1698. 77. operum athanasii annorum minus quam 300 χρ(ιστὸς) ἀρχῆς καλλίστης ἀγαθὸν δοίης τέλος· ἡ τρισπαντέλειος ἀγαθαρχία· άνεγνώσθη λόγος·α´· οὗ ἡ ἀρχὴ ἡ μὲν περὶ τῆς θεοσεβείας. ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις· οὐ το σοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν· ὅτι ἀφθαρτον ἐχει τὸ γνώρισμα ἡ θεοσεβεῖς καὶ οὐδενὸς διδασκαλία ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων ὅ ρ α λογίων ταύτην εὑρεῖν. φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀλη θείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων· εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐ πειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν· ἕτερον· ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα, καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴ περ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν· ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην· ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισ χύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει; πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινόν ανινoν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν περὶ τοῦ θείου σταυροῦ στροῦ ὅρα ση(μειωτέον) μὲν ἥλιον ἐπὶ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς· καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρ χηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος, εἶναι θεὸν θν · καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπι λάμψη· καὶ θαρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἀνε ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων, οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· ὅτι ἐξ ἀνθρώπων ἀνων ἐφάνη ἡ κακία ἐξ ἀρχῆς γὰρ οὐκ ἦν ὅρα οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξάντο· καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅθεν ση(μειωτέον) δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς · ὁ ὑπερέ κεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρ καλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιὀτητος, κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ φαντασίας ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνο μιλῆ τῶ θείω· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπὲρ ἄνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμεννος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅ τε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει, ἀλλ’ ὅ λος ἐστὶν· ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ, καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλώτταν ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ· κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία· ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς ἐνοπτρίζεσθαι·καθάπερ καὶ ὁ κύριος κς φησὶ· μακάριοι οἱ καθαροὶ τῆ καρδία· ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ ὅρα καὶ μένειν ἠθέλησεν μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνή σαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν, ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ, τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλα μβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις· καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐ πιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνά μεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀκεῖνος γὰρ· ἕως μὲν τὸν νοῦν εἶχε· πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα φιλίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος καὶ γνόντες ἠσχύνθησαν ἔπεσον· καὶ ἔγνωσαν ὄτι γυμνοὶ ἦσαν· καὶ γνῶντες, ἠσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνούς, οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀ ποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας κατα τὸ θάνατον λεῖψαι. ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ καὶ μὴ τυγχά νουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώ ματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα, κα τεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς· καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρα σθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐκέτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τοῦτο εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀπο στρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσα σθαι γὰρ καθ’ὅλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτὴν δύ νασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα ὅρα ποῖα τὰ οὐκ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ· καίτοι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέ πλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δη μιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας· καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν αὐτῆς ὡς προεῖπον ὁρῶσα· καὶ τούτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κι νεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐ πιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύ ναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστο λικὴ φωνή παρεγγυᾶ· πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυ νατὸν σκοπήσασα, τὰ ἐναντία πιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας· καὶ τὴν μὲν γλώτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέ πτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικηλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γὰρ γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλή ρωτον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίω· καταφρονήση μὲν τοῦ σκοποῦ ὅρα τίνος ἦν ὁμοίου ἡ ψυχή ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδοῦ παράδειγμα εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύ νη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ, ὡς βούλεται· καὶ πολλάκις ὅρα μὲν, εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐ λαύνει· φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ ὁρῶσα ὅτι πε πλάνηται τῆς ὁδοῦ· καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων, ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χῦ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινες πλανηθέντες τῆς ὁδοῦ· καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δη μιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων, οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐ πώς τινὲς λέγοντες τὸν θεὸν θν ποιητὴν εἶναι καὶ τοῦ κακοῦ σίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· ση(μειωτέον) τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ. ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπ εσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγή σαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν· τὸν καὶ τῆς κτί σεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τὶς ἐλέγξειεν· ἔκ τε τῶν θείων γραφῶν· καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰ ς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολο γοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐ τοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἔστι κύριος κς , κατὰ τὴν τοῦ σωτῆρος σρς φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν. ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑ τέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μέν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθένεια δὲ ἀμφοτέ ρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔ στι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βού λησιν τοῦ ἀγαθοῦ. ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαι ἐκ τούτου δείκνυται ὅτι τὸ κακὸν οὐκ ἐκ τοῦ θεοῦ ἔχει ἀρχὴν νόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν ὅρα πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώ ρισμα. οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημι ουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστὶ ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεός θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου· ἄδηλον φα νήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμ πειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ · οὐδὲ ἐν θεῶ θῶ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμούς σκότος ἑαυτῶ ση(μειωτέον) ὅρα παράδειγμα εἰς τοῦτο ση(μειωτέον) ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν ἐν οἷς κινουμένη· οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ ὁποία γέγονε· τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε· τοιαύτη καὶ φαίνεται· γ έγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ὅρα ση(μειωτέον) ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγρά φως φησί· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὔπω γέγονε καὶ πέπλασται. πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβή κασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕ ρεσις, οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε. τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὂν φαῦλον. οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑ αυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορᾶς ἡδονῶν· καὶ ζωσαμένη ὅρα ὅρα τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα· καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσ καιρα· καὶ τὰ σωματικὰ εἶναι τὰ καλά· ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς ἐν αὐ τῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπι πλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι’ οὗ μό νον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς , οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν. παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταρ α ττομένη· λοιπόν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν , τοῦτον ἐν τοῖς σω ματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅπερ αὐτὴ βού λεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, περὶ τῆς εἰδωλολατρίας ὅρα ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπι ν οεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ· εἴ τις εἰς βυθὸν καταδὺς· μηκέτι μὲν βλέποι τὸ φῶς· μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα· διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινό μενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῶ· μᾶλλον δὲ ἀλογία χρησάμενοι τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτί σιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσω μᾶλλον ἐπι καταβαίνουσι· τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνε χρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κα κοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀ α´ σεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ὅρα τοὺς θεοὺς ση(μειωτέον) β´ ἐκείνους οὐ μόνον θεοὺς νομίζοντες εἴναι, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, γ´ αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεούς· προβαίνον τες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχρὰν· καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορ φὰς. τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον· ὡς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς ξύλα· καὶ εἰς λίθους· καὶ ἑρπετὰ· ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἰστήκει τῶν ἀφρόνων ἡ τόλμα καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοία· καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαι νόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπι τὰ ἀνόμοια ση(μειωτέον) μίξαντες· καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέ φαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν τὰ μερὴ τοῦ σωμάτος ση(μειωτέον) σωμάτων· κεφαλὴν καὶ ὦμον· καὶ χεῖρα καὶ πόδα· καθ’ ἑαυτὰ διελόν τες ἕκαστον, εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρνούμενοι ση(μειωτέον) ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυ τῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν· θεοποιήσαντες, προσκυ νοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδία, ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν, καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον , οὐ σεμνόν, ἀλλ’ ἀσελγείας ἔμπλεω, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων· τε λ ευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησ κεύεσθαι· αὐτὸς μὲν, καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅ μως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· κ αθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας, ἐ πίνοια εἰδώλων· καὶ μήτι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ νῦν ἡ τῶν ῥωμαίων σύγκλητος· τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλονται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προσ τῆς ἀνδραγαθίας ση(μειωτέον) τάττουσιν, ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν· αὐτοὶ ἄνθρωποι ἄνοι τυγ χάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι. ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, ὅρα μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων· τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι· ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐ τοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέν των ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος, οὐ καινόν· ο ὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι ση(μειωτέον) διαβεβοημένοι θεοὶ ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων· καὶ ἤφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα· καὶ δήμητρα· καὶ ἀθηνᾶ· καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διε τάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μα νίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι· καὶ εἴθε μέ χρις ἀρρένων εἰστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγ μάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ θρησ ση(μειωτέον) κεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ κόρη καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄν τα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡ μᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς· καὶ συγγενεῖς καὶ γυ ναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους θρηνοῦντες καὶ διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες ἀνδριάντας τε ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν ἀπάτην καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν ὠνομάζοντες οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν, οὐκ ἂν γὰρ εἴπερ ἤδεσαν αὐτοὺς θεοὺς ὡς ἀπολυμένους ἐ νόμισαν· τούτου γὰρ χάριν οὐ μόνον νομίζοντες αὐτοὺς εἶναι θεούς· ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμένουσαν, τούτοις ὅμως οἱ ἄ φρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις περιτι θέασιν. ἐν γοῦν αἰγύπτω εἰσέτι καὶ νῦν ὁ περὶ ὀσίριως καὶ ὤρου καὶ τυφῶνος καὶ τῶν ἄλλων θρῆνος, τῆς ἀπολείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν θν ἐλέγ χουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον, ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανο ηθεὶς· ὁ πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται· τὴν ἀνθρώπου ἀνου τέ χνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰ δωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ· λέγουσα, ἀ ρχὴ πορνείας, ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσ μον· καὶ διατοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμενος πατήρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου· εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχει ρίοις μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν· τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα, ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν, γὰρ ἴσως τῶ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔμορφον τῆς ἐργασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν εἰς θεοὺς ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίω εἰς ἔνεδρον ὅτι ἢ συμφορᾶ ἢ τυραννίδι δουλεύσαν τες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῶν εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῆ γραφῆ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξα μένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀπο δεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πρά ξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς ὅτι οἱ τούτων θεοὶ οὐ ***** μόνον ** θεοὶ, ἀλλὰ καὶ αἴ σχιστοι τῶν ἀνθρώπων ἀνων σε*** αἰσχίστους γεγονότας· οἶον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτῶν ἀκούειν· ἁρπά ὅρα ζοντα μὲν τὸν γανυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ, καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀ πώληται τείχη· οἷόν ἐστιν αὐτὸν ἰδεῖν ἀχθόμενον ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνά μενον· καὶ ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἤρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ, ὑπὸ θέτιδος τὰς ἀσελγείας τῶν πρώην θεῶν ὅρα γυναικὸς· καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ ση(μειωτέον) πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυ πτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλήν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμού μενον κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν ; τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀ λίγα μνημονεύσω διὰ τὸ πλῆθος· τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην· καὶ λήδαν· καὶ ἀλκμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην· καὶ δανάην· καὶ ἀντιόπην· παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀ δελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειεν καὶ ζημιώσειεν θανάτω; ὅτι μὴ μόνον ἐμοίχευσεν πολλὰς καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐ τῶ παῖδας, θεοποιήσας ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς· καὶ διόσκουροι καὶ ἐρμῆς· καὶ περσεύς καὶ σώτειρα. τίς δὲ ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλήνων καὶ τρώων χάριν· οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν; ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν· καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν. τίς ἰδὼν ὑπὸ μὲν διομήδους, τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, τὴν ἥραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν, ὑ πὸ περσέως· ἀθηνᾶν δὲ, ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χω λαίνοντα· οὐ καταγνώσεται τῆς φύσεως; καὶ ἀποστραφήσεται μὲν, τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο· ἢ ἀνθρώπους ἀνους αὐτούς· καὶ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφρο δίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς· ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου κα λουμένους· καὶ αὐτοὺς ἐρχομένους· καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν· οὐκ ἂν γελάσειεν καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν; τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος. καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλά νης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες, οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁ μολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλο μένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις · εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς παρ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐ ρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια, τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη, θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφρο σύνης γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεούς· ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος· καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν· πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπειδ’ ἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ· τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. π ολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς· ὥσπερ ἐπιλαθόμενος ὧν αὐ τὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέ ξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα· τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε. π ολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δί καιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστή μης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσ κοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται. π ῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειεν καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ τοὺς μὴ βλέποντας προσκυνοῦσι. καὶ ἀκούοντες αὐτοὶ· τοῖς μὴ ἀκούουσι προσεύχονται; καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι · τοὺς μηδ’ ὅλως κινουμένους· ἀλλὰ ἀψύχους ὄντας ὡς θεοὺς προσαγορεύουσι; καὶ τό γε θαυμαστόν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑ π’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσιν·καὶ μή τι νο μίσης ταῦτα λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι γὰρ καὶ τοῖς ὀ φθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁ ρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ὅρα ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι, καὶ οὐ κοσφραθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφή σουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεὸν θν · καὶ γλύ φοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κω φοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· ὅτι ὤξυνε τέ κτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτό· καὶ ἔστησεν αὐτὸ τῶ βραχί ονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίη ὕδωρ· ξύ λον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐρύ θμισεν αὐτό. καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρός· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκω· καὶ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ, ἐφύ τευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν· ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐ τοῦ θερμανθῆ· καὶ καύσαντες, ἔπεμψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν, εἰργάσαντο εἰς θεοὺς· καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέ καυσαν ἐν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε· καὶ ἐνε πλήσθη· καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν, προσεκύνει λέγων· ἐξέλου με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι· ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν· καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρδία αὐτοῦ· οὐδὲ ἀνελογί σατο τῆ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέ καυσεν ἐν πυρὶ· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέα ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε· καὶ προσκυνοῦσιν αὐτὸ· γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν. ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῆ δε ξιᾶ. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι· τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀλη ὅτι οὐκ ἐλπὶς σωτηρίας τοῖς εἰδωλολάτραις ση(μειωτέον) θείας. ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη· πε ποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν, εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον, ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμ βολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμούς· καὶ ῥῖνας καὶ ὦτα· καὶ στόματα· καὶ χεῖρας εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν· καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες, οὐκ ἔχουσι· καὶ στήκοντες, οὐ στήκουσι· καὶ καθεζόμενοι, οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐ νέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα μηδὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνη φαινό μενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις· ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ καὶ μὴ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν. ἠδύναντο γὰρ καὶ μόνω τῶ τῆς θεότητος ὀνόματι· τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀλη θείας πλανῆσαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διός· καὶ παιδοφθορίας τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσε βεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεύδεσθαι περὶ μύθων· εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέ ναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασιν καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς οὐδὲ κρόνος οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ· γνώμη τούτου ὅτι τὰ τῶν θεῶν ὀνόματα οὕτως πέπλασται***** οὐχ **** ἀληθινὸν καὶ ὅρα τὴν **** ση(μειωτέον) πρὸς ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φήσωσι· τὰ μὲν ὀνόματα, οὐ πλάττονται· τὰς δὲ πράξεις, ψεύδονται κατ’ αὐτῶν; ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πρά ξ εις ἐψεύσαντο, πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγή σαντο· ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε· οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες, ἴσασιν ἀληθῶς μυθολογήσαντες, ἴσασιν ἀκριβῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῶ ὕδατι τίς ἀναθήσει· τὸ μὲν, γὰρ καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν· εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶν· καὶ οὐκ ἀνθρώπων ἀνων καλῶν· τὸ μοιχεύειν καὶ τὰ προειρημένα, ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πρά ὅρα ὅτι δείκνυται χρὴ εἶναι ταῖς οὐσίαις τὰς πράξεις ξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῆ· καὶ ἐκ τῆς οὐ σίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῆ. ὥσπερ οὖν εἴ τίς διαλεγόμενος περὶ ὕ δατος καὶ πυρός· καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν· τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔ λεγεν ἂν τὴν μὲν γῆν φωτίζειν· τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι· ἀλλὰ καὶ λέγων, πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως· οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς· εἴπερ ἤδει σαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους· τοιαύτας αὐτοῖς περιέθηκὰν πράξεις· αἳ μὴ εἶναι θεοὺς αὐτοὺς διελέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους ἀνους , οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδη· διατί μὴ καὶ ἐπὶ τῆς ἀνδρίας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρίας, ἀσθέ νειαν· ἀντὶ δὲ ἀσθενείας, ἀνδρίαν ἐπλάσαντο. ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτω καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύ σασθαι· τοῦ δὲ θερσιτού δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως, ἀσυ νεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος, παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἔκτορος, γυναικείας πράξεις· τῆς δὲ ἑκάβης, ἀνδρίαν μυ θολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσ θαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐφοβήθησαν καταψεύσασθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι, ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις· ὅτἂν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον· καὶ ἐν οὐρανῶ οὐνῶ βασιλεύοντα λέγωσι τὸν δῖα, οὐ πλάττονται· ἀλλ’ ἀληθεύοντες λέγουσι· τούτων δὲ οὐ μόνος ἐγώ· ἀλλὰ καὶ πᾶς ὅστις, ἐλέγξειεν κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων, ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας· ὑπονοεῖν τις δύναται θεούς. τί οὖν ὑπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια, ψευδῆ καὶ κεχαρισμένα τυγχάνειν· αἱ δὲ πράξεις, ἀληθεύουσαι κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τίς ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰς καὶ κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραί, τούτους ση(μειωτέον) διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῆ τούτων ὑπερ βολῆ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρα νομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιᾶσαι τινὰ προθέμενος· μὴ εὑρίσκοι μὲν, ἐκ πολιτείας· μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκω μίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταί· δυ σωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα ἀνινα · ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι. τὰς θεοῦ θῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω, καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώ νητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς ἀλλ’ ἀν θρώποις ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον· τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκά σθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία· τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ ἂν· τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῶ πρότερον, ἀνθρώπους ἀνους αὐτούς· καὶ ἀνθρώπους ἀνους , οὐ σεμνοὺς ὄντας ὁ λόγος ἀπέ δειξεν· εἰς ἐκεῖνο δὲ τάχα τε ἀπήσονται καὶ μέγα φρονήσουσιν· ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῶ βίω χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται, ὅρα πως τοὺς θεοὺς ση(μειωτέον) πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ, τὴν τοῦ κυβερνήτου· ζεὺς πλαστική ποσειδών κυβερνιτική ἥφαιστος χαλκευτική ἀθηνᾶ ὑφαντική ἀπόλλων μουσική ἄρτεμις κυνηγετική ἥρα στολισμόν δήμητρα γεωργίαν ση(μειωτέον) καὶ ἥφαιστος μὲν, χαλκευτικήν· ἀθηνᾶ δὲ, τὴν ὑφαντικήν· καὶ ἀπόλλων μὲν, τὴν μουσικήν· ἄρτεμις δὲ, τὴν κυνηγετικήν· καὶ ἥρα, στολισμόν· δήμητρα, γεωργίαν· καὶ ἄλλοι, ἄλλως· ὡς ἱστοροῦντες περὶ αὐτῶν ἐξηγή σαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι· ἀλλὰ τῆ κοινῆ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην· καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδα ὅρα ὅτι οὐ διὰ τὰς τέχνας αὐτοῦ ὅρα σαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φυσικὴν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης· κατὰ τὸν περὶ αὐτὸν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῆ ἀνθρωπίνη ἀνίνη διανοία· καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες· καὶ ταύτης ἐπιστήμην λαβόν τες, τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις· θεοὺς αὐ τοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρε τὰς θεοὺς ἀναγορεύειν. καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠ ξιώθησαν· γράμματα μὲν γὰρ, ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν, ζήνων ὁ ἐλεάτης· ρητορικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν, τριπτόλεμος· καὶ νόμους μὲν, λυκοῦργος ὁ σπαρτιάτης καὶ σόλων γράμματα φοίνικες ποίησιν ἡρωϊκὴν ὅμηρος διαλεκτικὴν ζήνων ρητορικὴν κόραξ καρπὸν μελισσῶν ἀρισταῖος σπορὰν σίτου τριπτόλεμος νόμους λυκοῦργος καὶ σόλων παλαμήδης δὲ σύνταξιν γραμμάτων· ἀριθμούς· μέτρα ὅρα ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν· καὶ ἀριθμούς· καὶ μέτρα· καὶ στάθμια, παλαμήδης ἐφεῦρεν· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῶ βίω τῶν ἀνθρώπων ἀνων ἀπήγγηλαν χρήσιμα κατὰ τὴν τῶν ἀνθρώπων μαρτυρίαν. ε ἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι· καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνά γκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους, εἶναι κατ’ αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς· ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουσιν, ἀκολουθεῖ καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους μὴ δὲ ὀνομάζεσθαι θεούς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν, ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς διὰ τῶν ἀγαλμάτων γλυφῆς, οὐδὲν ἕτερον ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυ ναικῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν· πετεινῶν παντοίων· τετραπόδων ἡμέρων τὲ καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα· καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι · καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας· ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσι παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθείας καὶ εὐσεβείας ἑρμηνεὺς φησί· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ ἐν ὁμοι ώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου · καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρ πετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προπα θόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοι αύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παροφθέντες ἐν τῶ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες· ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους· τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολο γούμενοι δὲ, λέγουσι διατοῦτο αὐτοὺς ἔχειν· ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντες, φασὶ· διατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι· πρὸς ἐπίκλησιν καὶ ἐπιφά νειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνω ρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γρά μματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐ πιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ. ε ἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς· παρελθὼν ἐπ’ ἀληθεία κρινούση· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεὸν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιε τείχισαν· συγκλείοντες ἕνα λίθον ἢ ξύλον· ἢ χρυσοῦ μέρος· πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορ φὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσι μορφαὶ τὰ γλύμματα· τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ τοῦ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτῶν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων λο γικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα· τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ· βδελυττόμενοι καὶ ἀποστρεφόμενοι· ἢ διὰ τὴν ἀγριότητα· ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῶ γλύψαντες, θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς, ἢ τοὺς τούτων τύπους ἐν τύποις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν, οὐδὲν· οὔτε ἡ μορφὴ, οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστί· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη, τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαί νεται ὁ θεὸς θς · καὶ διατοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι· ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. περὶ δὲ τῆς δευτέρας α ὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐ πικαλεῖσθαι φατὲ τὰς δυνάμεις· κρείττονάς τε καὶ ὑπὲρ αὐτάς τὰς ἐπικληθεῖσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ ὑπολήψεως γλύ φοντες τὰς μορφὰς, αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγές· ὁ μολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος· καὶ διατοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τὰς δὲ ἐλά ττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες οὗ τὴν παρου σίαν ἐφοβήθητε· τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνε θήκατε; καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομάζετε καὶ προσ κυνεῖτε; εἰ γὰρ καὶ ὡς γράμματα εἰσὶν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι τίς τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι· τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος, θάνατον μὲν, ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα, τῆ τοῦ γράψαντος ἐπιστήμη τε τύπωται· οὕτως καὶ ὑμεῖς· εἴπερ ἐρρωμένον ἔχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θειότητος γνώρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν· καὶ δι ατοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γ’οὖν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα· φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῶ δεῖ πλέον θεοποιηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα, ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύ πωται. εἰ τοίνυν τὰ γράμματα θαύματος εἰσὶν ἄξια, πολλῶ πλέον ὁ γράψας ὑπεραίρει τῶ θαύματι· διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπι στήμην· οὐκοῦν εἰ μὴ διατοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐ τοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας· τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς· παρ’ αὐτῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορ φόν ἐστι τὸ θεῖον· διατοῦτο οὕτως τετύπωται, διατί καὶ ἀλόγων αὐ τῶ τύπους περιτιθέασιν· εἰ δὲ ἀλόγων ζώων ἐστὶν ὁ τούτου τύπος, δι ατί καὶ λογικῶν αὐτῶ περιτιθέασι γλυφάς. εἰ δὲ τὸ συναμφότε ρόν ἐστι· καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεόν θν · ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι ὅρα τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύ φουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα· ἥ τε σκύλλα καὶ χά ρυβδις· καὶ ὁ ἱπποκένταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄννουβις. ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτως γράφεσθαι διφυεῖς· ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πάλιν· εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέ ασι τύπους· εἰ δὲ θηλυκῶν εἰσὶ, διατί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφάς; εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι· ἀλλ ἀμφότερα συνάπτεσθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφρο δίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχη· καὶ ὅλως εἰ, σωματοειδὲς τὸ θεῖον ὑ π ολαμβάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας· καὶ πάλιν αὐ χένα καὶ στήθη· καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῶ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς· ὥστε τοιαῦτα ἐπινοεῖν περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῶ· καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα ο ὐκ ἴδια θεοῦ θῦ · ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν. ὁ μὲν γὰρ θεὸς θς , ἀσώμα τός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰσοτιοῦν δεόμενος· ταῦτα δὲ, καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γ’οὖν ὁρῶμεν ἀνακαινο μένους τοὺς παλαιωθέντας· καὶ οὓς χρόνος ἢ ὑετὸς ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ὧ ἄν τις αὐτῶν καταγνώ σεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθα ρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνη κυριωτέρους· ἵνα ἢ τὸν θεὸν θν θαρρήση προσκυνῶν· ἤ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομά ζονται θεοί· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι θεοὶ καὶ ἀ ση(μειωτέον) ναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα· καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι· περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας· φοίνικες γ’οὖν, ὅρα οὐκ ἴσασι τοὺς παρ’ αἰγυπτίοις λεγομένους θεούς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνούμενα εἴδωλα σέβουσιν· καὶ σκύθαι μὲν τοὺς περσῶν· πέρσαι δὲ τοὺς σύρων, οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ πελασγοὶ μὲν, τοὺς ἐν θράκη θεοὺς, διαβάλλουσι· θράκες δὲ· τοὺς παρὰ θηβαίοις, οὐ γινώσκουσιν· ἰνδοὶ δὲ, κατὰ ἀρράβων· καὶ ἄραβες, κατ’ αἰ θιόπων· καὶ αἰθίοπες, κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν, τὰ κιλίκων οὐ σέβουσι· καππαδοκῶν δὲ τὸ γένος, ἄλλους παρὰ τού τους ὀνομάζουσι θεούς· καὶ βιθυνοὶ μὲν, ἑτέρους· ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι πολλῶν· ἡπειρῶται· παρὰ τοὺς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται, παρὰ τοὺς ἐν ταῖς ἠ πείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει· καὶ μόνους τούτους εἶναι νομί ζει θεούς· περὶ γὰρ τῶν ἐν αἰγύπτω μυσαρῶν, οὐδὲ λέγειν ἐστὶ· πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις τὰς θρησ κείας ἔχουσιν αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων, ἀεὶ σπουδάζουσι κατὰ τῶν πλη ὅρα τοὺς θεοὺς αὐτῶν ση(μειωτέον) σίων τὰ ἐναντία σέβειν. ὁ γ’οὖν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθῦς, οὗτος ἄλλων ἀλήθεται τροφή· ὅθεν δὴ πόλεμοι καὶ στάσεις· καὶ πᾶσα φθόνων πρόφασις· καὶ πᾶσα τῶν πα θῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν, ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεούς· ἀλλὰ ἄλλους παρ’ ἐ κείνους θρησκεύουσι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον· τὸν πάντων σωτῆρα σρα χριστὸν, εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· παράδειγμα ση(μειωτέον) καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες, καὶ ἐν σκοτεινοῖς γενόμενοι τό ποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδούς· καὶ τοὺς μὲν παρόντας, οὐχ ὁ ρῶσι· τοὺς δὲ μὴ ὄντας, φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστραφέντες καὶ σκοτι σθέντες τὴν ψυχὴν· ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρὸς ἔλεγ χός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος ὅρα θεὸν θν , οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ’ ἄλλοις νομι ζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γίνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰσὶ θεοί. αἰγύπτιοι δὲ, τὸν βοῦν αἰγυπτίων θεοί καὶ τὸν ἄπιν μόσχον ὄντα, σέβουσι. καὶ τούτους ἄλλοι τῶ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅμοια λιβύων θεοί θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες, πρόβατον ὃ καλοῦσιν ἄ μμωνα· θεὸν θν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφάζεται. ἰνδῶν θεοί ἰνδοὶ, τὸν διόνυσον θρησκεύουσι συμβολικῶς· οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι, ποταμοὺς καὶ κρήνας· καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι· καὶ θεοὺς ἀνα γορεύουσι· καὶ ὅμως ἄλλοι· καὶ αὐτοὶ δὲ, οἱ ταῦτα θρησκεύοντες αἰγύ πτιοι, τοὺς τῶν ἄλλων ῥύπους· καὶ τοὺς ἑαυτῶν, ἀπονίπτονται τοῖς ὕδασι· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκῤῥίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία· τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς· ἀλλὰ τὰ τῶν ὅλων ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα, θεο ποιοῦσιν· ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξη νέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ, τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες· ὅτι τὰ σφαγιαζόμενα θύματα· ἀρχέτυπά εἰσι τῶν ὑ π’ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις· ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐ λάττοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀ κινήτοις προσάγουσιν· σκύθοι γὰρ οἱ καλούμενοι ταύριοι· τῆ παρ’ αὐ σκύθων θεοί ση(μειωτέον) τοὺς παρθένω καλουμένη τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίαν ἀναφέρουσι· τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμο γενῶν ἀνθρώπων ἀνων · καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τὴν ὁμότητα, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κα τασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκεί νης εὐεργεσίαν· τῆ ἑαυτῶν θηριώδει ψυχῆ κατακρύπτουσιν· ἄλλοι ἑλλήνων θεοί δὲ, τῶ ἄρει· ἐπειδἂν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τη νικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας· καὶ ἀφ’ ἑκάστης ὅρα ἕνα λαμβάνοντες, τοσούτους κατασφάττουσιν· ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται· οὐ μόνοι δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμ φυτον αὐτοῖς ἀγριότητα· τὰ τοιαῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δράμα· καὶ γὰρ αἰγύπτιοι· ἔθυον μὲν, πάλαι τῆ ἥρα τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες, τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις αὐτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι φοινίκων καὶ ῥωμαίων θεοί τὸν καλούμενον λατηάριον δῖα, ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς, ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν αὐτοὶ, δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς, τοιαύταις ση(μειωτέον) καπνίζοντες θυσίαις· ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθα σεν. ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, ε ὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμή σαντο· ἴδιον ἡγούμενοι κατόρθωμα· τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομί ζουσι μίμησιν. ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις καὶ πάσαις ἀ σελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ· δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γινομένη· καὶ οὐ κ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελγεία μαρ τυρούμενος. γυναῖκες γ’οὖν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκα θ έζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῆ πορνεία τὴν θεὸν θν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διατούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μηκέτ’ εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῆ μητρὶ μρι τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξε καύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχη μοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμο λογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς· τοιοῦτον ἐσχηκέ ναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεως, τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν· ἃ οἱ νό μοι μὲν, κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ, ἀποστρέφεται· ἆρ’ οὖν ἄ ξιόν ἐστι τούτους νομίζειν θεοὺς εἶναι· καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογω τέρους ἡγεῖσθαι τούτους· διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους · καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς· καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεόν θν . ἄλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων· καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι· δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐτοὶ· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντί ρρητον εἶναι οἰήσονται, τὴν πρὸς τὸν κόσμον· καὶ τὰ τοῦ κόσμου μέρη θρησ κείαν· καυχήσονται γὰρ· οὐχ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων· πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς· ἀλλ’ ἥλιον καὶ σελήνην· καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα, οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τῶ τὰ μὲν, ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔ λεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν, κατ’ αὐτῶν μονονουχὶ βοῆσαι καὶ δεῖξαι τὸν αὐ τῆς ποιητὴν καὶ δημιουργὸν θεόν θν · τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασι λεύοντα· τὸν πατέρα πρα ἡμῶν τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν, οἱ δο κησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνῶσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρ νοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήση ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία. γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν · καὶ ποιητὴν τοῦ λόγου πατέρα πρα · τῆ ἀναντιρρήτω προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησὶν ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς· ἀλλὰ καὶ λ ίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρω μένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι· καὶ ἕκα στον ἰδία νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον· καὶ σελήνην χωρίς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν· καὶ ξηρὰν· καὶ ὑγρὰν οὐσίαν· διε λὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς· ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ· καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῶ· ἀλλὰ πάν τα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνι στάμενα. ἥλιος μὲν γὰρ, τῶ σύμπαντι οὐρανῶ οὐνῶ συμπεριφαίνεται καὶ ἐ μπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· ὅρα τὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα καὶ ἐπικουρίας ση(μειωτέον) ὅρα σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα, μαρτυροῦσι τὴν παρὰ ἡλίου γινομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀπο διδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φα νείη καὶ συσταίη ποτέ· ὅ, τε ἀὴρ, οὐχ’ ὑφ’ ἑαυτοῦ· ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος, λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ, οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ, οὐκ ἐφ’ ἑ αυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπε ριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός· ἥ, τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μερίσας ὠκεανὸς· ὑπὸ ἀνέ μων κινεῖται καὶ φέρεται· ὅποι δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσῤῥήση ση(μειωτέον) βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς· ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότη τος ἐν αὐτῶ τῶ ἀέρι συνίστανται καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν· τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν, συνημμένα ταῦτα συνίστανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα· κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος, ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν, ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνά μεως· ξηρόν τε αὖ, ὑπὸ τοῦ ὑγροῦ διυγραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑ τέρου ξηραίνεται. πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ· δεόμενα τῆς πα ρ’ ἑτέρων ἐπικουρίας. ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε, καὶ αὐτῶν ἀπαιτούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶ· μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ καὶ ἐν αὐτῶ τὰ πάντα συστήκειν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι, πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως· οὐκ ὄντα τοιαῦτα· ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς· ἀλλ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα· ἐπιδεῆ εἶναι αὐτὰ, καὶ αὐτοὶ συνομολογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης. ὁμοῦ δ ὲ πάντα συνάπτοντες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα· τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου· οὐκέτι μὲν, ἔξωθεν αὐτοῖς χρεία γενήσεται· πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος, καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας· οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει. εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν· τ ὸ ὅλον ἀναπληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρει τυγχάνει· τοῦτο δὲ τῶν περὶ θεοῦ θῦ ἐννοιῶν, πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεὸς ὅλον ἐστὶ καὶ οὐ μέρη· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποι ητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξη γ οῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φα νήσεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔ στι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη ὅρα θάλασσα· καὶ οὕτως ἀφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρω πείου σώματος ἰδὼν καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀ κοή· οὐδὲ ἡ ἀκοὴ χείρ· οὐδὲ ἡ γαστήρ ἐστι στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι ποῦς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὄντων, ἓν συνίσταται σῶμα· συνημμένα μὲν, ἓν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν· ὅρα ὅτι διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέπει ὡς ὁ προστάξας θεὸς θς βούλεται· οὕτως συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύσουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῶ εἶναι· ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειεν τὴν ἀθεότητα· κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι καὶ ἀόρατος· καὶ ἄψαυστος τῆ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι· καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς· καὶ ὧν ψαύομεν τῆ χειρὶ· θρησκεύουσι τῆ θεοῦ θῦ τιμῆ· καὶ πάλιν· εἰ ὁ, περὶ θεοῦ θῦ κρατεῖ λόγος δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μηδὲν μὲν αὐτοῦ καὶ ὅτι ἀσώματος ***** ὁ θεὸς καὶ ἀόρατος καὶ ἄψαυστος ὅμως δὲ ὅρα *** κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες· οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν· ὁ ἥλιος ἐπικρύπτει τῆ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, χάλαζα πολλάκις βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται· ὅτι θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι· εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι· καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην· καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσως ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον· ἀπα ραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ, κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε· θεῶν ὄντων κατ’ αὐτοὺς· καὶ μηδὲν ἐπὶ βλάβη· ἐπ’ ὠφελεία δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον· διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναν τία καὶ μαχόμενα καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν· ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς, τὰ δὲ πρὸς ἑαυτὰ σύμφωνον τὴν φύσιν ἔχοντα· πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν, καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις. οὔτε οὖν ἥλιος καὶ εἰκότως· οὔτε σελήνη· οὔτε ἄλλό τι μέρος τῆς κτίσεως· πολλῶ δὲ πλέον· οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῶ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι· ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοί· ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐστι· τὰ δὲ, αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ, μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διόπερ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποι ία, οὐκ εὐσεβείας· ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλάνης ἔλεγχος· ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται· καὶ δέ δεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία· πάσης ἀθεότητος οὖσα μεστή· καὶ οὐκ ἐπ’ ὠφελεία τῶ βίω τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο· τῆς πλάνης διελεγχείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύ περὶ εὐσεβείας σωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν , κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀλη θείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα, οὐδὲν ἕτερον, ἢ πλάνη τῶ βίω διηλέγχη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρὸς τὸν ὄντως ὄντα θεὸν θν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἐ στὶν ἡμῖν χρεία· ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεὸς θς ὑπὲρ ἄνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδός· πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστι καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν· καθὼς καὶ μωϋσῆς ἐδί δασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως, ἐντὸς τῆς καρδίας σου ἐστίν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν, ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα τοῦ πατρὸς πρς σωτήριον λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μὴ δὲ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω· ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων· καὶ διατοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων πάντες γὰρ εἰς αὐ τὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν· εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν ἀλλὰ πα ροδεύειν ἐκβαίνοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη αὕτη φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραιτή σονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐ χ όντων ἐστὶ νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν θν · ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἀνων ἔχει καὶ ταύτην λογικὴν, καὶ τοῦτο ἀνα γκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώ τερον δι’ ἑαυτῶν τὸν κατὰ εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν· ἐκ τοῦ ὅρα πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διατοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν· ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶν λογικόν· ἔπειτα δὲ, καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη· ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ· κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχη. ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ· ἀλλὰ τῶ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γ’οὖν ὁρμήσας, κεκράτηκε τῶ λογισμῶ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰσθά νεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς. διατοῦτό γ’οὖν ὡς ἄλλος ὢν αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτὴς· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρίνει· καὶ ἀναμιμνήσκει· καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι, μόνον τὸ ὁρᾶν· καὶ ὤτων, τὸ ἀκούειν· καὶ στόματος, γεύεσθαι· καὶ ῥινὸς, ὀδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν, τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἅπτεσθαι δεῖ· καὶ γεύεσθαι· καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστι· ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χείρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ παράδειγμα τὸ τῆς λύρας οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα εἰ μὴ ὁ νοῦς διακρίνει· καὶ ἔοικέ γε τὸ τοιοῦτον ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρα καλῶς κατεσκευασμένη· καὶ τῶ ταύτην κρατοῦντι μουσικῶς μετ’ ἐπιστήμης· ὡς γὰρ αἱ ἐν τῆ λύρα νευραὶ· ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρύν· ἡ δὲ, ὀξύν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ ἄλλον, ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία· καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ· ὅτἂν ὁ κατέχων τὴν λύραν πλήξη τὰς νευ ρὰς καὶ ἁρμονίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῶ σώματι ὡς λύρας ἡρμοσμένων· ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύει, τότε καὶ διακρίνει ἡ ψυχὴ· καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει. τοῦτο δὲ μόνον ἴ διον ἀνθρώπων ἀνων ἐστὶ· καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ὧ χρωμένη, διαλλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐν σώματι ἐστί· πολλάκις γ’οὖν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς ὅρα τὰς ἐνεργείας ὅρα τῆς λύρας φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡ συχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θε ωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν· καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον· ἢ ψυχὴ λογικὴ· ἐν ἧ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ αὐτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκρι βῆ· τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώ ματος θνητοῦ κατὰ φύσιν ὄντος· λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολλάκις ἑαυτῶ τὸν θάνατον ὑπὲρ ἀρετῆς προσκαλεῖται· ἢ πῶς προσ καίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ὁ ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδῶν, καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα, οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι· τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν· ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ, οὐκ ἔξωθεν· ἐκ τούτων δεικνύει σαφῶς ὅτι ἡ ψυχὴ λογική ἐστὶν ὅρα ἀλλ’ ἔνδοθεν αὕτη τῶ σώματι ὡς ὁ μουσικὸς τῆ λύρα ἐνηχεῖ τὰ κρείττονα. πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν ἀποστρέφονται· τὰ δὲ, αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν τοῦ ἀκούειν, ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικὴν καὶ ἀντιλαμβά νεσθαι τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν ἔχουσαν τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην· ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι, τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐ κείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀπο δείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται. διατοῦτό γ’οὖν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις · τὰ καλὰ μὲν, πράττειν· τὴν δὲ κακίαν ἀποστρέφε σθαι· τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ μένει καὶ ἄκριτα· ἄτε δὴ τῆς λο γικότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν. εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν ὅρα περὶ ψυχῆς ση(μειωτέoν) τῆ ἐκκλησιαστικῆ διδασκαλία· πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναι ρέσεως· γένοιτο δ ἂν οὖν ἡ περὶ τούτων γνῶσις, ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν· εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι· τῶ μὴ εἶναι κατὰ τὸ σῶμα. καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται· καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ ἑ αυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρ ησιν ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκι νεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος ἀποθνήσκειν αὐτήν· ε ἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα κινεῖ, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆ· τίς ἡ τῆς ψυχῆς κίνησις ὅρα ὅρα ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερόν ἐστιν, ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀ μέλει· καὶ τὸ σῶμα· τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ σύνεστι καὶ ἐπιβέβηκε καὶ συνδέδεται τούτω· οὐ κατὰ τὴν τοῦ σώματος αὕτη σμι κρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλ’ ἀπ’ αὐτῆς ἐκείνου συγκειμένου· ἀλλ’ ὡς ἐν θανάτω κοιμωμένου αὐτοῦ καὶ ἀργοῦντος κατὰ δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου· μένουσα ἐν τῶ σώματι τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ καὶ πρὸς αὐτοὺς ἀφικνεῖται· τῆ τοῦ νοῦ θαρροῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐτὴν βούλεται ση(μειωτέον) θεὸς θς φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ καὶ γὰρ καὶ συνδεθεῖσα τ ῶ σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θν · διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διατοῦτο γὰρ καὶ ἀθάνατα καὶ ὅρα αἰώνια λογίζεται καὶ φρονεῖ· ἐπειδὴ καὶ ἀθάνατός ἐστι. καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος· θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀὐτὴν ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεω ρίαι, οὐδέποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῆ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι· πρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διατοῦτό γ’οὖν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός· οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν περὶ τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατάληψιν· λέ γομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν· οὕτως καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, ὅτι οἱ εἰδωλολάτραι καὶ τὴν ψυχὴν ὡς ἄλογον ἐνόμισαν αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις καταρι θμούμενοι· καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαι μονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν αὐχοῦσιν ἔχειν· ση(μειωτέον) καὶ ἐπὶ τῶ λογικῶ μέγα φρονοῦσιν· εἰκότως τοῦτο φρονοῦντες, διατί ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγον τολμῶσι καὶ οὐχ ἃ δεῖ φρονοῦσιν; ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔ χοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν; ἢ διατί ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ · οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτόν· δύνανται γάρ ὥσπερ ἀπεστράφησαν τῆ διανοία τὸν θεὸν θν · καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆ ναι τῶ νῶ τῆς ψυχῆς καὶ ἐπιστρέψαι πρὸς τὸν θεὸν θν . ἐπιστρέψαι δὲ δύνανται εἰ ὃν ὑπεδέξαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψονται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς τῆ ψυχῆ ἀλλότριον καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῆ θεωρῆ σαι τὸν τοῦ πατρὸς πρς λόγον καὶ καθ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι. κατ’ ε ἰκόνα γὰρ θεοῦ θῦ πεποίηται καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κ ατ’ εἰκόνα καὶ καθ’ ὁμοί ωσιν ἡμετέραν· ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥῦπον τῆς ἁμαρ τίας ἀφ ἑαυτῆς ἀποτιθεῖται, καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει· εἰκότως διαλαμπρυνθέντος τούτου ὡς ἐν κατόπτρω, θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν, ἡ παρὰ τῆς ψυχῆς διδασκαλία· διὰ τὰ ἐπιθολοῦντα ταύ της ἔξωθεν τὸν νοῦν καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον. ἀλλ’ ἔστι πάλιν ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασιν διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς καὶ κηδό μενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν· ἐπειδὴ ἀόρατος καὶ ἀκατάλη πτός ἐστι τὴν φύσιν· ἐπέκεινα πάσης γεννητῆς οὐσίας ὑπάρχων· καὶ δι ατοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῶ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ, ἀγέννητον τούτου ἕνεκεν τὴν κτίσιν ὅρα τὴν γνώσιν οὕτω διεκόσμησε λόγω τῶ ἑαυτοῦ ὁ θεὸς θς · ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρα τος· κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔ ργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέ γουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου· ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας· ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀ φθαλμοῖς μὴ θεωρεῖται· οὐ γὰρ κατεχρήσατο τῆ ἀοράτω φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῆ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημί· ἀλλ’ ἀφ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν ἐστιν ὁ παῦλος· ῥωμαίοις γράφων οὕτως· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτί σεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· λυκάωσι δὲ παρρη σιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελι ζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν· καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρωχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτῶν· καίτι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς δι δοὺς καὶ καιροὺς καρποφόρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρ δίας ἡμῶν. τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης· καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις· ἐναντίας μὲν καὶ δι αφόρους γινομένας· ἐν δὲ τῆ διαφορᾶ ὁμοίαν καὶ τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην· οὐκ ἐνθυμεῖται ὅτι αὐτὰ οὐκ αὐτὰ ἑαυτὰ ἀλλ’ ἕτερός ἐστιν ὁ δια κοσμῶν αὐτὰ ποιητής· τίς δὲ ὁρῶν ἥλιον μὲν, ἀνατέλλοντα καθ’ ἡμέραν· σελήνην δὲ, φαίνουσαν κατὰ νύκτα· καὶ φθίνουσαν καὶ πληρουμένην ἀπα ραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἶσον πάντως ἀριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμενα· οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημι ουργός· τίς ὁρῶν τὰ ἐναντία τῆ φύσει συνημμένα καὶ σύμφωνον ἔ χοντα τὴν ἁρμονίαν· οἷον· τίς ἰδὼν πῦρ ψυχρῶ· καὶ ξηρὸν ὑγρῶ κεκραμμένον καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἐν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα· οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα. τ ίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρω· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῆ φύσει· τὸ μὲν, γὰρ ψύχει· τὸ δὲ, καίει· τὸ δὲ, τρέφει· τὸ δὲ, φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστι τίς κρείττων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα· κἂν μὴ βλέπη τοῦτον. τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας, καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι. ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῆ φύσει, ἐπὶ τὸ ὕδωρ ἐδρασθεῖσαν, καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεόν θν . τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν, καὶ οὐρανό οὐνό θεν ὑετοὺς καὶ ποταμῶν ἐπιρροίας, καὶ πηγῶν ἀναβλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονάς, καὶ ταῦτα οὐκ ἀεὶ, ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα, καὶ ὅλως τίς κατανοήσας ἐν ἀ νομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέ πουσα ὡς ἂν αὐτῆ δοκῆ μένουσα καλῶς. αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη· διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναν τιότητα· τὸ μὲν γὰρ ὕδωρ, φύσει βαρὺ καὶ κάτω ῥέον ἐστίν· αἱ δὲ νεφέλαι, κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βα ρύτερον ὕδωρ, ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ πάλιν· ἡ μὲν γῆ, βαρυτάτη ἐστί· τὸ δ’ αὖ πάλιν ὕδωρ, κουφότερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ κατα φέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν, οὐ ταὐτόν ἐστι τῶ θήλει· ὅρα καὶ ὅμως, εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῶ θερμῶ ἐναντίον ἐστί· καὶ τὸ ὑγρὸν, τῶ ξηρῶ μάχεται· καὶ ὅμως συνελθόντα, οὐ στασιάζει πρὸς ἑ αυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν. ο ὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῆ φύσει ἑαυτὰ συνήγαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτὰ· ὧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑ πακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμό νοιαν ἔχουσι πρὸς ἑαυτά· φύσει μὲν ὄντα ἐναντία τῆ δὲ τοῦ κυβερ νῶντος βουλήσει, φιλιάζοντα· ἐπεὶ, εἰ μὴ κρείττονι προστάξει ἐγε γόνει τούτων μία κρίσις, πῶς ἂν τῶ βαρὺ τῶ ἐλαφρῶ, ἢ τὸ ξηρὸν τῶ ὑγρῶ, ἢ τὸ περιφερὲς τῶ ὀρθῶ, ἢ τὸ πῦρ τῶ ψυχρῶ, ἢ ὅλως ἡ θάλασσα τῆ γῆ, ἢ ὁ ἥλιος τῆ σελήνη, ἢ τὰ ἄστρα τῶ οὐρανῶ οὐνῶ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν· ἀνομοίου οὔσης τῆς ἑκατέρου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καίοντος· τοῦ δὲ, ψύ χοντος· καὶ τοῦ μὲν βαρέος, κάτω· τοῦ δὲ κούφου, ἐκ τοῦ ἐναντίου ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου, φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα· ἐστασίασαν ἂν πρὸς ἑαυτά· ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῆ ἡμέρα· ἀλλὰ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γιγνομένων· λοιπὸν ἦν ἰδεῖν, οὐκέτι κόσμον· ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν· ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν, ἀλλὰ ἀσύστατον ὅλον· οὐκέτι μέτρα· ἀλλὰ ἀμετρίαν· τῆ γὰρ ἑκάστου στάσει καὶ μάχη· ἢ πάντα ἀνηροῦντο, ἢ τὸ κρα τούμενον ἐφαίνετο μόνον· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδεί κνυεν· μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῆ τῶν ἄλλων χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα· οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα· ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χω ρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλασσα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο. πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐ φάνη, ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ συνέστη τί τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐ δ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικου ρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐ κἀτ’ ἀξία· ἀλλὰ τάξις ἐστὶ τῶ παντί· καὶ οὐκ ἀμετρία, ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία· ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοι αν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσ μήτορα καὶ βασιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν· μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων· καὶ ἀρρένων καὶ θηλειῶν· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην καὶ τοὺς ἐν αὐτῆ διαφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γινομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει· κἂν μὴ ὁρῶ μεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡ γεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῶ σώματι τῶν μελῶν συμφωνίαν ὁ ρῶντες· ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῆ ἀκοῆ· οὐδὲ ἡ χεὶρ τῶ ποδι στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῶ σώματι τὴν τούτων ἡγεμονεύουσαν· κἂν μὴ βλέ πωμεν αὐτήν· οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία, τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεόν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς· ἀλλ’ ἕ να τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. καθάπερ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ δι αφόρων νευρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφω νίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν· ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πο λλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν· κεράσαντα τῆ ἐπιστήμη κἂν μὴ τοῦτον βλέπη, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῶ κόσμω παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐ στι τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως· τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν· ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τοῦτον τὸν κόσμον · ἔδει γὰρ εἴπερ ἦσαν ὅρα ὅτι οὐκ ἔδει ὑπὸ πολλῶν εἷς κόσμος κατασκεύ σθαι πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τ οὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖ σθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ἐγεγόνει ὁ εἷς κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν, ἔργον ἓν ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνε πλήρουν ἔλλειψιν· ἐν θεῶ θῶ δὲ λέγειν εἶναί τι ἐλλιπὲς· ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν εἴποι τίς τέλειον· ἀλλὰ ἀσθενῆ· εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκαστος ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕ καστος εἰργάσατο· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκους γι νομένου πρὸς τὸ πᾶν· ἄλλως τε· ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀ νομοίους ἑαυτῶ. πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφό ρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῆ διαφορᾶ καθάπερ εἴρηται· πρότερον, πάλιν ἦν ἀκοσμία καὶ ἄταξία τοῦ παντὸς· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευσεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρα τοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη· σύμφωνον ἀπο τελέσει τὸν ἦχον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης. οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· δια τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκε, ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑ νὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅ τι εἷς ἐστιν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς οὖν ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῆ περὶ τούτων ἀγνοία πλα νηθεὶς τίς ἕτερον ὑπολάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθε ότητα ἐμπέση· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν. εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέ δειξεν, ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐ σεβῆ θρησκείαν, καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως κύριον κν καὶ πάσης ὑποστάσεως δημι ουργόν· τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ ἢ ὁ πανάγιος καὶ ὑπερεπέκεινα πάσης γεννητῆς οὐσίας, ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ ὅστις καθάπερ ἄριστος κυβερνήτης, τῆ ἰδία σοφία καὶ τῶ ἰδίω λόγω, τῶ κυρίω κω ἡμῶν ἰησοῦ ἰῦ χριστῶ χῶ , τὰ πανταχοῦ διακυβερνᾶ σωτη ρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ ὡς ἂν αὐτῶ καλῶς ἔχειν δοκεῖ· ἔχει δὲ καλῶς ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα, ἐπειδὴ καὶ τοῦτο βούλεται. καὶ τοῦτο ο ὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγω καὶ σοφία καὶ ἐπιστήμη συνέστηκε· καὶ παντὶ κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ ἄλλόν τινα ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ . λόγον δέ φημι, οὐ τὸν ἐν ἑκάστω τῶν γενομένων συμπεπλεγμένον καὶ συ μπεφυκότα, ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα, ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην, οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον, τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν αὐτολόγον λέγω, ὃς ἄλλος μέν ἐστὶ τῶν γεννητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῆ ἑαυτοῦ προ νοία. ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων ἄρχεται περὶ τοῦ θεοῦ καὶ λόγου ἀποδείξεως δι ε κόσμησε διάταξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ, μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὢν, οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην τῶ ἰδίω νεύματι ἥ δρασε. τούτω φωτιζόμενος ἥλιος, τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη, μεμετρημένον ἔχει τὸ φῶς· διατοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα, περιορίζεται· ἡ δὲ γῆ, παν τοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μένει μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ , ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγω θεοῦ θῦ καὶ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων, εἰ μὴ λόγω ἐγεγόνει· καὶ λόγω τῶ θείω καθά περ ἐλέχθη· λόγος δὲ ὢν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωποι ἄ νοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς · ὁ καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι· ὥσπερ καὶ ἐστί· τῶν μὲν γὰρ γεννητῶν, ἔστιν ἡ φύσις ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς· καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει. ὁ δὲ τῶν ὅλων θεὸς θς , ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ· διὸ καὶ φιλ άνθρωπός άνός ἐστίν. ἀγαθῶ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται. ὁρῶν οὖν πᾶσαν τὴν γεννητὴν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους· ῥευ στὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον, τούτου ἕνεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδίω λόγω ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῆ ἑαυτῆς φύσει φέ ρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κινδυνεύση πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἐξ ἀρχῆς τῶ αὐτοῦ λόγω καὶ αὐτῶ ὄντι θεῶ θῶ , τὴν σύμπασαν διακοσμήσας κτίσιν καθίστησιν· ἵνα τῆ τοῦ λόγου ἡγεμονία καὶ προνοία καὶ διακυβερ νήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῆ; οὕτω καὶ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα· καὶ παρηγμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι, μὴ ἄρα πάθη ὅπερ ἂν ἔπαθεν εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐ τός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας· οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. μόνος γ’οὖν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τ οῦ πατρὸς πρς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώ σας· καὶ φωτίσας, τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς· ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδία· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας· αἵπέρ εἰσι θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ· εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τῶ ψυχρῶ μάχεται· οὔτε τὸ ὑγρὸν τῶ ξηρῶ· ἀλλ’ ὡς φίλα καὶ ἀ δελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· ταῦτα τῶ θεῶ θῶ λόγω πειθόμενα· τὰ μὲν ἐπὶ γῆς, ζωογονεῖται· τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς , συνίσταται. καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ, πᾶσα χλοηφορεῖ καὶ κομᾶ· παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐν διατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ἥ φησι καὶ ὁ θεολογίας ἀνὴρ· ἐν ἀρχῆ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄκροις τῆ τέχνη προσαγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη· οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών· καὶ τὰ ἐν οὐρανῶ οὐνῶ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῶ ἑαυτοῦ νεύματι καὶ θελήματι· ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῶ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει ὡσὰν, ἕκαστον τῶ ἑαυτοῦ πατρὶ πρὶ δοκεῖ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεόητος, τοῦτό ἐστιν· ὅτι ἓν καὶ τῶ αὐτῶ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ· τὰ περιφέρη· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρά· τὰ θερμά· τὰ φαινόμενα καὶ τὰ ἀόρατα· περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῶ αὐτῶ νεύματι αὐτοῦ· τὸ μὲν ὀρθὸν, ὡς ὀρθόν· τὸ δὲ περιφερὲς, περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι κινεῖται· τὸ θερμὸν, θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔ χει φύσεως, ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τη λικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων· γυναικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθ’ἡγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φανῆ· ὁ μὲν ἀνὴρ, ὡς ἀνὴρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων, ὡς γέρων· καὶ ὁ νέος, ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρ μονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν τ’αὐτῶ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑ κάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾶν· τὴν δὲ ἀκοὴν, ἀκούειν· τὴν δὲ χεῖρα, ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν, ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν, γεύε σθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περι πατεῖν· ἢ ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον σημανθῆ, ἔοικεν οἰ κοδομηθείση μάλιστα μεγάλη πόλει· καὶ οἰκονομουμένη ἐπὶ παρουσία τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ π ροστάττοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος, ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ, σιτισόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς, ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων, ἐπὶ τὸ θεσμοθετεῖν. καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης, ἐπὶ τὴν ἐρ γ ασίαν· ὁ δὲ ναύτης, ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων, ἐπὶ τὸ τεκτο νεύειν· ὁ ἱατρὸς, ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος, ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται. πάντα δὲ ταῦτα τῆ παρουσία τοῦ ἑνὸς ἄρχον τ ος· καὶ τῆ τούτου διατάξει γίνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ἦ τὸ παράδειγμα, ὅμως μείζονι διανοία χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου· ὁμοῦ τὰ πάντα δι ακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τά ξις ἀποτελεῖται. νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγε μονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου· οὐρανὸς οὐνὸς μὲν, περιστρέφεται· τὰ δὲ ἄστρα, κινεῖται· καὶ ὁ μὲν ἥλιος, φαίνει· ἡ δὲ σελήνη, περιπολεῖ· καὶ ἀ ὴρ μὲν, ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ, θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει· καὶ τὰ ἐν αὐτῆ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα, καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῆ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ, καίει· τὸ ὕδωρ, ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλα ζα γίνεται· χιὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πο ρεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται· καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὐξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δὲ, γεννᾶται καὶ φαίνεται. ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων· ἃ διὰ τὸ πλῆθος, ο ὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος· φωτίζων καὶ θεοποιῶν τῶ ἑαυτοῦ νεύματι, κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσ μον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων· συμπεριλαβὼν, ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῶ ἑαυτοῦ νεύματι καὶ τῆ ἑαυτοῦ προνοία· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῆ ἑαυτοῦ προνοία· καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει, καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος· ἑνὶ καὶ ἁπλῶ νεύματι· τῆ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον· καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς. ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁ ρ ατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστα σις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐρ γάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ· διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀνα βλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ· καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεὸν θν · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τίς ἂν ἴδοι. εἰ γὰρ δ ὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῶ λόγω ἐπιβάλλοντες τὸν νοῦν· σημαινόμενον ὁρῶμεν τῶ λογισμῶ, πο λλῶ πλέον μείζονι φαντασία καὶ ἀσυγκρίτω ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ ὡς αὐτὸς ὁ σωτὴρ σηρ φη σίν· ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν πατέρα πρα μου. ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ· φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ ὧν δὴ καὶ ἡμεῖς τεθαρρη κότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήση τῶν λε γομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος· λέγων, οὐ ποιήσεις σεαυτῶ ε ἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῶ οὐρανῶ οὐνῶ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν· ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λα λήσουσιν· ὀφθαλμοὺς ἔχουσι· καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκού σονται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλα φήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν. οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῶ κάλλει τούτων ἀποβλέψαντες· οὐχ’ ὡς ἔργα θεοῦ θῦ ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς· καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ πάντα τὸν κόσ μον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσκυνήσης αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ· οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῆ τούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάντων δημιουργὸν θεὸν θν ὡσπερείρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς· κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀνους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλ κων φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· πλὴν ἐμοῦ· οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῶ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησίν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινό μενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι, οὐχί γε· ἀλλὰ καὶ προαπαντᾶ τῆ διανοία λέγουσα· ἄκουε ἰσραὴλ ἰήλ · κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλη τῆ καρδία σου· καὶ ἐν ὅλη τῆ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προσκυνήσεις καὶ αὐτῶ μόνω λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήση· ὅτι δὲ καὶ ἡ δι ὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις· ἀπὸ πά σης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ἥ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν· καὶ διαμένει τῆ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλατε τῶ θεῶ θῶ ἡμῶν ἐν κιθάρα· τῶ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῶ ἑτοι μάζοντι τῆ γῆ ὑετόν· τῶ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῆ δουλεία τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν. διὰ τίνος δὲ δίδωσιν ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάν των ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος πε ρὶ οὗ καὶ ἐν ἑτέρω ψαλμῶ λέγει· τῶ λόγω κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῶ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωυσῆς ἐν ἀρχῆ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεός θς · ποιήσωμεν ἄνθρωπον ἄνον · κατ’ εἰκόνα ἡ μετέραν καὶ καθ’ ὁμοίωσιν. ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑ φιστὰς γένεσιν αὐτῶν εἶπεν ὁ πατήρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕ δατα· καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην· καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γ ὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς · ἵνα καὶ προστάττων λαλῆ. ε ἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν· ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς γὰρ τῶ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τῶ μὴ δέπω γενομένω προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέττατεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ · καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν, οὐκ ἐποίησε· προστάτ ὅρα τει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη σ υνεῖναί τινα τούτω· ὧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν, ἢ τῶ ἑαυτοῦ λόγω· ἢ τίς τούτω συνῆν ποιοῦντι τὴν γεννητὴν πᾶσαν οὐσίαν, ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν· συμπαρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ γενητὰ συμπερι λαμβάνει. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος τὸν πατέρα πρα βλέπων, ἐδημιούρ γει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ἥ φησι καὶ ὁ σωτὴρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα· κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγο νέναι· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς θεὸς θς ὑπάρχων, δύνα μίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὢν· οὐδὲ ἔ ξωθεν ἐπιγενομένων τούτων αὐτῶ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σο φιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετή· καὶ μὴν καὶ χαρακτὴρ καὶ ἀ παύγασμα· καὶ εἰκών· καὶ συνελώντι φράσαι· καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει καὶ μόνος ἐστὶν υἱός· εἰκὼν ἀπαράλλακτος τοῦ πατρός πρς . τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν αὐτο αγιασμὸς καὶ αὐτοζωή· καὶ θύρα· καὶ ποιμήν· καὶ ὁδός· καὶ βασιλεύς· καὶ ἡγεμών· καὶ ἐπὶ πᾶσι σωτήρ σήρ · καὶ ζωοποιός· καὶ φῶς· καὶ πρόνοια πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν υν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῶ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησὶν· ἐγὼ ἐν τῶ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῶ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῶ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων· καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς· καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες· παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν. τῆ κτίσει παρὰ τὸν κτίσαντα λατρε ύοντες· πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειεν· καὶ τὰ ἐν τῆ πόλει δημιουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ὡς εἴ τις τὸ μὲν μου σικὸν ὄργανον, ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον, ἐκβάλλοι. ἄ φρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν ἢ ναῦν ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρ χιτέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστίν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες· τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων· καὶ τὸ θεοσεβὲς, ὦ φιλόχριστε· χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστιν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσ μημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἐστὶ τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτρα πὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη· καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρα κρί σεως· ὅτι καίτοι γνῶντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.