ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις οὐ τοσοῦτον τῆς παρὰ ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυ τῆς ἔχει τὸ γνώρισμα· μόνον γὰρ οὐχὶ καθημέραν τοῖς ἔργοις κέκραγεν· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδα σκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι όμως τὰ περὶ 
 τ αύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ως αν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ θεὸν θν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ ἑτέρων ἀκούοντι· αὐταρκεις μὲν οὖν εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαι πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἄν τις ἐντυχων, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυ νήσεται. ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν 
 χ ερσὶν νῦν οὐκ ἔχομεν· ἀναγκαῖόν ἐστιν ἃ παρ ἐκείνων ἐμάθο μεν, ταῦτα ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν πάντων σωτῆρα σρα 
 χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελη τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ηγήσηται· μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβη· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσιν· καὶ πλατὺ γελῶσι καθημῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ 
 προφέροντες· ἀφ ὡν μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες· οὐχ ορῶσι τὴν τούτου δύναμιν, πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι αυτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσιν πεφανέρωται· 
 ο ὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστάντες αὐτοῦ τῆ θεότητι· ἐχλεύασαν ἂν τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην ἀλλὰ σωτηρίαν σριαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομέ νου, πᾶσα μὲν εἰδωλωνλατρεία καθηρέθη· πᾶσα δὲ δαιμό νων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς 
 προσκυνεῖται· καὶ διαυτοῦ γινώσκεται ὁ πατὴρ πηρ · καὶ οι μεν αντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὡσήμεραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει πως εἰκότως γὰρ αν τις εἴποι προς αυτους ετι ἀνθρώπινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ ου μᾶλλον ομολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ 
 παντὸς τὸν ἐπὶ τὸν σταυρὸν στρὸν ἀναβάντα· πάσχειν δέ μοι 
 κ αὶ οὗτοι δοκοῦσιν ὅμοιον ὡς ει τις τὸν μεν ἥλιον ὑπὸ νε φῶν ἐσκεπασμένον διαβάλλοι· το δε τούτου φῶς θαυμά ζοι βλέπων τὸν πάντα κόσμον ὑπαυτοῦ καταλαμπόμενον· ὡς γὰρ καλὸν τὸ φῶς καὶ κάλλιον ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥ λιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρωκότος· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ηγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι 
 θεὸν θν καὶ θεοῦ θυ λόγον· λέγο ν μεν οὖν ἡμεῖς ὡς ἐφικτὸν 
 π ρότερον ἐλέγξαντες τὴν πρόφασιν τῆς τῶν ἀπίστων ἀ μαθ ε ίας· ἵνα τῶν ψευδῶν ἐλεγχθέντων, λοιπὸν ἡ ἀλή θεια διεαυτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αυτός ὦ ἄνθρωπε ἀνε 
 ὅ,τι ἀληθεία πεπίστευκας καὶ τὸν χριστὸν χν γινώσκων οὐκ η πατήθης· πρέπειν δε σοι ἡγοῦμαι φιλοχρίστω ὄντι τ ὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεισθαι σε πεπίστευκα· 
 ἐ ξ αρχῆς μὲν οὐκ ην κακία· οὐδε γαρ οὐδε νυν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδόλως καταυτους ὑπάρχει αύτη· ἄνθρωποι ανοι δὲ ταύ την ὕστερον ἐπινοεῖν ήρξαντο· καὶ καθεαυτῶν ἀνατυ ποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυ τοῖς ἀνεπλάσαντο· τὰ οὐκόντα ὡς όντα λογιζόμενοι· 
 ὁ μεν γαρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς ὁ ὑ περεκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑ πάρχων θεὸς θς · ἄτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν διατου ιδίου λόγου· τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ 
 χριστοῦ χῦ · τὸ ἀνθρώπινον γένος κατιδίαν εἰκόνα πεποίηκεν· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπι στήμονα· διὰ τῆς προς αὐτὸν ὁμοιώσεως κατεσκεύασεν· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ιδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων· μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτε ἀποστη· μήτε τῆς τῶν αγίων συ ζήσεως ἀποπηδήση· ἀλλ’ ἔ χων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ιδίαν ἐκ τοῦ πατρικοῦ λόγου δύναμιν ἀγάλληται· καὶ συνομιλη τῶ θείω ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· 
 ὅ τε γὰρ οὐ συνομειλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει ἀλλ’ ὅλος ἐστιν ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ αρχῆς· τότε δή τὰ αισθητὰ καὶ πάντα τὰ ἀνθρώπινα διαβας ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ιδὼν, ὁρᾶ εν αυτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ηδόμενος ἐπι τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῶ προς τοῦτον πόθω· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ανων 
 γενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν· ἀδὰμ ὠνομάσθη· λέγουσιν αἰ ιεραι γραφαι· κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι προς τὸν 
 θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις· ἐν τῆ τῶν νοητῶν θεω ρία· ἣν εἶχεν ἐν εκείνω τῶ τόπω· ὃν καὶ ὁ άγιος μωϋσῆς τροπικῶς παράδεισον ωνόμασεν· ικανη δὲ ἡ τῆς ψυχῆς κα θαρότης ἐστιν καὶ τὸν θεὸν θν δι εαυτῆς κατοπτρίζεσθαι· καθα 
 περ φησιν καὶ ὁ κύριος κς · μακάριοι οἱ καθαροὶ τῆ καρδία ὅτι αὐτοὶ 
 τὸν θεὸν θν ὄψονται. οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρη ται τὸ τῶν ἀνθρώπων ανων γένος κατεσκεύασεν καὶ μένην ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ανοι κατοληγωρήσαντες τῶν κρειττόνων· καὶ οκνήσαν τες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγυτερα δὲ τούτων ην τὸ σῶμα· καὶ αἱ τούτου αισθήσεις· ὅθεν τῶν μεν νοητῶν ἀπέστησαν· ἑαυτοὺς δὲ κατα νοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ του γε σώματος καὶ τῶν ἄλλων αισθητων ἀντιλαμβανόμενοι· καὶ ὡς εν ιδίοις ἀπατώμενοι, τῆς ἑαυτῶν ἐπιθυμίας ἔπεσαν· τὰ ίδια προτιμήσαντες, τῆς πρὸς τὰ θεῖα θεωρίας. ἐνδια τρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θε λοντες· ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑ αυτῶν τὴν ψυχὴν· τεταραγμένην καὶ πεφυρμένην πά σης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ αρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ αν τις ίδοι· καὶ εκ τοῦ 
 π ρώτου πλασθέντος ἀνθρώπου ανου ἀληθες· ὡς αἱ ιεραι γραφαι περι αὐτου λέγουσιν κακεῖνος γὰρ, ἕως μὲν τὸν νοῦν εἶ χεν προς τον θεὸν θν · καὶ τὴν τούτου θεωρίαν ἐπι τοσούτω ἀπεστρέφετο τὴν προς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ όφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ήρξατο· τηνικαῦτα δὴ καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυμνοι ησαν· καὶ γνῶντες ἤσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς· οὐ τοσοῦτον ἀπὸ ἐνδύματος, όσον ὅτι γυμνοι τῆς τῶν θείων θεωρίας γεγόνασιν· καὶ προς τα εναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες δὲ τῆς πρὸς τὸν ένα καὶ ὄντα 
 θεὸν θ ν λέγω κατανοήσεως· καὶ τοῦ προς αυτὸν πόθου· λοιπον εἰς διαφόρους καὶ εἰς τὰς κατα μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· ειτ’ οἷα φιλεῖ γίνεσθαι· εκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες· ήρξαντο καὶ τὴν πρός αυτα σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταῦτα καταλεῖψαι· ὅθεν δὴ καὶ δειλία καὶ φόνοι· καὶ ηδοναί· καὶ θνητα φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον· καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθεν φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ αυτα ποιει· ευλογον κατα δύναμιν σημᾶναι· ἀποστασα τῆς τῶν νοητῶν φαντασίας· ταῖς κατα μέρος τοῦ σώμα τος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώ ματος θεωρία· καὶ ιδοῦσα καλὸν εαυτῆ εἶναι τὴν ἡ δονὴν· πλανηθεῖσα, κατεχρήσατο τῶ τοῦ καλοῦ ονόματι· καὶ ενομισεν εἶναι τὴν ἡδονὴν αὐτὸ τὸ ὄντως καλον· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεις· καὶ απαιτῶν ξίφος κατα τῶν ἀπαντώντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν · ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος εἰ καὶ τὰ καλὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι κατὰ ἀρετὴν, οὐδὲ ὥσπερ τὸν θεὸν θν ορᾶ· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη· καὶ τῷ εαυτῆς δυνατῶ καταχρωμένη· ἐπεὶ καὶ αὐτεξούσιος γέγονεν· δυναται γαρ ως γε προς τὸ καλὸν νεύειν οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· γενομένην ὥσπερ εἶπον ἀθάνατος· καὶ γινώσκουσα τοίνυν ἑαυτῆς τὸ αὐτεξούσιον· ορᾶ εαυτην δύνασθαι καταμφότερα τοῖς τοῦ σώματος μέλεσιν χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστιν τὰ καλά· οὐκ όντα δὲ τὰ κακά· ὄντα δὲ φημί τὰ καλα καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δε τα κακα λέγω, καθότι ἐπινοί αις ἀνθρώπων ανων · οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμους εἰς τὸ τὴν κτίσιν ὁραν· καὶ διὰ τῆς παναρ μονίου συντάξεως γινώσκειν τον δημιουργὸν· ἔχοντες δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ 
 θεοῦ θῦ νόμων· ἔχοντες δὲ καὶ χεῖρας εἰς τὴν τῶν ἀναγκαίων ἐνέρ γειαν· καὶ ἔκτασιν τῆς προς θεὸν θν εὐχῆς· ἡ ψυχη ἀποστᾶσα τῆς προς τα καλα θεωρίας· καὶ τῆς εν αυτοῖς κινήσεως· λοιπὸν πλανωμένη κινεῖται τὰ ἐναντία· εἶτα τὸ δυνατὸν αὐτῆς ὡς προεῖπον ὁρῶσα· καὶ τοῦτο καταχρωμένη· ενενοησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατουτο ἀντι τοῦ τὴν κτισιν ὁραν· εἰς ἐπιθυμίας τὸν οφθαλμὸν ἀποστρέφει· νομίζουσα ὅτι ἅπαξ κινουμενη σώζει τὴν εαυτῆς ἀξίαν καὶ ουχ αμαρτάνει ποιοῦσα ὃ δυ ναται· καὶ οὐκ ειδυια ὅτι οὐχ απλῶς κινεῖσθαι γέγονεν· τούτου χάριν καὶ ἀποστολικῆ παρεγγυᾶ φωνῆ· παντα ἐξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ανων ἡ τόλμα οὐκ εἰς τὸ συμ φέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν ἅπαξ σκοπήσασα τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναν τίον κινουμένη φονεύειν πεποίηκεν· καὶ τὴν ἀκοὴν, εἰς παρακοὴν παρήγαγεν· καὶ τ’ αλλα μέλη εἰς τὸ μοιχεύειν ἀντι νομίμης τεκνογονίας· καὶ τὴν μεν γλῶτταν ἀντι μεν εὐφημίας εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τας δὲ χείρας αὖ πάλιν εἰς τὸ κλεπτειν καὶ τύπτειν· τοὺς ὁμοίους 
 ἀνθρώπους ανους · καὶ τὴν μεν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικι λίας· τοὺς δε πόδας εἰς ὀξυτητα τοῦ ἐκχέαι αιμα· καὶ τὴν μεν γαστέρα εἰς μέθην καὶ κό υ ρον ἀπλήρωτον· άπερ πάντα κακία καὶ ἁμαρτία ψυχης ἐστιν· αιτία δε τούτων οὐδεμία· αλλη ἐστιν, ἢ ἡ ἀπὸ τῶν κρειττόνων ἀποστροφη· ὡς γαρ αν ηνιοχος ἐπιβᾶς ἵπποις ἐν σταδίω· καταφρονήσει μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεις δε τοῦτον, ἁπλῶς ελαύνη τὸν ιππον ὡς εαν δυνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τους απαντῶντας ορμᾶ· πολλάκις δὲ καὶ κατακρημνῶν ἐλαύνει φερόμενος· οποι δ’ ἂν ἑαυτὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὁ τοιούτως τρέχων οὐκ εσφάλη τοῦ σκοποῦ· πρὸς γαρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ ουχ ορᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγο νεν, οὕτως καὶ ἡ ψυχη ἀποστραφεῖσα τὴν προς τὸν θεὸν θν οδον 
 κ αὶ ελαύνουσα παρα το πρεπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αυτη μετ αυτων ὑφ εαυτῆς ἐλαυνομένη ἀμαρτάνει· καὶ τὸ κακὸν εαυτη πλάττει· οὐχ ορῶσα ὅτι πεπλάνηται τῆς οδοῦ· καὶ ἔξω γέγονεν τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφορος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔ λεγεν· κατασκοπον διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλή σεως τοῦ χριστοῦ χῦ 
 ἰησοῦ ἰῦ · σκοπον γουν τὸ καλον ὁ άγιος· οὐδέ ποτε το κακον ἐπινοει· ἑλλήνων μὲν οὖν τινες 
 π λανηθεντες της ὁδοῦ και τὸν χριστὸν χν οὐκ εγνωκότες· ενόμι σαν καὶ προ των γενητῶν εν υποστάσει καὶ καθεαυτὴν εἶναι τὴν κακίαν· ἁμαρτάνοντες καταδύο ταῦτα· ἢ τον δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ αν γὰρ εἴη τῶν ὄντων κύριος κς · ει γε καταυτους η κακία ὑπόστασιν ἔχει καθεαυτὴν καὶ ουσίαν· ἢ πάλιν θέλον τες αὐτὸν ποιητὴν εἶναι τῶν όλων, ἐξ ανάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσιν καὶ τὸ κακὸν κατ’ αυτους ἐστιν· τουτο δε ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδε ἐν αυτῶ εστιν· οὐδε διαυτου· ἐπει οὐκέτι καλὸν ἂν εἴη· μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αιτιον γινόμενον κακοῦ· οἱ δε ἀπὸ 
 τ ῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκα λίας· καὶ περι την πίστιν ναυαγήσαντες· καὶ αὐτοὶ μὲν ὑπόστασιν τοῦ κακοῦ φρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ εαυτοῖς παρὰ τὸν αληθινὸν τοῦ χριστοῦ χῦ πατέρα, θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγένητον· τὸν κακοῦ ποιητὴν καὶ τῆς κακί ας ἀρχηγὸν· τὸν καὶ τῆς κτίσεως δημιουργὸν· τούτους δε εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν γραφῶν καὶ ἐξ αυτῆς τῆς ἐν ἀνθρώποις ανοις διανοίας· ἀφ’ ἧς ἀναπλασάμενοι ταῦτα μαίνονται· 
 ὁ μὲν οὖν κύριος κς · καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰ ς 
 χριστὸς χς ἐν τοῖς θείοις εαυτοῦ εὐαγγε 
 λίοις φησὶν βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς 
 
 εἷς ἐστιν· καί ἐξομολογοῦμαι σοι πάτερ περ 
 κύριε κε τοῦ οὐρανοῦ οὐνου και 
 τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνου καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη παρα τοῦτον θεὸς θς · ποῦ δὲ καὶ ὁ καταυτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος· κατὰ τὴν τοῦ οὐρανοῦ οὐνου καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητης ὡν αυτὸς ὁ θεὸς θς ὁ πατὴρ πηρ τοῦ χριστοῦ χῦ εστιν κύριος κς κατὰ τὴν τοῦ σωτῆρος φωνην· εἰ μη άρα ὡς ἐν ισοστασίω· καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαυλον δυνασθαι γενέσθαι κύριον εἴποιεν· ἀλλεαν τοῦτο λέγωσιν όρα εἰς όσην ἀσέβειαν ἐκπίπτου σιν· ἐν γὰρ τοῖς τὰ ίσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ὰν εὑρεθείη· καὶ γὰρ εἰ μη θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερον ἐστιν· ίση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ασθένεια ἐστιν· ίση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθενεια δὲ ἀμφοτέρων ἐστιν, ὅτι μὴ βουλομένοις αὐτοῖς παραγνώμην ἀποβαίνοι τὰ πράγματα· εστιν γὰρ ὁ αγα θος παραγνώμην τοῦ φαύλου· ἐστιν καὶ ὁ φαυλος παρα βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε· εἰ τὰ φαινόμενα ἔργα 
 τ οῦ φαύλου ἐστιν, τί τὸ έργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐ δὲν, πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα οὐκ όντων ἔργων αὐτοῦ· οὐδε τῶν ἀπαγγειλάντων περι αὐτοῦ· δι’ ῶν ὰν γνωσθείη ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστὶν ταῦτα ίνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ· ἅμα ἀδύνα τον· δια το ἀναιρετικα τυγχάνει ἀλλήλων· ἀλλ’ οὐδὲ ἕτερον εν ετέρω δυνηθείη ἂν εἶναι· δια το άμικτον καὶ ανομοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανή σεται καὶ αὐτὸ θεός θς . ἀλλὰ ποίας δ’ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τῆς τοῦ φαύλου αδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων αὐτὸ εἶναι ἀδύνατον· σαθρᾶς 
 δ ὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρα θεοῦ θῦ · οὐδὲ ἐν θεῶ θῶ · οὔτε ἐξ αρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ανοι 
 κατα στέρησιν τῆς τοῦ καλοῦ φαντασίας· ἑαυτοῖς ἐπινο εῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ όντα καὶ άπερ βούλονται· 
 ὡ ς γὰρ αν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς οφθαλμοὺς σκότος ἑαυτῶ ἐπινοῶν οὐκ ὄντος σκότους· και λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ, πολλάκις πίπτων καὶ κατα κρημνῶν ὑπάγων νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’όλως ορᾶ· οὕτως 
 __ 
 κ αὶ ἡ ψυχη τῶν ἀνθρώπων ἀνων · καμμύουσα τὸν ὀφθαλμὸν δι οῦ τὸν 
 θεὸν θν ορᾶν δύναται· εαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οῖς κι νουμένη· οὐκ οῖδεν ὅτι δοκοῦσα ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐ κ ὄντα γὰρ ἀναπλάττεται· καὶ ουχ οποία γέγονεν τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ οποίαν εαυτὴν ἐνέφυρεν· τοιαύτη καὶ φαίνεται· γέγονεν μεν γὰρ εἰς τὸ ορᾶν τὸν θεὸν θν καὶ ὑπ’ αυτοῦ φωτίζεσθαι· αυτη δε αντι τοῦ θεοῦ θῦ τὰ φθαρτα καὶ τὸ σκό 
 τος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγραφως φησὶν· ὄ 
 
