶ πᾶσα φθόνων πρόφασις καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστιν· καὶ τό γε θαυμαστὸν ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰ γυπτίοις θεοὺς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι. καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς προς λόγον τὸν πάντων σωτῆρα σρα χριστὸν χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδῷ. καὶ τοὺς μὲν παρόντας, οὐχ ὁρῶ σι· τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστραφέντες καὶ σκοτι σθέντες τὴν ψυχὴν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φανιάζονται. ταῦτα δὲ οὐ μι κρὸς ἔλεγχός ἐστιν· τῆς ἀληθῶς ἀθεότητος αὐτῶν· διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ· τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γίνονται θυσίαι καὶ σπονδαὶ· καὶ ἄλλων αἱ θυσίαι· ἄλλων ἔμπαλίν εἰσι θεοί. αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν· μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες τὰ αὐτὰ προσάγειν δοκοῦσι. λίβυες πρόβατον ὃ καλοῦσιν ἄμμωνα, θεὸν θν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφ άζεται. ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι· συμβολικῶς οἶνον αὐτὸν ὀνομά ζοντες. καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας· καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκα σι καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕ δασι· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία. τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι ὅτι μὴ θεοὺς ἀλλὰ τὰ τῶν ἄλλων· ἔτι τε καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα, θεοποιοῦσιν· ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν· ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες ὅτι τὰ σφαγιαζόμενα θύματα· ἀρχέτυπά εἰσι τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσ κυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις. ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν· ἔμ ψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σκύθαι γὰρ οἱ καλούμενοι ταύριοι· τῇ παρ’ αὐτοῖς παρθένῳ καλουμένῃ τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίας ἀναφέρουσι· τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων . καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὑτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατα κρύπτουσιν. ἄλλοι δὲ τῷ ἄρει ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες, τοσούτους κατασφάζουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται. οὐ μόνοι δὲ οἱ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσα ρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστιν τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δράμα. καὶ γὰρ καὶ αἰγύπτιοι ἔθυον μὲν πάλαι τῇ ἥρᾳ τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατιάριον δία ἀνθρω ποθυσίαις ἐθρήσκευον καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαί νοντο. ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις. ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐ θέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο, ἴδιον ἡγούμενοι κατόρθωμα τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν. ἔνθεν ἀν δροφονίαις καὶ τεκνοκτονίαις καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις πάσης ἀσελγείας ἐστὶν μεστὴ δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐ τοῖς θεῶν γινομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελ γείᾳ μαρτυρούμενος. γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκα θέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν· τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν. νομίζουσαι τῇ πορνείᾳ τὴν θεὸν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν ἑαυτῶν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυ ναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ μρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες. πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος, αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει ἑαυτῶν εἰς ἀλλήλους. ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσ σοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχη κέναι τὸν βίον. ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεος τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμα θήκασιν· ἃ οἱ νόμοι μὲν κολάζουσι. πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται. ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας; καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους ; καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς. καὶ τὸν ἀληθινὸν ἠρ νοῦντο τοῦ χριστοῦ χῦ πατέρα πρα θεόν θν . ἄλλη δόξα περὶ τῶν εἰδώλων ἀλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι. δυσωπούμενοι τοὺς περὶ τῶν βδελυγμάτων ἐλέγχους· εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα· οὐκ ἀρνήσονται καὶ αὐτοί· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων· πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς. ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεούς, πᾶσιν ὄντος φανεροῦ· ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τῷ τὰ μὲν, ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διε ρευνῆσαι. πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν. πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ +++ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι· καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεὸν θν · τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν . οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης + μέρη κεχηνότας· καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήσῃ ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ἡ χρεία μερῶν τοῦ μου πρὸς ἄ ὄντα κύριον κν καὶ ποιητὴν· τὸν τοῦ λόγου πατέρα πρα , τῇ ἀναντιρρήτῳ προστά ξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ᾗ φησι καὶ ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς ἀλλὰ καὶ λίαν ἐναργής ἐστιν. τοῖς τὸν ὀφθαλμὸν + τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι καὶ ἕκαστον ἰδίᾳ νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον καὶ σελήνην χωρίς· καὶ γῆν αὖ καὶ ἀέρα. καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς· ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ καὶ ἰδίᾳ θεωρήσειεν, εὑρήσει πάντως μηδὲν + ἱκανούμενον ἑαυτῷ· ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλ λήλων ἐπικουρίαις συνιστάμενα. ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ οὐνῷ συμπερι φέρεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσι τὴν παρὰ ἡλίου γε νομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀπο διδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας οὐκ ἂν κατα βαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φα νείη καὶ συσταίη ποτe. ὅ τε ἀὴρ οὐχ ὑφ’ ἑαυτοῦ· ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρή ρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός· ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται· ὅποι δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσσῃ βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι· οὐκ ἐν ἑαυτοῖς ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέ ρος διακαύσεως καὶ θερμότητος. ἐν αὐτῷ τῷ ἀέρι συνίστανται καὶ δι’ αὐτοῦ πανταχοῦ, πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις. τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέ στραπται τὴν διάνοιαν ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα· λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα· κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικρατείαν· θερ μόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραί νεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται· πῶς οὖν ταῦτα ἂν εἶεν θεοί· δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆ κε· καὶ αὐτῶν ἀπαιτούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶν· μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ. καὶ ἐν αὐτῷ τὰ πάντα συνεστηκέναι· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως· οὐκ ὄντα τοιαῦτα· ἀλλὰ καὶ λει πόμενα τῆς ἀλλήλων χρείας· ἀναγορεύειν ἄξιον θεούς. ἀλλ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα. ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι, τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες· καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συ στάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενήσεται πρὸς πάντα λέξουσιν οἱ δοκη σίσοφοι· ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδεί ξει. εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν· τὸ ὅλον ἀναπληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνίσταται· καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει. τοῦτο δὲ τῶν περὶ θεοῦ θεοῦ θῦ ἐννοιῶν πολὺ πόρρωθεν καθέστηκεν. ὁ γὰρ θεὸς θς ὅλον ἐστὶν καὶ οὐ μέρη· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεως ἐστὶν ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν. εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θά λασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις· εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου ἀνείου σώματος ἰδὼν, καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἐστίν ἀκοή· οὐδὲ ἡ ἀκοὴ χείρ· οὐδὲ ἡ γα στήρ ἐστιν στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστιν πούς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα· συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλῃ ὡς ὁ προστάξας θεὸς βούλεται, οὕτω· συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύουσιν, ἀ νάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν, καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειεν τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ +++ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστιν καὶ ἀόρατος καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι· καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαύομεν τῇ χειρὶ θρη σκεύουσι τῇ θεοῦ θῦ τιμῇ. καὶ πάλιν· εἰ ὁ περὶ θεοῦ θῦ κρατεῖ λόγος δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες· οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, + τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς πολλάκις χά λαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέν νυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερ βῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κω λυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι. εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλή λοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς εὐεργεσίας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσως ἔχειν τὸ φῶς καὶ τοῦτο πᾶσι λάμπειν καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέ ρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέ μηεινε· θεῶν ὄντων κατ’ αὐτοὺς· καὶ μηδὲν ἐπὶβλάβῃ· ἐπ’ ὠφελείᾳ δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον· διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν· ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν· καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις. οὔτε οὖν ἥλιος εἰκότως οὔτε σελήνη οὔτε ἄλ λό τι μέρος τῆς κτίσεως· πολλῷ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα. οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν· αὐτῶν, μέ ρη τῆς κτίσεώς ἐστιν· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ, μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία· οὐκ εὐσεβείας ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλάνης ἔλεγχος ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα . ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται· καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν +++ εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστὴ. καὶ οὐκ ἐπ’ ὠφελείᾳ, ἀλλ’ ἐπ’ ἀ πωλείᾳ τῷ βίῳ τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος μετὰ τὸν ἔλεγχον τῆς πλάνης τὴν ἀληθείαν ὁδεύει ἐπηγγείλατο τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεω ρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν, τὸν τοῦ πατρὸς προς λόγον· ἵνα δι’ αὐτοῦ καὶ +++ + τὸν τούτου πατέρα πρα κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα οὐδὲν ἕτερον· ἢ πλάνη τῷ βίῳ διη λέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς· πρὸς τὸν ὄντως ὄντα θεὸν θν ἕξει τὸν σκοπόν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἡμῖν ἐστιν χρεία· ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων· οὕτω καὶ ἡ πρὸς τοῦτον ὁδὸς πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστιν· καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατὸν· καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σου ἐστὶν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα· τοῦ πατρὸς προς σωτήριον σριον λόγον· καὶ μὴ προφα σιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μηδὲ ἄλλος τίς ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων· καὶ διατοῦτο τῆς ἀ θεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβή καμεν καὶ ἔχομεν· εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν ἀλλὰ παροδεύειν ἐκβαί νοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου. καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι· καὶ τὸν ἐν αὐτῇ νοῦν. δι’ αὐτοῦ γὰρ δύναται μόνου θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο· οὕτω καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς. εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες· οὐ γὰρ ἐχόντων ἐστὶν νοῦν. ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν θν . ὅτι μὲν οὖν ἕκαστος ἀνθρώπων ἀνων ψυχὴν ἔχει καὶ ταύτην λογικὴν, καὶ τοῦτο κατὰ τῶν λεγόντων μὴ εἶναι ψυχὴν. μὴ δὲ ἄλλόν τι τὸν ἄνθρωπον ἄνον ἢ τὸ φῶς μόνον ἀναγκαῖον ἐστὶν δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους. ἐπεὶ μάλιστα τινὲς κατὰ τῶν λεγόντων μὴ εἶναι ψυχὴν· μὴ δὲ ἄλλό τι τὸν ἄνθρωπον ἄνον ἢ τὸ φῶς μόνον. ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μηδὲν εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι. πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν· ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διατοῦτο γὰρ ἐκεῖνα μὲν καλεῖν ἄλογα ἡ φύσις εἴωθεν· ἐπειδὴ τὸ τῶν ἀνθρώπων ἀνων γένος ἐστὶν λογικὸν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη· ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξωθεν ἑαυτοῦ ἄνθρωπος ἄνος λογίζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογί ζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾷ· ἄνθρωπος ἄνος κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχῃ. ὁ δὲ ἄνθρωπος ἄνος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾷ· ἀλλὰ τῷ λογισμῷ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας, κεκράτηκε τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπε λογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς. διὰ τοῦτο γοῦν ὡς ἄλλος ὤν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτὴς· καὶ ὧν ἐκεῖναι ἀντιλαμ βάνονται, ταῦτα οὗτος διακρίνει· καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστιν μόνον τὸ ὁρᾶν· καὶ ὤτων, τὸ ἀκούειν· καὶ στόματος, γεύεσθαι· καὶ ῥινὸς, ὀδμῶν ἀντιλαμβάνεσθαι καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλὰ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἅ πτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστιν· ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖναι. ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα εἰ μὴ ὁ νοῦς διακρίνῃ. καὶ ἔοικέ γε τὸ τοιοῦτο· ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρᾳ καλῶς κατεσκευα σμένῃ· καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ’ ἐπιστήμης· ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ. ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον. ἡ μὲν, βαρὺν· ἡ δὲ ὀξὺν· ἡ δὲ μέσον· ἡ δὲ ὀξύτονον· ἡ δὲ ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία· καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ· ὅταν ὁ κατέ χων τὴν λύραν πλήξῃ τὰς νευρὰς καὶ ἁρμονίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθή σεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων· ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύῃ, τότε καὶ διακρίνει ἡ ψυχὴ καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἀνων ἐστὶν καὶ τοῦτό ἐστιν τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων· καὶ δεί κνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐν σώματι ἐστίν. πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος · καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον· ἢ ψυχὴ λογικὴ· ἐν ᾗ λογίζεται καὶ ὑπονοεῖ τὰ ὑπὲρ αὐτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκρι βῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος· λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντά ζεται ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδὼν καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον. τί οὖν ἂν εἴη τοῦτο πάλιν· ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ οὐκ ἔξωθεν ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι ὡς ὁ μουσικὸς τῇ λύρᾳ ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν ἀποστρέφονται τὰ δὲ αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν ἀπο κλείει τοῦ ἀκούειν· ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικήν· κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν· ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην· ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν· ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον· ἢ ψυχὴν λογι κὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται· διατοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις τὰ καλὰ μὲν πράττειν τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις ἀλόγιστα τὰ κακὰ μένει καὶ ἄκριτα. ἅτε δὴ τῆς λογικότητος· καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν· εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος κατὰ τῶν θνητὴν λε γόντων τὴν ψυχὴν γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδα σκαλίᾳ πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν. εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι τῷ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνή σκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν τῇ τῆς ψυχῆς ἀνα χωρέσει θνήσκει τὸ σῶμα καὶ οὐχὶ τῇ τοῦ σώματος ἀποπτώσει ἡ ψυχὴ ἀναχω ρεῖ καθὼς τινὲς εἶπον. οὖν ἐκινεῖτο καὶ αὕτη ὑπὸ τοῦ σώματος, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος. ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῇ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῇ· ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν· ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀ μέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν· ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι· τί ἐστιν κίνησις τῆς ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνερ γείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τῷ σώματι ἐπιβέβηκε καὶ +++ συνδέδεται τούτῳ· οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου· καὶ ὡς ἐν θανάτῳ κοιμωμένου· αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀπο δημοῦσα τούτου: μένουσα ἐν τῷ σώματι τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾷ· καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῇ τοῦ νοῦ θαρροῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολ λῷ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεὸς θς · φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ γὰρ καὶ συνδεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῷ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θεὸν διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ . διατοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ ἐπειδὴ καὶ ἀθάνατός ἐστιν. καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος· θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν· ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ζῆν ἀεί· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι οὐδέποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῇ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῇ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθανασίας. διατοῦτο γοῦν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν, καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός. οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατά ληψιν. λέγομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνή σαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νο μίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν ἐν ἀ λόγοις καταριθμούμενοι· καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι. εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν, εἰκότως τοῦτο ποι οῦντες, διατί ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγον τολμῶσι· καὶ οὐχ’ ἃ δεῖ φρονοῦσιν· ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦ σι· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες. καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἢ διατί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ · οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτὸν· δύνανται γὰρ ὥσπερ ἀπεστράφησαν τῇ διανοίᾳ τὸν θεὸν θν . καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς· καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεὸν θν . ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται καὶ τοσοῦτον ἀπονίψ ο ω νται ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβε βηκὸς ἀλλότριον τῇ ψυχῇ· καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξω σιν· ἵν’ οὕτως ἐν αὐτῇ θεωρῆσαι τὸν τοῦ πατρὸς προς λόγον καθ’ ὃν καὶ γεγό νασιν ἐξ ἀρχῆς, δυνηθῶσι. κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται καὶ καθ’ ὁ μοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέ ραν. ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως δια λαμπρυνθέντος τούτου· ὡς ἐν κατόπτρῳ θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς προς · τὸν λόγον· καὶ ἐν αὐτῷ τὸν πατέρα πρα οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ , λογίζεται. ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς · καὶ κηδό μενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν· ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστιν τὴν φύσιν ἐπέκεινα πάσης γεννητῆς οὐσίας ὑπάρχων· καὶ διατοῦτο ἔμελλε τὸ ἀν θρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῷ τὰ μὲν· ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ· ἀγέννητον, τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησε ὁ θεός θς τῷ ἑαυτοῦ λόγῳ· ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνη θῇ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώ σκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου ὡς τὰ τούτου δη μιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας· ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτω δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτω διεκόσμησε τὴν κτίσιν· ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυ τοῦ φημὶ· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν εἷς ἐστιν ὁ παῦλος· ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτί σεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. λυκάοσι δὲ παρρη σιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν· καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς διδοὺς, καὶ καιροὺς καρ ποφόρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας η ὑ μῶν· τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης· καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις. ἐναντίας μὲν καὶ διαφόρους γιγνομένας· ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην· οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτὰ ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν ποιητής· τίς δ’ ὁρῶν ἥλιον μὲν ἀνατέλ λοντα καθ’ ἡμέραν· σελήνην δὲ φαίνουσαν κατὰ νύκτα· καὶ φθίνουσαν καὶ πλη ρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους· τὰ δὲ· ἀπλα νῶς κινούμενα οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστίν ὁ κυβερνῶν αὐτὰ δημι ουργός· τίς ὁρῶν τὰ ἐναντία τῇ φύσει· συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον τίς ἰδὼν πῦρ ψυχρῷ καὶ ξηρὸν ὑγρῷ κεκραμμένον· καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων· τὸν ταῦτα συνάψαντα· τίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετο πώρῳ· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει· τὸν μὲν γὰρ ψύχει τὸ δὲ, καίει· τὸ δὲ τρέφει τὸ δὲ φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν· οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστι τίς κρείττων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα κἂν μὴ βλέπῃ τοῦτον· τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δε θεῖσαν βαρύτητα· οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος· καὶ προστάξαντος γενέσθαι· ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει· ἐπὶ τὸ ὕδωρ ἑ δρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον· οὐ διανοηθή σεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεόν θν · τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν· καὶ οὐρανό οὐνό θεν ὑετοὺς καὶ ποταμῶν ἐπιρροίας καὶ πηγῶν ἀναβλύσεις· καὶ ζώων ἐξ ἀνομοίων γονὰς· καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις· τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν· οὐκ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα ὡς ἂν αὐτῇ μένουσα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνη θείη, διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βα ρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνω φερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον· ὅρα +++ καὶ πάλιν· ἡ μὲν γῆ βαρυτάτη ἐστὶν· τὸ δ’ αὖ πάλιν ὕδωρ· κουφότερόν ἐστιν ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται· καὶ οὐ καταφέρεται ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν οὐ ταὐτόν ἐστιν τῷ θήλει· καὶ ὅμως εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῷ θερμῷ ἐναντίον ἐστὶν· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται· καὶ ὅμως συνελθόντα, οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁ μονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν +++ μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει· ἑαυτὰ συνήγαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτὰ· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότῃ· ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκο ποῦνποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώ σκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν ὄντα ἐναντία· τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προσ τάξει ἐγεγόνει τούτων μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῷ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ· ἢ τὸ περιφερὲς τῷ ὀρθῷ· ἢ τὸ πῦρ τῷ ψυχρῷ· ἢ ὅλως ἡ θάλαττα τῇ γῇ· ἢ ὁ ἥλιος τῇ σελήνῃ· ἢ τὰ ἄστρα τῷ οὐρανῷ οὐνῷ · καὶ ὁ ἀὴρ, ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν· ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καίοντος· τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος κάτω· τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα· ἐστασίασαν ἂν πρὸς ἑαυτὰ, ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ· ἀλλ’ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. τούτων δὲ γινομένων, λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον· ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν· ἀλλὰ ἀσύστατον ὅλον· +++ οὐκέτι μέτρα ἀλλὰ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ· ἢ πάντα ἀνῃροῦντο· ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν· τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε. μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ ὅτι ὁ κόσμος ἐκ διαφορᾶς πραγμάτων· εἰ γὰρ ἓν ἦν τὸ πρἆγμα οὐκ ἂν ᾖ κόσμος· καὶ ὅτι κατὰ ἀρι θμοῦ ὁ κόσμος τῶν ἄλλων χρείᾳ· ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς· καὶ μόνη χεὶρ ἀπομείνασα· οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα. ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θά λασσα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δὲ καὶ ἂν ἄνθρωπος ἄνος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων· καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ ἢ μόνου ψυχροῦ ἢ μόνου ὑγροῦ ἢ ξηροῦ· συνέ + στη τι τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπι κουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν. ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντὶ· καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία ἀλ λὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφω νίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐννοεῖν ἐστιν τὸν τούτων ἄρχοντα καὶ κοσμή τορα καὶ βασιλέα. ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν μικρῶν καὶ μεγάλων καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων καὶ ἀρρένων καὶ θηλειῶν εἰ θεωρήσομεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γινομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει κἂν μὴ ὁρῶμεν αὐτὸν. ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶν γνώρισμα· ἡ δὲ τάξις τὸν ἡ γεμονεύοντα δείκνυσι. καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες· ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ, οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει· ἀλλ’ ἕ καστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν κἂν μὴ βλέπωμεν αὐτήν· οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ, τὸν τοῦ παντὸς νοεῖν ἡγεμόνα θεόν θν ἀνάγκη· καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς. καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία· οὐ πολλοὺς ἀλλ’ ἕνα· τὸν αὐτῆς· ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν οὐ πολλοὶ ἄρ χοντες τῆς κτίσεως ἀλλ’ εἷς μόνον πολλοὶ τῆς κτίσεως ἄρχοντες· ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐ λέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρ χίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαί νετο λοιπὸν ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. καθάπερ εἴ τις πόρρωθεν ἀκούοι λύρας ἐκ πολλῶν καὶ διαφόρων, νευρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνον ἡ βα ρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλας συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν· τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμῃ κἂν μὴ τοῦτον βλέπῃ· οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κό σμῳ παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστιν τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως· τὸν τῷ ἑαυτοῦ φωτὶ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητὰς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν· ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντὸς, ἐστὶ τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευά ζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρι σμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῷ θῷ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστὶν· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γε λοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῇ, κενοδοξίαν δὲ πάλιν ἐν θεοῖς λέγειν τῶν ἀτοπωτάτων ἐστὶν· ἔπειτα εἰ ἕκαστος δυνατὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ ἔλεγχος ὅτι εἷς ποιη τὴς ἐκ τῆς κινήσεως τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀπο βλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾷ καθάπερ εἴ ρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευσεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον +++ ἀποτελέσει τὸν ἦχον· εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως· καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς· ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει· διατί εἷς ὁ κόσμος καὶ οὐ πολλοὶ. πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος· εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς· διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν, ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μά λιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῇ περὶ τοῦτον ἀγνοίᾳ πλανηθείς τις ἕτερον ὑπολάβοι· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέσῃ· νο μίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς περὶ ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδω λολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν, ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡ μῶν προσκυνούμενον καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ· τὸν καὶ τῆς κτί σεως κύριον κν καὶ πάσης ὑποστάσεως δημιουργόν· τίς δὴ οὖν ἐστιν οὗτος· ἀλλ’ ἢ ὁ πανά γιος καὶ ὑπερεπέκεινα πάσης γεννητῆς οὐσίας· ὁ τοῦ χριστοῦ χῦ πατὴρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης· τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ λόγῳ· τῷ κυρίῳ κῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ , τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως σρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκῇ· ἔχει δὲ, καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο. οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κί νησις καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε· καὶ παντὶ κόσμῳ διακε κόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον· οὐκ ἄλλόν τινα· + λόγος ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ . λόγον δέ φημι οὐ τὸν ἐν ἑκάστῳ τῶν λεγομένων συμπεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν. ἄψυ χον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα· κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογι κὸν γένος λόγον· τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ +++ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν · αὐτὸν λόγον λέγω· ὃς ἄλ λος μέν ἐστιν τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς προς , ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ· ἀγαθοῦ γὰρ πατρὸς προς ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην, τῷ ἰδίῳ νεύματι ἥδρα σε· τούτῳ φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται καὶ ὑετοὶ τὴν γῆν ἐπι κλύζουσι· καὶ ἡ μὲν θάλασσα περιορίζεται· ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶν λόγος θεοῦ θῦ ὅτι ἐστιν λόγος θεοῦ θῦ μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγῳ θεοῦ θῦ καὶ σοφίᾳ συνέστηκε· καὶ οὐκ ἂν ἡ δράσθη τι τῶν γενομένων, εἰ μὴ λόγῳ ἐγεγόνει· καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐ λέχθη. λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶν συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς προς εἰκών ἐστιν ἀπαράλλακτος. ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος ὤν ἐστιν καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς · ὁ καὶ ἐκ πατρὸς προς οἷα πηγῆς ἀ γαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· +++ ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν ἔστιν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν· ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι. τῶν μὲν γὰρ γενητῶν ἔστιν ἡ φύσις· ὅτι καθεαυτὴ ἡ κτίσις φθαρτή. ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη· ὁ δὲ τῶν ὅλων θεὸς θς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶν διὸ καὶ φιλ άνθρωπός άνός ἐστιν. ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁρῶν οὖν τὴν γε νητὴν πᾶσαν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθῃ καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον, τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώ σας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χει μάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ· καὶ αὐτῷ ὄντι θεῷ θῷ , τὴν σύμπασαν διακυ βερνᾷ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῇ ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς προς λόγου μεταλαμβάνουσα· καὶ βοηθου μένη δι’ αὐτοῦ εἰς τὸ εἶναι μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει, λέγω δὴ τὸ μὴ εἶναι· ὅς ἐστιν γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀο + ράτου· πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστη κε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας· οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς προς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας· καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα, πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς, ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδίᾳ καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα + ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωο γονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται. τούτῳ τῷ θεῷ θῷ λόγῳ πειθόμενα· τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτον θάλατ τα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξη ρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προείρηται· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστιν τῶν ὄντων καὶ γινομένων· ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ᾗ φησι καὶ ὁ θεολόγος ἀνήρ· ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς θς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγὼν ἓν τὸ σημαι νόμενον μέλος ἀποτελοίη, οὕτω καὶ ἡ τοῦ θεοῦ θῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων. καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν. καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως. αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ δοκῇ πατρὶ πρὶ . τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω τὰ μέσα τὰ κάτω· τὰ ὑγρὰ τὰ ψυχρὰ τὰ θερμὰ τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ· τὸ μὲν ὀρθὸν ὡς ὀρθὸν τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτε λεῖται δι’ αὐτοῦ. καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων γυναικῶν αὖ καὶ γερόντων· καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκα στος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φανῇ· ὁ μὲν ἀνὴρ ὡς ἀνήρ· ὁ δὲ παῖς ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων καὶ ὁ νέος ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς· τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημαν θῇ, ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει· καὶ οἰκονομουμένῃ ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάτ τοντος καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμενοι πάντες οἱ μὲν ἐπὶ τὴν γεωρ γίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ σιτησόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς· ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως· ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἐπανήκει· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ᾖ τὸ παράδειγμα, ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν· ὑπὸ μιᾶς γὰρ ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡ γεμονεύοντος ση(μειωτέον) ὅτι ψευδεῖ λέγει τὸν οὐρανὸν οὐνὸν τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου, οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· καὶ ἄνεμοι πνέου σι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται καὶ ζῇ καὶ θνήσκει πάλιν καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὑετοὶ κατέρχονται τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλος πήγνυται· πετεινὰ ἵπτανται ἑρπετὰ πορεύεται· ἔνυ δρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφο ρεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὐξάνεται· γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν ἀφανίζεται τὰ δὲ γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παρα δοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀο ράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπερι λαβὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προ νοίᾳ· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ αὐτοῦ προ +++ νοίᾳ καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος ἑνὶ καὶ ἁπλῷ νεύματι τῇ ἑαυτοῦ δυνάμει τόν τε περὶ τῶν ἀοράτων δυνάμεων. ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς· καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς προς ἐργάζεται· μονο νουχὶ διὰ τῶν φαινομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτι σμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ. καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖ σθαι τὸν ταῦτα διακοσμοῦντα λόγον θεοῦ, νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεόν θν , ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρὸς προς ἑρμηνεὺς καὶ ἄγγελος λέ γεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων · ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγῳ ἐπιβάλ λοντες, τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ, πολλῷ πλέον μεί ζονι φαντασίᾳ καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς προς αὐτοῦ· ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα πρα μου. ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ φα νερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν τῶν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως ἑτέρως ση μαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον· ἔργα χειρῶν ἀνθρώπων ἀνων . στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι· καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀ κούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλα φήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέψαντες· οὐχ ὡς ἔργα θεοῦ θῦ ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ . ἀπένειμε δὲ οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκω σιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν ἁπάντων δημιουργὸν θεόν θν · ὥσπερ εἴρηται· ὁ γὰρ ἰου δαίων πάλαι λαὸς κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτί σεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀνους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων φησίν· οὐκ ἔ σονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων· κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοι εἰσὶν οἱ περὶ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομα σθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησίν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον· οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θεοῦ θῦ γνώσεως φέρεσθαι; οὐχί γε· ἀλλὰ καὶ προαπαντᾷ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ ἰὴλ · κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστιν· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προσκυνήσεις· καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης τῆς θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ᾗ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ· διαμένει τῇ δια τάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετὸν· τῷ ἐξα γαγόντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν· ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστιν πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωϋσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεὸς θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ πατήρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς καὶ συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ· ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς · ἵνα καὶ προστάττων λαλεῖ· εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμί λει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι προστάττει καὶ λαλεῖ τῷ μηδέπω γενομένῳ. εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελ θέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων· ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη· εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν· ἢ τῷ ἑαυτοῦ λόγῳ· ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν· ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν συμπαρήμην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασίᾳ· πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς προς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ᾗ φησι καὶ ὁ σωτήρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα· κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί· καὶ ὅτι ἀγαθὸν ἐξ ἀγαθοῦ γέννημα· καὶ ἀληθινὸς υἱὸς ὑπάρχων, δύ ναμις ἐστίν τοῦ πατρὸς προς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὤν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῷ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐ τοδύναμις ἰδία τοῦ πατρός προς ἐστιν· αὐτοφῶς αὐτοαλήθεια αὐτοδικαιοσύνη αὐτοαρετή· ναὶ μὴν καὶ χαρακτήρ καὶ ἀπαύγασμα καὶ εἰκών· καὶ συνε λόντι φράσαι, καρπὸς παντέλειος· τοῦ πατρὸς προς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς· εἰκὼν ἀπαράλλακτος τοῦ πατρὸς προς · τίς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς προς λόγος καὶ σοφία, οὕτω καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννή τορος γνῶσιν καὶ ἔννοιαν. αὐτοαγιασμὸς καὶ αὐτοζωή· καὶ θύρα καὶ ποιμὴν καὶ ὁδὸς καὶ βασιλεὺς καὶ ἡγεμὼν· καὶ ἐπὶ πᾶσι σωτήρ σήρ καὶ ζωοποιὸς καὶ φῶς πρόνοια τῶν πάντων· +++ τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαί ++ νει· καθὼς ὁ σωτὴρ σὴρ φησιν·ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης + εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ, ὅμως ἄνθρωποι ἄνοι παράφρονες παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν· τῇ κτίσει περὶ τὸν κτίσαντα λατρεύοντες· πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα καταπλα γεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλοι· ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν ἢ ναῦν· ἢ λύραν μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μου σικοῦ συνθέντος. ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερεπέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν οἱ τὸν θεὸν θν μὴ ἐπιγι νώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες· τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβὲς ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασι λεία οὐρανῶν οὐνῶν ἐστιν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γέ νηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις· ἔστι τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.