Athanasius ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον παρὰ τῆς τῶν ἀνθρώπων ἀνων διδασκαλείας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε, καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς διδασκαλίας χριστοῦ χυ ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τ’ ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν. φιλοκάλως δ’ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι, αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευ σται γραφαὶ, πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακα ρίων ἡμῶν διδασκάλων, εἰς ταῦτα συνταθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται. ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστὶν, ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ, τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου δι δασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν, ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες, χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισ θησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις, ὅτι τὸν σταυρὸν στρον δια βάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν· πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα, πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες, αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι. εἰ γὰρ τοῦ σταυροῦ στρου γινομένου, πᾶσα μὲν, εἰδωλολατρία καθῃρέθη· πᾶσα δὲ δαιμόνων φαντασία, τῷ σημείῳ τού τῳ ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατὴρ πηρ , καὶ οἱ μὲν ἀντιλέγοντες, καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὡσημέραι, τὰς ψυχὰς μεταπείθει ἀφανῶς· πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ὅτι ἀνθρώπινόν ἀνινoν ἐστὶν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον· καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς, τὸν ἐπὶ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς, θαυμά ζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται. ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλείων ὁ τοῦ φωτὸς, ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος, τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἠγεμόνα τοῦ τοιούτου κατορθώματος· εἶναι θεὸν θν · καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐ φικτὸν ἡμῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευ δῶν διελενχθέντων λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψ ει η · καὶ θαρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἀνε , ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκον, οὐκ ἠπατή θης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν, ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὖν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξάντο· καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι, ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν, ἑαυτοῖς ἀνε πλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημι ουργὸς καὶ παμβασιλεὺς θεὸς θς , ὁ ἐπέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπι νοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χῦ · τὸ ἀνθρώπινον ἀνινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώ ζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτε ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλληται καὶ συνομιλῆ τῶ θείω· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βοίον. οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος, τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν· τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπὲρ ἄνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἄνω ἑαυτῶ συνὼν· ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ· τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλώτταν ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἣν εἶχεν ἐν ἐκείνῳ τῶ τόπῳ· ὃν καὶ μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱ κανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστι καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι· καθάπερ καὶ ὁ κύριος κς φησὶ μακάριοι οἱ καθαροὶ τῆ καρδία, ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκέ υασε, ἠθέλησεν μένειν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων καὶ ὀκνήσαντες, περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν ἐγγύτερα δὲ τούτοις ἦν τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· κατανοοῦντες δὲ ἑαυτοὺς· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν, ἀντιλαμβανόμενοι, καὶ ὡς οὐοὐ ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας. ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀπο στῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν· τεταραγ μένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρ χῆς αὐτῶν περὶ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου · ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας, ἑαυτὸν δὲ κατα νοεῖν ἤρξατο· τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνῶντων ᾔσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς οὐ τοσοῦτον ἀπὸ ἐν δύματος· ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν. ἄποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως· καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας, τοῦ σώματος ἐνέβησαν· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου, καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φο βεῖσθαι ταύτας καταλεῖψαι. ὅθεν δὴ καὶ δειλίαι· καὶ φόβοι· καὶ ἡδοναί· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον· καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φο νεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν, σημᾶναι. ἀποστᾶσ α τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις χρωμένη· καὶ ἡσθεῖσα τῆ· τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρή σατο τῷ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν αὐτὸ τὸ ὄντως καλόν. ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο, οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστρά φη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατ’ ἀρετὴν· οὐ δὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη· τὸ ἑαυτῆς δυνατὸν μετα ποιεῖ· καταχρωμένη τοῦτο εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ, καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὸ καλὸν νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γι νώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς· ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα· τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων , οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς, εἰς τὸ τὴν κτίσιν ὁρᾶν καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως, γινώσκειν τὸν δη μιουργὸν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας· εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν· καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας, καὶ τῆς ἐν αὐτοῖς κι νήσεως, λοιπὸν πλανoμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα· καὶ τούτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναν τία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα, ὅτι καὶ τοῦτο δύναται, καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη σώζει τὴν ἑαυτῆς ἀξίαν καὶ οὐχ’ ἁμαρτά νει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ παρεγγυᾶ φωνῆ· πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ ἀδύνατον δύνατον f. σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη· φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τ’ ἄλλα μέλη εἰς τὸ μοιχεύειν· ἀντὶ νο μίμης τεκνογονίας· καὶ τὴν μὲν γλώτταν ἀντὶ εὐφημίας, εἰς βλασφη μίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν εἰς τὸ κλέπτειν· καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν· εἰς ὀδμῶν ἐρωτικῶν ποι κιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστὶν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐὰν ἡνί οχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ· καταφρον σει μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύ νειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύ νηται· δύναται δὲ ὡς βούλεται, καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολ λάκις δὲ καὶ κατακρημνῶν ἐλαύνει φερόμενος, ὅπου δὰν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτω καὶ ἡ ψυχὴ, ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μεταὐτῶν ὐφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁ δοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χὔ · σκοπῶν γοὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλή νων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστά σει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων ὅλων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑ αυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ. ἐπεὶ, οὐκέτι καλὸν ἂν εἴη· μεμιγμένην ἔχων τὴν φύσιν, ἢ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς πατρι πρι κῆς διδασ καλίας, καὶ περὶ τὴν πίστιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ· παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα, θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν τὸν καὶ τῆς κτίσεως δημιουργὸν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξοιεν, ἔκ τε τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασά μενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰ ς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολογοῦ μαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ · πληροῦντος· κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος, κατὰ τὴν τοῦ σωτῆρος φωνήν· εἰ μὴ ἆρα ὡς ἐν ἰσοστασίῳ, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν , εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν· ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴ ση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἐστὶ γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου·καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύ λου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδέν· πλὴν μόνης τῆς τοῦ δη μιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων, δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστὶ ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεός θς . ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαῦλου ἄδηλον φανή σεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοι αύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησια στικῆς γνώσεως· ὅτι τὸ κακὸν, οὐ παρὰ θεοῦ θῦ οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλ’ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο, καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅ περ βούλονται. ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῶ ἐπι νοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανόμενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων νομίζων οὐκ εἶναι φῶς, ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδόλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται· ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν , καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ · τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζή τησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκεις ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγο νε· τὸ δὲ τὴν ἀρχὴν ἔχων κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον. οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ψυχῆ· κατ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μα θοῦσα γὰρ διαφορᾶς ἡδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας αποβλέπουσα· ἐνόμισε μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ, εἶναι καλὰ. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνά μεως τὸν θεὸν θν λόγον, καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γινομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σω ματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῇ κάτοπτρον· δι οὗ μόνον ὁρᾶν ἠδύνατο, τὴν εἰκόνα τοῦ πατρὸς πρς , οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περι φέρεται καὶ μόνα ἐκεῖνα ὁρᾶ· τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπόν ὃν, ἐπελάθετο διανοία θεόν θν · τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀνα πλάττεται· τοῖς φαινομένοις τὴν θεοῦ θῦ προσηγορίαν· ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα, ἅ αὐτὴ βούλεται καὶ, ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτω καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλά σαντο. οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς, μηκέτι μὲν βλέπει τὸ φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα· διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος νομίζοι μὴ δὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρο νες, καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλα θόμενοι τῆς τοῦ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῷ τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες ἤπερ τὸν τούτων αἴτιον καὶ δη μιουργὸν δεσπότην θεόν θν . ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσω μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον καὶ εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτως καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέ μειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτυρεῖ λέ γουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ. ἄρτι γὰρ ἀπε πήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι · πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίῳ καὶ σελήνη καὶ τοῖς ἄστροις· τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν. εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως, τὴν θερμὴν καὶ τὴν ψυχρὰν καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν θεοὺς ἀνύμνησαν. ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν, ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον ὡς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογι ζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ· ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προση γορίαν, μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον. τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν ὥστε καὶ τὰ μὴ δόλως μὴ δαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα· ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι, λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν· καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας, τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαν τες, προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη οἱ δὲ αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρ χοντας· ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάν των· ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος, ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περι βόητος ζεύς· καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δ’ αἰγυπτίοις ἴσις· καὶ ὄσιρις, καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως· παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον οὐ σεμνὸν, ἀλλὰ ἀσελγείας ἔμπλεω, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐ πιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων, τελευτήσαντα τὸν τῆς ἠ δονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησσκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώ ρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων, ὅτι οὐκ ἄλλως ἐφευ ρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μήτι θαυμάσης, μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος, τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται· καὶ κρίνωσι· δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκέ υεσθαι, θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν· αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες καὶ εἶναι θνητοὶ μὴ ἀρνού μενοι. ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεοὺς· τὸ γὰρ ποιοῦν τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς πάντως, ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς, ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς ἐθέλουσιν αὐτοὶ, τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστὸν ἐστὶ τοῦτο· ὅτι αὐτοὶ ἀ ποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθνος οὐ καινὸν, οὐδ’ ’ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἦν ἄνωθεν προγινόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεὺς καὶ πο σειδὼν καὶ ἀπόλλων· καὶ ἤφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δή μητρα καὶ ἀθηνᾶ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο· οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας, τὸν διαταξά μενον εἰδότες, οὓς διετάξαντο προτιμῶσι· καὶ εἴθε μέχρις ἀρ ρένων εἱστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέ φερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας· ἃς οὐδ’ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῇ τοῦ θεοῦ θῦ τιμῆ θρησ κεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προει ρήκαμεν· παρὰ δὲ αἰγυπτίοις· ἴσις καὶ κόρη καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα· οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς· τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζω γραφήσαντες καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες, οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐ κ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς· ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκέτι εἶναι τὴν διὰ τῆς εἰ κόνος δόκησιν ὁρῶντες παραμυθῶνται· τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις περιτιθέασιν. ἐν γοῦν αἰγύπτῳ, εἰσέτι καὶ νῦν· ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τύφω νος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δω δώνη χαλκεῖα καὶ οἱ ἐν κρήτη κορύβαντες τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος, ὡς περὶ θεοῦ θῦ διανοηθεὶς ὁ πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους παρέρχεται τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων. ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ ἀρχῆς· οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχόμενος πατήρ πηρ τοῦ ταχέως ἀφαι ρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα· ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς. εἶ τ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος· ὡς νόμος ἐφυλάχθη καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο γλυπτὰ· οὓς ἐν ὄψει μὴ δυ νάμενοι τιμᾶν ἄνθρωποι ἄνοι , διὰ τὸ μακρὰν οἰκεῖν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου ἐποίησαν· ἵνα τὸν ἀπόντα· ὡς παρόντα· κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπί τασιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον· διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγον τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα, λίθοις καὶ ξύλοις περιέθηκαν. οιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως· ἐπὶ μάρτυρι τῇ γραφῆ· παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν ὅσον ἀφ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι· λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἶον γὰρ οἷόν ἐστιν ἰδεῖν· τοὺς παρὰ ποιη ταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν· ἁρπάζοντα μὲν, τὸν γανυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοι χείας· δεδιῶτα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπό ληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνάμενον, καὶ ἐπιβου λευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν, ἀθηνᾶς λέγω καὶ ἥρας καὶ ποσει δῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικός· καὶ τοῦ ἑκατονταχείρου αἰγέ ωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλό γοις ζώοις τετράποσί τὲ καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνέ υοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον, διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλήν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμεύομενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μὴ δὲ οἱ κοι νοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν, ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθορὰν, ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν· καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα· κἂν χλευάσειε καὶ ζημιώ σειε θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας, θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευά ζων, ὧν εἰσὶ διόνυσος καὶ ἡρακλῆς· καὶ διόσκουροι· καὶ ἐρμῆς καὶ περσεὺς· καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλ λακτον πρὸς ἑαυτοὺς ἔριν· ἐν ἰλίῳ τῶν ἑλλήνων καὶ τρώων χάριν, οὐ κα ταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονει κίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρόξυναν. τίς ἰδὼν, ὑπὸ μὲν διομήδους τιτρω σκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους τὴν ἥραν καὶ τὸν ὑποχθό νιον· ὃν καλοῦσι θεὸν θν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀ θηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χολαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως, καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους ἀνους αὐτοὺς, ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαί στου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσοιεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀρ γύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος. καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις, τοὺς ἀπατωμένους ἐν αὐτοῖς τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπισμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι καὶ ὁ μολογοῦσιν εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους, θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες οὐκ ἐρυ θριῶσιν· εἶτα προσκυνοῦντες λίθοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ κέουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσαγόρευου σι· καὶ ἃ πρὸ ὀλίγον εἰς χρῆσιν εἶχον· ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες· οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος, καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι, καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπει δὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμ μετρίας, καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογή σαντες τῷ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι, μισθοῦ παρὰ τοῦ γλύ ψαντος αὐτοὺς ἀγοράσαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπι λ αθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· δει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσ θαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα, τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε· πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη, οὕτω καὶ γεγόνασι· νῦν δὲ παρ ογ ειγκ ωνισάμενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα, προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῶ χρόνω, διὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ τοὺς μὴ βλέποντας προσκυνοῦσι. καὶ ἀκούοντες αὐτοὶ τοὺς μὴ ἀκούοντες γρ(άφεται) τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι · τοὺς μὴ δόλως κινουμένους· ἀλλὰ καὶ ἀψύχους ὄντας, ὡς θεοὺς προσα γορεύουσι· καὶ τό γε θαυμαστὸν ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπεξουσίαν ἔχον τες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μήτοι νομίσης ταῦτα μὲ λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφραθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλα φήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπε στι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεὸν θν · καὶ γλύφοντες πάντες μάταια· καὶ πάν τες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνῳ εἰρ γάσατο αὐτό· καὶ ἐν τερέτρω ἐρύθμισεν αὐτό· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίει ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη· ἐρύ θρωασεν αὐτὸ. καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρός· καὶ ὡς ὠραιότητα ἀνθρώπου ἀνου · ἔστησεν αὐτὸ ἐν οἴκῳ· ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· ὃ ἐφύτευσεν ὁ κύριος κς , καὶ ὑετὸς ἐμήκυνεν, ἵν’ ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν, καὶ λαβὼν ἀπ’ αὐτοῦ θερ μανθῆ· καὶ καύσαντες ἔπεμψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαν το εἰς θεοὺς καὶ προσεκύνησαν ἑαυτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρί· καὶ ἐπὶ τοῦ ἠμίσεος αὐτοῦ κρέας ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶπεν, ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδία καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδία αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνῳ τῇ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε· καὶ προσκυνοῦσιν αὐτό· γνῶ τε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κα τηγορούμενοι· ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες· οἱ οὕτω φανερῶς ἐλεγ χόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη, πεποιθῶσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔ λεγχον· ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων, ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα· πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν καὶ τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες οὐκ ἔχουσι· καὶ στήκοντες οὐ στήκουσι καὶ καθεζόμενοι οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γὰρ γνώρισμα μὴ δὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνη φαινόμενοι τεθέντες, εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιηταὶ λέγω καὶ συγγραφεῖς· ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ καὶ μὴ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν· ἠδύναντο γὰρ καὶ μό νῳ τῷ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ἀφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φό βους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο, ἢ ἑαυτοὺς ἐλέγχουσιν, ὅτι οὐ μόνον οὐ περὶ θεὸν θν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων, μυθολογοῦσιν. ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα· τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἠδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται. εἰ γὰρ τὰ παρὰ ποιηταῖς στὶ πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου· καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασι καὶ τὰ ὀνόματα πέ πλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς· οὐδὲ κρόνος· οὐδὲ ἄρης· πλάττονται δὲ τού τους ὡς ὄντας οἱ ποιηταὶ, πρὸς ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φή σωσι τὰ μὲν ὀνόματα οὐ πλάττονται τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πρά ξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἢ, εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες, ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιεν ἐννοίας, ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατι τίς ἀναθήσει, τὸ μὲν γὰρ καίει· τὸ δὲ ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν. εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ, καὶ ἀνθρώπων ἀνων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· καταλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῆ· καὶ ἐκ τῆς ο ὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῆ. ὥσπερ οὖν εἴ τις διαλεγόμενος περὶ ὕδατος καὶ πυρός καὶ τὰς τούτων ἐνεργείας ἐπαγγέλλων· οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι· ἀλλὰ καὶ λέγων· πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξο χώτατος ποιητὴς· εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους· τοιαύτας αὐτοῖς περι έθηκαν πράξεις· αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους , καὶ ἀνθρώπους ἀνους , οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδη, διατί μὴ καὶ ἐπὶ τῆς ἀνδρίας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν· ἀντὶ δὲ ἀσθε νείας ἀνδρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτως καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύσασθαι· τοῦ δὲ θερσίτου δύναμιν θαυμά σαι· καὶ τοῦ μὲν ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος παραφροσύ νην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος γυναικείας πράξεις· τῆς δὲ ἑκάβης ἀνδρεῖαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις τὴν μὲν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν οὐκ ἐφοβήθησαν καταψεύσασθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι, ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον· καὶ ὀλύμπιον καὶ ἐν οὐρανῶ οὐνῶ βασιλεύ οντα λέγωσι τὸν δία, οὐ πλάττονται, ἀλλ’ ἀληθεύοντες λέγουσι· τοῦτον δὲ οὐ μόνος ἐγὼ· ἀλλὰ καὶ πᾶς ὅστις, ἐλέγξειεν κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν. ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτόν· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν· οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας, ὑπονοεῖν τίς δύ ναται, θεούς. τί οὖν ἀπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχα ρισμένα τυγχάνειν, αἱ δὲ πράξεις ἀληθεύονται κατ’ αὐτῶν, καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰ, καὶ κα τηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσὶν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον· ἐπαίρουσι, τοῖς ἐγκωμίοις, ἵνα τῇ τούτων ὑπερβολῆ, τοὺς ἀκούοντας ἀπατήσαντες ἐπικρύψωσι τὴν ἐκείνων παρα νομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος, μὴ εὑρίσκει μὲν ἐκ πολιτείας μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν· τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι, τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χα ριζόμενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ, δυσωπούμενοι ἐπὶ ταῖς αἰσ χραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα ἀνινα · ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις ἀνινοις αὐτῶν ἐλαττόμασι, τὰς θεοῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι. καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη· καὶ τὰς τούτων πράξεις· ἐπεὶ γὰρ τὴν θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγο ρίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ’ ἀνθρώποις ἀνοις θνητοῖς, ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον· τούτου ἕνεκεν καὶ ἄκοντες ὑ πὸ τῆς ἀληθείας ἠναγκάσθησαν, τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη, πρὸς ἔλεγχον τοῦ μὴ εἶναι θεοὺς τούτους ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν, τοῖς ἐν τούτοις δυσιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχ θέντων μικρὰ πρότερον, ἀνθρώπους ἀνους αὐτοὺς, καὶ ἀνθρώπους ἀνους οὐ σεμνοὺς ὄντας ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται καὶ μέγα φρονήσουσιν, ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίω χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ση(μειωτέον) ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται, πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδὼν δὲ τὴν τοῦ κυβερνήτου, καὶ ἥφαιστος μὲν χαλκευτικήν· ἀθηνᾶ δὲ τὴν ὑφαντικήν· ἀπόλλων τὴν μουσικήν· ἄρτεμις τὴν κυνηγετικήν· ἥρα τὸν στολισμόν· δήμητρα δὲ τὴν γεωργίαν· καὶ ἄλλοι ἄλλως ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι, ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζουσιν ἄνθρωποι ἄνοι τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους , οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης, κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῆ ἀνθρωπίνῃ ἀνίνῃ διανοίᾳ· καὶ αὐ τοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες, καὶ ταύτης ἐπιστήμην λαβόντες τὰς τέχνας ση(μειωτέον) ἐπενόησαν. ἢ, εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύ εσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς, θεοὺς ἀναγορεύειν, καθ’ ὃ ν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν. γράμματα μὲν γὰρ ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν ζήνων ὁ ἐλεάτης· ῥητορικὴν δὲ κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν, λυκοῦ ρς ργοας γρ(άφεται) λυκοῦργος ὁ σπαρτιάτης, καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια, παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα· καὶ διάφορα τῶ βίω, τῶν ἀνθρώπων ἀπήγγειλαν χρήσιμα, κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν· εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι καὶ διὰ ταῦτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ’ αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς θεοῦ θῦ τιμῆς, ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουσιν, ἀκό λουθον καὶ τὸν δία, καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους, μὴ δὲ ὀνομάζεσθαι θεοὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν· ὅτι μὴ δὲ σεμνοὶ γε γόνασιν ὡς καὶ ἀπ’ αὐτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς, οὐδὲν ἕτερον ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφήν, ἢ τὴν ἀρρένων καὶ γυναικῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντοίων· τετραπόδων ἡμέρων τὲ καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλαττα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἠδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι , καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας, ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο, κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες, τετραπόδων τε γὰρ εἰκόνες καὶ ἑρπετῶν εἰσὶ παρ’ αὐτοῖς· καθὼς ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμην ὲ εὺ ς φησιν· ἐμα ταιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφ θάρτου θεοῦ θῦ · ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου · καὶ πετεινῶν καὶ τετρα πόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς , εἰς πάθη ἀτιμίας προπαθόντες γὰρ τὴν ψυχὴν· ταῖς ἠδονῶν ἀλογίαις, ὡς προεῖπον ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν ὡς παραδοθέν τες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται, καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες, ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφάς καὶ τύπους τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ λέγουσι διὰ τοῦτο αὐτοὺς ἔχειν· ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι· ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τε λετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφότεροι· καὶ βαθύτερα λέγειν νομίζοντες, φασὶ· διὰ τοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι· πρὸς ἐπίκλησιν καὶ ἐπι φάνειαν θείων ἀγγέλων· καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι γνωρίζουσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως, καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάσει τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τοῦτον οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ· εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ’ ἀληθεία κρινούση. πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν πε ρικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα· διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεὸν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχησαν συγκλείοντες ἕνα λίθον ἢ, ξύλον ἢ χρυσοῦ μέρος, πάσης τῆς γῆς πεπλη ρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνηται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσὶ μορφαὶ τὰ γλύμματα, τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων· λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀ ψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα, τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι· ἢ διὰ τὴν ἀγριότητα· ἢ διὰ τὴν ῥυπαρίαν· ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῶ γλύψαντες· θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν· ἢ τοὺς τούτων τύπους ἐν