 θεὸς θς τὸν ἄνθρωπον ανον ἐποίησεν εὐθη· καὶ αυτοὶ δὲ ἐζήτησαν λογισμους πολλούς· κακιας δη ουν φαντασία· καὶ ἐπίνοια τοῖς 
 ἀνθρώποις ανοις ἐξ αρχῆς, οὕτως γέγονεν καὶ πέπλασται· πῶς δὲ 
 κ αὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν ηδη λεγειν ἀναγκαῖον· ινα γινώσκης οτι όλως ἡ τῶν εἰδώλῳν εὕρησις οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλὰ ἀπὸ κακίας γέγονεν· το δε την ἀρ χὴν ἔχον κακὸν, ἐν ουδενι ποτε καλὸν κριθείη ὅλον ὂν φαῦλον· 
 ο ὐκ ἀρκεσθεῖσα τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχη κατολίγον καὶ εἰς τὰ χεῖρον ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦ σα γὰρ διαφορας ηδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ηδομένη ὅτι ἂν ἀπὸ τοῦ τοῦ σώματος πάθη· πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλε πουσα· ἐνόμισεν μηδὲν πλεῖον εἶναι τῶν βλεπομένων· ἀλλὰ τὰ πρόσκαιρα μόνον εἶναι καὶ τὰ σωματικα καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατει κόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς ἐν αυτῆ δυνά μεως τὸν θεὸν θν λόγον καθὸν καὶ γέγονεν ορα· ἐξω δὲ ἑαυτῆς γενομένη τὰ οὐκ ὄντα λογίζεται· ἐπικρύψασα γὰρ ταῖς συμπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αυτη κατοπτρον· δι οῦ μόνον ορᾶν ἠδύνατο την εἰκόνα τοῦ πατρὸς πρς · οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν· παντη δὲ περιφερεται· καὶ μόνα ἐκεῖνα τὰ τῆ αἰσθήσει προσπί πτοντα βλέπει· ὅθεν δὴ σαρκικῆς πάσης ἐπιθυμίας γέ μουσα· καὶ ἐν ταῖς τούτων δόξαις πραττομένη· λοιπὸν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν · τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις την τοῦ θεοῦ θῦ 
 προσηγορίαν ἀναθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα άπερ αυτη βούλεται καὶ ὡς ἡδέα ορᾶ· προηγεῖται 
 τ οίνυν αιτία τῆς εἰδωλολατριας, ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ανοι τὴν οὐκ οῦσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ όντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ εἴ τις 
 εἰ ς βυθὸν καταδὺς· μηκετι μεν βλέπη το φῶς· μηδὲ τα ἐν τῶ φω τὶ φαινόμενα· δια τὸ τῶν οφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αισθόμενος· νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ· τῶν ὄντων εἶναι κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παραφρονοῦντες· καταδῦντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας καὶ ἐπιλαθόμενοι τὰς περι θεοῦ θῦ ἐννοίας καὶ δόξας· αμυδρω τῶ λογισμῶ μᾶλλον δὲ αλογία χρησάμενοι τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ έργα μᾶλλον ἐκθειάσαντες ἤ εἴ περ τὸν τούτων αίτιον καὶ δημιουργὸν δεσπότην θεόν θν · ὥσπερ δὲ κατα το προλεχθὲν παράδειγμα οἱ εἰς τὸν βυθὸν καταδυό μενοι· ὅσω μᾶλλον ἐπικαταβαινουσιν τοσούτω μᾶλλον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρῶσιν· οὕτως καὶ τὸ τῶν 
 ἀνθρώπων ανων πέπονθεν γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλο λατρίαν· οὐδ’ ἀφ ῶν ήρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ όσω τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον καινοτερας ἐ φευρισκον τὰς δισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων· αλλοις παλιν ἐνεπιμπλαντο τοῖς κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπε κτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θε ῖ ί α γραφὴ μαρτύ ρεται λέγουσα· ὅταν ἔλθη ἀσεβ ῆ ὴ ς εἰς βάθος κακῶν κατα φρονεῖ· αρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων 
 ἀπο θεοῦ θῦ · καταβαίνοντες λοιπὸν ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ανοι · πρώτοις οὐρανῶ οὐνῶ καὶ ηλίω καὶ σελήνη· καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι λέγοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτους αἰτίους εἶναι νομίζοντες· ἐπειτα ἐπικαταβαίνοντες 
 τ οῖς σκοτεινοῖς λογισμοῖς· αἰθέρα· καὶ τὸν ἀέρα· καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συ στάσεως· τὴν θερμὴν· καὶ τὴν ψυχρὰν· καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσιαν θεοὺς ἀνύμνησαν· ὡς δὲ τέλεον πε σόντες περὶ την γην ιλυσπῶνται δίκην τῶν ἐν τῆ χέρ σω κοχλίων, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες ἀπο τῆς περι θεοῦ θῦ φαντασίας· λοιπὸν καὶ ἀνθρώπους ανους καὶ ἀνθρώπων ανων ψυχας τῶν μὲν καὶ ἔτι ζώντων· τῶν δὲ καὶ μετα θάνατον εἰς θεοὺς ἀνέθηκαν· έτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λο γιζόμενοι ήδη καὶ εἰς λίθους· καὶ εἰς ξύλα· καὶ ἑρπετα· ἐνυδρά τε καὶ χερσαία· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνίμερα ζῶα· τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ 
 πατέρα πρα ἀποστρεφό μενοι· ἀλλ’ εἴθε κἂν μέχρι τούτων ἦν στᾶσα ἡ τῶν ἀφρό νων τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες· ἑαυτοὺς ταῖς ἀσεβείαις συνέφυρον οἱ ἄνθρωποι ανοι · τοσοῦτον γάρ τινες καταπεπτώκασιν τῆ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν· ὥστε καὶ τὰ μηδόλως μηδαμῶς ὑπάρχοντα· μηδε ἐν τοῖς γενομένοις φαινόμενα, όμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικα γὰρ ἀλόγοις ἐπιμειξαντες· καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοι εἰσιν· οἱ παρ αιγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λιβυσιν κριοκέφαλος ἀμμων· 
 ἄ λλοι δε τα μέλη τῶν σωμάτων κεφαλην· καὶ ωμον· καὶ χεῖ ρα· καὶ πόδα καθεαυτα διελοντες, ἑν ἕκαστον εἰς θεοὺς ἀνέθηκαν· καὶ ἐξεθείασαν· ὥσπερ οὐκ αρκούμενοι ἐξ ο λοκληρου του όλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπι τείνοντες δε τὴν ἀσεβειαν ετεροι την προφασιν τῆς τού των εὐρησεως· καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες· προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ αυτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν· ἐτόλμησαν τους παραυτοῖς ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας· θεοὺς ἀναθεῖναι· ἢ διατιμὴν τῶν ἀρξάντων· ἢ διὰ φό βον τῆς εαυτῶν τυραννίδος· οἷος ὁ ἐν κρήτη περιβόητος παρ αυτοῖς ζεὺς· καὶ εν ἀρκαδία ερμῆς· καὶ παρὰ μεν ἰνδοῖς διόνυσος· παρα δε αιγυπτίοις· ίσις· καὶ ὀσιρις· καὶ ῶρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βα σιλέως· παιδικὸς ἀντίνοος· ὃν καιπερ εἰδότες ἄνθρωπον ανον · καὶ ἄνθρωπον ἄνον , οὐ σεμνόν, ἀλλὰ ἀσελγείας ἔμπλεω· δια φόβον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χωρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσεν θρησσκεύεσθαι· αὐ τὸς μὲν καὶ μετὰ τὸν θάνατον ἐρῶν τοῦ παιδος· ἐλέγχων δὲ όμως καθεαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδω λολατρίας παρέχων· ὅτι οὐκαλῶς ἐφευρεθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αυτη ἡ ἐπιθυμία παρὰ τῶν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· 
 ἀρχη πορνιας ἐπίνοια εἰδώλων· καὶ μὴ θαυμά 
 ζ ετε μηδε μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλω πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ρωμαίων σύγκλιτος τοὺς πώποτε αὐτῶν ἐξαρχῆς ἄρξαντας βασι λέας ἢ πάντας ἢ όσους ὰν αὐτοὶ βούλωνται καὶ κρίνου σιν δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν· γὰρ ἀπεχθάνονται, τούτους πολεμίους ὁμολογοῦσιν καὶ ἀνθρώπους ανους ονομάζουσιν· οὓς δὲ καταθυμίους ἔ χουσιν, τούτους δι’ ανδραγαθίας θρησκεύεσθαι προστάττου σιν· ὡς ἔχοντες τὸ θεοποιειν· αυτοι ἄνθρωποι ανοι τυγχάνοντες· καὶ εἶναι θνητοι μὴ ἀρνούμενοι· εδει δὲ θεοποιοῦντας, αὐτοὺς μᾶλλον εἶναι θεούς· το γαρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ανάγκης αρχει· ὁ διδοὺς πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασι λεὺς ὃ ἔχει χαρίζεται· τῶν δε λαμβανόντων κρείττων· καὶ μείζων ἐστίν· εἴπερ οῦν οὓς θέλουσιν αὐτοι, τούτους θεοὺς εἶναι δογματίζουσιν· ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεοὺς· ἀλλὰ τὸ θαυμαστὸν ἐστιν τοῦτο· ὅτι ἀποθνήσκοντες ὡς ἄνθρωποι ανοι , ἐλέγχουσιν τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ έθος οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· αλλ ην ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· 
 κ αὶ γὰρ οἱ πάλαι παρέλλησιν διαβεβοημένοι θεοι· ζευς καὶ ποσειδὼν· καὶ ἀπολλων καὶ ήφαιστος καὶ ερμης· καὶ ἐν θηλείαις ήρα· καὶ δημήτρα· καὶ ἀθηνα καὶ αρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς έλλησιν ιστορουμένου διαταγαις· ἐκρίθησαν λέγεσθαι θεοι· καὶ οἱ μεν διαταξάμενοι, ὠς 
 ἄνθρωποι ανοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο ὡς θεοὶ προσκυνοῦνται· τίς οὖν ταύτης μᾶλλον γένοιτὰν εναντιότης καὶ μανία· τὸν διαταξάμενον εἰδότες· οὓς διετάξατο τούτους προτιμῶσιν· καὶ εἴθε μέχρις ἀρρένων ιστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέ φερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας· ἃς οὐδὲ εἰς κοινὴν περι πραγμάτων συμβουλίαν λαμβά νειν ἀσφαλὲς, ταύτας τῆ θεοῦ θῦ τιμη θρησκεύουσιν καὶ σέβου σιν· ὡς αι μεν παρα θησέως διαταγεῖσαι καθάπερ εἰρήκαμεν· 
 π αρα δε αιγυπτίοις ὁ ισις· και κόρη· και νεωτέρα· καὶ παρ αλλοις ἀφροδιτη· τα γαρ τῶν ἄλλων ονοματα, οὐδε λέγειν εὐαγὲς ἠγοῦμαι· πάσης χλεύης ὄντα μεστα· πολλοι γὰρ οὐ μόνον τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθη μᾶς χρόνοις· ἀποβαλλοντες φίλτατα καὶ ἀδελφοὺς· καὶ συγγενεῖς· καὶ γυναικας· πολλαι δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι οὓς παντας· ἡ φύσις ηλεγξεν ἀνθρώπους ανους εἶναι θνητούς· τούτους και ταυτας· δια το πολὺ περι αυτῶν πενθος ἀναζῶ γραφήσαντες καὶ θυσίαις ἀναπλάσαν τες ἀνέθηκαν· καὶ τούτους οἱ μετα ταυτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατα φύσιν· οὓς γὰρ οἱ γονεῖς, ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ αν γαρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολ λ ομένους ἐκόψαντο· τουτου γοῦν χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεους· ἀλλὰ μηδ’ όλως ὑπάρχειν· ἐν εἰκόνι τούτους ἐτυπώσαντο ινα τοῦ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ορῶντες παραμυθῶνται· τούτοις όμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις περι τιθέασιν· ἐν γοῦν αἰγύπτω· εἰσέτι και νυν· ὁ περι ὅσιρεως· καὶ ούρου· καὶ τύφωνος· καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλειας ἐπιτελεῖται· καὶ τὰ εν δωδωνη χαλκια· καὶ οἱ ἐν κρήτη κορύβαντες· τὸν δῖα μὴ εἶναι θεὸν θν ἐλέγχου σιν· ἀλλ’ ἄνθρωπον ανον · καὶ τοῦτον ἐκ πατρὸς πρς αιμοβόρου· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς εἶναι δόξας πλάτων· εἰς τὸν πειρεᾶ κατέρχεται· τὴν ἀνθρώπου ανου τέχνη πλασθεῖσαν ἀρτεμιν προσκυνησων· ταυτα δὲ καὶ 
 
