ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς τῶν ἀνθρώπων διδασκα λίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδα σκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περί ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοι τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκ θώμεθα, δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γὰρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαί πρὸς τὴν τῆς ἀληθείας ἐπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συν τιθέντες λόγοι, οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδή τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσίν νῦν οὐκ ἔχομεν, ἀναγκαῖον ἐστίν, ἅ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγ γέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τὶς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι, ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ὑμῶν, οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν χριστοῦ χῦ προσφέροντες, ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτει ρήσειεν ἄν τις, ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐ χ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰ κουμένην πεπληρωκυῖαν, καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐ κ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως, ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦ τον, ἀλλὰ μᾶλλον καὶ αὐτοί τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντός, καὶ τὸν σταυρὸν στρν μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθῃρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται, καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχάς ἀφανῶς μεταπείθει πῶς εἰκότως γάρ ἄν τις εἴποι πρὸς αὐτούς, ἔτι ἀνθρώπινον ἀνινον ἐστὶν ἐπινοεῖν τὸ πρᾶ γμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντός τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα. πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν ἥλιον ἐπὶ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται, ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτός ἀρχη γός ἥλιος· οὕτω θείου προστάγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πε πληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγόν, καὶ ἡ γεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν καὶ θεοῦ θῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν, ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλή θεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαῤῥῆς καὶ αὐτός ὦ ἄνθρωπε ἄνε ὅτι ἀληθεία πεπίστευκας, καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χῦ δια λέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πε πίστευκα· ἐξαρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κα τ’ αὐτούς ὑπάρχει αὕτη· ἄνθρωποι ἄνοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο, καὶ καθ’ ἑαυτῶν ἀνατυποῦ σθαι· ὅθεν δή καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο, τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντός δημιουργός καὶ παμβασιλεύς θεὸς θς , ὁ ὑπερέκεινα πά σης οὐσίας καὶ ἀνθρωπίνης ἀνινης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθός καὶ ὑπέρκαλλος ὢν, διὰ τοῦ ἰδίου λόγου, τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ , τὸ ἀνθρώπινον ἀνινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε, καί τῶν ὄντων αὐτόν θεωρητήν καὶ ἐπιστήμονα διὰ τῆς πρός αὐτόν ὁμοιότητος κατεσκεύα σε· δούς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν, ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ἀποστῇ, μήτε τοῖς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλῆ τῶ θείω, ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως βίον ἀθάνατον· οὐδὲν γάρ ἔχων ἐμπόδιον εἰς τὴν περί τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα, τὸν θεὸν θν λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑ περεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν, καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς θεῖα καὶ νοητά τῆ δυ νάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνο μιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλος ἐστὶν, ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξαρχῆς· τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβάς, ἄνω μετάρσιος γίνεται, καὶ τὸν λόγον ἰδών, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα , ἡ δόμενος ἐπὶ τῇ τούτου θεωρία, καὶ ἀνακαι νούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθον, ὥσπερ οὖν τῶν ἀνθρώπων ἀνων τὸν πρῶτον γενόμενον, ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέ γουσιν αἱ ἱεραὶ γραφαὶ, κατὰ τὴν ἀρχὴν ἀνεπαι σχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν , καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἥν εἶχεν ἐν ἐκείνω τῶ τόπω, ὅν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδει σον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθα ρότης ἐστί καί τὸν θεὸν θν δι’ ἑαυτῆς ἐνοπτρί ζεσθαι, καθάπερ καί ὁ κύριος κς φησί, μακάριοι οἱ καθαροὶ τῆ καρδία, ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργός ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἠθέ λησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρει ττόνων, καὶ ὀκνήσαντες περὶ τὴν τούτων κα τάληψιν, τὰ ἐγγύτερον μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθή σεις, ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἐν ἰδί οις ἀπατώμενοι εἰς ἑαυτῶν ἐπιθυμίαν ἀ νέπεσον, τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρέψαντες δέ τούτοις, καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθές, ὡς αἱ ἱεραί περί αὐτοῦ λέγουσι γραφαὶ. κἀκεῖνος γάρ, ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν , καὶ τὴν τούτου θεωρία, ἀπεστρέ φετο τὴν πρὸς τὸ σῶμα φιλία ν· ὅτε δὲ συμβου λία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν δια νοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνι καῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπε σον, καὶ ἔγνωσαν ὅτι γυμνοί ἦσαν· καὶ γνόντες ᾐσχύνθησαν· ἔγνωσαν δὲ αὑτούς γυμνούς, οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι, καί πρός τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανο ήσεως, καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνε σθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτάς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναί, καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποι εῖν εὔλογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ᾑσθεῖσα τῆ τοῦ σώματος θεωρία, καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι, καὶ ἐ νόμισεν εἶναι τὴν ᾑδονὴν αὐτό τὸ ὄντως καλόν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγείς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἁπάντων νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἀρετῆς ἡδονῆς , ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖ σα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐκέτι μὲν κατ’ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾷν, ἀλλὰ τὰ μὴ ὄντα λογιζο μένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· κατα χρωμένη τοῦτο εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δὺναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλόν, πάν τως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσαν ὡς προεῖπον εὐκίνητος, καί γινώσκουσα τὸ αὐτοκίνητον αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι, εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα, ὄντα δέ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δὲ φημί τὰ καλά, καίτοι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κα κά λέγω· καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀ ναπέπλασται· ἔχοντος γάρ τοῦ σώματος ὀφθαλ μούς εἰς τὸ τὴν κτίσιν ὁρᾷν, καὶ διὰ τῆς παναρ μονίου ταύτης συντάξεως γινώσκειν τὸν δη μιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρό ασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων. ἔχοντος δὲ καὶ χείρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς, ἡ ψυχή ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας, καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπόν πλανωμένη κι νεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν αὐτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τοῦτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κι νεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζ ε ο ι τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ ἁμαρτάνει ποι οῦσα ὅ δύναται, καὶ οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γάρ χάριν καὶ ἀποστολικῆ φωνῆ πα ρεγγυᾶ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμη, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατόν σκοπήσασα, τὰ ἐναν τία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χείρας εἰς τὸ ἐ ναντίον κινουμένη, φονεύειν πεποίηκε, καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγεν· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας, καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χείρας αὖ πάλιν εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυ χῆς ἐστίν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπι βάς ἵπποις ἐν σταδίω, καταφρονήσει μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφείς δὲ τοῦτον ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται, καί πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει. φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτω τρέχων, οὐκ ἐσφάλη τοῦ σκοπου· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτω καὶ ἡ ψυχὴ ἀποστρα φεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδόν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτή μετὰ τῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη ἁμαρτάνει, καὶ τὸ κακόν ἑαυτῆ πλάττει, οὐχ ὁρῶ σα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ χριστοφόρος ἀνήρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπόν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν οὖν τὸ καλόν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν τινές πλανη θέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑπο στάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφῄ ναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα, ἤ τὸν δη μιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐ τούς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἤ πάλιν θέλοντες αὐτόν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γάρ τοῖς οὖσι καὶ τὸ κακόν κατ’ αὐτούς ἐστ η ί · τοῦτο δὲ ἄτοπον καὶ· ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν, οὐδὲ ἐν αὐτῶ ἐστίν, οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλόν ἂν εἴη μεμιγ μένην ἔχον τὴν φύσιν, ἤ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλη σιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πίστιν ναυ αγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον, καὶ τοῦτον ἀγέννητον, τοῦ κακοῦ ποιητήν, καὶ τῆς κακίας ἀρχηγόν, τὸν καὶ τῆς κτίσεως δημιουρ γὸν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν, ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαί νονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησί· βεβαιῶν τὰ μωϋσέως ῥήματα, ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστί· καί ἐξομολογοῦμαι σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· εἰ δέ εἷς ἐστίν ὁ θεὸς θς , καὶ οὗτος οὐρανοῦ οὐνου καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς , τὰ πάντα τοῦ μόνον καὶ ἀλη θινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής, ὧν καὶ αὐτός ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἔστι κύριος κς κατὰ τὴν τοῦ κυρίου κυ φωνὴν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι ἂν εἴποιεν· ἀλλ’ ἐάν τοῦτο λέγωσιν, ὅσα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον οὐ κ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερον ἐστὶν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστίν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθένεια δὲ ἀμφο τέρων ἐστίν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθός παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε, καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαι νόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τὶ τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδέν πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τὶ δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αυτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημι ουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἄν εἴη ἐναντία ἀλλήλων, ἤ τί τὸ διαιροῦν ἐστί ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γάρ αὐτά ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλή λων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι, διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐ τῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεός· ἀλλὰ ποίας ἄν εἴη καὶ τὸ τρίτον φύσεως, πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφο τέρων εἶναι αὐτό, ἀδύνατον· σαθρᾶς δή τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπει τῆς ἐκκλησιαστικῆς γνώ σεως, ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ , οὐδὲ ἐν θεῶ θῶ , οὔτε ἐξαρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ, ἀλλὰ ἄνθρωπος ἄνος κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντα σίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφ θαλμούς σκότος ἑαυτῶ ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περι πατεῖ· πολλάκις πίπτων, καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς, ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων , καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾷν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόη σεν, ἐν οἷς κινουμένη οὐκ οἶδεν· ὅτι δοκοῦσα τὶ ποιεῖν, οὐδὲν ποιεῖν· τὰ οὐκ ὄντα γὰρ ἀναπλά ττεται, καὶ οὐχ ὁποία γέγονε, τοιαύτη καὶ ἔ μεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε μὲν εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντί τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποί ησεν εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς· κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξαρχῆς, οὔπω γέγονε καὶ πέπλα σται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον, ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτέ καλόν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχή, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦ σα γὰρ διαφορᾷς ᾑδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην, ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώ ματος πάθη, καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικά εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑ αυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον, δι’ οὗ μόνου ὁρᾷν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκέτι μὲν ὁρᾷ τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν ὅν ἐ πελάθετο τῇ διανοίᾳ θεόν θν , τοῦτον ἐν τοῖς σω ματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται, τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνα τιθεῖσα, καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτή βούλεται καὶ ὡς ἡδέα ὁρᾷ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία· μα θόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν· οὑτω καὶ τοὺς οὐκ ὄντας θεούς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν κατα δὺς, μηκέτι μὲν βλέπει τό φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικει μένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι πλέον μηδὲν ἐκείνων εἶναι· ἀλλὰ ταῦτα τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια· οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες, καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης, ἀμυδρῶ τῶ λογισμῶ, μᾶλλον δὲ ἀλογία χρησάμενοι τὰ φαινομενα θεούς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, καὶ τὰ ἔργα μᾶλλον ἐκθιάζοντες, ἤπερ τὸν τούτων αἴτιον, καὶ δημιουργὸν δεσπότην θεὸν θν , ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα, οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσω μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέ πονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολα τρείαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμει ναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας, καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίπλαντο κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτεί νοντες τὴν ἀσέβειαν, τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα, ὅταν ἔλθη ἀσεβής εἰς βάθη κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπε πήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ , καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ θῦ τιμήν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεούς νομίζοντες εἶναι· ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτούς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προση γόρευσαν θεούς· προβαίνοντες δέ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχάς τῆς τῶν σωμάτων συστάσεως, τὴν θερμήν καὶ τήν ψυχράν, καὶ τὴν ξηρὰν καὶ τὴν ὑγράν οὐσίαν, θεούς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περί τὴν γῆν, ἰλυ σπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων πεσόντες καὶ κατα πεσόντες, ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφάς, τῶν μὲν ἔτι ζώντων, τῶν δὲ καὶ μετὰ θάνατον ὡς θεούς ἀνέθηκαν· ἔτι δέ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς ξύλα καὶ εἰς λίθους, καὶ ἑρπετά ἔνυδρά τε καὶ χερσαῖα, καὶ εἰς τά τῶν ἀλόγων ἀνήμερα ζῶα τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προ σηγορίαν μετήνεγκαν, πᾶσαν τιμήν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες, καὶ τὸν ἀληθινόν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτούς ταῖς ἀ σεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες κατα πεπτώκασι τῆ διανοία, καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδόλως μηδαμῶς ὑπάρχοντα, μὴ δὲ ἐν τοῖς φαι γε νομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. λογικά γάρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῆ φύ σει ἐνείραντες, ὡς θεούς θρησκεύουσιν, οἷοι εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι, καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ λί βεσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν