λόγος α´ ἡ μὲν περὶ τῆς θεοσεβείας, καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότε ρον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· πο θοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι· φέρε ὦ μακάριε, ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πί στεως ἐκθώμεθα. δυναμένω μέν σοι καὶ ὑπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως, καὶ παρ’ ἑ τέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θε όπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γν ώσεως τυχεῖν δυνήσεται. ἀλλ’ ἐπειδὴ τὰς τῶν διδα σκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐ στιν ἃ παρ’ ἐκείνοις ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλί αν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβη· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατύ γε λῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύ ναμιν, πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐ τοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι. εἰ γὰρ τοῦ σταυροῦ στρου γινομένου πᾶσα μὲν εἰδωλολατρεία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντα σία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προ σκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων τὰς ὀσἡμέραι τὰς ψυχὰς μεταπείθει ἀφανῶς· πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς· ἔτι ἀνθρώπινόν ἐστιν ἐπινο εῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέ πων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμό να τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν · καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν, ἵνα τῶν ψευδῶν διελεγχ θέντων λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θα ρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἀνε , ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεί, καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν ουν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρ χει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξάντο· καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο, τὰ οὐκ ὄν τα ὡς ὄντα λογιζόμενοι. ὁ μὲν γὰρ τοῦ παντὸς δημιουρ γὸς καὶ παμβασιλεὺς θεὸς θς , ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὤν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χῦ · τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώ ζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτε ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδοκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλληται καὶ συνομολογῆ συνομιλῆ τῶ θείῳ· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος, τὴν τοῦ πατρὸς πρς εἰκόνα τὸν θεὸν θν λόγον, οὗ κατ’ εἰκόνα γέγονε· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν, καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅ τε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων· οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλ ω ο ς ἐστὶν ἄνω ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τό τε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν· ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνα καινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν ση(μειωτέον) πρῶτον τῶν ἀνθρώπων γενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλώτταν· ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ κα τὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέν αι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ· ἣν εἶχεν ἐν ἐκείνω τῷ τόπῳ· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασε· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι· καθάπερ καὶ ὁ κύριος κς φησί· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται. οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσ περ εἴρηται τὸ τῶν ἀνθρώπων γένος κατεσκεύασε καὶ μέ νειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι κατολιγωρήσαντες τῶν κρει ττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν· τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀ πέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλ λων αἰσθητῶν ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπα τώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν· τὰ ἴδια προ τιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας. ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες· ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταρ αγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις, ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώ που ἀληθὲς, ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀ κεῖνος μὲν γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν , καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο· τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τ ῶ οῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυ μνοὶ ἦσαν· καὶ γνῶντες ἠσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, οὐ τοσοῦτον ἀπὸ ἐνδύματος, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοι αν μετήνεγκαν. ἄποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄν τα θεὸν θν λέγω κατανοήσεως, καὶ τοῦ πρὸς αὐτὸν πόθου· λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσειν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι. ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητα φρο νεῖν τῇ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπι θυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυν τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλο γον κατὰ δύναμιν σημᾶναι. ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις χρω μένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν· πλανηθεῖσα κατεχρή σατο τῶ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τὴν ἡδονήν, αὐτὸ τὸ ὄντως καλόν. ὥσπερ εἴ τις τὴν διάνοιαν παραπ ληγεὶς καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἁπ άντων αντώντων , νομίζοιτο τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικί λως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος εἰ καὶ τὰ καλὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκ ἔτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τοῦτο, εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεί, καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα ὡς προεῖ πον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς· ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τ ῆς οῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ κα λὰ· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κα κὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων οὐκ ὄντα ἀναπέ πλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γιν ώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων, καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖ ρας· εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν, καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως· λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶ σα, καὶ τούτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καὶ τοῦτο δύναται, καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονεν· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ παρεγγυᾶ φωνὴ· πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα συμ φέρει· ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα, οὐκ εἰς τὸ συ μφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ ἀδύνατον γρ(άφε) δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐν αντίον κινουμένη, φωνεύειν πεποίηκε, καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύ ειν, ἀντὶ νομίμης τεκνογονίας, καὶ τὴν μὲν γλώτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπι ορκίας, τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύ πτειν τοὺς ὁμοίους ἀνθρώπους· καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυ χῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόν ων ἀποστροφὴ ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδ ίω καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προ σήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἁπ ἁπάντων ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατὰ κρημν ῶν ἐλαύνει φερόμενος· ὅπου δ’ ἂν ἑαυτόν, τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα πα ρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλε γε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ χριστοῦ χὔ · σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κα κὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες· ἐν υποστάσει καὶ καθ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο, ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητήν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι, καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν, οὐδὲ ἐν αὐτῶ ἐστὶν· οὐδὲ δι’ αὐ τοῦ. ἐπεὶ οὐκ ἔτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπε σόντες, τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεόν ἕτερον, καὶ τοῦτον ἀγέννητον, τοῦ κακοῦ ποιητήν· καὶ τῆς κακίας ἀρχηγόν, τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας· ἀ φ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ, βεβαι ῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστιν· καί ἐξο μολογοῦμαί σοι πάτερ περ · κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεός θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς ἐστι κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής, ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος φω νήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγω σιν· ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον, οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέ ρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μέν, ὅτι νικῶ σιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέ ρων ἐστίν, ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαί νει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλ ως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι. εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ· τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα. οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκε ται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλ οις ων · ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶ ναι γὰρ αὐτὰ ἅμα, ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκ οὖν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς θς . ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν· τῆς ἐκκλησιαστικῆς γνώσεως, ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ , οὐδὲ ἐν θεῶ, οὔτε ἐξ αρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φα ντασίας ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαί νοντος, καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμ πομένης· καμμύων τοὺς ὀφθαλμούς, σκότος ἑαυτῷ ἐπι νοῆ, οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμε νος περιπατῆ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς. ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν, οὐδ’ ὅλως ὁρᾶ· οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπ ων, καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται ἑαυτῆ τὰ κακὰ ἐπενόησεν, ἐν οἷς κινουμένη· οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλά ττεται· καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἐποίησεν εὐ θῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν· ἤδη λέγειν ἀναγκαῖον, ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθῶν, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν, ἐν οὐδενί ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἡ ψυχὴ· κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα· καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστρα φεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ· οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπι πλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτο πτρον· δι οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκ ἐτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν. παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῇ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα· καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν ὃν ἐπελάθετο τῇ διανοία θεὸν θν · τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλά ττεται· τοῖς φαινομένοις τὴν θεοῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ. προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρείας, ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι, τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ εἴ τις εἰς βυθὸν καταδύς· μηκέτι μὲν βλέπει τὸ φῶς, μηδὲ τὰ ἐν τῷ φωτί φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕ δατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῷ βυθῶ αἰσθόμενος νομίζοι μηδέν πλέον ἐκείνων εἶναι· ἀ λλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια· οὕτ ως καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες καταδύ ντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ ἐννοίας καὶ δόξης· ἀμυδρῷ τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμε να θεοὺς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τού των αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν κατα δυόμενοι, ὅσω μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον καὶ εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν· οὕτως καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδω λολατρείαν· οὐδὲ ἀφ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀ λλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας, καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς, προκό πτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγου σα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ θεοῦ· καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄν θρωποι, πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐ τοὺς αἰτίους τυγχάνειν. εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς· αἰθέρα καὶ τὸν ἀέρα, καὶ τὰ ἐν τῷ ἀέρι προ σηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχράν καί τήν ξηράν καί ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν. ὡς δὲ οἱ τέλεον πεσόντες ἐπὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσω κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων· πεσόντες καὶ καταπεσόν τες ἀπὸ τῆς περὶ θεοῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους καὶ ἀνθρώπων μορφὰς· τῶν μέν ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον εἰς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευό μενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρ πετά, ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμε ρα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον. τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοία, καὶ ἐσκο τίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ’ ὅλως μηδαμῶς ὑπά ρχοντα· μηδὲ ἐν τοῖς γενομένοις φαινόμενα· ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι, λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαν τες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεούς θρησκεύ ουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιο κέφαλοι, καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λύβισι κριοκέφα λος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων, κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες ἕκαστον εἰς θεοὺς ἀνέθηκαν· καὶ ἐξεθείασαν, ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπι τείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι τὴν πρόφασιν τῆς τού των εὑρέσεως, καὶ τῆς ἑαυτῶν κακίας, τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν ἐπιθυμήσαντες γρ(άφε) θεοποιήσαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δέ, αὐτῶν· ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλ μησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖ δας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος, ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδίᾳ ἑρμῆς, καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ ὄσιρος, καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασι λέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον· καὶ ἄνθρωπον οὐ σεμνόν, ἀλλὰ ἀσελγείας ἔμπλεω, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησσκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρείας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀν θρώποις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσης, μηδὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρχοντας βασιλέας· ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι· δο γματίζειν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μέν γὰρ ἀπεχθάνωνται τούτους ὡς πολε μίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησ κεύεσθαι προστάττουσιν, ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν, αὐτοί ἄνθρωποι τυγχάνοντες, καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι. ἔδει δὲ θεοποιοῦντας αὐτούς, μᾶλλον αὐ τοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον· εἶναι δοκεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ανάγκης ἄρ χει· καὶ ὁ διδοὺς πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέ λει καὶ πᾶς βασιλεύς, ὃ μέν ἔχει χαρίζεται· τῶν δὲ λαμ βανόντων, κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλου σιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι· ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι, ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων, ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν, οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βου λῆς· ἀλλ’ ἦν ἄνωθεν προγιγνόμενον, καὶ προμελετώ μενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι πα ρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεύς καὶ ποσειδὼν καὶ ἀπόλλων· καὶ ἥφαιστος, καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα καὶ δήμητρα καὶ ἀθηνᾶ, καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θε οί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυ νοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας, τὸν διατα ξάμενον εἰδότες· οὓς διετάξαντο, προτιμῶσι· καὶ εἴθε μέχρις ἀῤῥένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλείαν λαμβάνειν ἀσφαλές· ταύτας τῇ τοῦ θεοῦ τιμῇ θρησκεύουσι καὶ σέβου σιν, ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκα μεν· παρὰ δὲ αἰγυπτίοις· ἴσις, καὶ κόρη, καὶ νεωτέρα, καὶ παρ’ ἄλλ ης οις , ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πάσης χλεύης ὄντα μεστὰ. πολ λοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρό νοις ἀποβαλόντες φίλτατα, καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους εἶναι θνητοὺς, τούτους καὶ ταύ τας διὰ τὸ πολὺ περὶ αὐτῶν π’ἄνθος γρ(άφε) πένθος ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρή σκευσαν, πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν, οὐκ ἂν γὰρ εἴπερ ἤ δεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν, οὐ μόνον γὰρ χάριν, οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς· ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες πα ραμυθῶνται· τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ τιμὴν τούτοις περιτιθέασιν. ἐν γοῦν αἰγύπτω εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τυφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνι χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν ἀλλὰ ἄνθρωπον· καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον καὶ τό τε θαυμαστον, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸν πειραιᾶ μετὰ σωκρά τους κατέρχεται τὴν ἀνθρώπου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων. ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομα νίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γρα φὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ ση(μειωτέον) περὶ τῆς εὑ ρέσεως τῶν γλυπτῶν· αὐτῶν φθορὰ ζωῆς, οὔτε γὰρ ἦν ἀπ ἀρχῆς, οὔτε εἰς τὸν αἰ ῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμενος πατὴρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον νῦν ὡς ζώντα ἐτί μησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετ άς. εἶτ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλά χθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν, ἵνα τὸν ἀπό ντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτα σιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προ ετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμε νος ἀρέσαι· ἐξεβιάσατο τῇ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐρ γασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασ μα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοι νώνητον ὄνομα, λίθοις καὶ ξύλοις περιέθηκαν. τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῆ· πα ρὰ τοῖς ἀνθρώποις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν ὅσον ἀφ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβάνοντας. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξομαι λάβοι τὰς πρά ξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας οἶον γὰρ, οἷόν ἐστιν ἰδεῖν, τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτῶν ἀκούειν, ἁρπάζοντα μὲν τὸν γανυμήδην, καὶ τὰς κλοπ η ι μαίους ἐργαζόμενον μοιχείας· δεδι ώ ό τα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπώληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπιδόνος, καὶ βουλόμενον αὐ τῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς λέγω καὶ ἤρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυ ναικὸς, καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλό γοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις πα ρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσ μευόμενον, κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μηδὲ οἱ κοινοὶ ῥωμαίων νόμοι, καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν· ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημο νεύσω διὰ τὸ πλῆθος. τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν, καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δαναὴν καὶ ἀντιόπην παρανομίαν καὶ φθοραν· ἢ τίς εἰδὼν, τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομέ νους αὐτῶ παῖδας, θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων, ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς καὶ διόσκουροι· καὶ ἐρμῆς καὶ περσεὺς καὶ σώτειρα· τίς εἰδῶν τὴν τῶν λεγο μένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθε νείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους παρώξυναν. τίς ὑπὸ μὲν διομήδ ους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέ ους τὴν ἤραν καὶ τὸν ὑποχθόνιον ὃν καλοῦσι θεόν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος, καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσε ται τῆς φύσεως καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων οὐδὲν ἄλλο ἢ ἀνθρώπους αὐτοὺς, καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται, καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχεί αν· καὶ τὸν ἡφαίστου καταμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχο μένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελά σει εν ε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν. ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν, τὰς γὰρ καθ’ ἡδον ὴν αὐτῶν πράξεις, καὶ τοὺς παρὰ λόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ, καὶ σιδήρω καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος. καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις, τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαί νοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦν τες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπι μισγόμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μηδὲ ἐν ἀν θρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον ταῦ τα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι ἃ οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτι μοτέρας χρῶνται. ἐπειδ’ ἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυ ναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολο γήσαντες τῶ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μι σθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην, θεοὺς προσαγορεύει. ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐ τήμονος τέχνην ἀποδέχεσθαι, καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε, καὶ ἐθεοποίησε· πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνί την αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαν τες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦ σι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος, τὰ ὑ π’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσ εύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μηδόλως κινουμένους, ἀλλὰ καὶ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὕς αὐτοὶ φυ λάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μήτοι νομίσης ταῦτα λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν ἔστι μέν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λε γούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἔργα χειρῶν ἀνθρώπων· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λα λήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχου σι καὶ οὐκ ὀσφραθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφή σουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσου σιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλε γχος λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντ ες θεόν θν · καὶ γλύφοντες πάντες μάταια· καὶ πάντες ὅ θεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα καὶ ἐντραπή τωσαν καὶ αἰσθυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκνον γρ(άφε) τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτὸ· καὶ ἐν τερέτρω ἐρύθμισεν αὐτὸ· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κό λλη ἐρύθμησεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφήν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου, ἔστησεν αὐτὸ ἐν οἴκω· ὃ ἔκο ψε ξύλον ἐκ δρυμοῦ, ὃ ἐφύτευσεν ὁ κύριος κς · καὶ ὑετὸς ἐμή κυνεν ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν, καὶ λαβῶν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεμψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ, καὶ ἐπὶ τοῦ ἡμίσεως αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμ ανθεὶς εἶπεν, ἡδύ μοι ὅτι ἐθερμάνθην· καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδία αὐτοῦ, οὐδὲ ἀνελογίσατο τῇ ψυ χῆ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κα τέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπόν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτ ῶ ό · γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐ δεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν. ἴδετε καὶ οὐκ ἐρεῖ τε ὅτι ψεῦδος ἐν τῇ δεξιᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατη γορούμενοι· ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω φανε ρῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπὶς· ἢ τίς ἄν αὐτοῖς γένοιτο συγγνώμη, πε ποιθ ῶ ό σιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντί τοῦ ἀληθει νοῦ θεοῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς ἐπ αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ ὦτα καὶ χεῖρας καὶ στόμα· εἶχον ἀκινήτως κείμενα, πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν, καὶ τῶν αἰσθη τῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες οὐκ ἔχουσι· καὶ στήκοντες οὐ στήκουσι· καὶ καθεζόμενοι οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τού των τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ μὲν γὰρ γνώρισμα μηδὲν παρέχο ντες, ἄψυχοι δὲ καθόλου, μόνον ἀνθρώπου τέχνη φαινόμε νοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυ κες καὶ μάντεις, ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θε οὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν. ἠδύναντο γὰρ καὶ μόνω τῷ τῆς θεότη τος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς καὶ παιδοφθορίας τῶν ἄλλων, καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν, καὶ φόβους καὶ δειλείας καὶ τὰς ἄλλας κακίας· οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεοῦ θῦ διηγοῦν ται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν. ἀλλ’ ἴσως πε ρὶ τούτων οἱ δυσσεβεῖς, ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν κα ταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονὴν τῶν ἀκουόντων, οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτ οὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλ ον ἡ πρόφασις αὐτοῖς, ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ, ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἤρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασι καὶ τὰ ὀ νόματα πέπλασται· καὶ οὐκ ἔστι μέν ὅλως ζεύς, οὐδὲ κρ όνος οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ πρὸς ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποιη τῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄντας αὐτους θρησκεύουσιν· ἤ ἴσως γὰρ ἂν πάλιν φήσωσι τὰ μὲν ὀνόματα οὐ πλάττονται, τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα, ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἢ εἰ ἀληθεύουσιν περὶ τὰ ὀνόματα ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε οἱ εἶναι τούτους θεούς μυθολογήσαντες, ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων θεοῖς προσάψοιεν ἐννοίας, ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατι τίς ἀναθήσει· τὸ μὲν γὰρ καίει· τὸ δὲ ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχρὰν. εἰ μὲν οὖν αἱ πρά ξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπών ἀνων ἐστι καὶ ἀνθρώπων οὐ καλῶν, τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἂν εἶεν οἱ ταῦτα πράξαν τες καὶ οὐ θεοί, καταλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρὴ· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῆ, καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυ νηθῆ. ὥσπερ οὖν εἴ τις διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς, καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο ἔλεγεν ἄν, τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλι ον βοτάνας καὶ καρπους σπείρεσθαι· ἀλλὰ καὶ λέγων πᾶ σαν παραπληξίαν ὑπερέβαλεν, οὕτως· οὐκ ἂν οι εν παρ’ αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιη τής· εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους, τοι αύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐ τοὺς ἐλέγχουσιν, ἀλλὰ μᾶλλον ἀνθρώπους εἶναι, καὶ ἀν θρώπους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ· καὶ σὺ τούτων καταψεύδη. διατί μὴ καὶ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν· ἀντὶ δὲ ἀσθενείας ἀνδρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐ πὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτως καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρείαν καταψεύσασθαι· τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι, καὶ τοῦ μὲν ὀδυσσέως ἀσυνεσίαν διαβα λεῖν· τοῦ δὲ νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος γυναικείας πράξεις· τῆς δὲ ἑκάβης ἀνδρεῖαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύ δεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις τὴν ἀλήθειαν ἐφύλ αξαν, τῶν δὲ λεγομένων θεῶν οὐκ ἐφοβήθησαν καταψ εύδεσθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς πε ρὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπειον, καὶ ἐν οὐρανῶ οὐνῶ βασιλεύοντα λέγωσι τὸν δία, οὐ πλάττονται ἀλλ’ ἀληθεύ οντες λέγουσι· τοῦτον δὲ οὐ μόνος ἐγὼ, ἀλλὰ καὶ πᾶς ὅσ τις ἐλέγξει εν ε κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις ἀνθρώπους αὐτοὺς εἶναι ἐλέγχουσιν· τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἐστί φύσιν· ἑκάτε ρον δέ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν· οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται θεούς. τί οὖν ἀπολείπε ται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμέ να τυγχάνειν· αἱ δὲ πράξεις ἀληθεύονται κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθές ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰ καὶ κατηγορεῖ τῆς τούτου πο λιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσὶν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῆ τούτων ὑπερβολῆ, τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπι κρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος μὴ εὑρίσκ ει οι μὲν ἐκ πολι τείας μηδὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τήν πρόφασιν τῶν ἐγκω μίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαί ροι τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος· οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ δυσωπούμενοι ἐπὶ ταῖς αἰσ χραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ὑπονοίαις, ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα· ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι, τὰς θεοῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι. καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρ εῖ ῆ σθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπει δὴ γὰρ τὴν θεοῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προση γορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ’ ἀνθρώποις θνη τοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον· τ αύ ου του ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλε γχον τοῦ μὴ εἶναι τούτους θεοὺς, ἐν ταῖς περὶ αὐτῶν γραφ αῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία· τίς ἀπόδει ξις· περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν, τοῖς ἐν τούτοις δεισιδ ε αι μονοῦσιν· ἐκ μέν γὰρ τῶν λεχθέντων μικρῶ πρότε ρον ἀνθρώπους αὐτοὺς, καὶ ἀνθρώπους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίω χρη σίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγε ται πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν χαλκευτικὴν· ἀθηνᾶ δὲ τὴν ὑφαντικὴν· καὶ ἀπόλλων μὲν τὴν μουσικὴν· ἄρτε μις δὲ τὴν κυνηγετικὴν, καὶ ἤρα στολισμὸν· δήμητρα μὲν γεωργίαν· καὶ ἄλλοι ἄλλας ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο. ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστή μας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀναθεῖναι· ἀλλὰ τῇ κοινῆ τῶν ἀνθρώπων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρω ποι, τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσιν φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμον ες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους· οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι κατὰ φύσιν δεκτικοὶ ἐπι στήμης, κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν, εἰ τῇ ἀνθρωπίνη διανοίᾳ καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες· καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέ χνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς ἐπε νόησαν αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν· ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς, θεοὺς ἀναγορεύειν, καθ’ ὃν λόγον κακεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· γράμματα μὲν γὰρ, ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ση(μειωτέον) περὶ τε χνῶ ν ὅμηρος· καὶ διαλεκτικὴν μὲν ζήνων ὁ ἐλεάτης· ῥητορι κὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελι σσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μέν, λυκοῦργος ὁ σπαρτιάτης, καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν, καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια, παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφο ρα τῶ βίω τῶν ἀνθρώπων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θε οποιοῦσι· καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ· ἀνάγκη καὶ τοὺς ὕστερον ευ ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ’ αὐτοὺς θεοὺς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουσιν, ἀκόλου θον καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους μηδὲ ὀνομά ζεσθαι θεοὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους γεγενῆσθαι πι στεύειν· καὶ κατὰ περιττον, ὅτι μηδέ σεμνοὶ γεγόνασιν, ὡς καὶ ἀπ’ αὐτῆς τῆς τῶν ἀγαλμάτων τρυφῆς γρ(άφε) γλυφῆς οὐδὲν ἕτε ρον ἢ ἀνθρώπους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυναικ ῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντοίων, τετραπόδων ἡμέρων τε καὶ ἀγρί ων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλαττα, καὶ πᾶσα τῶν ὑδά των ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλο γίαν πεσόντες οἱ ἄνθρωποι· καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδον ὰς καὶ σαρκὸς ἐπιθυμίας ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο κατὰ τὴν ποικι λίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες, τετραπόδων τε γὰρ εἰκόνες καὶ ἑρπετῶν εἰσι παρ’ αὐτοῖς καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ· ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέ δωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς ἡδονῶν ἀλογίαις, ὡς προεῖπον ἐπὶ τὴν τοι αύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν ὡς παραδοθέντες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεόν θν ἀπεικάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσο φοι καὶ ἐπιστήμονες ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους τοὺς φαι νομένους αὐτῶν θεούς· ἀπολογούμενοι δέ λέγουσι, δια τοῦτο αὐτοὺς ἔχειν· ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρί νηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τε λετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφότεροι, καὶ βαθύτερα λέ γειν νομίζοντες· φασὶ· διατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζω σιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις οἷς ἐντυγχάνοντες, δύ νανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ καταλήψεως, ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι μὴ γέ νοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐπιμελείας εὑρήσει τοῦτον οὐκ ἔλαττον τῶν πρότερων δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ’ ἀληθεία κρινούση. πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς διὰ τούτων· πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην· ἤ διὰ τὴν ἐν αὐτοῖς μορφήν· εἰ μέν γὰρ διὰ τὴν ὕλην· τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεόν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν συγκλείοντες ἕνα λίθον ἢ ξύλον· ἢ χρυσοῦ μέρος πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας. εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνε ται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων, καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων, ὧν εἰσι μορφαὶ τὰ γλύμματα, τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ θεοῦ δόξα, κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα κα θ’ ἑαυτῶν ἐργ ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι, ἢ διὰ τὴν ἀγριότητα, ἢ διὰ τήν ῥυπαρίαν· ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῶ γλύψαντες, θεοποιοῦ σιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αυτούς , ἢ τοὺς τού των τύπους ἐν τούτοις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη, ἀρτιά τῆς θεοῦ παρουσίας ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὕτη τυγχάνουσα. ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις· εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς θς , καὶ διατοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα· ἔδει τοὺς ἀνθρώπους τῆς τέχνης ὄντας ἀρχηγοὺς προσκυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυ τέρας δῆθεν ἀπολογίας· καὶ ταῦτα ἄν τις ἀκολούθως εἴπ οι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ ἐπιφάνειαν ταῦτα ἡμῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρου σίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθε τὰς δυνά μεις κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυν άμεις ποιεῖτε. χάριν γὰρ τῆς περὶ θεοῦ καταλήψεως γλύφον τες τὰς μορφὰς ὡς φατὲ· αὐτοῦ τοῦ θεοῦ τὴν τιμὴν καὶ προ σηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε, πρᾶγμα πάσ χοντες οὐκ εὐαγές· ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος· καὶ δια τοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν, τὰς δὲ ἐλάττω δυ νάμεις ἐπικαλεῖσθαι αὐτοὶ ταύτας ὑπερβάντες, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λί θοις καὶ ξύλοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέ χνης ἀνθρώπων ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματά εἰσιν ἡ ὑ μῖν ταῦτα, ὡς ψεύδεσθ αι ε τῆς ἐπὶ θεὸν θεωρίας οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προ τιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι τις τὸ βασιλέως ὄνομα· ἀκινδύ νως ἔχει τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτ ος θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα τῇ τοῦ γρά ψαντος ἐπιστήμη τετύπωται, οὕτως καὶ ὑμεῖς εἴπερ ἐῤῥω μένον εἴχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θειότη τος γνώρισμα, εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου· εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ ἐπιφάνειαν· καὶ διατοῦτο ὡς θεὸν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀ λλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῶ πλέον ἔδει θεοποιηθῆναι, ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τε τύπωται. εἰ τοίνυν τὰ γράμματα θαύματός εἰσιν ἄξια, πο λλῶ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι διὰ τὴν τέ χνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν· πάλιν αὐτοὺς ἄν τις ἔροιτο πε ρὶ τῆς τῶν εἰδώλων μανίας, τὴν αἰτίαν τῆς τοιαύτης αὐ τῶν μορφῆς, παρ’ αὐτῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρω πόμορφόν ἐστι τὸ θεῖον, διατοῦτο οὕτως τετύπωται· διατί καὶ ἀλόγων αὐτῶ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λογικῶν αὐτῶ περιτιθέασι γλυφάς. εἰ δὲ τὸ συναμφότερόν ἐστι, καὶ ἐξαμφοτέρων κατειλήφασι τὸν θεὸν θν · ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους· τί διαι ροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀν θρώπων γλυφὴν, καὶ οὐ πάντοτε ἐξαμφοτέρων αὐτὸν γλύ φουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα, ἡ σκύ λλα· καὶ χάρυβδις, καὶ ὁ ἱπποκένταυρος, καὶ ὁ παρ’ αἰ γυπτίοις κυνοκέφαλος ἄνουβις. ἔδει γὰρ ἤ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς· ἤ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πάλιν· εἰ ἀρρενικαὶ εἴσι τ ο α ύτων αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους· εἰ δὲ θηλυκῶν εἰσί, διατί καὶ ἀρρενι κῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφὰς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν· ἔδει μὴ διαιρεῖσθαι· ἀλλ’ ἀμφό τερα συνάπτεσθαι, καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν· ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι πα ράσχη· καὶ ὅλως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν, ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλλα καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων μέλη ἐπινοεῖν αὐτῶ καὶ ἀναπλάττειν· ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς, ὥστε τοιαῦ τα ὑπονοεῖν περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῶ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν, ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ, ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν. ὁ μὲν γὰρ θεὸς ἀσώματος ἐστι καὶ ἄφθαρτος, καὶ ἀθάνατος, οὐδενὸς εἰσοτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας, ὥσπερ καὶ πρότερον εἴρηται· πο λλάκις γοῦν ὁρῶμεν ἀνακαινομένους τοὺς παλαιωθέ ντας, καὶ οὓς ὁ χρόνος ἢ ὑετός· ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώ ων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ὧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποι ηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆ ναι παρὰ τούτων αὐτοὶ σωτηρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀ γνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτ ῶν χρείας ἀξιοῦσιν ἀ ποπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλεί ουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας, οὐκ αἰσσχύ νονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι· ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώ λοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθη ται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνη κυριωτέρους, ἵνα ἢ τὸν θεὸν θν θαρρήση προσκυνῶν, ἤ ὥς φασίν ἐν αὐτοῖς μὴ δι στάζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομά ζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστον ἐστὶν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα καὶ μία πόλις περὶ αὐτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας· φοίνικες γοῦν, τοὺς παρ’ αἰγυπτίοις οὐκ ἴσασι λεγομένους θεούς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνοῦσιν εἴδωλα· καὶ σκῦθαι μὲν τοὺς περσῶν· πέρσαι δὲ, τοὺς σύρων οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ πελασγοὶ μὲν τοὺς ἐν θράκη θεοὺς διαβάλλουσι· θράκες δὲ τοὺς παρὰ θηβαίων οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατὰ ἀρράβων, καὶ ἄρραβες κατ’ αἰθιόπων, καὶ αἰθίοπ ες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν τὰ κιλίκων οὐ σέβουσι· καππαδοκῶν δὲ τὸ γένος, ἄ λλους παρὰ τούτους ὀνομάζουσι θεοὺς· καὶ βιθυνοὶ μὲν ἑτέρους· ἁρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι πολλῶν· ἠπειρῶται παρὰ τοῖς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει, καὶ μόνους εἶναι τούτους νομίζει θεοὺς. περὶ γὰρ τῶν ἐν αἰγύ πτω μυσαρῶν οὐδὲ λέγειν ἐστὶ· πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντ ων, ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίων τὰ ἐναντία σέβειν. ὁ γοῦν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντας ἀποκτένουσιν ὡς θηρί ον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθὺς, οὗτος ἐν ἄλλω ἁλί σκεται· ὅθεν δή πόλεμοι καὶ στάσεις, καὶ πᾶσα φόνων πρό φασις, καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν, ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεοὺς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι· καὶ ὅλων πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία. καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκα σι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον, τὸν πάν των σωτῆρα σρα χριστὸν χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομέ νην. καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες, καὶ ἐν σκοτει νοῖς γενόμενοι τόποις, πολλὰς ἀνόδους κυκλεύουσιν ὁδούς. καὶ τοὺς μὲν παρόντας οὐχ’ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν ἀποστραφέντες, καὶ σκοτισθέντες τὴν ψυχὴν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες, καὶ μὴ ὁρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστιν, τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀν αιροῦντος θεόν θν , οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν, γίγνονται θυσίαι καὶ σπονδαὶ· καὶ ἄλλων αἱ θυσίαι, ἄλλ ων ἔμπαλιν εἰσὶ θεοὶ. αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα, σέβουσι· καὶ τούτους ἄλλοι τῷ διὶ θύουσι· κἂν γὰρ μὴ αὐ τοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅμοια θύον τες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες πρόβατον ὃ καλοῦσιν ἄμμωνα· θεὸν θν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρον εἰς θυσίαν σφάζεται. ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι, συμβολικῶς οἷνον αὐτὸν ὀνομάζοντες, καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας, καὶ πάντων μάλιστα αἰγύπτι οι τὸ ὕδωρ προτετιμήκασιν, καὶ θεοὺς ἀναγορεύουσι. καὶ ὅμως ἄλλοι, καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασιν· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τε καὶ παρ’ αὐτοῖς ἀποτροπιάσμα τα καὶ θυσίας ὄντα θεοποιοῦσιν. ἤδη δέ τινες εἰς τοσαύτην ἀσέ βειαν καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ὧν εἰσὶ τύποι καὶ μορφαὶ τοῖς παρ’ αὐτοῖς ψευδοθέ οις κατασφάττειν καὶ θυσίας προσάγειν, καὶ οὐχ ὁρῶσιν οἱ κα κοδαίμονες, ὅτι τὰ σφαγιαζόμενα θύματα ἀρχέτυπα εἰσὶ τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους· σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις· ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν, ἔμψυχα γὰρ ἀ ψύχοις θύουσι, καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σκῦ θαι γὰρ οἱ καλούμενοι ταύρειοι, τῇ παρ’ αὐτοῖς παρθένω κα λουμένη, τοὺς ἀπὸ ναυαγίων, καὶ ὅσους ἂν λάβωσι τῶν ἑλ λήνων, εἰς θυσίας ἀναφέρουσι, τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων· καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τὴν ὡμότητα, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι, ὅτι τὴν ἐκείνοις εὐεργεσίαν τῇ ἑαυτῶν θηριώδει ψυχῆ κατακρύπτουσιν· ἄλλοι δὲ τῶ ἄρει ἐπειδἂν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας, καὶ ἀφ’ ἑκάστης ἕνα ἀνα λαμβάνοντες, τοσούτους κατασφάζουσιν, ὅσ ους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται· οὐ μόνον δὲ σκύθαι, διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας, τοῦτο τὸ δρᾶμα· καὶ γὰρ καὶ αἰγύπτιοι ἔ θυον μὲν πάλαι τῇ ἥρα τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆ τες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατιάριον δία, ἀν θρωποθυσίαις ἐθρήσκοντο γρ(άφε) ἐθρήσκευον · καὶ ἄλλοι ἄλλως· καὶ πάντ ες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικὰ· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς, τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὴ τούτων τὰ κα κὰ τοῖς ἀνθρώποις εἰς πλῆθος ἔφθασεν. ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασιν, τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρθωμα τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν· ἔνθεν ἀν δροφωνίαις· καὶ τεκνοκτονίαις καὶ πάσαις ἀσελγείαις, πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι· καὶ γὰρ σχε δὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ· δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτῆς θεῶν γιγνομένη· καὶ οὐκ ἔστι σώ φρων ἐν τοῖς εἰδώλοις· εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελ γεία μαρτυρούμενος. γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς φοι νίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμενοι τοῖς ἐκεῖ θε οῖς ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῇ πορνεία τὴν θεὸν θν ἑαυ τῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μηκέτ’ εἶναι θέλοντες ἄρ ῥενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων κατα θύμια καὶ τιμὴν τῇ μητρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παραφύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκ αύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄῤῥενες ἐν ἄρρε σι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοι αῦτα πράσσοντες ὁμολογοῦσι, καὶ ἐλέγχουσι καὶ τοὺς λε γομένους αὐτῶν θεοὺς, τοιοῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν, καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεως, τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμα θήκασιν, ἃ οἱ νόμοι μὲν κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται· ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς, τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον τῶν ἀλό γων, ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων· ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀν θρώπους καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους, καὶ τῶν ἀψύχων ἀψυχ ω ο τέρους οἰκτείρειν· εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυ τῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεόν θν . ἄλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτί σιν ἐπτοημένοι, δυσωπούμενοι τ ῆς οῖς περὶ τῶν βδελυγμά των ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶ σιν ὄντα ταῦτα· οὐκ ἀρνήσονται καὶ αὐτοὶ ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν, καὶ ἀναντίρρητον εἶναι ἡγήσονται· γρ(άφε) οἰήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ’ ὡς ξύλα καὶ λίθους καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν, καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν, σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι, καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ὑπεραίρει φύσιν· τὸ τὰ μὲν ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξιον οὖν καὶ περὶ τούτων εἰ ἰ δεῖν, καὶ διερευνῆσαι πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐ τῶν μονονουχὶ βοῆσαι, καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δη μιουργὸν θεὸν· τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν, οἱ δοκι σίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνοῦ σι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμο λογοῦσαν, ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους εἰς τὰ ταύτης μέρη κεχηνότας, καὶ θεοὺς νομί ζοντας ταῦτα, δυσωπήση ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία. γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐ τῶν ὄντα κύριον κν καὶ ποιητὴν τὸν τοῦ λόγου πατέρα πρα · τῇ ἀναντιρρήτω προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς, ἧ φησὶ καὶ ἡ θεία νομοθε σία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς, ἀλλὰ καὶ λίαν ἐναργής ἐστι, τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ παντὶ πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις κα θ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι· καὶ ἕκαστον ἰδία νοήσει, οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον καὶ σελήνην χωρὶς, καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑ γρὰν οὐσίαν εἰδώλων· γρ(άφε) διελὼν , ἀπὸ τῆς πρὸς ἄλληλα συναφὴς· ἕκα στον ἐκλάβοι καθ’ ἑαυτὸ καὶ ἰδία θεωρήσειεν· εὑρήσει πάν τως μηδὲν ἱκανούμενον ἑαυτῶ· ἀλλὰ πάντα τῆς ἀλλήλ ων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνιστάμενα. ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ οὐνῷ συμπεριφέ ρεται καὶ ἐμπεριέχεται· καὶ ἑκτὸς τῆς ἐκείνου κυκλοφο ρίας, οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσι, τὴν παρὰ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν. γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑετῶν, τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οὐδὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας· οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νεφέλη χωρὶς τοῦ ἀέρως καθ’ ἑαυτα ἂν φανείη καὶ συσταίη ποτὲ· ὅ τε ἀὴρ οὐχ’ ὑφ’ ἑ αυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται· καὶ πηγαὶ μὲν καὶ ποταμοὶ, οὐκ ἄνευ τῆς γῆς συστήσονται ποτέ· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρήρειται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντὸς, ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν πε ριῤῥέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς, ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται, ὅποι δ’ἄν αὐτὸν ἡ τῶν ἀνέμων προσρήση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρως διακαύσεως καὶ θερμότητος ἐν αὐ τῷ τῷ ἀέρ ει ι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν, καὶ ξηράν τε καὶ ὑγρὰν οὐσίαν τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦ τα συνίσταται· διαιρούμενα δὲ καὶ καθ’ αὐτὰ γινόμενα λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα, κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διηυτρ διυγραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται. πῶς οὖν ταῦτα ἂν εἶεν δ θεοὶ δυνάμεθα γρ(άφε) δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖ σθαί τι προσῆκε· καὶ αὐτῶν ἀπαιτούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ λόγος ἐστὶ μηδενὸς αὐ τὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ καὶ ἐν αὐτῷ τὰ πάντα συστήκειν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶ σιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην· καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα, ἀλλὰ καὶ λειπό μενα τῆς ἀλλήλων χρείας ἀναγορεύειν ἄξιον θεοὺς. ἀλ λ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι, τῆς ἀπο δείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτον τες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· σα συ στάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῶ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὐτάρκες γενήσεται πρὸς πάντα λέξουσιν οἱ δοκισίσοφοι, ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν. οὗτος δὲ ὁ λόγος, καὶ μᾶλλον αὐ τῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας, οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει· εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν τὸ ὅλον ἀναπληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται· τὸ ὅλον ἆρα ἐκ μερῶν συνέστη, καὶ ἕκαστον τοῦ ὅλου μέρη τυγχάνει· τοῦτο δὲ τῶν περὶ θεοῦ ἐννοιῶν, πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεὸς θς ὅλον ἐστὶ καὶ οὐ μέρη· καὶ οὐκ ἐκ δι αφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητὴς. θέα γὰρ ὅσην ἀσέβειαν· καὶ τὰ τοῦ θείου ταῦ τα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάν τως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται· καὶ ἐξ ἀνομοί ων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶ, οὐκ ἔστι γῆ· καὶ ἡ εἰ γῆ τυγ χάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λα μβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου. τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν, καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοὴ· οὐδὲ ἡ ἀκοὴ χείρ· οὐδὲ ἡ γαστήρ ἐστι στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι ποὺς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα· συνημμένα μὲν ἔχοντα μέρη κα τὰ τὴν χρείαν, διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου πα ρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλη ὡς ὁ προ στάξας θεὸς θς βούλεται, οὕτως· συγγνώμην δὲ ὁ λόγος ἐχέ τω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συ νάπτοντες, εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύσουσιν· ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν, ἀνόμοιον ἑαυτοῦ εἶναι ὥσπερ ἐδείχθη· διαι ρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα· κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι καὶ ἀόρατος καὶ ἄψαυστος τῆ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι, καὶ τὰ φαινόμενα τοῖς ὀφθαλ μοῖς· καὶ ὧν ψαύομεν τῇ χειρὶ θρησκεύουσι τῇ θεοῦ τιμῆ· καὶ πάλιν εἰ ὁ περὶ θεοῦ κρατεῖ λόγος· δυνατὸν αὐτὸν εἶ ναι κατὰ πάντα· καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τὸν πάντων κρατεῖν καὶ δεσπόζειν· πῶς οἱ τὴν κτίσιν θεο ποιοῦντες· οὐχ’ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκι άζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν, ὁ ἥλιος ἐπι κρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρ ποὺς πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κω λυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι. εἴπερ οὖν ἦσαν θεοὶ ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύ πτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἀποτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκταν ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τῶν ἄλλων τῶν ἀστέ ρων χορὸν, ἴσον ἔχειν τὸ φῶς, καὶ τοῦτο πᾶσι λάμπειν, καὶ πάντα παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα, καὶ ἔαρ καὶ μετόπωρον ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίσ γεσθαι γνυσθαι γρ(άφε) · καὶ κοινὸν ἀνθρώποις τὸ πόμα παρέχειν· ἔδει νηνενεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταυτῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ὑ ἐξ αὐτῶν ὑπέμεινε θεῶν ὄντων κατ’ αὐτοὺς· καὶ μηδὲν ἐπὶ βλάβη· ἐπ’ ὠφελεία δὲ μᾶ λλον πάντα ποιούντων. εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷον τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα, καὶ μὴ δυνάμενα ἀλ λήλοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν· ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα· πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχ ει οι εν, καὶ ὁμονοί ας αὐτοῖς γένοιντο πρύτανις· οὔτε οὖν ἥλιος εἰκότως· οὔ τε σελήνη· οὔτε ἄλλό τι μέρος τῆς κτίσεως· πολλῶ δὲ πλέ ον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῶ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι· ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι· εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη, τῆς κτίσεώς ἐστι· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ μόνον ἄνθρωποι θνη τοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία, οὐκ εὐσεβείας, ἀλλὰ ἀθεότητ ω ο ς, καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλάνης ἔλεγχος, ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθ ει ι νὸν θεὸν γνώσεως, λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται, καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστὴ καὶ οὐκ ἐπ’ ὠφελεία ἀλλ’ ἐπ’ ἀπω λεία τῷ βίω τῶν ἀνθρώπων εἰσαχθεῖσα· φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο, τῆς πλάνης διελεγθχείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν, καὶ θεωρήσωμεν τὸν ἡ γεμόνα καὶ δημιουργὸν τοῦ παντὸς τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα, οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίω διηλέγ χθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα θεὸν ἕξει τὸν σκοπὸν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ κατάληψιν, οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδὸς, πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστι· καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατὸν. καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πί στεως ἐντὸς τῆς καρδίας σού ἐστὶν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίν ων καὶ βεβαιῶν η ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑ μῶν ἐστιν· ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βα σιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως νοῆσαι καὶ θεωρῆσαι τὸν τοῦ παντὸς βασιλέα, τοῦ πατρὸς πρς σωτήριον λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες, οἱ τοῖς εἰδώλοις θρησ κεύοντες· μὴ δὲ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύ την ὁδὸν οὐκ ἔχων· καὶ διὰ τοῦτο τῆς ἀθεότητος αὐτοῦ πρό φασιν εὑρίσκων, πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν, καὶ ἔχομεν εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ πα ροδεύειν ἐκβαίνοντες θέλουσιν, διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου, καὶ εἴ τις ἂν ἔροιτο· τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν, εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νο εῖσθαι, ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο· οὕτως καὶ ψυ χὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες· οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν, ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἔχει, καὶ ταύτην λογικὴν· καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰ όμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον, ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος, ἵνα ταύτης δειχθείσης, φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσιν. πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτὴν· διατοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴω θεν· ἐπειδὴ τῶν ἀνθρώπ ο ω ν τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι, καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζεσθαι καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρ μᾶ· κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχη. ὁ δὲ ἄνθρωπος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ, ἀλλὰ τῷ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας, κεκράτηται τῷ λογισμῷ· τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρί νει· πολλάκις γοῦν ὁρμήσας καὶ λογισάμενος πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν, ὁ τῶν ἀνθρώπων ἀνων νοῦς. διατοῦτο γουν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβά νονται· ταῦτα οὗτος διακρίνει καὶ ἀναμιμνήσκει· καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστιν, μόνον τὸ ὁρᾶν, καὶ ὤτων τὸ ἀκούειν· καὶ στόματος τὸ γεύεσθαι· καὶ ῥινὸς ὁδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν τὸ ἅπτε σθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὁδμᾶσθαι· οὐκ ἔτι τῶν αἰσθήσεών ἐστιν· ἀλλὰ ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι· ἀμέλει καὶ ξί φους λαβέσθαι δύναται ἡ χεὶρ, καὶ δηλητηρίου γεύ σασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνη· καὶ ἔοικέ γε τε τὸ τοιοῦτο, ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν· λύρα καλῶς κατεσκευασμένη· καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ’ ἐπιστήμης, ὡς γὰρ αἱ ἐν τῇ λύρα νευραὶ, ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν βαρὺν, ἡ δὲ ὀξὺν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονον, ἡ δὲ ἄλλον· ἀδιάκριτος δὲ αὐτῶν ἐστιν ἡ ἁρμονία, καὶ ἀδιάγνωστος ἡ σύνθεσις, χωρὶς τοῦ ἐπιστήμονος τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ· ὅταν ὁ κατέχων τὴν λύραν πλήξη τὰς νευρὰς, καὶ ἁρμοδίως ἑκάστης ἅψηται. τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῶ σώ ματι ὡς λύρας ηρμοσμένων, ὅταν οὖν ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύη, τότε καὶ διακρινει ἡ ψυχὴ, καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνων ἴδιον ἀνθρώπων ἐστὶ· καὶ τοῦτό ἔστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων· ᾧ χρω μένη διαλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὰ φαινόμενα ἐστὶ· πολλάκις γουν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ, θεω ρεῖ ὁ ἄνθρωπος, καὶ πολλάκις τοῦ σώματος ἡρεμοῦντος, καὶ ἠσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος, καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ πε ριπατῶν, καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον, ἢ ψυχὴ λογι κὴ· ἐν ἧ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀν αίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος τὰ περὶ ἀ θανασίας, καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον ὑπὲρ ἀρε τῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄν τ ω ο ς, τὰ αἰώνια φαντάζεται ἄνθρωπος, ὥστε τῶν μὲν ἐμπο δῶν καταφρονεῖν, εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν αὐτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαι ρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πά λιν, ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος. καὶ γὰρ οὐκ ἔξωθεν, ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι ὡς ὁ μουσικ ῶ ὸ ς τῇ λύρα ἐνη χεῖ τὰ κρείττονα. πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλ μὸς εἰς τὸ ὁρᾶν, καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν, ἀποστρέφονται, τὰ δὲ, αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφ ων· ἤ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν ἀπο κλείει τοῦ ἀκούειν· ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστι κὴν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινὸς· τίς δὲ τὴν ὄσφρησιν, καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβου λείας, καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύ νειν, ἀλλ’ ὑφ’ ἑτέρου ἅγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵπ πος ἑαυτὸν ὑποζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύ νεται διατοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις τὰ καλὰ μὲν πράττειν τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις· ἀλόγιστα τὰ κακὰ καὶ ἄκριτα μένει, ἅτε δὴ τῆς λογικό τητος, καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν. εἶ ναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἐκ τῶν προειρημέ νων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ· καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῆ διδασκα λία πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα δια λάττειν αὐτήν· εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε πα ρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι, τῶ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται· ἀκόλουθόν ἐστιν ὑφ ἑαυτῆς κινουμέ νην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα, ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀπο θνήσκει τὸ σῶμα. εἰ μὲν οὖν καὶ αὐτὴ ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος ἀποθνήσκειν αὐτὴν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνά γκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῆ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον, ζῆ· ἡ γὰρ κίνη σις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν· ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀ μέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τό τε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανε ρώτερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τῷ σώματι ἐπιβέβηκε καὶ συνδέδεται τούτω, οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλί νης τούτου κειμένου· ἀλλ’ ὡς ἐν θανάτω κοιμωμένου, καὶ μὴ κινουμένου· αὐτὴ κατὰ τὴν αὐτῆς δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου, μένουσα ἐν σώματι, τὰ ὑπὲρ γῆν φαντάζεται καὶ φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ· καὶ πρὸς αὐτοὺς ἀφικνεῖται, τῇ τοῦ νοῦ θαῤῥοῦσα καθαρότητι· πῶς οὐχὶ μᾶλλον, καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώμα τος, ὅτε ὁ συνδ ει η σας αὐτὴν βούλεται θεὸς θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν. εἰ γὰρ καὶ συνδεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται, καὶ οὐ παύσεται τοῦ ζῆν· διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θν διὰ τοῦ ἑαυτοῦ λό γου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διατοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ, ἐπεὶ καὶ ἀθάνατός ἐστιν· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος, θνητὰ καὶ τούτου θεωροῦσιν αἰσθήσεις· οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνα τον εἶναι καὶ ἀεὶ ζῆν. αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφίουσι μένουσαι ἐν αὐτῆ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι πρὸς ἀσφά λειαν τῆς ἀθανασίας· διὰ τοῦτο γοῦν καὶ τῆς περὶ θεοῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς· οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ λόγου γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο καὶ ἄψυχα σέβουσιν· οὕτω καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζον τες· αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν· ἐν ἀλόγοις καταριθμούμενοι, καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγί ας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν· καὶ ἐπὶ τῷ λογικῶ μέγα φρονοῦσιν εἰκότως τοῦτο ποιοῦντες, διατί ὡς μὴ ἔχοντες· ψυχὴν παραλόγον τολμῶσι, καὶ οὐχ’ ἃ δεῖ φρονεῖν φρονοῦσιν ἀλλὰ κρείττονας καὶ τοῦ θείου ποιοῦσιν· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπο μένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἢ διατί ὥσπερ ἀπέστη σαν ἀπὸ τοῦ θεοῦ θῦ , οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτὸν· δύνανται γάρ ὥσπερ ἀπεστράφησαν τῇ διανοία τὸν θεὸν θν · καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς· οὕτως ἀναβῆναι τῷ νῷ τῆς τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεὸν θν , ἐπιστρέψαι δε δύνανται· ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψονται ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμ βεβηκὸς ἀλλότριον τῇ ψυχῆ· καὶ μόνην αὐτὴν ὥσπερ γέγο νεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῆ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον καθ’ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσιν. κατ’ εἰ κόνα γὰρ θεοῦ θῦ πεποίηται· καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμε τέραν. ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει· εἰκότως διαλαμπρυνθέντος τούτου, ὡς ἐν κατόπτρῳ θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν ἑαυτῶ τὸν πατέρα πρα · οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία, διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν· καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον· ἀλλ’ ἔστι πάλιν καὶ απὸ τῶν φαι νομένων τὴν περὶ τοῦ θεοῦ γνῶσιν καταλαβεῖν· τῆς κτί σεως ὥσπερ γράμμασι τῆς τάξεως καὶ ἁρμονίας, τὸν ἑ αυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγα θ ως ος γὰρ ὢν καὶ φιλάνθρωπος ὁ θεὸς καὶ κηδόμενος τῶν ὑ π’ αὐτοῦ γενομένων ψυχῶν· ἐπειδὴ ἀόρατος καὶ ἀκα τάληπτός ἐστι τὴν φύσιν· ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων, καὶ διατοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῶ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ, ἀγέννητον· τούτου ἕνεκεν τὴν κτίσιν· οὕτω διεκόσμησε τῷ ἑαυτοῦ λόγω ὁ θεὸς θς · ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις· ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται. καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλ ματοποιοῦ φιδίου· ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμε τρίας, καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας· ἐμφαί νειν καὶ μὴ παρόντα φιδίαν τοῖς ὁρῶσιν· οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρεῖται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτω φύσει αὐτοῦ ὁ θεός θς μή τις τοῦτο προ φασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν· ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώ σκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημι· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ παῦλος, ῥωμαίοις μὲν γράφων οὕτως, τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νο ον ού μενα κα θορᾶται· λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων, καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι· εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὃς ἐν ταῖς παρωχημέναις γενεαῖς, εἴασε πάν τα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι γε οὐκ ἀμάρ τυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς δι δοὺς, καὶ καιροὺς καρποφόρους ἐμπιπλῶν τροφῆς καὶ εὐ φροσύνης τὰς καρδίας ἡμῶν. τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκ λον, καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀ στέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις ἐναντίας μὲν καὶ διαφόρους γιγνομένας· ἐν δὲ τῇ διαφορᾶ ὁμοίαν τὴν τά ξιν παρὰ πάντων ὁμοῦ σωζομένην· οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτὰ· ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής. τίς δὲ ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα μεθ’ ἡμέραν· σελήνην δὲ φαίνουσαν κατὰ νύκτα καὶ φθίνουσαν καὶ πληρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἶσον πάντως ἀριθ μ ῶ ὸ ν, καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλά ττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμενα· οὐκ ἂν ἔννοιαν λάβοι, ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δη μιουργὸς. τίς ὁρῶν τὰ ἐναντία τῇ φύσει, συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον τίς ἰδὼν πῦρ ψυχρῶ· καὶ ξηρὸν ὑγρῶ κεκραμμένον, καὶ ταῦτα μὴ ἀντιστατοῦν τα πρὸς ἄλληλα ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων, τὸν ταῦτα συνάψαντα. τίς ἰδὼν χειμῶνα παραχωροῦντι ἔαρι, καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρω· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει· τὸ μὲν γὰρ, ψύχει· τὸ δὲ, καίει· τὸ δὲ, τρέφει· τὸ δὲ, φθίνει· ὅ μως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀποτελοῦν τα τὴν χρῆσιν· οὐκ ἂν ἐννοήσειεν, ὅτι ἔστι τις κρείττων τούτ ων ὁ τὴν ἰσότητα παρέχων πᾶσι, καὶ κυβερνῶν τὰ πάν τα κἂν μὴ βλέπ ων η τοῦτον. τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖ σαν βαρύτητα· οὐκ ἔννοιαν λαμβάνει, τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι. ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρ υτάτην οὖσαν τῇ φύσει, ἐπὶ τὸ ὕδωρ ἐδρασθεῖσαν καὶ ἀκί νητον μένουσαν, ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα, τὸν ταῦτα διαταξάμενον, καὶ ποιήσαντα θεὸν. τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν, καὶ οὐρα νόθεν ὑετοὺς καὶ ποταμῶν ἐπιρροίας καὶ ποταμῶν πηγῶν ἀναβλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονὰς. καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὁρισμένους γινόμενα· καὶ ὅλως τίς κατανοήσας ἐναντίαν ὁμοίοις γρ(άφε) ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐν θυμηθείη, ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμησαμέ νη καὶ διέπουσα, ὡς ἂν αὐτῆ δοκῆ μένουσα καλῶς. αὐ τὰ μὲν γὰρ καθ’ ἑαυτὰ οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη, διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νε φέλαι κοῦφαι, καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυ γχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ, ὁρῶμεν ἐν ταῖς νε φέλαις βασταζόμενον. καὶ πάλιν, ἡ μὲν γῆ βαρυτάτη ἐστὶ· τὸ δ’ αὖ πάλιν ὕδωρ κουφότερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν, οὐ ταυτόν ἐστι τῷ θήλει· καὶ ὅμως εἰς ἓν συνάγεται, καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις, τοῦ ὁμοίου ζώου καὶ συνελόντι φάναι· τὸ ψυχρὸν τῷ θερμῳ ἐναντίον ἐστι· καὶ τὸ ὑγρὸν τῷ ψυχρῶ μά χεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα, καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν. οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συ νήγαγον. εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοπ οῦν, ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτὰ· φύσει μὲν τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν ὄντα ἐναντία· τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλι άζοντα. ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις· πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῶ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ· ἢ τὸ περιφερὲς τῷ ὀρθῶ· ἢ τὸ πῦρ, τὸ ψυχρῶ· ἢ ὅλως ἡ θάλαττα τῆ γῆ· ἢ ὁ ἥλιος τῆ σελήνη· ἢ τὰ ἄστρα τῷ οὐρα νῶ· καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν, ἀνο μοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίγνεσθαι πρὸς αὐτά· τοῦ μὲν καί οντος, τοῦ δὲ ψύχοντος· καὶ τοῦ μὲν, βαρέως κάτω, τοῦ δὲ κού φου ἐκ τῶν ἐναντίων ἄνω ἕλκ ό ο ντος· καὶ τοῦ μὲν ἡλίου φωτί ζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα ἐστα σίασαν ἂν πρὸς ἑαυτὰ· ὅτι τὰ μὲν ἀνωτέρω, τὰ δὲ κα τωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ οὐκ ἂν παρεχώρησε τῆ ἡμέρα, ἀλλ’ ἔμενε πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασι άζουσα. τούτων δὲ γιγνομένων, λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσ μον, ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ ἔτι σύστασιν, ἀλλ’ ἀσύστατον τὸ ὅλον· οὐκ ἔτι μέτρα, ἀλλ’ ἀ μετρίαν· τῆ γὰρ ἑκάστου στάσει καὶ μάχη πάντα ἀνηροῦντο· ἢ τὸ κρατοῦν μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν, τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενόμενον καὶ λει πόμενον τῆ τῶν ἄλλων χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποὺς καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληραν ἐν ἄλλω τὴν τοῦ σώματος δόξαν. ποῖος γὰρ κόσμος ἦν εἰ μόνο ς ν ἥλιος ἔφαινε, ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς , χωρὶς τῶν ἄστρων, ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλαττα ἦν· καὶ ἢ εἰ μόνη γῆ χωρὶς ὑδάτων, καὶ τῶν ἄλλων τῆς κτίσε ως μερῶν ἔκειτο. πῶς δ’ ἂν καὶ ἄνθρωπος ἐφάνη· ἢ ὅλως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων· καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· ἀ οὐκ ἂν γὰρ ἐκ μόνου θερ μοῦ ἢ μόνου ξηροῦ συνέστη τί τῶν ὅλων ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρα τεῖν ἠδυνήθη ἂν συστῆναι, χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ’ ἀταξία· ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντί· καὶ οὐκ ἀμετρία, ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία, ἀλλὰ κόσμος, καὶ κόσμου παναρμόνιος σύνταξις· ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦ τα συναγαγόντος καὶ συσφίγξαντος, καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν μὴ γὰρ τοῖς ὀφθαλμοῖς ὁρᾶται· ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων συστη συνεστῶ σαν μικρῶν καὶ μεγάλων· καὶ πλουσίων αὖ καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων, καὶ ἀῤῥένων καὶ θηλει ῶν· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῆ διαφόρους μὲν ὄντας, ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς με γάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόν των γιγνομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρη νεύοντας· εἰ ταῦτα βλέπομεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχον τος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει, κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μέν γὰρ ἀταξία ἀναρχίας ἐστί γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν πρὸς ἑαυτὰ συμφωνίαν ὁρῶντες, ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῆ ἀκοῆ· οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει· ἀλλ’ ἕκα στον τὴν ἰδίαν ἀποτελεῖ χρείαν· ἀστασιάστως ἐννοοῦμεν καὶ ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν· κἂν μὴ βλέπομεν αὐτὴν· οὕτως ἐν τῇ τοῦ παρόντος τάξει καὶ ἁρμονία, τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεὸν· καὶ τοῦτον ἕνα καὶ οὐ πολλοὺς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία· οὐ πολλοὺς, ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγε μόνα δείκνυσι λόγον. οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες· ἐσώζετο τοιαύτη τάξις τῶν πάντων, ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα καὶ μαχομένου πρὸς τὸν ἕτε ρον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι· οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος οὐδεὶς ἐφαίνετο λοιπὸν καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευ σοτ σεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρου ομένη, σύμφωνον ἀποτελέσει τὸν ἦχον· εἰ μὴ εἷς ὁ ταύτην πλή ττων εἴητε εἴη τεχνίτης. οὐκ οὖν μιᾶς οὔσης τῆς κτίσεως, καὶ ἑνὸς ὄντος κόσμου, καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν κύριον· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς, ἕνα τὸν σύμπαντα κό σμον πεποίηκεν· ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ’ ὅτι εἷς ἐστιν ὁ δη μιουργὸς διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν, ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μὴ τῇ περὶ τούτον ἀγνοία, πλανη θεὶς τις ἕτερον ὑπολάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρό τερον ἀθεότητα ἐμπέση· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν. εἰ γὰρ δεῖ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν ἔδειξε θεοποιοῦντας ἤλεγξε πλανωμένους· καὶ κα θόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν, ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξε. ανάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι θεὸν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως κύριον κν , καὶ πάσης ὑποστά σεως δημιουργὸν· τίς δὴ οὖν οὗτός ἐστιν, ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας· ὁ τοῦ χριστοῦ χῦ πατὴρ· ὅστις καθάπερ ἄριστος κυβερνίτης τῇ ἰδία σοφία καὶ τῷ ἰδίῳ λόγῳ· τῷ κυρίω ἡμῶν καὶ σωτῆρι χριστῷ χῷ , τὰ πανταχοῦ διακυ βερνᾶ σωτηρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῶν καλῶς ἔχειν δοκ εῖ ῆ · ἔχει δὲ καλῶς ὡς γέγονε καὶ ὁρῶμεν γι γνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται. καὶ τοῦτο oὐκ ἄν τις ἀπιστήσειεν. εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις, καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν· καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφία καὶ ἐπιστήμη συνέστηκε καὶ παντὶ κόσμῳ διακεκόσμηται· ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ ἄλλον τ ί ι νὰ ἢ λόγον εἶναι τοῦ θεοῦ. λόγον δέ φημι· οὐ τὸν ἐν ἑκάστω τῶν γενομένων γρ(άφε) λεγομένων συμπεπλε γμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινὲς εἰώ θασι καλεῖν· ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῇ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπι βάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος, λό γον τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν · αὐτολόγον λέγω· ὃς ἄλλος μέν ἐστὶ τῶν γεννητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος· ὃς τόδε τὸ πᾶν διεκόσμησε, καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ· ἀγαθοῦ γὰρ πατρὸς πρς , ἀγαθὸς λόγος ὑπάρχων· αὐτὸς τῆς τῶν πάν των διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία, τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν σωτηρίαν γρ(άφε) ἁρμονίαν . οὗτος θεοῦ δύναμις καὶ θεοῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μέν περι στρέφει· γῆν δὲ ἀναρτήσας, καὶ ἐπὶ μηδενὸς κειμένην τῷ ἰδίω νεύματι ἤδρασε· τούτω φωτιζόμενος ἥλιος τὴν οἰκουμέ νην καταυγάζει· καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς. διατοῦτο καὶ τὸ ὕδωρ ἐπὶ νεφῶν κρεμμᾶται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μέν θάλαττα περιορίζεται· ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητ είη οίη περὶ τῶν λεγομένων· εἰ ὅλως ἐστι λόγος θεοῦ θῦ · μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ. ἔχει δὲ ὅμως καὶ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγῳ καὶ θεοῦ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τί τῶν γενομένων εἰ μὴ λόγῳ ἐγεγόνει· καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέχθη· λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα· ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς ἐστιν εἰκὼν ἀπαράλλακτος· ἄνθρωποι μέν γὰρ ἐκ μερῶν συγκείμενοι, ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς, οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὁ λόγος ὁ τοῦ θεοῦ, λόγος τοῖς γενο μένοις ἐπιβέβηκεν· ἔστιν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις, ἅτε δὴ ἐξ οὐκ ὄντων, ὑ ποστᾶσα ῥευστή τις καὶ ἀσθενὴς, καὶ θνητὴ καθ’ ἑαυτὴν συ γκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς ἀγαθὸς καὶ ὑπέρκα λος τὴν φύσιν ἐστὶ· διὸ καὶ φιλάνθρωπός ἐστιν· ἀγαθῶ γὰρ, περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθο νεῖ· ἀλλὰ πάντας εἶναι βούλεται, ἵνα καὶ φιλανθρωπεῦ σαι δύνηται. ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν, ὅσον κα τὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλ ον· τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίω λόγῳ ποιήσας τὰ πάντα, καὶ οὐσ ί ι ώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κιν δυνεύση πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῶ ὄντι θεῶ τὴν σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν, ἵνα τῇ τοῦ λόγου ἡγεμονία καὶ προνοίᾳ, καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνη θῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς λόγου μεταλαμβά νουσα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι μὴ ἆρα πάθη ὅπερ ἂν ἔπαθεν εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου πρωτό τοκος πάσης κτίσεως, ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστη κε τὰ πάντα· τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας· οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέ λειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, καὶ φωτίσας τά τε φαινό μενα καὶ τὰ ἀόρατα· πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς, ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον εἰδία καὶ ἀθρόως, ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων τάς τε ἀρχὰς πάσης αἰ σθητῆς οὐσίας· αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ, καὶ ὑγρὰ καὶ ξηρὰ· εἰς ἓν συγκεραννύων ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν, δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τὸ ψυχρῷ μάχεται· οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ’ ἑαυτὰ ὄν τα ἐναντία συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονοῦσι· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τούτω τῷ θεῷ λόγῳ πειθόμενα· τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ ἐν οὐρα νοῖς συνίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς, ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾶ παντοίοις καὶ διαφό ροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φα νεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομέ νων· ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ἥ φη σὶ καὶ ὁ θεολόγος ἀνὴρ· ἐν ἀρχῆ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν , καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ἕν ὃ γέγονε · οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος, καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῆ τέχνη συναγαγὼν. ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη· οὕτως καὶ ἡ τοῦ θεοῦ σοφία, τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ αὐτ ῶ οῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ πατρὶ, πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ πατρὶ πρὶ δοκῆ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος, τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῷ αὐτῶ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων· ἀλ λὰ ἀθρόως ὅλα, τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω, τὰ μέσα, τὰ κάτω, τὰ ὑγρὰ, τὰ ψυχρὰ, τὰ θερμὰ, τὰ φαι νόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑ κάστου φύσιν· ὁμοῦ γὰρ τῶ ν ῷ αὐτῶ νεύματι αὐτοῦ· τὸ μέν ὀρ θὸν, καὶ ὀρθὸν γρ(άφε) ὡς ὀρθὸν , τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται· καὶ τὸ ξηρὸν, ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται, καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη· ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ με γάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀν δρῶν, παίδων, γυναικῶν, αὖ καὶ γερόντων, καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ· ὁ μὲν ἀνὴρ, ὡς ἀνήρ· ὁ δὲ παῖς ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν ταυτῷ τὰς ἐν ἡμῖν αἰσθ ει ή σεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν· τὴν δὲ ἀκοὴν, ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρη σιν ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν, γεύεσθαι· πολλά κις δὲ, καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ὥστε καὶ τοὺς πό δας περιπατεῖν· ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῆ, ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πόλει, καὶ οἰκοδομουμένη ἐπὶ παρουσία τοῦ καὶ ταύτην οἰκοδομή σαντος ἄρχοντος καὶ βασιλέως, ἐκείνου γὰρ παρόντος καὶ προ στάττοντος, καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμενοι πάντες, οἱ μὲν ἐπὶ τὴν γεωργίαν οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσι· ἄλλος δὲ ἐπισιτησόμενος προέρχε ται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ ἐπὶ τὴν ἐκκλη σίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται μὲν δὲ εὐθέως ὁ μὲν τεχνί της ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέ ρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θερα πείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομὴν· καὶ ὁ μέν εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μέν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῆ παρουσία τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίγνονται καὶ συ νίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως, κἂν μικρὸν ἦ τὸ παράδειγμα· ὅμως μείζονι διανοία χρὴ νο εῖν. ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ λόγου, ὁ μοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γί γνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξ ει ι ς ἀποτελεῖται. νεύ ματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμο νεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου· οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μέν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μέν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕ ψος ἀνατεταμένα ἵσταται· ἡ θάλαττα κυμαίνει· καὶ τὰ ἐν αὐ τῆ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος πλάττεται, καὶ ζῆ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· και ροὶ καὶ ὧραι παραγίγνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλλος πή γνυται· πετεινὰ ἵπταται, ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· π θάλαττα πλέεται· γῆ σπείρεται, καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νε άζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὔξοντα γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν ἀφανίζεται· τὰ δὲ γεννᾶται καὶ φαίνεται. πάντα δὲ ταῦτα καὶ ἔτι πλείω τούτων· ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν· ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ λόγος φωτίζων καὶ ζωοποιῶν τῶ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακο σμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφεὶς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων συμπεριλαβὼν ἐν τοῖς ὅλοις, συ νέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ αὐτοῦ προνοία· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδι ον· ὡς γὰρ τῆ αὐτοῦ προνοία καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ἑνὶ καὶ ἁπλῶς νεύμα τι τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει, ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀ ποδιδοὺς. ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς· καὶ σύστασις γινόμενος τῶν πάντων τὰ πάν τα πρὸς γνῶσιν καὶ δόξαν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μο νονουχὶ διὰ τῶν γιγνομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουρ γὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ, καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐν θυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον· οὕτως νοοῦντας λόγον θεοῦ, νοεῖν ἐστιν ἀνάγκη, καὶ τὸν τούτου πατέρα θεὸν· ἐξ οὗ προϊὼν εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς ἴδοι. εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπου, ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγω ἐπιβάλλοντες τὸν νοῦν σημαι νόμενον ὁρῶμεν τῷ λογισμῶ· πολλῶ πλέον μείζονι φαντα σία καὶ ἀσυγκρίτω ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν, καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ, ὡς αὐ τὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα· ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήση τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαι ούμενος, ἀναντίῤῥητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίν υν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος, λέγων· οὐ ποιήσεις σεαυτῶ εἴδω λον· οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον· ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσι· ὀφθαλμοὺς ἔχουσι καὶ οὐ χ κ ὄψονται· ὦτα ἔχου σι καὶ οὐκ ἀκούσονται· χεῖρας ἔχουσι καὶ οὐκ ἀκούσονται· χεῖ ρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περι πατήσουσιν· οὐ σεσιώπηκε δὲ τὴν περὶ κτίσεως διδασκαλί αν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέποντες, οὐχ’ ὡς ἔργα θεοῦ, ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι προασφαλίζεται τοὺς ἀνθρώπους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σε λήνην, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ , πλανηθεὶς προσκυ νήσης αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ οὐκ εἰς τὸ εἶναι θεοὺς αὐ τοῖς αὐτὰ· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν, τὸν τῶν πάντων δημιουργὸν ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θεί ων γραφῶν εἶχον τὴν περὶ θεοῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων φησί· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ’ ὡς ὄντων δὲ θεῶν, ἄλλων κωλύει τούτους αὐ τοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν θεὸν θν ἀποστραφεὶς θεὸν θν ἑαυτῶ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ πα ρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες, καὶ δειχθέντ ες οὐκ ὄντες θεοί. καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι, δι’ ἧς φησιν οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅ περ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινό μενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν, ἢ εἰδώλων ἀθεότητα σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι· οὐχί γε, ἀλλὰ καὶ προαπαντᾶ τῇ διανοία λέγουσα· ἄκουε ἰσραὴλ ἰήλ , καὶ κύριος κς ὁ θεός θς σου εἷς ἐστι κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν σου ἐν ὅλη τῇ καρδία σου, καὶ ἐν ὅλη τῇ ἰσχύϊ σου· καὶ κύριον κν τὸν θεόν θν σου προσκυνήσεις καὶ αὐτῷ μόνω λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήση. ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται· ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν ἧ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου διαμέ νει ἡ ἡμέρα· καὶ ψ πάλιν· ψάλλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρα, τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις, τῶ ἑ τοιμάζοντι τῇ γῆ ὑετὸν· τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῆ δουλεία τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφὴν. διὰ τίνος δὲ δίδωσιν· ἢ δι’ οὗ καὶ πάντα γέ γονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἔστι πρόνοια. τίς οὖν ἂν εἴη οὗτος, ἢ ὁ τοῦ θεοῦ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρω λέγει· τῷ λόγω κυρίου οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γενόμενα διαλέγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πεί θει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλα το καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωυσῆς, ἐν ἀρχῆ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον, ἐξηγούμε νος καὶ λέγων· καὶ εἶπεν ὁ θεὸς θς , ποιήσωμεν ἄνθρωπον κα τ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ πατήρ πήρ · γενηθήτω ὁ οὐρανὸς οὐνὸς , καὶ συναχθήτω τὰ ὕδατα καὶ ὀφθή τω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν, οὐ γνησίως εφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεός θς · ἵνα καὶ προστάττων λαλῆ. εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέ ταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν ἀλλ’ ἔμελλε γίγνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέ σθαι τῶ μηδέπω γενομένω προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέττατεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ καὶ γενοῦ γῆ, καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε· νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δε λέγων· ποιήσωμεν ἄνθρωπον· καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται θεὸς θς ὢν πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτω· ὧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαί η θεὸν ὁμιλεῖν· ἢ τῷ ἑαυτ ῶ οῦ λόγω· ἢ τίς τούτω συνῆν ποι οῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν· ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν συμπαρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ γενητὰ συμπεριλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων, ἐδημιούργει τὸ πᾶν, καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὤν τοῦ πατρὸς πρς τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποιεῖ· ἧ φησὶ καὶ ὁ σωτήρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταὶ· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα· καὶ ἀληθινὸς υἱὸς ὑπάρχων, δύναμις ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὢν· οὐδὲ ἔξωθεν ἐπιγενο μένων τούτων αὐτῶ, κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σο φιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς, αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετὴ, καὶ μὴν καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα καὶ εἰκὼν, καὶ συνελόντι φράσαι· καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς, εἰκὼν ἀπαράλλακτος τοῦ πατρός πρς . τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λό γου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων· γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν, αὐτο αγιασμὸς, καὶ αὐτοζωὴ, καὶ θύρα καὶ ποιμὴν καὶ ὁδός· καὶ βασιλεὺς καὶ ἡγεμὼν· καὶ ἐπὶ πᾶσι σωτὴρ καὶ ζωοποιὸς· καὶ φῶς καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγα θὸν καὶ δημιουργον υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀ φανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέ ραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσιν· διὰ τῆς τῶν πάντων αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησίν· ἐγὼ ἐν τῶ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοὶ· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνο ντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ, πάντων τῶν ἐν αὐ τοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι παράφρονες παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν· τὰ οὐκ ὄντα πρὸ ς τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ, τὰ μὴ ὄντα ἐθεοποίησαν, τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύσαντες· πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσσεβές. ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα κατα πλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη, τὸν δὲ συνθέντα καὶ ἁρ μοσάμενον ἐκβάλλοι. ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πε π ι η ρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ὅλως οἰκοδομὴν, ἢ ναῦν, ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχι τέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσ περ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν· οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν, οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες, καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες τὸν σωτῆρα τῶν πάντων τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων. εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοφι λὲς ὦ φιλόχριστε· χαῖρε καὶ εὔελπις γίνου, ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐ ρανῶν ἔστιν ὁ καρπὸς· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐ τὸν πολιτευομένοις ἐστὶ τὸ ἔπαθλον, ζωὴ αἰώνιος· οὕτως τοῖς τὴν ἐναντίαν, καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπον ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγνωστος ἐν τῆ ἡμέρα κρίσεως· ὅτι καίτοι γνῶντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντίως ὧν ἔγνωσαν ἔπραξαν.