 τ ὰς τοιαῦτας τῆς εἰδωλομανίας εὑρήσεις ἄνωθεν καὶ προ 
 πολλοῦ προεδίδασκεν ἡ γραφη λέγουσα· ἀρχη πορνίας ἐπινοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορα ζωῆς· οὔτε γὰρ ην ἀπαρχῆς, οὔτε εἰς τον αιῶνα εσται· κενοδοξία γὰρ ἀνθρώπων ανων ῆλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμε νος ὁ πατήρ πηρ τοῦ ταχέως ἀφ ε αι ρεθέντος τέκνου εἰκόνα ποιή σας· τόν τε νεκρὸν ἄνθρωπον ανον , νῦν ὡς ζῶντα ἐτίμησεν· καὶ παρέ δωκε τοῖς ὑποχειρίοις· μυστήρια καὶ τελετάς. εἶτα τῶ χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά· καὶ οὓς εν όψει μη εδύναντο τιμαν ἄνθρωποι ανοι · δια τὸ μακρὰν οἰκεῖν· τὴν πόρρωθεν όψιν ἀνατυπωσάμενοι ἐμφανη εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ινα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προ ετρέψατο φιλοτιμία· ὁ μεν γαρ ισως κρατοῦντι βουλό μενος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· το δε πλῆθος ἐφελκόμενος διὰ τὸ εὔχαρει τῆς εργασίας· τὸν πρὸ ολίγου τιμηθέντα ἄνθρωπον ανον , νῦν σέβας ἐλογίσαντο· καὶ τοῦτο γέγονεν τῶ βίω εἰς ενεδρον· οτι ἢ συμφορα· ἢ τυραννίδη δουλεύοντες ἄνθρωποι ανοι · τὸ ἀκοινώ νητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· 
 τ οιαυτης τῆς εἰδώλων εὑρήσεως ἐπι μαρτυρει τῆ γρα φη παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης· καὶ ἀναπλασθείσης 
 ω ο ρα λοιπον σοι καὶ τὸν κατ αυτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, όσον ἀφ ὧν αὐτοι περι αυτῶν φρο νοῦσιν τεκμήρια λαμβάνοντες· εἰ γάρ τις τῶν παρ αυτοῖς λεγομένων θεῶν ινα πρῶτον ἀπὸ τούτων ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον αὐτοὺς μὴ εἶναι θεοὺς· ἀλλα καὶ τῶν ἀνθρώπων ανων τοὺς αἰσχίστους γεγονότας· οἷον γαρ ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ερωτας· 150 
 καὶ τὰς ἀσελγείας· οἷον ἐστιν ἀκούειν αρπάζοντα μεν τὸν γανυμηδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοι χείας· δεδειότα δὲ καὶ δειλιῶντα· μὴ παραγνώμην αὐτοῦ τὰ τῶν τρωων ἀποληται τειχη· οἷον ἐστιν ἰδεῖν αὐτὸν ἀ χθόμενον ἐπὶ τῶ θανάτω τοῦ υἱοῦ υυ αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον μὲν αὐτῶ βοηθῆσαι· μὴ δυνάμενον δε· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς καὶ ἥρας καὶ ποσ ε ιδῶνος, βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικος· καὶ τοῦ ἑκατονταχείρου αἰγέωνος· καὶ νιχόμενον μὲν ὑπὸ ηδονῶν, δουλεύοντα δε γυναιξὶν· καὶ δια ταυτας· ἐν αλόγοις ζώοις τετράποσίν τε και πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν κρυπτόμενον διὰ τὴν τοῦ πατρος πρς · ἐπιβουλην· τὸν δε κρόνον ὑπαυτοῦ δεσμευόμενον· κακεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · αρ’ οῦν ἄξιον τούτους ὑπονοεῖν θεους· τοὺς τοσαῦτα δράσαντας· καὶ διαβληθέντας· α μηδε κοινοι νομοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ανους ἐπιτρέπουσιν ποιεῖν; ινα γὰρ ἐκ πολ 
 λ ῶν ὀλίγα μνημονεύσω διατο πλῆθος· τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην τοῦ διὸς· καὶ λήδαν· καὶ ἀλκμήνην· καὶ λητὼ καὶ μαῖαν καὶ εὐρώπην· καὶ δανα ό ι ν· παρανομίαν καὶ φθοραν· ἠ τίς ει ἰ δὼν τὴν εἰς την ιδίαν ἀδελφὴν ἐπιχείρη σιν αὐτοῦ καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχεν καὶ γυ ναῖκα· οὐκ ὰν χλευάσειεν καὶ ζημιώσειεν θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας ἑ αυτοῦ τὴν τῆς θεοποιίας κατασκευάζων πλάνην· ων εισιν διόνυσος καὶ ηρακλῆς· καὶ διόσκοροι· καὶ ερμης· καὶ περσεύς καὶ σώτειρα; τίς ει ἰ δὼν τὴν τῶν λεγομένων θεων αὐτῶν· ἀκατάλλακτον προς εαυτοὺς έριν ἐν ἰδίω τῶν ελλήνων καὶ τῶν τρώων χάριν· οὐ καταγνώσεται τῆς ἀσθενειας αὐτῶν· ὅτι δι αλλήλων φιλονεικίαν· και τοὺς 
 ἀνθρώπους ανους παρώξυναν· τίς ιδὼν ὑπο μεν διομήδους 
 τ ιτρωσκομένους ἄρεα καὶ αφροδίτην· ὑπὸ δε ἡρακλε ους τὴν ήραν καὶ τὸν ὑποχθόνιον· ὃν καλουσι θεον ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπο περσέως· ἀθηνᾶν δε ὑπὸ ἀρ κάδος· καὶ τὸν ηφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα οὐ καταγνώσεται τῆς φύσεως αὐτῶν· καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς έτι θεους. φθαρτοὺς δὲ καὶ παθη τοὺς αὐτοὺς ἀκούων· οὐδὲν ἄλλο ἠ ἀνθρώπους ανους αυτους· καὶ ἀνθρώπους ανους 
 ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας· ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἠ τίς ει ἰ δὼν τὴν ἄρεως 
 π ρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ηφαίστου καταμφοτε ρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομέ νους θεοὺς· ἐπ θεαν τῆς μοιχείας ὑπὸ ηφαίστου καλου μένους αὐτούς τε ἐρχομένους καὶ ορωντας εαυτῶν τὴν ασέλγειαν, οὐ γελάσειεν· καὶ καταγνώσειεν τῆς φαυλότη τος αὐτῶν· ἠ τίς οὐκ ὰν γελάσειεν ὁρων τὴν ἡρακλε ους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ασω τίαν· τὰς γὰρ τῶν καθ ηδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετασπουδῆς· τῶν πρα γμάτων καὶ ἀφ εαυτῶν ἐχόντων τὸ μύσος· καὶ δι εαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ οῖς μαλιστα καὶ οικτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αυτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαινοντα μοιχὸν· τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες 
 καὶ παντες ὁθεν ἐγένοντο ἐξηρανθησαν καὶ κωφοὶ ἀπο 
 ἀνθρώπων ανων · συναχθήτωσαν πάντες καὶ στητωσαν άμα· καὶ αἰσθυνθήτωσαν πάντες καὶ ἐντραπήτωσαν· ότι ω ξυνεν τέκτον σίδηρον· σκηπαρνω εἰργάσατο αυτὸ· καὶ ἐν τερέτρω· ερυθμισεν αυτο· τῶ βραχίονι τῆς ισχύος αὐτου· καὶ πινάσει καὶ ασθενησει· καὶ ου μὴ πιη υδωρ· ξύλον γαρ ἐκλεξαμενος τέκτων ἔστησεν αὐτὸ ἐν μέ τρω και ἐν κολλη ἐρύθμισεν αυτό· καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρος· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου ἔστησεν αὐτὸ ἐν οίκω· καὶ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ· ὃ ἐφύ τευσεν ὁ κύριος κς · καὶ ὑετὸς ἐμήκυνεν· ίνα ῆ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ αυτοῦ ἐθερμανθη· καὶ καύσαντες ἔ πεψαν ἄρτους ἐπ αυτῶν· καὶ τὸ λοιπὸν εἰργάσαντο εἰς θεούς· καὶ προσκυνοῦσιν αὐτοῖς· οὑ τὸ ἥμισυ αὐτῶν κατεκαυσαν πυρί· καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ὀπτήσας κρέα ἔφαγεν καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶπεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκυνει λέγων ἐξελοῦ με ὅτι θεος μου εἶ σύ· οὐκ ἔ γνωσαν φρονῆσαι ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ 
 οὐκ ελογισατο ἐν τῆ καρδία οὐδὲ ανελογήσατο τῆ ψυχῆ 
 αὐτου· οὐδε ἔγνω τῆ φρονήσει ὅτι τὸ ήμισυ αὐτοῦ κατέ 
 καυσεν ἐν πυρι· καὶ έπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ 
 ἄρτους· καὶ οπτησας κρεα ἔφαγεν· καὶ τὸ λοιπὸν αὐτοῦ 
 εἰς βδέλυγμα ἐποίησεν· καὶ προσκυνοῦσιν αὐτῶ· γνῶτε 
 ὅτι σποδὸς ἡ καρδία αὐτῶν· καὶ πλανῶνται· καὶ οὐδεις 
 δύναται ἐξελεσθαι τὴν ψυχὴν αὐτῶν· ειδετε· οὐκ ἐρειτε 
 ὅτι ψεῦδος ἐν τῆ δεξια μου· πῶς οὖν οὐκ ἄθεοι 
 π αρα πᾶσιν ἂν κριθεῖεν· οἱ καὶ παρα τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι· ἠ πῶς οὐκ ὰν εἶεν κακοδαί μονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύ οντες ἀντι τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη πεποιθόσιν· ἐπι τα αλογα καὶ ἀκίνητα ἀντι τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ ειθε 
 κ ὰν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνί της· ινα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον· υπέκλεψαν γὰρ ἂν τὴν υπόνοιαν τῶν ἀκεραίων· ὡς αἰσθανομένων ἂν τῶν εἰδώλων· εἰ μη τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὁφθαλμούς· καὶ ῥῖνας· καὶ ὦτα· καὶ χεῖρας· καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς την τῆς αἰσθήσεως χρῆσιν καὶ τῶν αἰσθητων ἀντίλη· ψιν· νῦν δὲ ἔχοντες οὐκ ἔχουσιν· καὶ στήκοντες οὐ στήκουσιν· καὶ κα θεζόμενοι οὐ καθέζονται· οὐ γὰρ ἔχουσιν τούτων τὴν ἐ νέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένουσιν κείμενοι· θεοῦ θῦ μεν γὰρ γνώρισμα μηδὲν παρέχοντες· ἄψυ χοι δὲ καθόλου· μόνον ἀνθρώπου ανου τέχνη φαινόμενοι τεθέντες· 
 εἴ θε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις ποιηταὶ· καὶ συγγραφεῖς· ἁπλῶς θεοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν προς ἔλεγχον τῆς ἀθεότητος καὶ αισχρ οπ οιοῦ πολιτείας ἀνέγραφον· ἠδύναντο γὰρ καὶ μόνον τῶ τῆς θειότητος ονόματι τὴν αλήθειαν υφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι· νῦν δε έρωτας καὶ ασελγειας διηγούμενοι τοῦτων· καὶ ζηλο τυπ ε ίας προς ηδονην τῶν θηλειῶν· καὶ φόβους καὶ δει λίας· καὶ τὰς ἄλλας κακίας οὐδεν ἄλλο εαυτοὺς ἐλεγχουσιν· ἠ οτι οὐ μόνον οὐ περι θεων διηγουνται, αλλ’ ουδε περι ἀνθρώπων ανων 
 σεμνῶν· περὶ δὲ αἰσχρῶν· καὶ τοῦ καλοῦ μακρὰν ὄντων αὐτῶν μυθολογοῦσιν· ἀλλ’ ίσως περι τούτων οἱ δυσσεβεῖς περὶ τὴν ιδιότητα τῶν ποιητῶν καταφεύγουσιν· ιδιον εἶναι χαρακτῆρα· τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεεδεσθαῖ περὶ μυθων· εἰς τέρψιν τῶν ἀκουόντων· οὑ χάριν τὰ περι των θεων αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὐτἠ καὶ πάντων μᾶλλον ἡ πρόφασις ἕωλος δειχθήσεται· ἀφ ὡν οὗτοι περὶ του των ἔχουσι δοξαν καὶ προστίθενται· εἰ γὰρ τὰ παρα ποιη ταῖς ἐστιν πλάσματα καὶ ψεύδη, ψευδὴς ἂν εἴη καὶ αὑτη ἡ περὶ τοῦ διὸς καὶ κρόνου· καὶ ἥρας· καὶ ἀρεως· καὶ τῶν ἄλλων ὀνομασία· ὡς γὰρ αὐτοὶ φασὶν καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστιν μὲν ὅλως ζεύς· οὐδε κρόνος· οὐ δὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηται πρὸς ἀπατην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ όντα· πῶς ὡς ὅντας αὐτοὺς θεοὺς θρησκεύουσιν· ἠ 
 ἴ σως γὰρ ἂν πάλιν φήσουσιν τὰ μὲν ονόματα οὐ πλάττον ται· τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο 
 ο ὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές· εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, πάντως καὶ τὰ ὀνόματα· ῶν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἠ εἰ αληθεύουσιν καὶ περὶ τὰς πράξεις ἐξανάγκης· ἄλλως τε· οἱ εἶναι τοῦτους θεοῦς μυθο λογήσαντες· εἰς ἃ ἣν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψουσιν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῶ ὕδατι τίς ἀναθήσει· τὸ μὲν γὰρ καίει· τὸ δε ἔμπαλιν τὴν οὐσίαν ἔχει τοῦ ψύχειν· εἰ μὲν οὖν αἱ πράξεις εἰσὶν θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν· καὶ οἱ τού των ἐργάται· εἰ δε ἀνθρώπων ανων ἐστιν καὶ ἀνθρώπων ἀνων οὐ καλῶν, τὸ μοιχεύειν· καὶ τὰ προειρημένα έργα ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· καταλλήλους δὲ ταῖς πράξεσιν· καὶ ταῖς οὐσίαις καὶ ταῖς προσηγορίαις εἶναι χρὴ· ινα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρ τυρηθῆ· καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθηναι δυνηθη· ὥσπερ οὖν εἰ τις διαλεγόμενος περι ύδατος, καὶ πυρός εἰ τὰς τούτων ἐνεργείας ἀπήγγελλεν· οὐκ ἂν εἶπεν τὸ μεν ὕδωρ καίειν· τὸ δε πῦρ ψύχειν· οὐδ’ ει τις περι ηλιου και γης διηγοῖτο· ἔλεγεν ἂν τὴν μεν γῆν φωτίζειν· τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι· λέγων γὰρ ταῦτα πᾶσαν παραπληξίαν ὑπερέβαλεν· οὕτως· οὐκ ἂν οἱ παρ αυτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώ τατος ποιητης· εἴπερ εἴ ῃ δεισαν θεοὺς εἶναι τὸν δία· καὶ τοὺς ἄλλους τοια ῦ ύ τας αὐτοῖς περιέθηκαν πράξεις· αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ανους εἶναι καὶ ἀνθρώπους ἀνους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηται, καὶ σὺ τούτων καταψεύδη· διατί γὰρ μὴ καὶ τὰς ἀνδρείας 
 τ ῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν· ἀν τὶ δὲ ἀσθενείας, ἀνδρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ήρας, οὕτω καὶ τοῦ μεν ἀχιλλεως ἀνανδρείαν καταψεύσασθαι· τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως ἀσυνεσίαν διαβάλλειν· τοῦ δε νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μεν διομήδους καὶ έκτορος γυναικίας πράξεις· τῆς δὲ ἑκαβης ἀνδρεῖαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις 
 τὴν ἀλήθειαν ἐφύλαξαν, τῶν δὲ λεγομένων θεῶν οὐκ εφο βήθησαν καταψεύδεσθαι· ἢ καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν 
 __ 
 εἴ ποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσιν ψεύδον ται· __ ἐν δὲ τοῖς ἐπαίνοις ὁ τὸν πατέρα πρα θεῶν· καὶ ύπατον· και 
 __ ὀλύμπιον· καὶ ἐν οὐρανῶ ουνῶ βασιλεύοντα λέγουσιν δῖα οὐ πλάτ τονται, __ ἀλλ’ ἀληθεύοντες λέγουσιν· τοῦτον δὲ οὐ μόνος ἐγὼ, ἀλλὰ καὶ πᾶς ὅστις οὖν ἐλέγξειεν εἶναι τὸν λόγον κατ’ αὐτῶν· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν γε νήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχου σιν· τὰ δὲ ἐγκώμια· ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστιν φύσιν· ἑ κάτερον δὲ τούτων ἀκατάλληλον ἐστι προς εαυτο· οὐτε γαρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ιδιον ἐστι τοιαῦτα πραττειν· οὔτε τοὺς τα τοιαυτα πράττοντας· ὑπονοεῖν· τις δύναται θεους· τί οὖν ὑπολείπεται νοεῖν ἠ ὁτι τὰ μεν ἐγκωμια ψευδη και κεχαρισμενα τυγχάνει· αἱ δὲ πράξεις ἀληθεύονται καταυτῶν· καὶ τοῦτο ἀληθειας ἄν τις ἐπιγνοίη· οὐδεις γὰρ ἐγκωμιαζων τινα κατηγορει τῆς τούτου πολιτείας· ἀλλὰ καὶ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραὶ, τούτους δια τον ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ινα τη τούτων ὑπερβολη τοὺς ἀκούοντας ἀπατήσαντες ἐπικρύψωσιν τὴν ἐκείνων παρανομίαν· καὶ ὡσπερ ει τις ἐγκωμιασαι τινὰ προθέμενος· μὴ ευρίσκοι μὲν ἐκ πολι τείας μηδὲ ἐξαρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκω μίων· διὰ την ἐν τούτοις αἰσχύνην· αλλως δὲ αὐτοὺς ἐπαί ροι τὰ ὑπὲρ αυτους αὐτοῖς χαριζόμενος· οὕτως καὶ οἱ 
 θ αυμαστοὶ παρ’ αυτοῖς λογογράφοι δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσιν τῶν λεγομένων παρ αυτοῖς θεῶν· το υπερ ἄνθρωπον ανον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπερ ἄνθρωπον ανον · ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀν θρώπινα, ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώ μασιν· τας θεοῦ θῦ ἐννοίας μὴ αρμόζειν αὐτοῖς διελέγξουσιν· 
 κ αὶ ἔγωγε νομίζω καὶ παραγνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη και τας τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν· τοῖς οὐκ οὖσιν θεοῖς· ἀλλ’ ἀνθρώποις ανοις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν, τὸ υπαυτῶν τολμώ 
 μενον, τούτου ένεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠ ναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ινα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μη εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αυτῶν φωναῖς κείμενα πᾶσιν φαίνηται· 
 τ ίς γοῦν ἀπολογία· τίς ἀπόδειξις περι τοῦ εἶναι τούτους θεούς· γένοιτ’ ὰν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μεν γὰρ τῶν λεχθέντων, μικρο πρότερον, ἀνθρώπους ανους αὐτους καὶ 
 ἀνθρώπους ανους οὐ σεμνοὺς ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τρα πήσονται καὶ μέγα φρονήσουσιν· ἐπὶ τοῖς ὑπαυτῶν εὑρε θεῖσιν τῶ βίω χρησίμοις· λέγοντες διαταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ανοις χρήσιμοι γεγόνασιν· ζεὺς 
 __ μὲν γὰρ λέγεται, πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν 
 __ δὲ τὴν τοῦ κυβερνήτου· καὶ ἥφεστος μὲν χαλκευτικὴν· 
 __ ἀθηνᾶ δὲ τὴν ὑφαντικὴν· καὶ ἀπόλλων δὲ τὴν μουσικην· 
 __ καὶ ηρα στολισμὸν· δημητρα γεωργίαν· καὶ οἱ ἄλλοι ἄλλ 
 ἃς οἱ ἱστοροῦντες περι αὐτῶν ἐξηγησαντο· ἀλλὰ ταύτας 
 κ αὶ τὰς τοιαύτας ἐπιστήμας· οὐκ αυτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ανους 
 ἀναθεῖναι· ἀλλὰ τῆ κοινῆ τῶν ἀνθρώπων ανων φύσει· εἰς ἣν ἀτενίζον τες ἄνθρωποι ανοι τὰς τέχνας ἐφευρίσκουσιν· τὴν γὰρ τέχνην καὶ παλαι ο ἱ ὶ λέγουσιν φύσεως αὐτὴν εἶναι μίμημα· εἰ τοινυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγονασιν οὐ διατοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη, ἀλλὰ μᾶλλον 
 ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αυτῶν αἱ τέχναι, ἀλλ’ ἐν τα ῦ ύ ταις καὶ αὐτοι τὴν φύσιν ἐμιμήσαντο· ὄντες ἄνθρωποι ανοι · καταφύσιν ἐπιστήμης δεκτικοὶ· κατὰ τὸν περι αυτῶν τεθέντα ὅρον· οὐδὲν θαυ μαστὸν, εἰ τῆ ἀνθρωπίνη διανοία καὶ αὐτοι εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες· καὶ ταύτης ἐπιστήμην λαβόντες, τας τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τας τῶν τεχνῶν εὑρεσεις θεους αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν· ορα· καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετας θεους ἀναγορεύειν· καθον λογον κακεινοι 
 __ τῆς τοιαύτης ηξιώθησαν ονομασιας· γραμματα μεν ἐφεῦ ρον __ φοίνικες· ποίησιν δὲ ηρωϊκην ὅμηρος· καὶ διαλεκτι κὴν __ δὲ ζηνων ὁ ελεάτης· ῥητορικὴν δὲ τεχνην κοραξ ὁ συ ρακούσιος· __ καὶ καρπον μὲν μελισσων ἀριστέος· σίτου δὲ 
 __ σπορὰν τριπόλεμος· καὶ νόμους μὲν λυκοῦργος ὁ σπαρ τιάτης· __ καὶ σόλων ὁ ἀθηναῖος· τῶν δε γραμμάτων τὴν σύσταξιν καὶ ἀριθμοὺς καὶ μέτρα· καὶ στάθμια παλα μήδης ἐφεῦρεν· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῶ βίω τῶν 
 ἀνθρώπων ἀνων ἀπήγγειλαν χρήσιμα· κατὰ τὴν τῶν ιστορησάντων μαρτυρίαν· εἴπερ οὖν αἱ ἐπιστημαι θεοποιοῦσιν· καὶ διὰ ταυτας εἰσι θεοι γλυπτοι· ἀνάγκη καὶ τοὺς ύστερον ἐκείνων ἐφευρετας τῶν ἄλλων γενομένους εἶναι καταυτους θεους η εἰ μη τούτους ἀξιουσιν τῆς θεοῦ θῦ τιμῆς ἀλλα ἀνθρώπους ἀνους ἐπι γινώσκουσιν· ἀκολουθι καὶ τον δια· καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους μηδε ονομάζεσθαι θεους· ἀλλὰ καὶ αυτους ἀνθρώπους ανους 
 γεγενῆσθαι πιστεύειν· καὶ κατα περιττον· ὅτι μηδε σεμνοὶ γεγόνασιν· ους καὶ απαυτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς, οὐδὲν έτερον ἢ ἀνθρώπους ανους αὐτοὺς ἐλέγχουσιν· τινα γὰρ αὐτοῖς άλλην γλύφοντες ἐπιβάλλουσιν μορφὴν, ἢ τῶν αρρένων· καὶ γυναικῶν· καὶ τῶν έτι κατωτέρω τούτων· καὶ αλόγων ὄντων τὴν φύσιν· πετ ε ινῶν παντοίων· τετραπόδων μ ἡ μέ ρων τε καὶ αγρίων· καὶ ερπετῶν· ὅσα γῆ καὶ θάλασσα καὶ πᾶ σα τῶν ὑδάτων φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν τὴν αλογίαν πεσόντες οἱ ἄνθρωποι ανοι , καὶ πλέον οὐδὲν ὁ ρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας· ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, εν αλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο κατὰ τὴν ποικιλίαν τῶν παθῶν εαυτῶν· καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων τε γὰρ εἰ κόνες· καὶ ερπετῶν καὶ πετεινῶν εἰσιν παραυτοῖς· καθῶς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνευς φησιν· 
 ἐματαιώθησαν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη 
 ἡ ἀσύνετος αὐτῶν καρδία φάσκοντες εἶναι σοφοι εμωράν 
 θησαν· καὶ ήλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ · ἐν ο 
 μοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ανου · καὶ πετεινῶν· καὶ τετρα 
 πόδων· καὶ ερπετῶν· διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς 
 πάθη ἀτιμίας· προπαθοντες γὰρ τὴν ψυχὴν 
 τ αῖς ηδονῶν ἀλογίαις ὥσπερ εἶπον, ἐπὶ τὴν τοιαύ την θεοπλαστίαν κατέπεσαν· καὶ πεσόντες λοιπὸν ὡς παραδοθέντες ἐν τῶ αποστραφῆναι τὸν θεὸν θν αὐτοὺς οὕτως ἐν αυτοῖς κυλίονται· καὶ εν αλόγοις τὸν τοῦ λόγου 
 πατέρα πρα 
 θεὸν θν ἀπεικάζουσιν· περι ῶν οἱ παρ έλλησιν λε γόμενοι φιλόσοφοι, πάλιν ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦν ται ἀνθρώπων ανων εἶναι καὶ αλόγων μορφὰς καὶ τύπους τοὺς φαινομένους αὐτῶν θεους· ἀπολογούμενοι δε λέγουσιν· 
 __ διὰ τουθ’ αὐτοὺς ἔχειν· ινα διαυτῶν τὸ θεῖον αὐτοῖς ἀποκρί νηται __ καὶ φανηται· οὐκ άλλως γὰρ αὐτὸν τὸν ἀόρατον 
 __ δύνασθαι γνῶναι· ἠ διατῶν τοιούτων ἀγαλμάτων καὶ τε λετῶν· __ οἱ δὲ ετι τουτων δῆθεν ἀκριβέστερον καὶ βαθύτε ρον __ λέγειν νομίζοντες φασιν· διατοῦτο κατεσκευᾶσθαι καὶ 
 __ τετυπῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων 
 __ καὶ δυνάμεων, ἵνα διὰ τούτων ἐπιφαινόμενοι γνωρίζ ου ω 
 σιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ανοις · οἷς ἐντυγχάνοντες δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως ἀπὸ τῆς δι αυτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανίας· 
 