τούτοις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν, οὔτ’ ἡ μορφὴ οὔτ’ ἡ ὕλη· αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστὶ· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης· οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς θς , καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσω καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς. περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας· καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτ’ ὑμῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐπικα λεῖσθε τὰς δυνάμεις κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε. χάριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλήψεως, γλύφοντες τὰς μορφὰς ὡς φατὲ· αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν τοῖς γλύμμασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγές· ὁμολογοῦντες γαρ ὑπε ραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος, καὶ διὰ τοῦτο μὴ τολ μῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι αὐτοὶ ταύτας ὑπερβάντες, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προση γορίαν τοῖς λίθοις καὶ ξύλοις ἐθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνών ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα εἰσὶν ὑμῖν ταῦτα, ὡς ψεύδεσθε, τῆς ἐπὶ θεὸν θν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαι νομένου προτιμάν. οὐδὲ γὰρ εἰ γράφοι τίς τὸ βασιλέως ὄνομα· ἀκινδύνως ἔχει τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμη τετύπωται· οὕτως καὶ ὑμεῖς εἴπερ ἐρρωμένον εἴχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θειότητος γνώρισμα, εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφά νειαν· καὶ διὰ τοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα φημὶ δὴ πάλιν τὸν τεχνίτην· πολλῶ πλέον ἔδει θεοποιηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται. εἰ τοίνυν τὰ γράμματα θαύματος εἰσὶν ἄξια, πολλῶ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην· οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας· τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς παρ’ αὐτῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπό ἀνό μορφὸν ἐστὶ τὸ θεῖον διὰ τοῦτο οὕτως τετύπωται, διατί καὶ ἀλόγων αὐτῶ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων· ἐστὶν ὁ τούτου τύπος διατί καὶ λογικῶν αὐτῶ περιτιθέασι γλυφάς. εἰ δὲ τὸ συναμφότερον ἐστὶ καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν θν · ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους· τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυ φὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν, ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα· ἡ σκύλλα καὶ χάρυβδις· καὶ ὁ ἱπποκέν ταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄνουβις. ἔδει γὰρ, ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς· ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν· μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πάλιν· εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους· εἰ δὲ θηλυκῶν εἰσὶν αἱ μορφαί, διατί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφάς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν· ἔδει μὴ διαιρεῖσθαι· ἀλλ’ ἀμφότερα συνά πτεσθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν· ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσ χη· καὶ ὅλως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν, ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπι νοεῖν αὐτῶ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νούς· ὥστε τοιαῦτα ὑπονοεῖν περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῶ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι καὶ πάλιν ἐξ ὅλου φθεί ρεσθαι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ θῦ · ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστὶν. ο μὲν γὰρ θεὸς θς , ἀσώματος ἐστὶ καὶ ἄφθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰσοτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας· ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γοῦν ὁρῶμεν ἀνακαινομένους τοὺς παλαιωθέντας· καὶ οὓς ὁ χρόνος· ἢ ὑετὸς· ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλατ τομένους· ἐφ’ ὧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας, οὐκ αἰσσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι· ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστὶν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦ σι· τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνη κυριωτέρους· ἵνα ἢ τὸν θεὸν θν θαρρήση προσκυνῶν, ἤ ὥς φασὶν ἐν αὐτοῖς μὴ διστάζη γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοί· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστον ἐστὶν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα καὶ μία πόλις, περὶ αὐτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δ υ ι σ ε ιδαιμονίας· φοίνικες γοῦν τοὺς παρ’ αἰγυπτίοις οὐκ ἴσασι λεγομένους θεούς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνοῦσιν εἴδωλα· καὶ σκύθαι μὲν τοὺς περσῶν· πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ πελασγοὶ μὲν, τοὺς ἐν θράκη θεοὺς διαβάλλουσι· θράκαι δὲ τοὺς παρὰ θηβαίων οὐ γινώσκουσιν· ἰνδοὶ δὲ κατ’ ἀρράβων· καὶ ἄρραβες κατ’ αἰθιόπων· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν, τὰ κιλίκων οὐ σέβουσι· καππαδοκῶν· δὲ τὸ γένος· ἄλλους παρὰ τούτους ὀνομά ζουσι θεούς· καὶ βιθυνοὶ μὲν ἑτέρους· ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλά σαντο· καὶ τί μοι πολλῶν· ἡπειρῶται περὶ τοῖς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρί νει· καὶ μόνους τούτους εἶναι νομίζει θεούς. περὶ γὰρ τῶν ἐν αἰγύπτω μυσαρῶν, οὐδὲ λέγειν ἐστὶ, πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἔχουσιν ἀλλήλαις τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίων τὰ ἐναντία σέβειν. ὁ γοὖν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκό δειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες, οὐ μόνον οὐ θρησκεύουσιν, ἀλ λὰ καὶ εὑρόντες ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχ θῦς, οὗτος ἐν ἄλλω ἀλίσκεται· ὅθεν δὴ πόλεμοι καὶ στάσεις καὶ πᾶσα φόνων πρόφασις· καὶ πᾶσα τῶν παθῶν ἡδονὴ, παρ’ αὐτοῖς ἐστὶ· καὶ τό γε θαυμαστὸν ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεούς· ἀλλὰ ἄλλους παρ’ ἐ κείνους θρησκεύουσι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν· διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία. καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰ κότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον· τὸν πάντων σωτῆρα σρα χριστὸν χν , εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην. καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες, καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδοὺς· καὶ τοὺς μὲν παρόντας οὐχ’ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας φαντάζονται· ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστρα φέντες καὶ σκοτισθέντες τὴν ψυχὴν· ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄν τα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται· ταῦτα δὲ, οὐ μικρὸς ἔλεγχός ἐστὶ τῆς ἀληθοῦς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν· καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν θν , οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ’ ἄλλοις νομι ζόμενοι θεοὶ τῶν παρ’ ἄλλοις λεγομένων θεῶν, γίνονται θυσίαι καὶ σπονδαὶ καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰσὶ θεοὶ. αἰγύπτιοι δὲ, τὸν βοῦν καὶ τὸν απίν μόσχον ὄντα, σέβουσι· καὶ τούτους ἄλλοι τῶ· διὶ θύουσι· καὶ γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες πρόβατον ὃ καλοῦσιν ἄμμωνα, θεὸν θν ἔχουσι· καὶ τοῦτο πολλοῖς πα ρ’ ἑτέρων εἰς θυσίαν σφάζεται. ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπέν δουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας καὶ πάντων μάλιστα αἰγύ πτιοι, τὸ ὕδωρ προτετιμήκασι καὶ θεοὺς ἀναγορεύουσι. καὶ ὅμως ἄλλοι, καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι τοὺς τῶν ἄλλων ῥύπους· καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι· καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία· τῶν παρ’ ἄλλοις θεῶν ἐστὶ θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς, ἀλλὰ τὰ τῶν ἄλλων, ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα· καὶ θυσίας ὄντα, θεοποιοῦσιν. ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν· ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσὶ τύποι καὶ μορφαὶ τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάτ τειν· καὶ θυσίας προσάγειν· καὶ οὐχ’ ὁρῶσιν οἱ κακοδαίμονες· ὅτι τὰ σφαγιαζόμενα θύματα, ἀρχέτυπά εἰσὶ τῶν ὑπ’ αὐτῶν πλασθέντων, καὶ προσκυ νουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁ μοίοις· ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. σκύ θαι γὰρ οἱ καλούμενοι ταύρειοι, τῇ παρ’ αὐτοῖς παρθένῳ καλουμένη· τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίας ἀναφέ ρουσι· τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων · καὶ οὕτως ἐλέγχον τες τῶν θεῶν αὐτῶν τὴν ὡμότητα, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κιν δύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι, μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν, τῇ ἑαυτῶν θηριώδη ψυχῆ κατακρύπτουσιν. ἄλλοι δὲ τῷ ἄρει· ἐπειδὰν ἐκ πολέμων ἐπα νέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας· καὶ ἐφ’ ἑκάστης ἕνα λαμβάνοντες· τοσούτους κατασφάζουσιν ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξονται· οὐ μόνον δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα, τὰ τοιαῦτα μυσαρὰ δρῶσιν· ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας, τοῦτο τὸ δρᾶμα· καὶ γὰρ καὶ αἰγύπτιοι, ἔθυον μὲν πάλαι τῇ ἥρα τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι· τὸν καλού μενον λατιάριον δία, ἀνθρωπο ἀνο θυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δέ, τοὺς ἑαυτῶν νεοὺς τοιαύταις καπνίζοντες θυ σίαις. ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις ἀνοις εἰς πλῆθος ἔφθασεν. ὁρῶντες γὰρ ἐ ν τούτοις τοὺς παρ’ αὐτοῖς ἠδομένους δαίμονας· εὐθέως καὶ αὐτοὶ ταῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρθωμα, τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν· ἔνθεν ἀνδροφονίαις· καὶ τεκνοκτονίαις· καὶ πάσαις ἀσελγείαις, ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις πάσης ἀσελγείας ἐστὶ μεστή, δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γιγνομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις· εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελγεία μαρτυρούμενος. γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκαθέζοντο, ἐπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς, ἑαυτῶν μισθαρνίαν, νομίζουσαι τῆ πορνεία τὴν θεὸν θν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐωδίαν ἄγειν αὐτὴν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μηκέτ’ εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ μρι τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι, καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλόνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁ μοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας· ἐξεκαύ θησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐ λέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεούς, τοιοῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς· τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης τὴν πορ νείαν· καὶ ἐκ μὲν ῥέας τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεως τοὺς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν· ἃ, οἱ νόμοι μὲν κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ ἐπι ἀπο στρέφεται· ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων. ἄρ’ ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους , καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀ λογωτέρους· καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν, εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς· καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεόν θν . ἄλλ’ ἴσως οἱ ἐπαναβεβηκότες τούτων, καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι· δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις· εὐκατά γνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐτοὶ ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἱήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν καυχήσονται γὰρ οὐχ’ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων· πτηνῶν τὲ καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν καὶ σύμ πασαν τοῦ ὑγροῦ τὴν φύσιν· σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύ νασθαί τινας ἀποδεῖξαι, καὶ τούτους μὴ εἶναι φύσει θεοὺς πᾶσιν ὄντος φανεροῦ, ὅτι οὔτ’ ἄψυχα οὔτ’ ἄλογα τυγχάνει, ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τὸ, τὰ μὲν ἐν οὐρανοῖς οὐνοῖς , τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξιον οὖν καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πλὴν πρὶν δὲ ἡμᾶς ἐπιδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι καὶ δεῖξαι τὸν αὐτῆς ποιη τὴν· καὶ δημιουργὸν θεὸν θν τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν, προσκυνοῦσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν· ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήση ἂν καλῶς αὐτοὺς, ἡ τῶν μερῶν προσάλληλα χρεία. γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν καὶ ποιητὴν τὸν τοῦ λόγου πατέρα πρα , τῇ ἀναντιῤῥήτῳ προστά ξει τῇ εἰς αὐτὸν ὑπακοῆς, ἧ φησὶν καὶ ἡ θείᾳ νομοθεσίᾳ· οἱ οὐρανοὶ οὐνοὶ διη γοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς, ἀλλὰ καὶ λίαν ἐναργῆς ἐστι· τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ αὐτὰ τὰ μέρη τῆς ση(μειωτέον) κτίσεως λάβοι· καὶ ἕκαστον ἰδία νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον· καὶ σελήνην χωρὶς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς· προσάλληλα συναφῆς· ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μὴ δὲν ἱκανούμενον ἑαυτῶ· ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων χρείας δεόμενα καὶ ἐπικουρίαις συνιστάμενα. ἥ λιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ οὐνῷ συμπεριφέρεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας, οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσι τὴν παρ’ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν. γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οὐδὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος κα θ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ· ὅ τ’ ἀὴρ οὐχ’ ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται, ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονται ποτέ· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμ περιέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός· ἥ τε θάλασσα· καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανός, ὑπὸ ἀνέμων κι νεῖται καὶ φέρεται· ὅποιδὰν αὐτὸν ἡ τῶν ἀνέμων προσρήση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι· οὐκ ἐν ἑαυτοῖς· ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως· καὶ θερμότητος ἐν αὐτῷ τῷ ἀέρι συνί στανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν δ’ στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ ψυχρὰν· ξη ράν τε καὶ ὑγρὰν οὐσίαν· τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν, ὥστε μὴ εἰδέναι· ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίσταται· διαιρούμενα δὲ καὶ κα θ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα· κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανί ζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται. πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ, δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσήκει, καὶ αὐτῶν ἀπαιτούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶ· μὴ δενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκης καὶ πλήρη ἑαυτοῦ, καὶ ἐν αὐτῶ· τὰ πάντα συστήκειν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐνδιδόντα· πῶς ἥλιον καὶ σελήνην ὅρα καὶ τὰ ἄλλα μέρῃ τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα ἀλλὰ λεγόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς. ἀλλ’ ἴσως διαιρούμενα μὲν, καὶ κα θ’ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης, ὁμοῦ δὲ πάντα συνάπτοντες καὶ εἰς ἓν ἀποτελοῦντες μέγα σῶμα· τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου· οὐκέτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῶ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὐτάρκες γενήσεται· πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι· ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν, οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀ παιδευσίας· οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει· εἰ γὰρ τὸ καθ’ ἕκα στον συναφθὲν τὸ ὅλον ἀναπληροῖ, καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίστανται, τὸ ὅλον ἆρ’ ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρη τυγχάνει· τοῦτο δὲ τῶν περὶ θεοῦ θῦ ἐννοιῶν· πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεὸς θς ὅλον ἐστὶ καὶ οὐ μέρει· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεως ἐστὶ ποιητῆς. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκεν, αὐτὸς πάντως ἑαυτοῦ ἀνόμοιος φανήσεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου. τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου ἀνείου σώματος ἰδὼν, καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοὴ· οὐδ’ ἡ ἀκοὴ χεὶρ· οὐδ’ ἡ γαστήρ στέρνα· οὐδ’ ὁ αὐχήν ἐστι πούς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τού των διαφόρων ὄντων, ἓν συνίσταται σῶμα· συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλη ὡς ὁ προστάξας θεὸς θς βούλεται, οὕτως συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συνάπτον τες· εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύσουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνό μοιον ἑαυτῶ εἶναι· ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ με ρίζεσθαι γενομένην φύσιν. καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξοιε τὴν ἀθεότητα· κατὰ τὴν τῆς ἀληθείας θεωρίαν εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι καὶ ἀόρατος καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαύομεν τῇ χειρὶ θρησκεύουσι τῇ τιμῇ θεοῦ θῦ · καὶ πάλιν εἰ ὁ περὶ θεοῦ θῦ κρατεῖ λόγος· δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μὴ δὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν· πῶς οἱ τὴν κτίσιν θεοποιοῦν τες οὐχ’ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου γὰρ ὑπὸ γῆν γενομένου τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν ὁ ἥλιος· ἐπικρύπτει· τῆ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι. εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἀποτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα· ἥλιον ὁμοῦ καὶ σελήνην· καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν, ἶσον ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν· καὶ πάντα παρ’ αὐτῶν παραυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον· ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ, συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίσγεσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνενεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς, ἐν ταὐτῶ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ· κοινήν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν, οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε· θεῶν ὄντων κατ’ αὐτοὺς, καὶ μὴ δὲν ἐπὶ βλάβη, ἐπ’ ὠφελεία δὲ μᾶλλον πάντα ποιούντων. ε ἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα· πῶς οἷον τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν· καὶ ὁμονοίας αὐτοῖς γέ νοιντο πρύτανις· οὔτ’ οὖν ἥλιος εἰκότως· οὔτε σελήνη· οὔτ’ ἄλλό τι μέρος τῆς κτίσεως· πολλῶ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῶ καὶ ταῖς ἄλλαις ὕλαις ἀ γάλματα, οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι· ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλ λ οι εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐστι, τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει, τὰ δὲ μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία, οὐκ εὐσεβείας, ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις, καὶ μεγάλης πλάνης ἔλεγχος, ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ ση(μειωτέον) μόνον ἀληθινὸν θεὸν θν γνώσεως, λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα· ὅτε τοίνυν ταῦθ’ οὕτως καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία· πάσης ἀθεότητος οὖσα μεστὴ· καὶ οὐκ ἐπ’ ὠφελεία ἀλλ’ ἀπωλεία τῶ βίω τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλάνης διελεγθχείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσωμεν τὸν ἠγεμόνα καὶ δημιουργὸν τοῦ παντὸς τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ οὖν γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα, οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίω διηλέγχθη, ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα θεὸν θν · ἕξει τὸν σκοπὸν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ κατάληψιν, οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ’ ἡμῶν αὐτῶν, οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδὸς, πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστὶν, ἀλλ’ ἐν ἡμῖν ἐστι, καὶ ἀ φ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν, καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σου ἐστίν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν· ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχον τες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως νοῆσαι καὶ θεωρῆσαι τὸν τοῦ παντὸς βασιλέα, τοῦ πατρὸς πρς σωτήριον σριον λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες, οἱ τοῖς εἰδώλοις θρησκεύοντες, μὴ δ’ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπα τάτω· ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διὰ τοῦτο τῆς ἀθεότητος αὐτοῦ πρόφασιν εὑρίσκων· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν, καὶ ἔχομεν, εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἤδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο· τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῆ νοῦν· δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσ θαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσε βεῖς, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες· οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν, ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν θν · ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἀνων ἔχει· καὶ ταύτην λογικὴν· καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων· διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινὲς ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μὴ δὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι. πρῶτον μὲν οὖν οὐ μικρὸν γνώ ρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο μὲν γὰρ ἐκεῖν’ ἄλογα καλεῖν ἡ φύσις εἴωθεν, ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶ λογικὸν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τοῦ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι· καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζεσ θαι καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ· κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχη· ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ· ἀλλὰ τῷ λογισμῶ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας κεκράτηται τῷ λογισμῷ· καὶ λογισά μενος πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος· ὅ τι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νούς. διὰ τοῦτο γοῦν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται ταῦτα οὗτος διακρίνει καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾶν· καὶ ὤτων τὸ ἀκούειν· καὶ στόματος τὸ γεύεσθαι καὶ ῥινὸς ὀδμῶν ἀν τιλαμβάνεσθαι καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι οὐκέτι τῶν αἰσθήσεών ἐστιν· ἀλλὰ ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι. ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα εἰ μὴ ὁ νοὺς διακρίνει· καὶ ἔοικέ γε τὸ τοιοῦτον ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσομεν, λύρα καλῶς κατεσκευασμένη· καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ’ ἐπιστήμης. ὡς γὰρ αἱ ἐν τῇ λύρα νευραὶ, ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρὺν· ἡ δὲ ὀξύν· ἡ δὲ μέσον· ἡ δὲ ὀξύτονον· ἡ δὲ ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία· καὶ ἀδιάγνωστος ἡ σύνθεσις· χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται· καὶ ἡ σύνταξις ὀρθή· ὅταν ὁ κατέχων τὴν λύραν πλήξη τὰς νευρὰς, καὶ ἁρμοδίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων· ὅταν ὁ ἐπιστή μων νοῦς αὐτῶν ἡγεμονεύη, τότε καὶ διακρίνει ἡ ψυχὴ καὶ οἶδεν ὃ ποιεῖ καὶ πράτ τει. τοῦτο δὲ μόνων ἴδιον ἀνθρώπων ἀνων ἐστὶ· καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὰ φαινόμενα ἐστί· πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντά ζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώματος ἡῥεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν· καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον ἢ ψυχὴ λογικὴ, ἐν ἧ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας, καὶ πολλάκις ἑαυτῶ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐκ ποδῶν καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα οὐκ ἂν ἑαυτῷ περὶ αὐτοῦ τοιαῦτα λογίσηται. καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρον ἐστὶν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν· ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ οὐκ ἔξωθεν· ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι· ὡς ὁ μουσικὸς τῇ λύρᾳ ἐνηχεῖ τὰ κρείττονα. πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν ἀποστρέφονται· τὰ δὲ αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ, τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν, ἀποκλείει τοῦ ἀκούειν, ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικὴν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τὴν ὄσφρησιν, καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται. ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἅγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται διὰ τοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις , τὰ καλὰ μὲν πράττειν, τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀ λόγοις ἀλόγιστα τὰ κακὰ καὶ ἄκριτα μένει· ἅτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν. εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ· καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῆ διδασκαλία πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλάττειν αὐτήν· εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα, ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι· τῶ μὴ εἶναι κατὰ τὸ σῶμα, καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται, καὶ οὐχ’ ὑπ’ ἄ λλων αὐτὴ κινεῖται, ἀκόλουθον ἐστὶν ὑφ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ὑφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα, ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν· ἀποθνήσκει τὸ σῶμα. εἰ μὲν οὖν καὶ αὐτὴ ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κ ο ινεῖν· ἑαυτῆ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον, ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερόν ἐστιν ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φα νερώτερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τῶ σώματι ἐπιβέβηκε καὶ συνδέδεται τούτω, οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται, ἀλλὰ πολλάκις τούτου ἐπὶ κλίνης κειμένου, καὶ μὴ κινουμένου, ἀλλ’ ὡς ἐν θανάτω κοιμωμένου ἄλλως· ἐν θανάτω κοι μωμένου , αὐτὴ κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ· καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν, καὶ ὥσπερ ἀποδημοῦσα τούτου, μένουσα ἐν τῷ σώματι, τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ, πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ· καὶ πρὸς αὐτοὺς ἀφικνεῖται τῇ τοῦ νοῦ θαρροῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπολυθεῖσα τοῦ σώματος, ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεός θς , φανε ρωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν. εἰ γὰρ καὶ συνδεθεῖσα σώματι, τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῶ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θν · διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ· ἐπεὶ, καὶ ἀθάνατός ἐστι· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος, θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην, τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανα σίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφίουσι μένουσαι ἐν αὐτῇ, καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῆ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διὰ τοῦτο γοῦν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός· οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν θεὸν θν ἡρνήσαντο καὶ ἄψυχα σέβουσιν, οὕτως καὶ ψυχὴν οὐκ ἔ χειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιθυμίαν ἐπι · ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι. εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν, καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν· εἰκότως τοῦτο ποιοῦντες, διατί ὡς μὴ ἔχοντες ψυχὴν, παραλόγον τολμῶσι, καὶ οὐχ’ ἃ δεῖ φρονεῖν φρονοῦσιν, ἀλλὰ κρείτ τονας καὶ τοῦ θείου ποιοῦσι ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἢ διατί· ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ , οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτόν· δύνανται γάρ ὥσπερ ἀπεστρά φησαν τῇ διανοία τὸν θεόν θν , καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῷ νῷ τῆς τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεόν θν . ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πᾶσης ἐπιθυμίας ἀπ ώθο όθω νται· καὶ τοσοῦτον ἀπονί ψονται ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῇ ψυχῇ, καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν· ἀποδείξωσιν, ἵν’ οὕτως ἐν αὐτῆ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον· καθ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι. κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται· καὶ κα θ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεῖα σημαίνει γραφῆ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας· ἀφ’ ἑαυτῆς ἀποτίθεται, καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως διαλαμπρυνθέντος τούτου, ὡς ἐν κατόπτρω θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν αὐτῶ τὸν πατέρα πρα οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται· ἢ, εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν· καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον· ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαι νομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης, ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεὸς θς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν, ἐπεὶ δὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν· ἐπέκεινα πάσης γεννητῆς οὐσίας ὑπάρχων· καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῷ τὰ μὲν ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ ἀγέννητον· τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησεν ὁ θεὸς θς τῷ ἑαυτοῦ λόγῳ· ἵν’ ἐπεὶ δὴ τὴν φύσιν ἐστὶν ἀόρατος· κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῆ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης· καὶ μὴ ὁρώμενος γινώσκεται. καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματο ποιοῦ φιδίου· ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμε τρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας ἐμφαίνειν καὶ μὴ παρόντα φιδίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως, τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλ μοῖς μὴ θεωρεῖται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτω φύσει αὐτοῦ ὁ θεός θς · μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄ γνωστον τοῖς ἀνθρώποις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον, οὕτως διεκόσμησε τὴν κτίσιν· ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημὶ· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον· ὧν εἷς ἐστὶν ὁ παῦλος· ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχη μέναις γενεαῖς, εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους· ἐμπιπλῶν ζωῆς καὶ εὐφροσύνης τὰς καρδίας αὐτῶν· τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης, καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις, καὶ τὰς περιπο λήσεις· ἐναντίας μὲν καὶ διαφόρους γινομένας· ἐν δὲ τῇ διαφορᾶ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐ τὰ ἑαυτὰ, ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής. τίς δὲ ὁρῶν, ἥλιον μὲν ἀνατέλλοντα μεθ’ ἡμέραν, σελήνην δὲ φαίνουσαν κατὰ νύκτα· καὶ φθί νουσαν καὶ πληρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν, ἶσον πάντως ἀριθμόν· καὶ τῶν ἄστρων, τὰ μὲν διατρέχοντα καὶ ποικίλως ἐναλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμενα· οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός. τίς ὁρῶν τὰ ἐναντία τῇ φύσει· συ νημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον τίς ἰδὼν πῦρ ψυχρὸν καὶ ξηρὸν ὑγρῶ κεκραμμένον· καὶ ταῦτα μὴ ἀντιστατοῦντα προσάλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα· οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα γράψαντα· τίς ἰδὼν χειμῶνα· παραχωροῦντι ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετο πόρῳ· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῆ φύσει· τὸ μὲν γὰρ ψύχει τὸ δὲ καίει· τὸ δὲ τρέφει τὸ δὲ φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀ ποτελοῦντα τὴν χρῆσιν οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστι τίς κρεῖττ ον ων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα κἂν μὴ βλέπη τοῦτον. τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑ δάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προσ τάξαντος γενέσθαι. ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῆ φύσει ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον· οὐ διανοηθήσεται εἶναί τιν αν α τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεόν θν . τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν καὶ οὐρανό οὐνό θεν ὑετοὺς· καὶ ποτα μῶν ἐπιρροίας, καὶ πηγῶν ἀναβλύσεις καὶ ζώων ἐξ ἀνομοίων γονὰς, καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως· τίς κατανοή σας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελου μένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμη σασα μένη καὶ διέπουσα, ὡς ἂν αὐτῆ δοκεῖ μένουσα καλῶς. αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ πάλιν· ἡ μὲν γῆ βαρυτάτη ἐστί· τὸ δ’ ὕδωρ κουφότερον ἐστὶ ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ κατα φέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν, οὐ ταυτὸν ἐστὶ τῶ θήλει· καὶ ὅμως εἰς ἓν συνάγεται καὶ μία παρ’ ἀμφοτέροις ἀποτελεῖται γένεσις· τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι· τὸ ψυχρὸν τῷ θερ μῷ ἐναντίον ἐστι· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται· καὶ ὅμως οὐ στασιάζει πρὸς ἑαυτὰ, ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτε λοῦσιν. οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει, ἑαυτὰ συνήγαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότη ὑπακούοντα, εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται· πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά, φύσει μὲν ὄντα ἐναντία· τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῶ ἐλαφρῶ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ, ἢ τὸ περιφερὲς τῷ ὀρθῷ, ἢ τὸ πῦρ τῷ ψυχρῷ, ἢ ὅλως ἡ θάλαττα τῇ γῇ, ἢ ὁ ἥλιος τῇ σελήνῃ, ἢ τὰ ἄστρα τῶ οὐρανῶ οὐνῶ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν· ἀνομοίου οὔσης τῆς ἑκά στου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίγνεσθαι πρὸς αὐτὰ, τοῦ μὲν καίοντος· τοῦ δὲ ψύχοντος· καὶ τοῦ μὲν βαρέος κάτω· τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ οἱ ἀστέρες, ἐστασίασαν ἂν πρὸς ἑαυτοὺς· ὅτι οἱ μὲν, ἀνωτέρω· οἱ δὲ κατωτέρω τὴν θέσιν ἔχουν· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῆ ἡμέρα· ἀλλ’ ἔμενε πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. τούτων δὲ γινομένων, λοιπὸν ἦν ἰδεῖν, οὐκ ἔτι κόσμον, ἀλλ’ ἀκοσμίαν· οὐκ ἔτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ ἔτι σύστασιν, ἀλλ’ ἀ σύστατον τὸ ὅλον· οὐκ ἔτι μέτρα· ἀλλ’ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στά σει καὶ μάχη, ἢ πάντα ἀνῃροῦντο· ἢ τὸ κρατοῦν μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενό μενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσ περ εἰ καὶ μόνος ποὺς καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ἐν ἄλλω τὴν τοῦ σώματος δόξαν. ποῖος γὰρ κόσμος ἦν εἰ μόνον ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλαττα ἦν· ἢ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο πῶς δἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη· ἢ ὅλως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος καὶ μὴ δυνα μένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ ἢ μόνου ψυχροῦ ἢ μόνου ὑγροῦ· ἢ ξηροῦ συνέστη τί τῶν ὅλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπι ση(μειωτέον) κουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ’ ἀταξία, ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντὶ, καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία, ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου· πρὸς αὐτὰ δεσπότου· κἂν μὴ γὰρ τοῖς ὀφθαλ μοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐννοεῖν ἐστὶ τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν· μικρῶν καὶ μεγάλων· πλουσίων καὶ πενήτων· γερόντων καὶ νεωτέρων· ἀρρένων τὲ καὶ θηλειῶν· εἰ θεωρή σαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῆ διαφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν, μήτε τοὺς νέους κατὰ τῶν γερόντων· γιγνομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας, εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει· κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τὸν ἠγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν πρὸς ἑαυτὰ συμφωνίαν ὁρῶντες. ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῆ, οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει, ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστα σιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι· τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπομεν αὐτήν, οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία, τὸν τοῦ παντὸς ἠγεμόνα νοεῖν ἀνάγκη θεὸν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως, καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς, ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρ χοντα καὶ ἠγεμόνα δείκνυσι λόγον. οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτί σεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλούς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα· ἀθεότητα εἶναι· οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑ τέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀ ναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν· ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. καθάπερ γὰρ εἴ τις πόρρωθεν ἀκούει λύρας, ἐκ πολλῶν καὶ διαφόρων χορδῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας, ὅτι μὴ μόνη ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα ἢ ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι, καὶ πάντως ἐκ τούτου ἐννοεῖν, οὐχ’ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδ’ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δ’ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμη· κἂν μὴ τοῦτον βλέπη· οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως· ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθον ἐστὶ τὸν ἄρχοντα καὶ βασιλέα τῆς πάσης κτίσεως· τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβεῖ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δει κνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παν τός ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴ περ ἦσαν πολλοὶ θεοὶ πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν, ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν· τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῷ θῷ δὲ λέγειν εἶναί τι ἐλ λειπὲς, ἀσεβὲς οὐ μόνον· ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τε χνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον, ἀλλ’ ἀσθενῆ εἰ μὴ μόνος, ἀλ λὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γενομένου κοι νωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκαστος εἰργά σατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκως γιγνο μένου πρὸς τὸ πᾶν· ἄλλως τὲ ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη, εἰ τὸ μὲν ποίημα ἓν τυγχάνειν· οι δὲ ποιήσαντες διάφοροι καὶ πολλοί· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, ἀδιαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῶ. πρὸς ἕκαστον γὰρ τῶν ποιησάν των ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις, καὶ ἀνομοίους ἑαυτῶ ἐν δὲ τῇ διαφορᾷ καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπεὶ, οὐδὲ ναῦς ὑπὸ πολλῶν· κυβερνωμένη, κατ’ ὀρθὸν πλευσεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν ἦχον· εἰ μὴ εἷς ὁ ταύτην πλήττον εἴη τεχνίτης. οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως· καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως· ἕνα δεῖ νοεῖναι καὶ τὸν ταύ της βασιλέα καὶ δημιουργὸν κύριον κν · διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς, ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν, ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ’ ὅτι εἷς ἐστὶν ὁ δημιουργὸς διὰ τοῦτο καὶ εἷς ἐστὶν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεός θς · ἀλλ’ ὅτι εἷς ἐστὶν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῇ περὶ τούτον, ἀγνοία πλανηθεὶς τίς ἕτερον ὑπολάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον· ἀθεότητα ἐμπέση· νομίζω δὲ μὴ δένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς· τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλαν ο ω μένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλο λατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρου μένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κη ρυττόμενον, τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ· τὸν καὶ τῆς κτίσεως κύριον κν · καὶ πάσης ὑποστάσεως δημιουργόν· τίς δὴ οὗτός ἐστιν· ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας· ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης· τῇ ἰδία σοφία· καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ κῳ ἡμῶν καὶ σωτῆρι χριστῷ χῷ · τὰ πανταχοῦ διακυβερνᾶ σωτηρίως σρίως , καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῶ καλῶς ἔχειν δοκεῖ, ἔχει δὲ καλῶς, ὡς γέγονε, καὶ ὁρῶμεν γινόμενα· ἐπεὶ δὴ καὶ τοῦτο βούλεται. καὶ τοῦτο oὐκ ἄν τις ἀπῄστήσειεν. ε ἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν, εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμη συνέστηκε, καὶ παντὶ κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ ἄλλον τινὰ ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δέ φημι, οὐ τὸν ἐν ἑκάστω τῶν γενομένων συμ πεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν· ἄψυχον ὄντα καὶ μὴ δὲν λογιζόμενον μήτε νοοῦντα, ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντᾳ κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ · τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν · αὐτολόγον λέγω· ὃς ἄλλος μέν ἐστι τῶν γεννητῶν· καὶ πάσης κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος· ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοία· ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος· ὑπάρχων· αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν. οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὢν, οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτίσας καὶ ἐπὶ μὴ δενὸς κειμένην, τῷ ἰδίῳ νεύματι ἥδρασε· τούτω φωτιζόμενος ἥλιος, τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη μεμετριμένον ἔχει τὸ φῶς· διὰ τοῦτο καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρεμμᾶται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θά λαττα περιορίζεται· ἡ δὲ γῆ παντοίοις φυτοῖς κοσμᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων· εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅ τι πάντα λόγῳ καὶ θεοῦ θῦ σοφίᾳ συνέστηκε· καὶ οὐκ ἂν ἠδράσθη τί τῶν γενομένων, εἰ μὴ λόγῳ ἐγεγόνει· καὶ λόγῳ τῷ θείῳ, καθάπερ ἐλέχθη λόγος δὲ ὢν οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα, ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς ἐστιν εἰκὼν ἀπαράλλακτος· ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι· συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος, ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς ὁ ἐκ πατρὸς πρς , οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὁ λόγος ὁ τοῦ θεοῦ θῦ · λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γενητῶν ἡ φύσις, ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα ῥευστή τις καὶ ἀσθενὴς, καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγ χάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς ἀγαθὸς καὶ ὑπέρκαλλος τὴν φύσιν ἐστὶ· διὸ καὶ φιλ άνθρωπός άνός ἐστιν· ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλ ανθρο ανο πεύεσθαι δύνηται. ὁρῶν οὖν τὴν γενη τὴν πᾶσαν φύσιν, ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους· ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη, καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον, τούτου ἕνεκε τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα, καὶ οὐσιώσας τὴν φύσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι· ἵνα μὴ κινδυνεύση πάλιν· εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγω καὶ αὐτῷ ὄντι θεῷ θῷ , τὴν σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονία καὶ προνοία καὶ δια κοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα, καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι, μὴ ἄρα πάθη ὅπερ ἂν ἔπαθεν· εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου πρῳτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστηκε τὰ πάντα· τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκ κλησίας· οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. αὐτὸς γοῦν, ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος· ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας· καὶ φωτίσας τά τε φαι νόμενα καὶ τὰ ἀόρατα. πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μὴ δὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς· ἀλλὰ πάντα καὶ διὰ πάντων καὶ ἕκαστον ἰδία καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς, πάσης αἰσθητῆς οὐσίας· αἵπέρ εἰσι θερμὴ καὶ ψυχρὰ· καὶ ὑγρὰ καὶ ξηρά· εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν, δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τῷ ψυχρῶ μάχεται οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονοῦσι καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τούτῳ τῷ θεῷ θῷ λόγῳ πειθόμενα, τὰ μὲν ἐπὶ γῆς ζωο γονεῖται· τὰ δὲ ἐν οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς, ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν, ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ· καὶ κομᾶ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων, ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ἥ φησὶ καὶ ὁ θεολόγος ἀνήρ· ἐν