τοῦ σώματος· εἶτα ἑκάστου, καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰ σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνου σα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τ ς καλόν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο, ο α γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατ’ ἀρετὴν· οὐδ’ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογι ζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτω εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα· τοῖς τοῦ σώματος μέ λεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ· κ ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων , οὐκ ὄντα ἀναπέπλασται· ἡ ψυχὴ, ἀποστραφεῖσα τὴν πρὸς θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁ μαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ἁπάντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν, ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχων τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πίστιν ναυ τ , καὶ οὕτοι μὲν ὑπόστασιν τοῦ κακοῦ· παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα, θεὸν θν ἕτερον καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν· τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί, ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἂν εἴη θεὸς θς ἄλλος παρὰ αὐτόν· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς ; τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ · πληροῦντος· κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κατὰ τὴν τοῦ σωτῆρος σρς φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι κύριον κν , εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον, οὐκ ἂν εὑρεθείη· καὶ γὰρ ε ἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις κ αὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ καὶ ἴση ἴση ἀμφοτέρων ἐστὶν ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει· τὰ πράγματα· ἔσι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστιν καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· τὰ φαινόμενα, ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δη μιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα· οὐκ ὄν των αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστὶ ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐ δὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεός θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως; πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαῦλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν, οὐ παρὰ θεοῦ θῦ οὐδὲ ἐν θεῶ θῶ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο, καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται· ἡ ψυχὴ γὰρ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόη οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν , καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ · τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λο γισμοὺς πολλοὺς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται· ὁ θεὸς θς ὅλον ἐστὶ καὶ οὐ μέρει· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεως ἐστὶ ποιητῆς. ἡ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα θεὸν θν ἕξει τὸν σκοπόν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλ λ’ ἡμῶν αὐτῶν, οὐδ’ ὥσπερ ἐστὶν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδὸς, πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν ἀλλ’ ἐν ἡμῖν ἐστι καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατὸν, καθὼς καὶ μωϋσῆς ἔλεγε· τὸ ῥῆμα τῆς πίστεως ἐν τῆ καρδία σου ἐστίν· ὅπερ καὶ ὁ σωτὴρ σηρ βεβαιῶν, ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ , ἐντὸς ὑμῶν ἐστίν· ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα τ οῦ πατρὸς πρς σωτήριον σριον λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες, μὴ δὲ ἄλλος τίς ἑαυτὸν ἀπατάτω· ὡς τὴν τοιαύτην ὁδὸν οὐχ’ εὑρί σκων· καὶ διατοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν προτει νόμος· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν, εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο· τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες· οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δη μιουργὸν θεόν θν · ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἀνων ἔχει καὶ ταύτην λογικὴν; καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων· διὰ τοὺς ἁπλούστερους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μ ηδὲν εἶναι πλέον τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵ να ταύτης δειχθείσης, φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· πρῶτον μὲν οὖν οὐ μικρὸν γνώ ρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτόν· διατοῦτο γὰρ γὰρ ἐκεῖνα μὲν ἄ λογα καλεῖν ἡ φύσις εἴωθεν· ἐπειδὴ τὸ τῶν ἀνθρώπων ἀνων γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη· ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον , τὰ ἔξωθεν αὐτοῦ λογίζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ· κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχη· ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ· ἀλλὰ τῶ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν βλεπόμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας, κεκράτηται τῶ λογισμῶ· καὶ λο γισάμενος πάλιν ἀπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος· ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς· διατοῦτο γοῦν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβά νονται, τούτων οὗτος γίνεται κριτὴς· καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾶν· καὶ ὤτων τὸ ἀκούειν· καὶ στόματος τὸ γεύεσθαι· καὶ ῥινὸς λαμβάνεσθαι; καὶ χειρῶν, τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεων ἐστὶν· ἀλλὰ ψυχῆς καὶ τοῦ ταύτης νοῦ, διακρίναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει τ αῦτα εἰ μὴ ὁ νοῦς διακρίνει· καὶ ἔοικέ γε τὸ τοιοῦτον λύρα, κ αλῶς κατεσκευασμένη· καὶ τῶ ταύτην κρατοῦντι μουσικῶ μετ’ ἐπι στήμης· ὡς γὰρ αἱ ἐν τῇ λύρα νευραὶ· ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρὺν· ἡ δὲ, ὀξὺν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ, ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία· καὶ ἀδιάγνωστος ἡ σύνθεσις· χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται· καὶ ἡ σύνταξις ὀρθὴ· ὅταν ὁ κατέχων τὴν λύραν πλήξη τὰς νευρὰς, καὶ ἁρμονίας ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον· καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι οὐσῶν· καὶ ὡς ἐν λύρα ἡρμοσμένων ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύη; τότε καὶ διακρίνει ἡ ψυχὴ καὶ οἶδεν ὃ ποιεῖ· καὶ πράττει· τοῦτο δὲ μόνων ἴδιον ἀνθρώπων ἀνων ἐστί· κ αὶ τοῦτο ἐστὶ τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ὧ χρωμένη διαλλάττει τῶν ἀλόγων καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαι νόμενον ἐστὶν ἐν σώματι· πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος · καὶ τὰ ἔξωθεν αὐτοῦ θεωρεῖ· εἰς χώρας ἀποδημῶν καὶ περιπατῶν· καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δ’ ἂν τί ἂν εἴη ἕτερον; ἢ ψυχὴ λογικὴ· ἐν ἧ λογίζεται καὶ κατανοεῖ τὰ ὑπὲρ αὐτὸν ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀληθείας τετραμ μένοις· πῶς τοῦ σώματος κατὰ φύσιν θνητοῦ ὄντος, λογίζεται ἄνθρωπος ἄνος περὶ ἀθα νασίας, καὶ πολλάκις ἑαυτῶ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδῶν καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τ ὸ μὲν οὖν σῶμα· οὐκ ἂν αὐτὸ περὶ αὐτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τ ὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρον ἐστίν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν, ἢ ψυχὴ λογικὴ καὶ ἀ θάνατος· καὶ γὰρ οὐκ ἔξωθεν· ἀλλ’ ἔνδοθεν αὕτη τοῦ σώματιος· ὡς ὁ μουσικὸς τῇ λύρα ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν τὰ μὲν, ἀποστρέφονται· τὰ δὲ, αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ· τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουτιστικὴν, ἀπο κλείει τοῦ ἀκούειν; τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἡγεμονεύουσαν δεικνύει τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· διατοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις τὰ καλὰ μὲν πράττειν τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ μένει καὶ ἄκριτα· ἅτε δὴ τῆς λογικότητος· καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχά νουσιν· εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον, ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλάττειν αὐτήν· εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι· τῶ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται καὶ οὐχ’ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν τοῦ σώματος ἀπόθεσιν κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀποθνήσκει τὸ σῶμα· ε ἰ μὲν οὖν καὶ αὕτη ὑπὸ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινουμένη, ἐξ ἀ νάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερόν, ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῆν λέ γομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ ὅτε τῶ σώματι ἐπιβέβηκε· καὶ συνδέ δεται τούτω οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμε τρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου καὶ ἄλλως ἐν θ ανάτω κοιμωμένου, αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ· καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου, μένουσα ἐν τῶ σώματι καὶ τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων· σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ· καὶ πρὸς αὐτοὺς ἀφικνεῖται θαρ ροῦσα τῆ τοῦ νοῦ καθαρότητι· πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος, ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεὸς θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ γὰρ καὶ συνδεθεῖσα σώματι, τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος, ζήσεται· κ αὶ οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θν , διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διατοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ· ἐπειδὴ καὶ ἀθάνατός ἐστι· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις; οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι· καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῆ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι π ρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διατοῦτο