 τ αῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦ σιν μὴ γένοιτο· ἐὰν δε τις ἐξετάσει μετ επιμελίας τὸν λόγον, εὑρήσει τουτων οὐκ ἔλαττον τῶν πρoτερων δειχθεντων την δόξαν εἶναι ψευδῆ πῶς ἀποκρίνεται ἢ γνωρίζεται 
 θεος θς διατούτων λεγετωσαν· ποτερον δια την περικειμέ νην αὐτοῖς ὑλην· ἢ διὰ τὴν ἐν αυτοῖς μορφήν· εἰ μεν γαρ διὰ τὴν ὕλην, τίς ἡ χρεῖα τῆς μορφῆς· καὶ μὴ πριν πλασθῆναι ταῦτα δια πασης απλῶς υλης ἐπιφαί νεσθαι τὸν θεον θν · ματην δὲ καὶ τοὺς ναους οὗτοι περιετει χισαν καὶ συγκλειοντες ένα λίθον ἢ ξυλον ἢ χρυσοῦ μέρος πασης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· 
 
 ε ἰ δὲ ἡ επικειμένη μορφη αιτία γίνεται τῆς θείας ἐπιφανείας τίς ἢ χρεῖα τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· και μη μᾶλλον διαυτῶν τῶν φυσει ζωων ὧν εἰσιν αἱ μορφαὶ γλύμ ματα· τον θεον θν ἐπιφαίνεσθαι· κάλλιον γὰρ ἂν ἡ περι θεοῦ θῦ δό ξα· κατὰ τὸν αὐτῶν λόγον ἐγεγόνει· εἰ διὰ ἐμψύχων λογικῶν τε καὶ αλογων ἐπεφαινετο και μη ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκατω· ἐφ οἷς μάλιστα καθ εαυτῶν ἀσεβειαν ἐργαζονται· τα γαρ φύσει ζωα τετράποδα τε καὶ πετεινά· καὶ ἑρπετά βδελυττόμενοι· καὶ ἀποστρε φόμενοι· ἠ διὰ τὴν ἀγριότητα· ἠ διὰ τὴν ῥυπαρίαν· ὅμως τοὺς τούτων τύπους· ἐν λίθοις καὶ ξύλοις· καὶ χρυσῶ γλύψαντες θεοποιοῦσιν· ἔδει δὲ πάλιν μᾶλλον αὐτὰ τὰ ζῶα θρησκεύειν ἠ τὰς τούτων εἰκόνας προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν οὔτε μορ φη, οὔτε ὕλη αἰτία τῆς τοῦ θεοῦ θῦ παρουσίας ἐστιν· μόνη δὲ ἡ μετ επιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αυτη τυγχάννουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην· ἐπιφοιτα τὸ θεῖον ταῖς γλύμμασιν· τίς πάλιν ἡ χρεῖα τῆς ὕλης· οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ανοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεος θς · καὶ διατοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα· ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς προσκυνῆσθαι· καὶ θρησκεύεσθαι· οσω καὶ λο γικοὶ· καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν εαυτοῖς· περὶ δὲ 
 τ ῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας· καὶ ταῦτα ἀκολούθως ἄν τις εἴποι· εἰ οὖν οὐ δι αυτὴν τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες· αλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν· διατί τὰ ἀγάλματα δι ῶν ἐπικαλεῖσθε τὰς δυνάμεις κρείττονα καὶ ὑπερ αυτας τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλή ψεως γλύψαντες τὰς μορφὰς ὡς φατέ· αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασιν περιτίθετε· πράγμα πάσχοντες οὐκ εὐαγές· ὁμολογοῦντες γαρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τῆς τῶν ἀγαλμάτων μικρότητος· καὶ διατοῦτο μὴ αὐτὸν τὸν 
 θεον θν , ἀλλὰ τὰς ελάττους δυνάμεις διαυτῶν ἐπικαλούμενοι, διατί ταυτας ὑπερβάντες οὗ τὴν παρουσίαν ἐφοβήθη τε, τούτου τὴν προσηγορίαν τοῖς ξύλοις καὶ τοῖς λίθοις ἀνεθήκατε· καὶ θεοὺς ἀντι λίθων καὶ τέχνης ἀνθρώπων ανων 
 ονομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα 
 ἐ στιν ὑμῖν ταῦτα· ὡς ψεύδεσθε τῆς ἐπὶ θεον θν θεωρίας ποῖον σύβολον ἐν τούτοις· τῆς περι θεοῦ θῦ νοήσεως· τί όμοιον 
 ἄνθρωπος ανος ἠ τετράποδον καὶ ερπετὸν τῆ περι θεοῦ θῦ σημασίας· 
 __ ἐν μὲν οὖν χάρτη γραφόμενον τὸ βασιλέως ὄνομα θε ωρήσας τίς οἶδεν ὅτι περι βασιλέως ἤκουσεν· ἀνθρώπου ανου 
 δὲ μορφὴν τίς· ἠ ἀλόγων ζωων θεωρήσας ποῖον ἕξει σύμβολον ἠ γνώρισμα τῆς περι θεοῦ θῦ γνώσεως· ινα καὶ τὰ τούτων ἐν λίθοις εἰκόνας εἴπητε ταῦτα εἶναι γράμματα τῆς περι τοῦ θεοῦ θῦ ἐννοίας· ἐβουλόμην δὲ ιδεῖν· ἐβουλόμενοι 
 __ γράψαι καὶ εἰκόνα στῆσαι βασιλέως· ἐγραφετε τετράποδα ἠ ερπετά· καὶ οὐ πάντα μᾶλλον· εἰ τουτ’ ἐπιχειρειταῖ διὰ τὸν εκ τούτου κίνδυνον· εἰ δε ἃ μὴ περι ἀνθρώπων ανων τολματε ποιειν ταῦτα περι θεοῦ θῦ ἐπιτηδεύετε πλάττειν· πῶς οὐ πάσης ἄξια καταγνώσεως τὰ παρ’ ὑμῖν· καὶ γὰρ πάλιν ἄξιον ὑμᾶς 
 ἔ ρέσθαι καὶ ἀκοῦσαι παρυμῶν τὴν αἰτίαν τῆς τοιαύτης τῶν εἰδώλων ὑμῶν μορφῆς· εἰ μεν γαρ ὅτι ἀνθρωπό μορφον ἐστιν τὸ θεῖον διατοῦτο οὕτως τετύπωται· διατί καὶ ἀλόγων αὐτῶ τύπους περιτίαθεται· εἰ δε ζώων ἀλόγων ἐστιν ὁ τούτου τύπος· διατι καὶ λ όγιω ογικῶ ν αὐτῶ περι τίθετε γλυφάς· εἰ δε το συναμφότερον ἐστιν· καὶ ἐξ αμ φοτέρων κατειλήφατε τὸν θεον θν · ὅτι τε ἀλόγων καὶ λογι κῶν ἔχει τοὺς τύπους· τί διαιροῦσιν τὰ συνημμένα· καὶ χω ρίζουσιν τὴν ἀλόγων καὶ ἀνθρώπων ανων καὶ αλόγων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ αμφοτέρων αὐτὸν γλύφετε· ὁποῖα παρα τοῖς μοί θοις ἔστι πλάσματα· σκύλλα καὶ ἡ χαρυβδις καὶ ὁ οπ π οκ ένταυρος· καὶ ὁ παρ αιγυπτίοις κυνοκέφαλος ἀ νουβις· ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτως γράφεσθαι δι φυεις· ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ αυτῶν· καὶ πάλιν· εἰ ἀρρενι 
 κ αὶ τούτων εἰσιν αἱ μορφαι· διατι καὶ θηλειων αὐτοῖς περι τιθέατε τύπους· εἰ δε θηλυκῶν εἰσιν διατί καὶ ἀρρε νικῶν κατ’ αὐτῶν ψεύδεσθαι τὰς μορφάς· εἰ δε πάλιν τὸ συναμφότερόν εισιν, εδει μὴ διαιρεισθαι ἀλλ ἀμφότερα συνάπτεσθαι καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ερμα φροδίτους ινα μὴ μόνον ἀσεβειαν καὶ συκοφαντίαν· ἀλλὰ καὶ γελωτας ἡ δεισιδαιμονία ὑμῶν τοῖς ὁρῶσι παρα σχη· καὶ όλως εἰ σωματ οε ιδὲς τὸ θεῖον ὑπολαμβάνετε· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας καὶ πάλιν αὐχένα καὶ στηθη· καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων 
 μέλη ἐπινοεῖν αὐτῶ καὶ πλάττειν· ορατε εἰς ὅσην ἀσε βειαν καὶ ἀθεότητα καταπέπτωκεν τούτων ὁ νούς ὥστε τοιαῦτα ἐπινοεῖν περι θεοῦ θῦ ἀκολουθει γὰρ τῶ τοι ούτω· καὶ τὰ ἄλλα τὰ τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ διαιρεῖσθαι καὶ ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα οὐκ ιδια θεοῦ θῦ · ἀλλὰ μᾶλλον τῶν ἐπι γῆς σω μάτων ἐστιν· 
 ο 
 ὁ μεν γαρ θεος θς ἀσώματος ἐστιν καὶ ἄ 
 φ θαρτος· καὶ αθάνατος· οὐ δεόμενος· ταῦτα δὲ καὶ φθαρτα καὶ σωμάτων εἰσιν τύποι· καὶ τῆς παρ αυτῶν ἐπιδεόμενα χρείας· ὥσπερ καὶ πρότερον εἴρηται· πολ λάκις οὖν ορῶμεν ἀνανεουμένους τοὺς παλαιωθέντας· καὶ οὑς ο χρόνος· η υετος· ἠ ἄλλό τι τῶν ἐπι γῆς ζώων η φάνισεν, τούτους ἀναπλαττομένους ἀφ ὡν ἄν τις αὐτῶν καταγνοίη τῆς παραφροσύνης· ὡν γὰρ αὐτοὶ ποιηταὶ τυγχά νουσι, τούτους θεοὺς ἀναγορεύουσιν· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ένεκα τοῦ μὴ φθαρῆναι παρα τουτων αὐτοὶ σωτηρίαν αἰτοῦσιν· καὶ ους οὐκ αγνοοῦσιν δεομένους τῆς αὐτῶν ἐπιμελειας· παρα τούτων αὐτοὶ τὰς εαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰ κίσκοις κατακλίουσιν, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσσχύνονται καλοῦντες· οὐ μόνον δε 
 ἐ κ τούτων αν τις αὐτῶν την ἀθεότητα καταμαθοι, ἀλλὰ καὶ ἀφ ῶν ἐν αυτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφω νος ἡ δόξα· εἰ γαρ οὗτοι θεοι εἰσιν ὡς λεγουσιν καὶ περι αυτῶν φιλοσοφοῦσιν· τίνι τίς προσθῆται τουτων· και ποίους αὐτῶν κρίνη κυριωτέρους· ἵνα ἢ τὸν θεον θν θαρρήση προσκυνῶν· ἤ ὥς φασὶν ἐν αυτοῖς μὴ δισταξη γινωσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρα πᾶσιν ὀνομάζονται θεοι· ἀλλ’ ὁ σα κατὰ τὸ πλεῖστον ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάτ τονται· εστι δε όπου κα μια χωρα· και μία πόλις προς εαυτας στασιάζουσιν περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας· 
 __ φοίνικες γοῦν οὐκ ἴσασιν τοὺς παρ αιγυπτίοις λεγομέ νους __ θεους· οὐδε αἰγύπτιοι τὰ αυτα τοῖς παρα φοίνιξιν 
 __ προσκυνοῦσιν εἴδωλα· καὶ σκυθαι μὲν τοὺς περσῶν· 
 __ πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεούς· ἀλλὰ 
 __ καὶ πελασγοι μὲν τοὺς ἐν θράκη θεοὺς διαβάλλουσιν· 
 __ θρᾶκες δὲ τοὺς παρα ἀθηναίοις οὐδε γινώσκουσιν· 
 __ ινδοὶ δε κατὰ ἀρραβίων· καὶ ἀράβιοι κατὰ αἰθιόπων καὶ 
 __ αἰθίοπες κατ αυτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· 
 __ καὶ σύροι μεν τὰ κιλικων οὐ σέβουσιν· καππαδοκων 
 __ δὲ τὸ γένος, ἄλλους παρα τούτους νομίζουσιν θεούς· 
 __ καὶ βιθυνοὶ μεν ἄλλους· ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνε πλάσαντο· __ 
 και τι μοι πολλων· ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις ἄλλους θεοὺς προσκυνοῦσιν· καὶ νησιῶται παρα τοὺς ἐν ταῖς ηπείροις θρησκεύουσιν· καὶ όλως ε κάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεούς· τοὺς εαυτῆς προσκυνεῖ· καὶ μόνους τούτους εἶναι νομίζει θεούς· 
 π ερι γαρ τῶν εν αιγύπτω μυσαρων, οὐδε λέγειν ἐστιν· πᾶσιν ἐπ’ οφθαλμῶν ὄντων ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλων ἔχουσι τας θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων ἀει σπουδά ζουσιν κατὰ τῶν πλησίων τὰ εναντία σέβειν· ὁ γοῦν παρ ἑ τεροις προσκυνούμενος ὡς θεὸς κορκόδιλος, οὗτος παρὰ ση(μειωτέον) ὅτι ὁ κορ κόδει λος θε ὸς ὀνο μᾶσθε παρ αἰ γυ π τ ί ους 
 