ἀρχὴ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν θν · καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν· οἷον γὰρ, εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνη συναγαγὼν, ἓν τὸ σημαινόμενον μέλος ἀποτελέση, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία λον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος ἐπισυνάπτων· καὶ περιάγων τῷ αὐτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκί νητος μένων παρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκα στον τῷ ἑαυτοῦ πατρὶ πρὶ δοκεῖ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος, τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι, πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα· τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνῳ τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ τὰ ψυχρὰ τὰ θερμὰ· τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ· τὸ μὲν ὀρ θὸν ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωο ποιεῖται· καὶ συνίστανται παρ’ αὐτοῦ· καὶ θαυμαστῆ τις καὶ θεῖα ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνδρῶν· παίδων γυναικῶν καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγε μόνος σημαίνοντος, ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ· ὁ μὲν, ὡς ἀνὴρ· ὁ δὲ ὡς παῖς· ὁ δὲ ὡς γέρων· ὁ δὲ ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχῆ ἐν ταυτῶ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς· τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν· τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέλη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον σημανθῆ, ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πόλει· καὶ οἰκονομουμένη ἐπὶ παρουσία· τοῦ καὶ ταύτην οἰκοδο μήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμενοι πάντες· οἱ μὲν ἐπὶ τὴν γεωργίαν· οἱ δὲ ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ ἐπισιτησό μενος προέρχεται· καὶ ὁ μὲν ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμο θετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰα τρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν περὶ τὴν πό λιν ἀναστρέφονται· οἱ δὲ ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπα νέρχονται· πάντα δὲ ταῦτα τῇ παρουσία τοῦ ἑνὸς ἄρχοντος· καὶ τῇ τούτου διατά ξει γίνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ἦ τὸ παράδειγμα, ὅμως μείζονι διανοία χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου, ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰ κεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται. νεύ ματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἠγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· ἄστρα δὲ κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· σελήνη δὲ περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλαττα κυμαίνει καὶ τὰ ἐν αὐτῆ ζῶα τρέφεται· ἡ γῆ ἀ κίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῆ πάλιν καὶ θνήσ κει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναβλύζουσι, ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὥραι παρα γίνονται· ὑετοὶ κατέρχονται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν νεάζει· τὰ δὲ πεπαίνεται· τὰ δὲ αὔξοντα γηράσκειν φθίνει· καὶ τὰ μὲν ἀφανίζεται· τὰ δὲ γεννᾶται καὶ φαίνεται. πάντα δὲ ταῦτα καὶ ἔτι πλείω τούτων, ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν· ὁ παρα δοξοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποιῶν τῷ ἑαυτοῦ νεύματι, κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφεὶς· καὶ γὰρ ταύτας οἷα δὴ αὐτῶν ποιητὴς ὑπάρχων συμπεριλαβὼν ἐν τοῖς ὅλοις συνέχει· καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προνοία· καὶ τούτου οὐκ ἄν τι γένοι το· πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ αὐτοῦ προνοία· καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος ἑνὶ καὶ ἁπλῶ νεύματι τῇ ἑαυτοῦ δυνάμει, τόν τε ὁρα τὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις, κινεῖ καὶ συνέχει ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς. ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς γνῶσιν καὶ δόξαν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γενομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐστὶν ἀνάγκη, καὶ τὸν τούτου πατέρα πρα θεόν θν · ἐξ οὗ προϊὼν εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς ἴδοι. εἰ γὰρ δὴ λόγου προϊόν ος παρ’ ἀνθρώπου ἀνου , ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγω ἐ πιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ· πολλῶ πλέον μεί ζονι φαντασία καὶ ἀσυγκρίτῳ ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁ ρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ· ὡς αὐτὸς ὁ σωτὴρ σηρ , φησίν· ὁ ἐμὲ ἑωρακὸς, ἑώρακε τὸν πατέρα πρα · ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ φανερότερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφα λίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος· λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνῳ καὶ ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον· ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· χεῖρας ἔχουσι καὶ οὐ ψη λαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν. οὐ σεσιώπηκε δὲ τὴν περὶ κτίσεως διδασκαλίαν, ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος, ἵνα μή τι νες τῶ κάλλει τούτων ἀποβλέψαντες, οὐχ’ ὡς ἔργα θεοῦ θῦ , ἀλλ’ ὡς θεοὺς θρησ κεύσουσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλ μοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ , πλα νηθεὶς προσκυνήσεις αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ, ἀλλ’ ἵνα τῇ τούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν, τὸν τῶν πάντων δη μιουργὸν ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀνους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης, καὶ ἀλόγου φαντασίας, ἀφέλκων φησὶν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ’ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν, ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῶ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί. καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησὶν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα, σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος, ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι, οὐχί γε· ἀλλὰ καὶ προαπαντᾶ τῇ διανοία λέγουσα· ἄκουε ἰσραὴλ ἰήλ , κύριος κς ὁ θεός θς σου, κύριος κς εἷς ἐστι· καὶ πάλιν ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου, ἐν ὅλῃ τῇ καρδίᾳ σου· καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καὶ κύριον κν τὸν θεόν θν σου προσ κυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πρὸς αὐτοῦ κολληθήση, ὅ τι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις, ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν, ἧ φασὶν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν ψάλτε τῷ θεῷ θῷ ἡμῶν τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῷ ἑτοιμά ζοντι τῇ γῆ ὑετόν· τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῆ δουλείᾳ τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν. διά τινος δὲ δίδωσιν· ἢ δι’ οὗ καὶ πάντα γέγονε· δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἔστι πρόνοια. τίς οὖν ἂν εἴη οὗτος, ἢ, ὁ τοῦ θεοῦ θῦ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα δια λέγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· ὡς καὶ μωυσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον λέγων· εἶπεν ὁ θεὸς θς ποιήσωμεν ἄνθρωπον ἄνον · κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. ἐπεὶ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑ φιστὰς γένεσιν, αὐτῶ εἶπεν ὁ πατὴρ πήρ · γενηθήτω ὁ οὐρανὸς οὐνὸς καὶ συναχθή τω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου· καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξοιεν, οὐ γνησίως ἐφι στάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν, τις εἴποι πρὸς αὐτοὺς, ὁμίλει ὁ θεὸς θς , ἵνα καὶ προστάττων λαλεῖ. εἰ μὲν οὖν τοῖς γινομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ’ ἔμελλε γίγνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ, οὐδὲ εἰς τὸ γενέσθαι τῷ μὴ δέπω γενομένω· προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέττατεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ καὶ γενοῦ γῆ, καὶ ἔξελθε βοτάνη καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δὲ λέγων, ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται θεὸς θς ὢν πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτω· ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν, ἢ τῷ ἑαυτοῦ λόγῳ· ἢ τίς τούτω συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν, ἢ, ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν συμπαρήμην αὐτῶ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῆ γενητὰ συμπεριλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος τὸν πατέρα πρα βλέπων, ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , ὅλα εἰς τὸ εἶναι ἰσχυροποιεῖ· ἧ φησί καὶ ὁ σωτὴρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι οἱ ἱεροὶ αὐτοῦ διδάσκουσι μαθηταί· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γένημα· καὶ ἀλη θινὸς υἱὸς ὑπάρχων, δύναμις ἐστὶ τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὢν, οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῶ κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζο μένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐ τολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστι· αὐτοφῶς· αὐτοαλήθεια· αὐ τοδικαιοσύνη· αὐτοαρετή· καὶ μὴν, καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκών· καὶ συνελόντι φράσαι· καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς εἰκὼν ἀπαράλλακτος τοῦ πατρός πρς , τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σο φία, οὕτω καὶ τοῖς γε ν νητοῖς συγκαταβαίνων· γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωή· καὶ θύρα· καὶ ποιμήν καὶ ὁδός· βασιλεύς, καὶ ἠγεμὼν καὶ ἐπὶ πᾶσι σωτὴρ σήρ καὶ ζωοποιός· καὶ φῶς καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἆρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν, ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀπο καλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐ τῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησὶν· ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοὶ· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεν νηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος, ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ, ὅμως ἄνθρωποι ἄνοι παράφρονες παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν ση(μειωτέον) καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύσαντες· πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσσεβές. ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῆ πόλει δημιουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινείη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρονες καὶ πολὺ τὸν ὀφ θαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ὅλως οἰκοδομεῖν· ἢ ναῦ ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου καὶ τοῦ ἀρχιτέκτονος οἰκοδο μήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται καὶ ὑπερέκεινα· πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες, καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες, τὸν σωτῆρα σρα τῶν πάντων· τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεο φιλὲς ὧ φιλό χριστε χε , χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως, καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστιν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς καταυτὸν πολιτευο μένοις ἐστὶ τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτω τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη· καὶ κίνδυνος ἀσύγνωστος, ἐν ἡμέρα κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντίως ὧν ἔγνωσαν ἔπραξαν.