γοῦν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔ χει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς· οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβά νουσα τὴν τοῦ θεοῦ θῦ γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν ὥσπερ τὸν θεὸν θν ἠρ νήσαντο καὶ ἄψυχα θρησκεύουσιν· οὕτως καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νο μίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν· εἰ δὲ ψυχὴν ἔχειν ἀξιοῦσι καὶ ἐπὶ τῶ λογικῶ μέγα φρονοῦσιν· εἰκότως τοῦτο ποιοῦντες· διατί ὡς μὴ ἔχοντες ψυχὴν, παρὰ λόγον τολμῶσι καὶ οὐχ’ ἃ δεῖ φρονοῦσιν, ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν. ὅ τε πάντα τὸν ἐπιχυθέντα ῥύπον ἀπὸ τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται ἡ ψυχὴ· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως διαλαμπρυν θέντος τούτου, ὡς ἐν κατόπτρω θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν αὐτῶ τὸν πατέρα πρα οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ , λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον, ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαι νομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας, τὸν ἑαυτῆς δεσπότην ἀνακηρυττούσης ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τῆ φύσει ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων· καὶ διατοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως τῷῶ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ, ἀγέν ητον, τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διε κόσμησε τῶ ἑαυτοῦ λόγω ὁ θεὸς θς , ἵν’ ἐπειδὴ τὴν φύσιν ἀόρατός ἐστι κἂν, ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις · οὐ γὰρ κατεχρή σατο τῆ ἀοράτω φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἄγνωστον ἑαυτὸν ἀφῆκε τοῖς ἀνθρώποις ἀνοις · ὡς τὴν ἐν τῷ σώματι τῶν μελῶν πρὸς ἑαυτὰ συμφωνίαν ὁρῶντες, ὅτι οὐ μάχεται ὀφθαλμὸς τῆ ἀκοῆ οὐδὲ ἡ χεὶρ τῶ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως ἐ ννοοῦμεν πάντως ἐκ τούτου, εἶναι ψυχὴν ἐν σώματι· τὴν τούτων ἡγεμο νεύουσαν· κἂν μὴ βλέπωμεν αὐτὴν, οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία τ ὸν τοῦ παντὸς ἡγεμόνα ἀνάγκη νοεῖν θεὸν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη ἡ τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμο νοίας ἁρμονία, οὐ πολλοὺς ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα δείκνυσι καὶ ἡγεμόνα λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλούς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυ θεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν, ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαί νετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν· ἡ τῶν πολλῶν μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόρρωθεν ἀκούοι λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας, ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνον ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων, ἐννοεῖ οὐχ’ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῆ ἐπιστήμη κἂν μὴ τοῦτον βλέπη; οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῶ κόσμω παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστὶ τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως· τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητὰς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν προσήκει πιστεύειν· καὶ τ οῦτο τῆς κτίσεως ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τ οῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντὸς, ἐστὶ τοῦτο· τὸ μὴ πολλοὺς ἀλ λ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι ὑπὸ πολλῶν ὁ εἷς ἐγέγονε κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν, ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν τὴν ἀλλήλων ἐπλήρουν ἔλλειψιν οἱ πολλοί· ἐν θεῶ θῶ δὲ λέγειν εἶναι τί ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ κ αὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος, ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γενομένου κοινωνίαν; γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο ἵνα μὴ ὡς ἀ δύνατος ὑπονοηθῆ· κενοδοξίαν δὲ πάλιν ἐν θεοῖς εἰπεῖν, τῶν ἀτο πωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος δυνατὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν; ἄλλως τε, ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα τὸ ἓν καὶ τέλειον τυγχάνει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον, τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνο μοίους ἑαυτῶ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῆ διαφορᾶ καθάπερ εἴρηται πρότερον, πάλιν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία ἦν· ἐπεὶ οὐδὲ ναῦς ὑπὸ πολλῶν· κυβερνωμένη, κατ’ ὀρθὸν πλεύσει ποτὲ· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σ ύμφωνον ἀποτελέσει τὸν φθόγγον· εἰ μὴ εἷς ὁ ταύτην πλήττον ε ἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως· καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς, ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν; ἵνα μὴ τῆ πολλῶν συστάσει πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πι στεύηται· καὶ οὐχ’ ὅτι εἷς ἐστὶν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστὶν ὁ κόσμος ὁ γενόμενος; ἀνάγκη καὶ τούτου δημιουργὸν, ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῆ περὶ τούτον ἀγνοία πλανηθεὶς τίς ἕτερον ὑπολάβη· νομίζω δὲ μη δένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς καλουμένους θεοὺς οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεο ποιοῦντας ἔδειξε πλανωμένους καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν κηρυττόμενον καὶ προσ κυνούμενον, τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ· τὸν καὶ τῆς κτίσεως κύριον κν · καὶ πάσης ὑπο στάσεως δημιουργόν· τίς δὴ οὖν οὗτός ἐστιν, ἀλλ’ ἢ ὁ πανάγιος· καὶ ὑπερέ κεινα πάσης γενητῆς οὐσίας· ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης· τῆ ἰδία σοφία καὶ τῶ ἰδίω λόγω τῶ κυρίω κῳ ἡμῶν καὶ ἰησοῦ ἰῦ χριστῶ χῶ · τ ὰ πανταχοῦ διακυβερνᾶ σωτηρίως σρίως , καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῶ καλῶς ἔχειν δοκεῖ· ἔχει δὲ καλῶς, ὡς γέγονε, καὶ ὁρῶμεν γινόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο oὐκ ἄν τις ἀπιστήσειεν. εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν, εἰ δὲ λόγω καὶ σοφία καὶ ἐπιστήμη συνέστηκε, καὶ παντὶ κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμή σαντα τοῦτον, οὐκ ἄλλον τινὰ ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δέ φημι, ο ὐ τὸν ἐν ἑκάστω τῶν γενομένων, συμπεπλεγμένον, καὶ συμπεφυκότα· ὃν δὲ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν λογι ζόμενον· μήτε νοοῦντα· ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντᾳ κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν ; αὐτὸν λόγον λέγω· ὃς ἄλλος μέν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος· ὃς τόδε τὸ πᾶν διεκόσμησε· καὶ φωτίζει τῆ ἑαυτοῦ προνοία· ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος· ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε τάξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων, δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις· καὶ θεοῦ θῦ σοφία ὢν; οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην, τῶ ἰδίω νεύματι ἥδρασε· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων, εἰ ὅλος ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγω θεοῦ θῦ καὶ σοφία συνέστηκε, καὶ οὐκ ἂν ἡδράσθη τί τῶν γενομένων, εἰ μὴ λόγω ἐγεγόνει· καὶ λόγω τῶ θείω· λόγος δὲ ὢν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα, ἐστί συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς εἰκών ἐστιν ἀπαράλλακτος· ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεός θς · ὃς καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀ γαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει, ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ · λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γενητῶν ἐστὶν ἡ φύσις ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς , ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ· διὸ καὶ φιλ άνθρωπός άνός ἐστιν· ἀγαθῶ οὖν περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν ο ὐδὲ τὸ εἶναί τι νι φθονεῖ, ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλ ανθρο ανο πεύεσθαι δύνηται· ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους· ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον, τούτου ἕνεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδίω λόγω ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῶ ἑαυτῆς ἐμφύτω κινήματι φέρεσθαι καὶ χειμάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύση πάλιν· εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῶ ἑαυτοῦ λόγω καὶ αὐτῶ ὄντι θεῶ θῶ , τὴν σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῆ τοῦ λόγου ἡγε μονία καὶ προνοία καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως δ ιαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβά νουσα· καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθη ὅπερ ἂν ἔπαθεν· εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γάρ φησιν εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστηκε τὰ πάντα· τά τε ὁρατὰ, καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας· αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος καὶ ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος· ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας· καὶ φωτίσας τά, τε φαινόμενα, καὶ τὰ ἀόρατα· πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς, ἀ λλὰ πάντα καὶ διὰ πάντων καὶ ἕκαστον ἰδία καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας· αἵπερ εἰσιὶ θερμὴ καὶ ψυχρὰ· καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν, οὔτε τὸ πῦρ τῶ ψυχρῶ μάχεται, οὔτε τὸ ὑγρὸν τῶ ξηρῶ ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ, τὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία συνελθόντα ὁμοῦ τά τε φαινόμενα ζωογονεῖ, καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τ ούτω τῶ θεῶ θῶ λόγω πειθόμενα, καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀ νομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων, ὃ μὴ ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γέγονε καὶ συνέστηκεν· ἥ φησι ὁ τῆς θεολογίας ἀνήρ· ἐν ἀρχῆ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι καὶ τὰ μέσα τοῖς ἄλλοις· τῆ τέχνη συναγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων· καὶ περιάγων τῶ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ· κ αλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῶ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῶ ἑαυτοῦ πατρὶ πρὶ δοκεῖ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος, τοῦτο ἐστίν· ὅτι ἑνὶ καὶ τῶ αὐτῶ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων, ἀλλ’ ἀθρόως ὅλα· τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω, τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ τὰ ψυχρὰ τὰ θερμὰ· τὰ φαινόμενα καὶ τὰ ἀόρατα, περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῶ αὐτῶ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίστανται παρ’ αὐτοῦ· καὶ θ ῆ τις καὶ θεῖα ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποιῶν τῶ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν αὐτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ ταύτας οἷα δὴ ποιητὴς καὶ αὐτῶν ὑπάρχων, συμπεριλαβὼν ἐν τοῖς ὅλοις συνέχει· κ αὶ ζωοποιεῖ πάλιν, τῶ ἑαυτοῦ νεύματι· καὶ τῆ ἑαυτοῦ προνοία· κ αὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον ὡς γὰρ τῆ ἑαυτοῦ προνοία καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος ἑνὶ καὶ ἁπλῶ νεύματι τῆ ἑαυτοῦ δυνάμει, τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀποδιδοὺς, ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς· καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀ ναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ , ἀνάγκη ἐστὶ νοεῖν· καὶ τὸν τούτου πατέρα πρα θεόν θν · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόνος παρὰ ἀνθρώπων ἀνων · ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγω ἐπιβάλλοντες, τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῶ λογισμῶ; πολλῶ πλέον μείζονι φαντασία καὶ ἀσυγκρίτω ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ· ὡς αὐτὸς ὁ σωτὴρ σὴρ φησὶν· ὁ ἑωρακὸς ἐμὲ, ἑώρακε τὸν πατέρα πρα μου· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ἧ φασὶν οἱ θεολογ ίας οι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει τῆ διατάξει σου· ψάλλατε τῶ θεῶ θῶ ἡμῶν ἐν κιθάρα τῶ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν ν εφέλαις· τῶ διδόντι τοῖς κτήνεσι τροφὴν· διὰ τίνος δὲ δίδωσιν· ἢ δι’ οὗ κ αὶ τὰ πάντα γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος, ἢ ὁ τοῦ θεοῦ θῦ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρω λέγει· τῶ λόγω κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γενόμενα, διεξάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ μωυσῆς βεβαιοῖ τὸ λεγόμενον λέγων· καὶ εἶπεν ὁ θεὸς θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῶ εἶπεν ὁ πατὴρ πήρ · γενηθήτω ὁ οὐρανὸς οὐνὸς · καὶ συνα χθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξοιεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ὡμίλει ὁ θεὸς θς , ἵνα καὶ προστάττων λαλῆ· εἰ μὲν οὖν τοῖς γινομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ τῶ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τῶ μηδέπω γενομένω· προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέττατεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν γενοῦ οὐρανὲ οὐνὲ καὶ γενοῦ γῆ· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δὲ λέγων, ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων· οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτω· ὧ μιλῶν ἐποίει τὰ ὅλα, τ ίς οὖν ἂν εἴη εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν, εἰ μὴ τῶ ἑαυτοῦ λόγω· ἢ τίς τούτω συνῆν ποιοῦντι οὐσίαν πᾶσαν, ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει καὶ τὴν γῆν συμπαρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ γενητὰ περιλαμβάνει, συνὼν σοφία δὲ ὡς λόγος τὸν πατέρα πρα βλέπων· ἐδη μιούργει τὸ πᾶν· καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς · τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποιεῖ· ἧ φησί καὶ ὁ σωτὴρ σήρ · πάντα τὸν πατέρα πρα π οιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γένημα καὶ ἀληθινὸς υἱὸς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὢν, οὐδὲ ἔξωθεν ἐπιγενομένων αὐτῶ τούτων κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους ὑπ’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλὰ αὐ τοσο φία· αὐτο λόγος· αὐτ οδ ύναμις ἰδία τοῦ πατρὸς πρς ἐστὶν· αὐτοφῶς αὐτοαλήθεια αὐτοδικαιοσύνη· αὐτοαρετὴ· καὶ μὴν, καὶ χαρακτὴρ· καὶ ἀπαύγασμα καὶ εἰκὼν· καὶ συνελόντι φράσαι, καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἔστιν υἱὸς, εἰκὼν ἀ παράλλακτος τοῦ πατρός πρς · τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία· οὕτω καὶ τοῖς γεννητοῖς συγκαταβαίνων πρὸς τὴν τοῦ πατρὸς πρς γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωὴ· καὶ θύρα· καὶ ποιμὴν καὶ ὁδὸς καὶ βασιλεὺς· καὶ ἠγεμὼν καὶ ἐπὶ πᾶσι, σωτὴρ σήρ καὶ ζωοποιὸς· καὶ φῶς· καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως· καὶ ζωῆς· ἐν αὐτῶ δὲ καὶ δι’ αὐτοῦ· καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησὶν· ἐγὼ ἐν τῶ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῶ γεννήσαντι, καὶ τὸν γεννηθέντα σὺν τῶ πατρὶ πρὶ διαιωνίζειν.