 λέων τοις πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων θρησκευόμενος· τοῦτον οἱ αστυγείτονες οὐ μόνον οὐ θρησκεύου σιν, ἀλλα καὶ ευροντες, ἀποκτέννουσιν ὡς θηρίον· καὶ ὁ 
 ιχθυς παρ άλλοις ἀνατεθεὶς ιχθυς, οὗτος ἄλλων ἀλήθεται τροφῆ· ὅθεν δὴ πόλεμοι καὶ στάσεις· καὶ πᾶσα φόνων πρόφασις· καὶ πᾶσα τῶν παθῶν ηδονη παρ αυτοῖς ἐστιν· καὶ τό γε θαυμαστὸν, ὅτι οσοι ιστορήσαντες ἐξηγοῦνται παρ αι γυπτίων οἱ πελασγοι μαθόντες τὰ ονοματα τῶν θεῶν οὐκ ισασιν οὗτοι τους παρ αιγυπτίοις θεους ἀλλὰ αλλους παρ εκείνους θρησκεύουσιν· καὶ ολως παντων τῶν ἐν 
 __ εἰδώλοις μανέντων, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτα παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς προς τον ενα θεον θν 
 κατανοήσεως· εἰς πολλὰ καὶ διάφορα καταπεπτωκασιν· καὶ ἀποστραφέντες τὸν ἀληθινον τοῦ πατρὸς πρς λόγον τὸν πάν των σωτῆρα σρα 
 χριστον χν · εἰκότως εἰς πολλὰ την διάνοιαν ἔχουσιν ῥεμ βομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες· καὶ ἐν σκοτ ε ινοῖς γενόμενοι τόποις πολλας ἀνόδους κυκλεύουσιν οδους· καὶ τοὺς μεν παρόντας οὐχ ορῶσιν· τους δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσιν, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν· ῥεμβόμενον ἔχουσιν τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴκέτι ὁρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρὸς ἔλεγχος εστιν τῆς ἀθεότητος αὐτῶν· διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν 
 ορα καὶ τοῦ ετέρου τὸν του ετέρου ἀναιροῦντος θεὸν· οἱ παντες παρα πάντων ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζο μενοι θεοι, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν, γίνονται θυ σίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰ σὶν βοῦν θεοὶ· αἰγύπτιοι γοῦν βοῦν· καὶ τὸν ἄπιν ὄντα μό σχον σέβουσιν· καὶ τούτους ἄλλοι τῶ διὶ θύουσιν· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασιν θύουσιν· ἀλλὰ τὰ ὅμοιά γε θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσιν· λίβυες 
 πρόβατον πρόβατον ὃν καλοῦσιν ἀμμῶνα θεὸν ἔχουσιν· καὶ τοῦτο πολλοῖς παρ’ ετέρων εἰς θυσίαν σφάζεται· ινδοὶ τὸν διόνυσον θρησκεύουσιν συμβολικῶς οῖνον αὐτὸν ονομάζοντες καὶ τοῦτον ἄλλοι σπένδουσιν ἑτέροις· ἄλλοι ποταμοὺς καὶ κρήνας· καὶ πάντων μᾶλλον αἰγύπτιοι τὸ ὕδωρ προ τετιμήκασιν καὶ θεοὺς ἀναγορεύουσιν· καὶ ὅμως ἄλλοι καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αιγύπτιοι· τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασιν· καὶ τὸ λείψανον μετὰ ἀκριβείας ἐκρίπτουσιν· καὶ σχεδὸν πᾶσα ἡ τῶν αιγυπτίων εἰδωλ οπ οιία τῶν παρ άλλοις θεῶν ἐστιν οὐσία· ὥστε αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς, ἀλλὰ τὰ τῶν παρ αυτοῖς ἀποτροπιάσματα· καὶ θυσίας ὄντα θεοποιοῦσιν· ἤδη δέ τινες εἰς τοσαύτην ἀ σέβειαν· καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους · ὧν εἰσὶν τυποι καὶ μορφα· τοῖς παρ αυτοῖς ψευ δοθέοις κατασφαττειν· καὶ εἰς θυσιας προσάγειν· καὶ οὐχ ὁ ρῶσιν οἱ κακ οδ αίμονες· ὅτι τὰ σφαγιαζομενα θύματα, ἀρχέτυπα ἐστιν τῶν ὑπ αυτῶν πλασθέντων καὶ προσκυνου μένων· σχεδὸν γὰρ τὰ όμοια τοῖς ὁμοίοις· ἠ μᾶλλον τὰ κρειττονα τοῖς ἐλάττοσιν προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσιν· καὶ λογικα τοῖς ἀκινήτοις προσάγουσιν· σκυθαι γὰρ οἱ καλούμενοι ταῦροι· τῆ παρ αυτοῖς παρθένω καλουμέ νη, τοὺς ἀπο ναυαγίων καὶ όσους ὰν λαβωσιν τῶν ἑλ λήνων εἰς θυσίαν ἀναφέρουσιν· τοσοῦτον ἀσεβουντες· κατὰ τῶν ομογενῶν ἀνθρώπων ἀνων καὶ τῶν θεῶν ἑαυτῶν τὴν ὁμότητα δεικνύοντες, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσεν, τούτους αὐτοὶ κατασφάζουσιν μονονουχὶ καὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν, τῆ ἑαυτῶν θηριώδει ψυχῆ κατακρύ πτουσιν· ἄλλοι δὲ τῶ ἄρει ἐπειδὰν ἐκ πολεμων ἐπανέλ 
 θ ωσιν· καὶ νίκας φέρωσιν· το τηνικαῦτα εἰς εκατοντάδας διελόντες τοὺς ληφθέντας καὶ ἀφ εκάστης ένα λαμβάνον τες τοσούτους κατασφάζουσιν· ὅσους κατα μιαν εκατον τάδα ἐκλέξωνται· οὐ μόνοι δὲ σκύθαι· οὐδε διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα· τοσαῦτα μυσερα δρῶσιν, ἀλλ’ ιδιον ἐστιν τῆς τῶν εἰδώλων καὶ δαιμό νων κακίας τοῦτο τὸ μυσος· καὶ γὰρ καὶ αιγύπτιοι 
 __ μὲν ἔθυον παλαι τῆ ηρα τοιαύτας σφαγιας· φοινι κες __ δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις εαυτῶν 
 __ ιλάσκοντο· πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατιάριον δι’ ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες απλῶς εμίαινον καὶ εμιαι νοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικὰ· ἐμίαινον δὲ τοὺς εαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις· 
 
 ἀ πὸ δὴ τούτων· κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ αυτοῖς ηδομενους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμε λήμασιν τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ιδιον ἡγού μενοι κατόρθωμα τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσιν μίμησιν· ενθεν ἀνδροφόνοι· καὶ τεκνο κτόνοι· καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ανοι · καὶ σχεδὸν πᾶσα πόλις πάσης ἀσελγείας ἐστιν μεστὴ· δι’ ὁμοιότητα τρόπων τῶν παρ αυτοῖς θεῶν· γιγνομέ νης· καὶ οὐκ έστιν σώφρων ἐν τοῖς εἰδώλοις· εἰ μ μoν 
 ὁ παρ αυτοῖς ἐν ἀσελγεια μαρτυρουμενος· γυναῖκες 
 γ οῦν ἐν εἰδωλίοις τῆς φοινίκης πάλαι προεκαθέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς τὴν τοῦ σώματος αὐτῶν μισθαρνίαν· νομίζουσαι τὴν πορνίαν τὴν θεὸν ἑαυτῶν μιμεισθαι· καὶ εἰς ευμένειαν ἄγειν αὐτὴν διατουτων· 
 
 ἄ νδρες δὲ τὴν φύσιν ἀρνούμενοι, καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθυμια· καὶ τιμην τῆ μητρι τῶν πα ρ’ αὐτοῖς θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αισχί στως __ βιοῦσιν, καὶ τοῖς χεῖροσιν ἑαυτοῖς ἁμίλλωνται· καὶ ὡς εἶπεν ὁ άγιος τοῦ θεοῦ θῦ διάκονος παῦλος· αἵ τε 
 γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν 
 εἰς τὴν παραφύσιν· ὁμοίως δὲ καὶ οἱ άρρενες ἀφέντες 
 τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῆ ὀ 
 ρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρρεσιν τὴν ἀσχημο 
 σύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα 
 π ράττοντες, ὁμολογοῦσιν καὶ ἐλέγχουσιν καὶ τοὺς λεγομέ νους αὐτῶν θεους τοιοῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μεν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχεῖαν· ἐκ δὲ ἀφροδίτης τὴν πορνίαν· καὶ ἐκ μὲν ῥέας τὴν ἀ σέλγειαν ἐκ δε ἄρεως τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν· ἃ οἱ νόμοι μὲν κολάζουσιν· πᾶς δὲ σώφρων ανὴρ ἀποστρέφεται· ἆρ’ οὖν ἄξιον ἔτι τοῦτους νομίζειν θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι διὰ τὴν ἀσελγειαν τῶν τρόπων; ἄρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νο 
 μ ίζειν ἀνθρώπους ανους · καὶ μὴ μᾶλλον ὡς ἀλόγους καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ελογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ὰν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς· καὶ τὸν ἀληθινὸν ἠρνοῦντο θεόν θν τὸν τοῦ χριστοῦ χυ 
 πατέρα πρα · 
 ἄ λλ’ ίσως δυσωποῦμενοι τοῖς περὶ τῶν γλυμμάτων ἐλέγ χοις· ἐκείνην αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρ ρητον εἶναι οιήσονται, τὴν πρὸς τὴν κτίσιν καὶ τὰ τοῦ κό σμου μέρη θρησκεία· καυχήσονται γὰρ οὐχ ὡς λίθους καὶ ξύλα καὶ μορφας ἀνθρώπων ανων καὶ ἀλόγων πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων απλῶς ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνον κόσμον· καὶ γῆν αὖ πάλιν· καὶ τὴν σύμ πασαν τοῦ ὑγροῦ φύσιν σέβοντες, καὶ θρησκεύοντες· καὶ φήσουσιν μη δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει, ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπερῆρεν· τῶ τα μὲν, ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ, ἐπι γῆς κατοικεῖν· ἄξιον οὖν καὶ περι τούτων ιδεῖν· καὶ διερευνῆσαι· παντως γὰρ καὶ εν τού τοις ὁ λόγος εὑρήση τὸν ἔλεγχον ἀληθῆ κατ αυτῶν· πρὶν δὲ ἡμᾶς ιδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι ἀρκεῖ την κτίσιν αὐτὴν κατ αυτῶν μονονουχὶ βοῆσαι· καὶ δεῖξαι τὸν καὶ αὐτῆς ποιητὴν καὶ δημιουργὸν τῶν πάντων θεον θν 
 καὶ πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ 
 χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν οἱ δο κησ ε ισοφοὶ· τὴν δε παρ αυτοῦ γενομένην κτίσιν προσκυνοῦ σιν καὶ θε οπ οιοῦσιν· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ομολογοῦσαν· ὃν εκεῖνοι διαυτῶν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ανους εἰς τὰ ταύτης μέρη κεχηνότας· καὶ θεους νομίζοντας ταῦτα· δυσωπήσει μὲν καλῶς αὐτοὺς ἡ τῶν μερῶν προς άλληλα χρεια· γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν · καὶ ποιητην· τὸν τοῦ λόγου πατέρα πρα · τῆ ἀναντιρρήτω προστάξει· τῆς εἰς αυτὸν ὑπακοῆς· ἧ φησὶν καὶ ἡ θεία νομο θεσία· οἱ οὐρανοὶ ουνοι διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ αφα νὴς· ἀλλὰ καὶ λίαν ἐναργής ἐστιν· τοῖς τὸν ὀφθαλμὸν τῆς δια νοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθεαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι· ἥλιον μὲν καθεαυτὸν μόνον· καὶ σελήνην χωρις· γῆν τε αὖ· καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχραν· καὶ ξηραν· καὶ ὑγρὰν οὐσίαν· διαιρων ἀπὸ τῆς προς ἄλληλα συναφῆς· έκαστον ἐκλάβοι καθεαυτὸ 
 100 καὶ ἰδία θεωρήσειεν, ευρήσει παντως μηδὲν ικανούμε νον ἑαυτῶ, ἀλλα πάντως τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ αλλήλων ἐπικουρίαις συνιστάμενα· 
 
 __ 
 η λιος μεν γὰρ τῶ συμπαντι οὐρανῶ ουνω συ ν μ περι στρέφεται καὶ ἐμ περιέχεται· καὶ εκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦ σιν __ τὴν παρὰ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν· 
 
 __ γῆ δὲ πάλιν οὐκ ἄνευ υετῶν τοὺς καρπους ἀποδιδοῦσα 
 __ φαίνεται· οὐδὲ υετοὶ χωρὶς τῆς τῶν νεφελων χρείας, οὐ κ ὰν καταβαῖεν ἐπι γῆς· ἀλλ’ οὐδε νέφη χωρὶς τοῦ ἀέ ρος καθ’ ἑαυτὰ ἀναφανείη καὶ συ φ στέη ποτε· ὅτε ἀὴρ οὐχ’ ὑφ εαυτου, ἀλλ’ ὑπὸ μὲν τοῦ αιθέρος διακαίεται ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται· καὶ πηγαὶ μὲν καὶ ποταμοὶ· οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐχ ὑφεαυτῆς ἐρήρισται ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδά των οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ κατὰ τὸ μέσον 
 __ συνδεθεῖσα τοῦ παντός· ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρ ρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανός· ὑπὸ ανέ μων κινεῖται καὶ φέρεται ὅπου δ’ὰν αὐτὸν ἡ τῶν ἀνέμων 
 __ προσῥήξ ι η βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι· οὐκ ἐν ἑαυτοῖς· ἀλλ’ ἐκ τῆς τοῦ ἀέρος προς τον αιθέρα διακαύσεως· καὶ ση(μειωτέον) ὅτι οἱ ἄνε μοι ἐκ τῆς τοῦ ἀέρος πρὸς τὸν αἰθέρα διακαύ σεως καὶ θερμότη τος 
 
 
 
 
 
 
 
 
 
 θερμότητος ἐν αυτῶ τῶ αέρι συνίστανται καὶ διατοῦτο 
 __ πανταχοῦ πνέουσιν· περι γαρ τῶν τεσσάρων στοιχείων ἐξ ῶν συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω· καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν· τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν ὥστε μὴ οραν ὡς ομοῦ μὲν συνημμένα ταῦτα συνισταται· διαιρούμενα δὲ καὶ καθ ἑαυτὰ γινόμενα λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά· ταῦτα δὲ· κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γαρ υπὸ ψυχροῦ πλε ονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν· ὑπὸ της θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὐ ὑπὸ τοῦ υγροῦ διυ γραίνεται· καὶ τὸ υγρὸν ὑπὸ τοῦ ἑτέρου ξηραίνεται· πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ ετέρων ἐπικου ρίας· ἠ πῶς παρα τούτων αἰτεῖσθαί τινα προσῆκεν καὶ αὐτῶν ἀπαιτούντων παρ αλλήλων τὴν εἰς αυτοὺς 
 __ χρείαν· εἰ γὰρ περι θεοῦ θῦ λόγος ἐστιν· μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι ἀλλ’ αὐτάρκη· καὶ πλήρης αὐτοῦ καὶ εν αυτῶ τὰ πάντα συ ν στήκει· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· 
 __ πῶς ήλιον καὶ σελήνην· καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα ἀλλὰ καὶ λ ε ιπόμενα τῆς ἀλλήλων χρείας ἀναγορεύειν ἄξιον θεους· ἀλλ’ ίσως διαιρούμενα μὲν 
 __ καὶ καθ’ ἑαυτὰ λαμβανόμενα ἐπιδεῆ εἶναι αὐτά, καὶ αυτοὶ συνομολογοῦσιν, τῆς ἀποδείξεως ἐπ’ οφθαλμῶν οὔσης· ομοῦ δὲ τα πάντα συνάπτοντες καὶ ὡς ἓν ἀποτελοῦν τες· μετὰ σώματος ὅλον θεον θν εἶναι φήσουσιν· συ ν στάντος γὰρ τοῦ όλου· οὐκέτι μὲν ἔξωθεν αὐτοῖς χρεῖα γενήσεται· αυτῶ δὲ τὸ όλον ικανὸν καὶ αὔταρκες γενήσεται· προ πάν των λέξουσιν οἱ φιλονεικοῦντες οἱ σοφοὶ· ινα καὶ ἐντεῦ θεν ἐλεγχθῶσιν· εἰ γὰρ καθέκαστον συναφθὲν όλον ἀνα πληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθὲν συνίσταται, τὸ όλον αρα ἐκ μερῶν συνέστη· καὶ ἕκαστα τοῦ όλου μέρη τυγχάνει· ἀλλὰ καὶ τοῦτο τῶν περὶ θεοῦ θῦ εννοιῶν πολὺ πόρρωθεν συνεστηκεν· ὁ γὰρ θεος θς όλον ἐστὶν καὶ οὐ μέρη καὶ οὐκ εκ διαφόρων συνεστηκεν ἀλλά αὐτὸς τῆς πάντων συστάσεως ἐστιν ποιητής· θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἀσεβοῦ σιν· εἰ γὰρ ἐκ μερῶν συνέστηκεν, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται· καὶ ἐξ ανομοίων ἔχων τὴν πλήρωσιν· οὐ γὰρ ταυτὸν ἥλιος σελήνη· οὐδὲ σελήνη καὶ γῆ· ουδὲ γῆ καὶ θάλαττα· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπίνου σώματος ἰδὼν, καταγνοίη τούτων· ὡς γὰρ οὐκ οφθαλμὸς ἐστὶν ἀκοὴ· οὐδε ακοὴ χείρ· οὐδε ἡ γαστὴρ ἐστιν στέρνα· οὐδ αὐ παλιν ὁ αυχήν ἐστιν ποὺς· ἀλλ’ έκαστον τούτων ιδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ε κάστου τούτων διαφόρων ὄντων ἓν, συνίσταται σῶμα, συνημμένα μὲν ἔχον τὰ μέρη κατα την χρείαν· διαιρού μενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὁτ’ἂν ἡ φυσις ἡ συνάξασα ταῦτα διέλη ὡς ὁ προστάξας θεος θς βού λεται· οὕτως συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ αυτοῦ τοῦ κρείττονος· ἢ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεον θν ἀναγορεύσουσιν, ἀνάγκη τὸ τοιοῦτον μὲν καθεαυτὸν ἀνόμοιον εαυτῶ εἶναι ὥσπερ ἐδείχθη· διαι ρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι· γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειεν 
 τ ὴν ἀθεότητα· κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γαρ ὁ θεος θς ἀσώματος ἐστιν· καὶ αόρατος· καὶ ἄψαυστος τῆ φύσει· πῶς σῶμα τὸν θεον θν ἐπινοοῦσιν· καὶ τὰ φαινόμενα τοῖς οφθαλμοῖς· καὶ ὧν ψαύομεν χειρὶ· θρησκεύουσιν τῆ τοῦ θεοῦ θῦ τιμῆ· καὶ πάλιν· εἰ περι θεοῦ θῦ κρατεῖ λόγος· δυ νατὸν εἶναι αὐτὸν κατα παντα· καὶ μηδένα μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς ουσαν τοῦ τοιούτου περι θεοῦ θῦ όρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκοτίζει μὴ ορᾶσθαι· σελήνην δὲ μεθημέραν ἥλιος ἐπικρύπτει τῆ τοῦ φωτὸς λαμπηδόνι· γῆς μὲν τοὺς καρποὺς πολλάκις χάλαζα βλάπτει· τὸ πυρ δε εἰ γένοιτό τίς ὕδατος πλημμύρα, Το περιστρέφε σθαι τὸν ἥ λιον 
 τὴν 
 καὶ οὐ 
 εἶναι 
 
 
 
 
 
 
 λόγος 
 τως δογματίζων αὐτος ουτως ταυτα εἶναι αλλ εκ τῶν παρ αυτοῖς ὁμολογουμένων ἀνατρέπων τὰ 
 
 σβέννυται· καὶ χειμῶνα μὲν τὸ ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ έαρ ὑπερβῆναι τοὺς όρους οὐκ επιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μεθοπώρου κωλυόμενον τὰς ιδίας ὥρας ἐξέρχεσθαι· εἴπερ οὖν ἦσαν θεοι, ἔδει τούτους μὴ ὑπο αλλήλων ἡττᾶσθαι· καὶ ἐπικρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι· καὶ κοινας άμα τὰς ἐνεργείας ἐπι τελεῖν· ἔδει μεθ’ ἡμέραν· καὶ μετὰ νύκτα ὁμοῦ ἥλιον καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἄστρων χορὸν ισον ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσιν λάμπειν· καὶ πάντα παρ αυτῶν καταυ άζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ έαρ καὶ μεθόπωρον ἀπαραλλάκτως καὶ κατα τοαυτο συνίστασθαι· εδει θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυ σθαι καὶ κοινὸν τὸ πόμα τοῖς ἀνθρώποις ανοις παρέχειν· εδει, νηνενεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν αυτῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν τὴν χρείαν ἀνθρώποις ανοις 
 παρέχειν· οὐδε γὰρ οὐδε βλάβην ἄν τις ἐξ αυτῶν ὑπέ μεινεν θεῶν ὄντων κατ αυτούς καὶ μηδὲν ἐπι βλάβη ἐπ ω φελεία δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γενεσθαι ἀδύνατον διὰ την προς άλληλα ἐναντιότητα πῶς οῖον τε ταῦτα ἀλλήλοις ἐναντία· καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συ ν στῆναι· ἔτι θεοὺς ονομαζειν, ἠ 
 θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τα δε προς εαυτα τὴν φύσιν ἀ σύμφωνον ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παράσχοιεν· καὶ ὁμονοίας αὐτοῖς γένοιτο πρυτάν η ι ς· 
 ο ὔτε οὖν ήλιος εἰκότως· οὔτε σεληνη· οὔτε ἄλλό τι μέρος τῆς κτίσεως· πολὺ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυ σῶ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι· ζεὺς· καὶ ἀπόλλων καὶ οἱ ἄλλοι· εἶναι ἀληθῶς θεοι, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλὰ τα μεν αὐτῶν μερη τῆς κτίσεως ἐστιν· τὰ δὲ αὐτῶν ἄ ψυχα τυγχάνει· τὰ δὲ μόνον ἄνθρωποι ανοι θνητοὶ γεγόνασιν· διὸ καὶ ἡ περι ταῦτα θρησκεία καὶ θεοπλαστία· οὐκ εὐσε βείας ἀλλ’ ἀθεότητος· καὶ πάσης ἀσεβείας ἐστιν εἰσή γησις· καὶ μεγάλης πλάνης ἔλεγχος· ἀπὸ τῆς προς τον ενα καὶ μονον καὶ ἀληθινὸν θεον θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ 
 πατέρα χῦ · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται· καὶ δει κνυται· ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀ θεότητος οὖσα μεστῆ· καὶ οὐκ επ’ ωφελ ε ία ἀλλ ἐπ’ ἀπωλία τῶ βίω τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα· φέρε λοιπὸν ὡς ἐξ αρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλανης διελεγχθείσης· τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν καὶ θεωρήσωμεν τὸν ἡγ η ε μόνα καὶ δημιουργὸν τοῦ παντος τον του πατρὸς πρς λόγον· ινα δι’ αὐτοῦ τὸν πατέρα πρα 
 θεον θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· 
 τ ὰ μὲν προειρημένα οὐδὲν ετερον ἢ πλανη τῶ βίω διε λέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρὸς τὸν ὄντως ὄντα 
 θεον θν ἕξει τὸν σκοπὸν· προς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ καταληψιν, οὐκ ἄλλων ἡμῖν ἐστιν χρείαι ἀλλ’ ἡμῶν αὐτῶν· οὐχ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεος θς ὑπεράνω παντων οὕτως καὶ ἡ προς τοῦτον ὁδὸς πορρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν, ἀλλ’ ἐν ημῖν ἐστιν· καὶ ἀφ ημῶν εὑρεῖν τὴν ἀρχὴν δυνατον· καθὼς καὶ μωϋσῆς ἐδιδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας ἐστίν· ὅπερ καὶ δι’ εαυτοῦ ὁ σωτὴρ σηρ σημαινων καὶ βεβαιῶν ἔλε 
 γεν· ἡ βασιλεια τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν· ἔνδον γὰρ περὶ τῆς αλη θοῦς π ιστεω ς 
 ἐν ἑαυτοῖς ἐχοντες τὴν πίστιν, καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παν τὸς βασιλέα· τὸν τοῦ πατρὸς πρς 
 σωτήριον σριον λόγον· καὶ μὴ προφασι ζέσθωσαν έλληνες· οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μηδὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω· ὡς τὴν τοι αύτην ὁδὸν οὐκ ἔχων· καὶ διατοῦτο τῆς ἀθεότητος ἑ αυτοῦ πρόφασιν εὑρίσκων· πάντες γὰρ εἰς αυτὴν ἐπι βεβήκαμεν καὶ ἔχομεν· εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν θέλουσιν· διὰ τὰς ἔξωθεν αὐτ ὰ οὺ ς ἑλ κούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἐροῖτο, τίς ἂν εἴη αὕτη· φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι· καὶ τὸν ἐν αυτη νοῦν· δι αυτοῦ γὰρ μόνου δύναται θεος θς γινώσκεσθαι· καὶ νοεῖσθαι ἐκτὸς, εἰ μη ὥσπερ τὸν θεον θν ἠρνήσαντο, οὕτως καὶ ψυχήν τινες ἔχειν παραιτήσονται τῶν ἀσεβῶν· εἰκό τως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες· οὐ γαρ ἐχόντων ἐστι νοῦν ἀρνεισθαι τὸν ἑαυτοῦ ποιητὴν καὶ δημιουργὸν θεον θν · 
 
 ὅ τι μὲν οὖν ψυχὴν έκαστος ἀνθρώπων ἀνων ἔχει· καὶ ταύτην λογικὴν, ἀναγκαῖον ἐστιν καὶ τοῦτο δειξαι δι ολίγων δια τους ἀκε ραίους· ἐπει δὴ μάλιστά τινες ἀπὸ τῶν αιρέσεων ἀρνοῦν ται καὶ τοῦτο οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον ανον · ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης φανερώτερον δι’ ἑαυτῶν· τὸν κατὰ τῶν εἰδώλων ἔλεγ χον ΠΕΡῚ ΨΥΧΗ͂Σ ΛΟΓΙΚΗ͂Σ ΉΤΟΙ ΑΝΘΡΩ ΠΙΝΗΣ ΚΑῚ ΝΟΕΡΑΣ ΚΑῚ ΔΙΑΦΟΡΑΣ ΑΛΌΓΩΝ ΚΑῚ ΛΟΓΙ Κ Ω Ν ἔχειν δυνηθῶσιν· πρῶτον μὲν οὖν οὐ μικρὸν 
 γ νώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ανων ψυχὴν· ἐκ τοῦ προς τα άλογα διαλλάττειν αὐτὴν· διατοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν, ἐπειδὴ τῶν ἀνθρώπων ανων τὸ γένος ἐστι λογικόν· ἔπ ε ιτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ το τυ χὸν ἂν εἴη· ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ανον τὰ ἔξωθεν αὐτοῦ λογι ζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μη παρόντα· καὶ πάλιν ἐπιλο γίζεσθαι· καὶ κρίσει τὸ κρ ε ῖττον τῶν λογισμῶν ἑρεῖσθαι· τα μεν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ· κὰν μετὰ ταῦτα τὴν βλάβην ἔχη· 
 ὁ δὲ ἄνθρωπος ανος τῶ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρί νει· πολλάκις γοῦν ορμήσας κεκράτηται τῶ λογισμῶ· καὶ λογισάμενος πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται έκαστος· εἰ τῆς ἀληθείας γένοιτο φιλος· ὅτι ἄλλος παρα τὰς σωματικὰς αἰσθήσεις ἐστιν ὁ τῶν ἀνθρώπων ανων νοῦς· δια τοῦτο γοῦν ὡς ἀλόγων αὐτῶν τῶν αισθήσεων γίγνεται κριτής· καὶ ῶν ἐκεῖναι ἀντιλαμβάνονται ταῦτα οὗτος δια κρίνει· καὶ ἀναμιμνησκει· καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· 
 ὀ φθαλμῶν μὲν γὰρ μονον ὁρᾶν· καὶ ωτων μόνον ἀκούειν· καὶ στόματος γεύσασθαι· καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνε σθαι· καὶ χειρῶν ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν, καὶ ἀκούειν· καὶ ῶν ἅπτεσθαι δεῖ· καὶ γεύεσθαι· καὶ οδμᾶσθαι· οὐκέτι τῶν αισθήσεών ἐστιν ἀλλὰ ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι· ἀμέλει καὶ ξίφους λαβεσθαι δύναται ἡ χεῖρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ότι βλάπτει ταῦτα· ἐὰν μὴ ὁ νοῦς διακρίνη· καὶ ἔοικεν γε τὸ τοιοῦτον ινα ἐπι εικόνος αὐτὸ θεωρήσωμεν· λύρα καλῶς κατεσκευασμένη· καὶ τῶ ταύτην κρατουντι μουσικῶ μετ’ ἐπιστήμης· ὡς γὰρ τῶν ἐν τῆ λύρα νευρῶν εκάστη μὲν ἔχει τον ἴδιον φθόγγον· ἡ μὲν, βαρύν· ἡ δὲ, ὀξύν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ, ἄλλον· ἀδιάκριτος δὲ αὐτῶν ἐστιν ἡ αρμονία καὶ αδιάγνωστος ἡ σύνθεσις· χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ αρμονία αὐτῶν δείκνυται· καὶ ἡ σύνταξις ὀρθή· ὁταν ὁ κατέχων τὴν λύραν πλή ξη τὰς νευρὰς· καὶ μετ’ ἐπιστήμης εκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ὡς λύρας ἐν τῶ σώ ματι ηρμοσμένων· ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ηγε μονεύη· τότε καὶ διακρίνει ἡ ψυχὴ· καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνον ἀνθρώπων ἀνων ίδιον ἐστιν· καὶ τουτο ἐστιν τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · εν ῶ διαλλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ἀληθῶς ὅτι ἄλλη παρα τα φαινό μενα ἐν σώματι ἐστιν· πολλάκις γοῦν τοῦ σώματος κινουμένου ἐπι γῆς, τὰ ἐν οὐρανοῖς ουνοις φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ανος · καὶ πολλάκις τοῦ σώματος ἡσυχάζοντος, καὶ ἡρεμοῦντος, καὶ καθεύδοντος, ἔνδονθεν ὁ ἄνθρωπος ανος κινεῖται καὶ τῶν μὲν θυμουται προς ἄλλον δὲ λυπεῖται· καὶ ἄλλων μὲν ορέγεται· ἔστιν δ’ὅτε τὰ βέλτιστα διαλογίζεται καὶ φρονεῖ· καὶ τὰ ἔξωθεν τοῦ σώματος θεωρεῖ· τοῦτο δε τί ἂν εἴη έτερον, ἢ ψυχη λογική· καὶ γὰρ καὶ τοῦτο πάλιν ἂν εἴη 
 π ρὸς ἀπόδειξιν ἀκριβη, τοῖς έτι πρὸς αναίδειαν τῆς ἀλογι ας τετρωμένοις· πῶς τοῦ σώματος θνητοῦ κατα φύσιν ὄντος, λογίζεται ἄνθρωπος ανος τὰ περὶ αθανασίας· καὶ πολλα κις ἑαυτῶ τὸν θάνατον ὑπερ ἀρετῆς προκαλεῖται· ἠ πῶς προσκαίρου τοῦ σώματος ὄντος τὰ αιώνια φαν τάζεται ἄνθρωπος ανος · ὥστε τῶν μεν ἐμποδων καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· το μεν οὖν σῶμα, οὐκ ὰν ἑαυτῶ περι εαυτοῦ τοιαῦτα λογίζοιτο θνητὸν γὰρ καὶ πρόσκαι ρον ἐστιν· καὶ οὐκ ὰν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· ἀ νάγκη δὲ ἕτερον εἶναι τὸν τὰ ἐναντία καὶ παρα την φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν ἠ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ οὐκ ἔξωθεν, ἀλλ ένδοθεν αὐτη τῶ σώματι ἐνηχεῖ τὰ κρείττονα. καὶ την μεν κατα φύσιν οὖσαν ἀκουστικὴν ἀποκλειει τοῦ ἀκού ειν· τὴν δε γεῦσιν κατα φύσιν οὖσαν γευστικήν, κωλύει πολλάκις τῆς φυσικῆς ορμῆς· αὕτη καὶ τὴν χειρα κατα φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ οδμᾶσθαι γενομέ νην ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· ταῦτα γὰρ 
 ο ὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύ ουσαν τοῦ σώματος· οὐδε γὰρ εαυτὸ τὸ σῶμα πέφυκε κινεῖν· ἀλλ’ υφ ετέρου ἄγεται· καὶ φέρεται· ὥσπερ οὐδὲ ίπ πος ἑαυτὸν ὑποζεύγνυσιν, ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται· διατοῦτο καὶ νόμοι μὲν ἀνθρώποις ανοις · τὰ καλὰ μὲν πράττειν, τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις ἀλόγιστα κακά· καὶ ἄκριτα μένει· άτε δὴ τῆς λογικό τητος καὶ τῆς κατα λόγον διανοίας ἐκτὸς τυγχάνουσιν· 
 εἶ ναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ανοις ἐκ τῶν προειρημέ νων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαίον εἰδέναι ἐν τῆ εκκλησιαστι κῆ διδασκαλία· προς έλεγχον τῆς τῶν εἰδώλων ἀναι ρέσεως· γένοιτο δ’ αν ουν ἡ περι τούτων γνῶσις ἐγγυ τέρω μᾶλλον· ἐκ τῆς περι του σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα παραλάττειν αὐτὴν· εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξεν παρα το σῶμα· ἔστιν δὲ τὸ σῶ μα φύσει θνητὸν ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι τῶ μὴ εἶναι κατα το σῶμα· καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ 
 σ ῶμα κινεῖ ὡς δέδεικται· ἀκόλουθον ἐστὶν ὑφ εαυτῆς κινου μένην τὴν ψυχὴν καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σωματος κινεῖσθαι πάλιν αὐτὴν ὑφ εαυτῆς· οὐ γὰρ ἡ ψυχη ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀνα χώρησιν ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκ ε ινεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος συναποθνήσκειν καὶ αυτην· εἰ δὲ τῆ παρου σία τῆς ψυχῆς τὸ σῶμα ζῆ, ἀνάγκη πᾶσα καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆν αὐτήν· καὶ πάλιν· εἰ καὶ 
 ὅ τε τῶ σώματι συνδέδεται· οὐ κατὰ τὴν τοῦ σώματος σμι κρότητα συστέλλεται καὶ συμμετρειται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου καὶ κοιμωμένου, αυτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου καὶ μενουσα ἐν τῶ σώματι τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρει· πολλακις γοῦν καὶ τοῖς ἔξωθεν τῶν γηΐνων σωμάτων ἁγίοις συναντά· καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῆ τοῦ νοῦ θεωρία· πως ουχι μᾶλλον καὶ πολὺ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐτὴν βού λεται θεος θς · φανερωτέραν ἕξη τὴν τῆς ἀθανασίας γνῶσιν· καὶ μετα θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιή σαντα θεον θν δια του εαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ 
 χριστοῦ χῦ · διατοῦτο γοῦν καὶ ἀθάνατα καὶ αιώνια λογίζεται καὶ φρονει· ἐπι καὶ ἀθάνατός ἐστιν· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος· θνητα καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν ἀνάγκη καὶ αὐτην ἀθα νατον εἶναι καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας έννοιαι καὶ θεωρίαι, οὐδέποτε αύτην ἀφίουσιν μένουσαι εν αυτῆ· καὶ ὥσπερ ἔκκαυμα αὐτῆ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθανάτου ζωῆς· ὅθεν καὶ τῆς περι 
 θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτης γίνεται ὁδός· οὐκ ἔξωθεν, ἀλλ’ ἐξ εαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ λόγου γνῶσιν· εἰ μὲν οὖν καθάπερ εἴρηται 
 π ρότερον ὥσπερ τὸν θεον θν ηρνήσαντο· καὶ ἄψυχα θρησκεύ ουσιν· οὕτω καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζουσιν· αὐτόθεν ἔχουσιν τῆς παραφροσύνης τὴν ἐπιτιμίαν· ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν· ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δε ψυχὴν ἀξιοῦσιν ἔχειν· καὶ ἐπὶ τῶ λογικῶ μέγα φρονοῦσιν, εἰκότως τοῦτο ποιοῦν τες, διατί ὡς μη ἔχοντες ψυχὴν παραλογον τολμῶσιν· καὶ οὐκ ἃ δεῖ φρονεῖν φρονοῦσιν· ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσιν· ψυχὴν γαρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτὸν τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἠ διατί ὥσπερ ἀπέστη 
 σ αν ἀπὸ τοῦ θεοῦ θῦ , οὕτως οὐ καταφεύγουσιν πάλιν πρὸς αυτον· δύνανται γὰρ ὥσπερ ἀπεστράφησαν τῆ δια νοία τὸν θεον θν · ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνε δύσαντο ῥυπον πάσης ἐπιθυμίας ἀποθῶνται· καὶ τοσοῦτον ἀπονίψωνται ὡς αν ἀποθῶνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῆ ψυχῆ· καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αυτῆ θεω ρῆσαι τὸν τοῦ πατρος πρς λόγον καθ ὸν γεγόνασιν ἐξ αρχῆς δυνηθῶσιν· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα · οὗ καὶ ἔστιν ὁ λόγος, ὁ κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ις 
 χριστος χς · εἰ δε μη αυταρκης ἐστιν ἡ 
 π αρα τῆς ψυχῆς διδασκαλία· διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν· καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον· ἀλλὰ ἔστιν πάλιν καὶ ἀπὸ τῶν φαινομένων τὴν περι 
 θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασιν διὰ τῆς τάξεως καὶ αρμονίας τὸν εαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς 
 γ ὰρ ὼν καὶ φιλ άνθρωπος ανος ὁ θεος θς · καὶ κηδόμενος τῶν ὑπ αυτοῦ γενομένων ψυχῶν ἐπειδὴ ἀόρατος καὶ ἀκατάλη πτος ὍΤΙ ΑΚΑΤΑ ΛΗΠΤΟΣ ΚΑῚ ΑΟΡΑΤΟΣ ἘΣΤΙΝ Ὁ θεος θς 
 
 ἐστιν τὴν φύσιν· ἐπέκεινα πάσης γενετῆς ἐννοίας ὑπάρχων· καὶ διατοῦτο ἔμελλεν τὸ ἀνθρώπινον γένος ἀστοχεῖν τῆς περι αυτοῦ γνώσεως· τῶ τα μεν ἐξ ουκ όντων εἶναι τὸν δὲ ἀγένητον, τούτου ένεκεν τὴν κτίσιν οὕτως διεκόσμησεν δια τοῦ εαυτοῦ λόγου ὁ θεος θς · ιν’ ἐπειδὴ τὴν φύσιν ἐστιν ἀόρατος· καὶ ἐκ τῶν έργων γινωσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ανοις · ἐκ γὰρ τῶν έργων πολλάκις ὁ τε χνίτης καὶ μὴ ορώμενος γινώσκεται· καὶ τοῦτο οὐ παρ ε μαυτοῦ φημὶ· ἀλλ’ ἀφ ῶν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν εἷς ἐστιν παῦλος ῥωμαίοις γράφων· 
 ὅτι τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπο κτίσεως κόσμου τοῖς 
 ποιήμασιν νοούμενα καθορᾶται· λυκάοσιν δὲ παρ 
 ρησιαζόμενος καὶ λέγων· καὶ ημεῖς ὁμοιοπαθεῖς 
 ὑμῖν ἐσμεν ἄνθρωποι ανοι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαί 
 ων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησεν τὸν οὐρανὸν ουνον 
 καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πἄντα τὰ ἐν αυτοῖς 
 ὃς ἐν ταῖς παρωχημέναις γ’ενεαῖς, εἴασεν πάντα τὰ 
 ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι γε οὐκ αμάρ 
 τυρον ἑαυτὸν ἀφῆκεν· ἀγαθουργῶν· οὐρανόθεν ὑμῖν 
 διδοῦς ὑετοὺς καὶ καιροὺς καρποφόρους· ἐμπιπλῶν 
 τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν· 
 
 τ ίς γὰρ ὁ ρὼν τὸν οὐρανοῦ οὐνου κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις· καὶ τὰς περιπολήσεις· ἐναντίας μὲν καὶ διαφόρους γιγνο μένας· ἐν δὲ τῆ διαφορα· ὁμοίαν τὴν τάξιν παρὰ παν των ὁμοῦ σωζομένην· οὐκ ενθυμεῖται· ὅτι οὐκ αὐτα ἑαυτά, ἀλλ’ έτερος ἐστιν ὁ διακοσμῶν αὐτά ποιητης· 
 τ ίς δὲ ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα μεθ ημέραν, σελήνην δὲ φαίνουσαν κατα νύκτα καὶ φθεινουσαν καὶ πληρου μένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον παντως ἀριθμόν· καὶ τῶν ἄστρων τα μεν διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους· τα δε ἀπλα νῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι ὅτι παντως ἐστὶν ὁ κυβερνῶν αὐτα δημιουργός· τίς ὁρῶν 
 τ ὰ ἐναντία τῆ φύσει· συνημμένα καὶ συμφωνον ἔχοντα τὴν αρμονίαν· οἷον τίς εἰδὼν πῦρ ψυχρῶ καὶ ξηρὸν, ὑγρῶ κεκεκρασμένον· καὶ ταῦτα μὴ ἀντιστατοῦντα προς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ἐξ ἑνὸς τὸ σῶμα· οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων, τὸν ταῦτα συνάψαντα· 
 τ ίς ἰδὼν χειμονα· παραχωροῦντα ἔαρι· καὶ εαρ θερι καὶ θέρος μεθοπώρω· καὶ ὅτι ἐναντία ὄντα τῆ φύσει· τὸ μὲν γὰρ ψύχει τὸ δὲ, καίει· τὸ δὲ τρέφει· τὸ δὲ φθείνει· ὅμως τὰ πάντα· ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτε λοῦντα τὴν χρῆσιν, οὐκ ἂν εννοιαν λάβοι ὅτι εστιν τις κρείττων τούτων ὁ τὴν ἰσότητα πᾶσιν παρέχων· καὶ κυβερνῶν τὰ πάντα κἂν μὴ βλέπη τοῦτον· τίς ὁρῶν 
 ἐ ν ἀέρι τὰς νεφέλας ὑποβασταζομενας· καὶ ἐν νεφέ λαις τὴν τῶν ὑδατων δεδεμένην βαρύτητα, οὐκ ἔν νοιαν λαμβανει τοῦ ταῦτα δήσαντος· καὶ προστάξαντος γενέσθαι· ἢ τίς ορων αὐτὴν τὴν γῆν βαρυτάτην 
 ο ὖσαν τῆ φύσει, ἐπὶ τὸ ὕδωρ ’δρασθεῖσαν, καὶ ἀκίνητον μενουσαν ἐπὶ τὸ φύσει κινούμενον· οὐ διανοηθήσεται ένα εἶναί θεον θν τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα· 
 
 τ ίς ἰδὼν τὴν κατα καιρὸν τῆς γῆς καρποφορίαν καὶ οὐρανοθεν ὑετούς· καὶ ποταμῶν ἐπιρροίας καὶ πηγῶν αναβλύσεις, καὶ ζώων ἐξ ανομοίων γονὰς καὶ ταῦτα οὐκ ἀεὶ, ἀλλὰ κατα καιροὺς ὡρισμένους γιγνόμενα· 
 κ αὶ όλως· τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ίσην καὶ ομοίως παρ αυτῶν ἀποτελουμένην τάξιν οὐκ ἂν ἐνθυμηθείη ὅτι ἐστιν μία δύναμις ἡ ταῦτα διακοσμη σαμένη καὶ διέπουσα ὡς αν αυτη φαίνηται καλῶς· δι ὴν τὰ καθεαυτα μηδέποτε συνελθόντα καὶ συναφθέντα διὰ τὴν προς άλληλα τῆς φύσεως ἐναντιότητα· όμως συνάπτεται· το μεν γαρ ὕδωρ ὥσπερ εἴρηται φύσει βαρὺ καὶ κάτω νεύον ἐστιν· αἱ δὲ νεφέλαι κοῦφαι· καὶ η μεν γῆ βαρυτάτη· τὸ δ’ αὖ πάλιν ὕδωρ κουφότερόν ἐστιν ταύτης· καὶ ὑπο μεν νεφελῶν βαστάζεται, αὐτὸ δὲ τῆς συμπάσης γῆς ἔρισμα καὶ θεμέλιος γίγνεται· 
 __ καὶ τὸ μεν ἄρρεν, οὐ ταὐτὸν ἐστιν τῆ θηλ ι ει α· καὶ ὅμως εἰς ἓν συνάγεται· καὶ μία παραμφοτέρων ἀποτελεῖται γένεσις· τοῦ ὁμοίου ζώου· καὶ συνελοντι φράσαι τὸ θερμὸν τῶ ψυχρῶ ἐναντίον· καὶ τὸ υγρὸν τῶ ξηρῶ μάχεται· καὶ όμως συνελθόντα συστασιάζει προς εαυτά ἀλλ’ ἐξ οὐ μονοις ἓν σωμα καὶ τὴν πάντων γένεσιν ἀποτε λοῦσιν· οὐκ ἂν οὖν μαχόμενα· καὶ ἐναντία ὄντα τῆ φύ σει· εαυτα συνήγαγον· εἰ μη κρείττων ἦν καὶ κύριος κς ὁ συνδή σας αὐτά· ῶ καὶ αὐτά τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπό τη ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑ αυτοῦ φύσιν εκαστον σκοπων αντιμάχεται προς το ετερον, ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχει προς ἑαυτά· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων 
 μ ία κράσις, πῶς ἂν ἐμίγη ταῦτα καὶ συνῆλθεν· έμελλεν γὰρ καὶ μεγάλη στάσις γίνεσθαι προς εαὐτά· τοῦ μὲν καίοντος τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέως κάτω, τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ άστρα· ἐστασίασεν ἂν προς εαυτά· ὅτι τα μὲν ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ μεν νῦξ δὲ οὐκ αν παρεχώρησεν τῆ ἡμέρα· ἀλλ’ έμενεν πάντως μαχομένη προς αυτὴν καὶ στασιάζουσα· τούτων γιγνο 
 μ ένων λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον, ἀλλ’ ἀκοσμίαν· οὐ κέτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν, ἀλλὰ ἀσύστατον τὸ ὅλον· οὐκέτι μέτρον· ἀλλ’ ἀμετρίαν· τῆ γὰρ εκάστου μάχη καὶ στάσει· ἢ πάντα ἀνηρεῖτο, ἢ τὸ κρατοῦν μόνον ἐφαί νετο· καὶ τοῦτο πάλιν· τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυ εν· μόνον γὰρ λειπόμενον· καὶ γιγνόμενον· τῆ τῶν ἄλλων χρεῖα· ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ καὶ εἰ μόνος ποῦς· ἠ καὶ μόνη χεὶρ ἀπομείνασα· οὐκ ἂν ἔσωσεν ὁλό κληρον τὸ σῶμα· ποῖος οὖν κόσμος ἦν· εἰ μόνος ἥλιος ἔφαινεν· εἰ σελήνη μόνη περιεπόλει· εἰ νῦξ μόνη ἦν· εἰ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία, εἰ μόνος ἦν 
 οὐρανὸς ουνος χωρις τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς οὐρανοῦ ουνου · τί δὲ καὶ χρήσιμον, εἰ μόνη θάλαττα ἦν· καὶ εἰ μόνη ἡ γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῶν τῆς κτίσεως με ρῶν ἐκινεῖτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ανος ἐφάνη· ἢ ὅλως ζῶον ἐπὶ τῆς γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων· καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μό νου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου υγροῦ· ἢ ξηροῦ συνέ στη τί τῶν όλων καὶ ἦν ἄτακτα παντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνή θη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· 
 
 ἐ πεὶ οὖν οὐκ’ ἀταξία, ἀλλὰ τάξις ἐστιν ἐν τῶ παντι· καὶ οὐκ ἀμετρία, ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία, ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συνάγαγοντός· καὶ συ ν σφίγξαντος καὶ συμφωνίαν ἐργαζομένου προς αυτὰ δεσπότου· κἂν γὰρ εἰ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται· ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφω νίᾳς τῶν ἐναντίων ἐννοεῖν ἔξεστιν τῶν τούτων ἄρ χοντα· καὶ κοσμήτορα βασιλέα· ὥσπερ γὰρ πόλιν 
 ἐ κ πολλῶν καὶ διαφόρων ἀνθρώπων ανων συνεστῶσαν· καὶ μι κρῶν καὶ μεγάλων· καὶ πλουσίων αὐ καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεοτέρων· καὶ ἀρρένων καὶ θηλειων· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αυτῆ διαφόρους μένοντας· ὁμονοοῦντας δὲ προς εαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενή των· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γιγνομένους, ἀλλὰ πάντας κατὰ τὴν ισομυρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν· παντως ἐννοοῦμεν· ὅτι ἄρχοντος ἔννομος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει, κὰν μὴ ορωμεν αὐτόν· οὕτως 
 -- ΟΤΙ ΕΙΣ ΕΣΤΙΝ Ὁ θεὸς θς Ὁ ΤΟΥ͂ 
 κυρίου κυ 
 ἰησοῦ ιυ 
 χριστοῦ χυ 
 
 πατηρ πηρ ΤΟΥ͂ 
 θεοῦ θυ ΛΌ Γ Ο Υ ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία τὸν τοῦ παντὸς ἡ γεμόνα ἀνάγκη νοεῖν θεόν θν · καὶ τουτον ένα· καὶ οὐ πολ λοὺς· ἀλλ’ ένα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσιν· οὐκ ὰν γὰρ εἴπερ ῆσαν πολλοι τῆς κτίσεως ἄρχοντες ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ὴν πάλιν ἄτα κτα πάντα διὰ τοὺς πολλους· έλκοντος ἑκάστου προς ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου προς τὸν ἕτερον· 
 __ 
 ὥ σπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν, ἀναρχίαν εἶναι δεῖν· ἑκάστου γὰρ τὴν τῶν ἑτέρων ἀρχὴν ἀναιροῦντος, οὐδεις ἐφαίνετο λοιπὸν ἄρχων ἀλλ’ ὴν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἐστιν ἄρχων, ἐκει πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ομονοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσιν· καθά περ γὰρ εἴ τις πόρρωθεν ἀκούοι λύρας· ἐκ πολλῶν καὶ διαφόρων νευρων συγκειμένης· καὶ θαυμάζοι τού των τὴν ἁρμονίαν τὴν συμφωνίαν· παντως γὰρ ἐκ ταύτης ἐννοεῖ· οὐκ αυτὴν ἑαυτὴν κινεῖν τὴν λύραν, ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ένα δὲ εἶναι τὸν ἐπιστήμονα, τὸν εκάστην νευρᾶν ψάλλοντα· κὰν μὴ τοῦτον βλέπη οὕτως παναρμονίου τῆς τάξεως οὔσης ἐν τῶ κό σμω τῶ παντι· καὶ μὴ τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τα ἄνω στασιαζόντων, ἀλλα μιας τῶν πάντων ἀποτελουμένης τάξεως· ένα καὶ μὴ πολλοὺς νοεῖν ἀ κόλουθόν ἐστιν τὸν ἄρχοντα καὶ βασιλέα τῆς κτίσεως· τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κι νοῦντα· καὶ γὰρ καὶ τοῦτο πάλιν ἀσφαλὲς τοῦ εἶναι τὸν ποιητὴν ενα τοῦ παντος ἐστιν· τὸ μὴ πολλοὺς ἀλλὰ ένα εἶναι τὸν κόσμον· ἔδει γὰρ πάλιν εἴπερ ῆσαν θεοὶ πολλοι, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· ἐπεὶ μὴ ἔπρεπεν τοὺς πολλοὺς ένα κόσμον κατασκευ άζειν· μήτε τὸν ένα ὑπὸ πολλῶν ποιεῖσθαι δια τὰ εκ τού των δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ 
 π ολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθενεια τῶν ποιησάντων ῆν· καὶ ἐκ τουτου γνώρισμα οὐ τὸ τυχὸν ὴν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ήρκει εῖς, οὐκ ὰν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῶ θῶ δὲ λέ γειν εἶναι τί ἐλλειπὲς ἀσεβές· οὐ μόνον ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστιν· καὶ γὰρ καὶ τεχνιτην ἐν ἀνθρώποις ανοις 
 οὐκ ἄν τις εἴποι τέλειον, ἀλλὰ ἀσθενῆ εἰ μη μόνος ἀλλὰ μετὰ πολλῶν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ εκαστος μεν ηδύνατο τὸ όλον ἀποτελέσαι, οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν· γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον εἰ διὰ δόξαν εκαστος εἰργάσατο ινα μὴ ὡς ἀδύνατος ἕκαστος ὑπονοηθη· κενοδοξίαν δὲ πά λιν λέγειν ἐν θεοῖς τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα· 
 εἰ έκαστος ικανὸς ὴν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν τίς ἡ χρεία τῶν πολλῶν· ενὸς αὐτάρκους γιγνομένου προς το παν· ἀλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη εἰ τὸ μεν ποίημα ὲν τυγχάνει· οι δε ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ὲν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τουτο ιστεον ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει διαφόρους εἶχεν καὶ τὰς κινή σεις· ἐν δὲ τῆ διαφορα καθάπερ εἴρηται πρότερον πάλιν ἦν ἀκοσμία· καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν· κυβερνω ν μένη,κατορθὸν πλεύ σεται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνή της· ουδε λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀ ποτελέσει τὸν ῆχον· εἰ μη εις ὁ ταύτην εἴη κατεπιστήμην ψάλλων 
 ο ὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως· καὶ ενὸς ὄντος τοῦ κόσμου καὶ μιᾶς τῆς τούτου τάξεως, ένα δεῖ νοεῖν καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν κύριον κν · διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δη μιουργὸς ένα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῆ πολλῶν συστάσει· πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο, ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητης πιστεύηται· καὶ οὐκ επειδὴ εἷς ἐστιν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ηδύνατο γὰρ καὶ ἄλλους ποιῆσαι κόσμους ὁ θεος θς · ἀλλὰ διατουθ’ ένα κόσμον πεποί ηκεν, ινα διαυτοῦ εἰκόνα καὶ γνώρισμα πᾶσιν παρέχη ένα εἶναι τὸν τοῦτον δημιουργήσαντα θεον θν · τίς οὖν ἂν 
 εἴ η οὗτος· τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέ γειν· ινα μὴ τῆ περὶ τούτον ἀγνοία πλανηθεὶς τίς ἕτερον ὑπολάβοι· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεό τητα ἐμπέση· νομίζω δὲ μηδένα τὴν διάνοιαν περι τούτου ἀμφίβολον ἔχειν· εἰ γὰρ δη τοὺς παρὰ ποιη ταῖς λεγομένους ψευδοθεούς οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξεν· τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξεν πλα νωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα 
 τ ούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν θεο σεβειαν· τόν τε παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυτ τόμενον τοῦτον μόνον εἶναι θεον θν ἀληθινὸν· τὸν καὶ τῆς κτίσεως κύριον κν καὶ πάσης υποστάσεως δημιουργόν· 
 τ ίς δὴ οὖν ἐστιν οὗτος, ἠ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας· ὁ τοῦ χριστοῦ χῦ 
 πατήρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης τῆ ἰδία σοφία τουτεστιν τῶ ιδίω λόγω· τῶ κυρίω κω ἡμῶν καὶ σωτῆρι σρι 
 χριστῶ χῶ · τὰ πάντα πανταχοῦ κυβερνᾶ σωτηρίως· καὶ διακοσμεῖ καὶ ποιεῖ· ὡς ὰν αὐτῶ καλῶς ἔχειν δοκεῖ· ἔχει δὲ καλῶς, ὡς γέγονεν, καὶ ορῶμεν γιγνό μενα· ἐπειδὴ καὶ τοῦτο βούλεται, καὶ τοῦτο oὐκ ἄν τις ἀ πιστήσειεν· εἰ μεν γὰρ ἄλογος ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο το πᾶν, καλως ἄν τις καὶ τοῖς λε γομένοις ηπίστησεν· εἰ δε λόγω καὶ σοφία συνέστηκεν τὸν πάντα κόσμον διακεκοσμῆσθαι· ἀνάγκη τὸν ἐπι κείμενον καὶ διακοσμήσαντα τοῦτον οὐκ ἄλλον τινα ἠ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δὲ φημὶ, οὐ κ χ’ ὃν σπερ ματικον τινες εἰώθασιν καλεῖν· ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβων συγκείμενον· καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν όλων ζῶντα καὶ ἐνεργῆ θεον θν · αὐτολόγον λέγω· ὃς ἄλλος μεν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ίδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρος πρς ὑπάρχει λόγος· ὥστε δὲ ὃς τόδε τὸ παν διεκό σμησεν, καὶ φωτίζει τῆ αυτοῦ προνοία· ἀγαθοῦ γὰρ 
 πατρος πρς , ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὰ πάντα διεκο σμησεν καὶ ήρμοσεν· οὗτος γὰρ θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σο φία ὢν, οὐρανὸν οὐνον μὲν περιστρέφει· γῆν δὲ τῶ ιδίω νεύ ματι ήδρασεν· τουτω φωτιζόμενος ἥλιος· τὴν οἰκου μένην καταυγάζει· καὶ σελήνη φθινουσα πληροῦται καὶ υετοι τὴν γῆν ἐπικλύζουσιν· καὶ ἡ μεν θάλαττα περιορίζεται· ἡ δε γη παντοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ ει τις ἄπιστος ζητοίη περι τῶν λεγομένων εἰ όλως· ἐστιν λόγος θεοῦ θῦ · μαίνεται μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως εκ τῶν ορωμένων τὴν ἀπόδει ξιν· ὅτι πάντα λόγω καὶ σοφία θεοῦ θῦ συνέστηκεν· καὶ οὐ κ ὰν ἡδράσθη τί τῶν γενομένων· εἰ μη λόγω γεγόνει· καὶ λόγω θείω καθάπερ ἐλέχθη· λόγος δὲ ὢν οὐ κατὰ τὴν ἀνθρώπων ανων ομοιότητα ὥσπερ εἶπον ἐστιν συγκείμενος ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ πατρος πρς ἐστιν εἰκὼν ἀπα ράλλακτος· 
 ἄνθρωποι ανοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος συγκείμενοι· συγκείμενον ἔχουσιν καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεος θς ὤν ἐστιν· καὶ οὐ σύνθετος , 
 διὸ καὶ ὁ τούτου λό γος ὤν ἐστι καὶ οὐ συνθετος, ἀλλ’ εἷς καὶ μονογενὴς θεος θς · ὃς ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν· πάντα διακοσμεῖ καὶ συνέχει 
 ἡ δε αιτία δι ὴν όλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν· ἐστιν ἀληθως θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἠ οὕτως γενέσθαι ὥσπερ καὶ ἐστιν· τῶν μεν γαρ γενητῶν ἡ φύσις άτε δὴ ἐξ οὐκ ὄντων ὑποστάσα, ῥευστή τίς καὶ ἀσθενὴς· καὶ θνητὴ καθ’ ἑ αυτὴν συγκρινομένη τυγχάνει οὔσα· ὁ δὲ τῶν ὅλων 
 θεος θς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστιν· διὸ καὶ φιλ άνθρωπός άνος ἐστιν· ἀγαθῶ γαρ περι ουδενὸς ἂν γένοιτο φθό νος· ὅθεν οὐδὲ τῶ εἶναι τι φθονεῖ· ἀλλὰ παντας εἶναι βούλεται· ινα καὶ φιλανθρωπεύεσθαι δύνηται· ορων γὰρ πᾶσαν τὴν γενητὴν φύσιν, ὅσον κατα τοὺς ιδίους αὐτῆς λό γους· ῥευστὴν οὖσαν καὶ διαλυομένην· ινα μη τοῦτο πα θωσιν· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ όλον· τούτου ενεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδιω λόγω ποιήσας τὰ πάντᾳ καὶ οὐσιώσας τὴν κτίσιν οὐκ ἀφῆκεν αὐτὴν τῆ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ινα μὴ καὶ κινδυνεύση πάλιν εἰς τὸ μ ὴ εῖναι, ἀλλ’ ὡς ἀγαθὸς τῶ ἑαυτοῦ λόγω τὴν σύμπασαν διακυβερνᾶ· καὶ καθίστησιν· ινα τῆ τοῦ λόγου παρουσία, καὶ κοσμήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντος ὄντως ἐκ πατρος πρς λόγου μεταλαμβάνουσα καὶ βοηθουμένη δι’ αυτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθη· ὅπερ ἔπαθεν ἂν, εἰ μὴ ὁ λόγος αὐτὴν ετήρει· 
 λέγω δὲ τὸ μὴ εἶναι· ος ἐστιν γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ αορατου 
 πρωτοτοκος πάσης κτίσεως· ὅτι καὶ ἐν αυτῶ δι’ αυτοῦ συνέ 
 στηκεν τὰ πάντα· τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ 
 αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησιας· ὡς οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν· 
 
 α ὐτὸς οὖν ὁ παντοδυναμος καὶ παντέλειος αγιος ὁ τοῦ πατρος πρς 
 λόγος· ἐπιβὰς τοῖς πᾶσιν· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυ νάμεις ἐφαπλῶσας, καὶ φωτίσας τά τε φαινόμενα· καὶ τὰ ἀόρατα· παντα εἰς εαυτὸν συνέχει, καὶ συσφίγγει· μηδὲν έρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς, ἀλλὰ πάντα δια παντων καὶ ἕκαστον ιδία καὶ αθροως ὁμου τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· καὶ ινα μη τὸ καθὲν ἐπι φανεροις ὀνομαζων διατρίβω, οὐδέν ἐστιν τῶν ὄντων καὶ γιγνομένων· ὃ μὴ εν αυτῶ καὶ δι αυτοῦ γέγονεν· καὶ εστηκεν· 
 ἥ φησὶν καὶ ὁ θεολόγος ἀνηρ· ἐν αρχη ην ὁ λόγος. καὶ ὁ λό 
 γος ην προς τὸν θεον θν · καὶ θεος θς ην ὁ λόγος· οὗτος ῆν ἐν αρ 
 πρὸς τὸν θεον θν · πάντα δι αυτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ 
 ἐγένετο οὐδεν· αὐτος γὰρ ἕνα τὸν κόσμον· καὶ μίαν τὴν τούτου τάξιν· ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· μένων μὲν αὐτὸς ἀκίνητος παρὰ τῶ πατρι πρι · πάντα δὲ κινῶν τῆ ἑαυτοῦ στάσει· ὡς ὰν ἑκάστω τῶ εαυτοῦ πατρι πρι δοκῆ καὶ τοῦτο ἐστιν τὸ παράδοξον τῆς θεότητος· ὅτι ενὶ καὶ τῶ αυτῶ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων αλλα αθρόως ολα τά τε ορθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρά· τὰ θερμά· τὰ φαινόμενα· καὶ τὰ ἀόρατα περιάγει· καὶ διακοσμεῖ· κατὰ τὴν ἑκάστου φύσιν ὡς γέγονεν δι αυτοῦ· καὶ τουτο πάλιν οὐκ άπιστον· ὅπου γε καὶ μεγάλη πόλις ὑπὸ παρουσία τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος τοιαύτην ἔχει τὴν ἐπιμέλειαν· καθάπερ τοίνυν, ἐκείνου παρόντος καὶ πρὸς πάντα τὸν οφθαλμὸν τείνοντος ἑπόμενοι πάντες τὴν ἑαυτῶν τάξιν ἀποτελοῦσιν·καὶ οἱ μὲν ἐπὶ τὴν γεωργίαν· οἱ δὲ ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· καὶ ὁ μὲν ἐπὶ τὴν βουλὴν βαδίζει, ὁ δε δικαστὴς ἐπὶ το δικάζειν προ έρχεται· καθίσταται δὲ εὐθέως ὁ μεν τεχνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δε ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· καὶ οἱ μὲν περι τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ ἀπὸ τῆς πό λεως ἐξέρχονται· καὶ πάλιν εἰς αυτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῆ παρουσία τοῦ ἑνὸς ἄρχοντος· καὶ τῆ τούτου δι ατάξει γίνεται τε και συνίσταται· κατα ταυτα δὴ καὶ 
 ἐ πὶ τῆς συμπασης κτίσεως· καν μικρον η τὸ παράδειγμα· ὅμως μειζονι διανοία χρὴ νοεῖν· ὑπο γαρ μιας ῥιπης νεύματος ἑνὸς τοῦ λόγου· τοῦ θεοῦ θῦ ομοῦ τα πάντα διακοσμεῖ