ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ἄλλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑ αυτῆς ἔχει τὸ γνώριμον· μονονουχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέ κραγε· καὶ ἡλίου λαμπροτέραν ἑαυτήν διὰ τῆς χριστοῦ διδασκα λίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοι τε ᾦμεν, ὀλίγα τῆς κατὰ χριστὸν πίστεως ἐκθώμεθα· δυναμένῳ μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν, φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι, αὐτάρκεις μέν γάρ εἰσίν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ, πρὸς τῆν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καί πολλοί τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι, οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τήν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσίν νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστὶν ἅ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλειν καὶ γράφειν σοι· λέγω δή τήν κατά τόν σωτῆρα χριστὸν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τήν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τήν εἰς χριστόν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι, καὶ πλατύ γελῶσι καθ’ ἡ μῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ προφέροντες, ἐφ’ ᾧ μά λιστα καὶ τήν ἀναισθησίαν αὐτῶν, οἰκτερήσειεν ἄν τις· ὅτι τόν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τήν τούτου δύναμιν πᾶσαν τήν οἰκου μένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ, εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως, ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τόν νοῦν, ἐχλεύαζον τό τηλικοῦτον, ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρν μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτῳ ἀπελαύνεται, καὶ μόνος ὁ χριστὸς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ· καὶ οἱ μὲν, ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὡς ημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς; εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτούς, ἔτι ἀνθρώπινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ λόγον καὶ σωτῆρα εἶναι τοῦ παντός τόν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ το ῦτον ύτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου κατα λάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίον ὁ τοῦ φωτός ἀρχηγὸς ἥλιος, οὕτω θείου πράγματος ὄντος τοῦ τήν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τόν ἀρχηγόν καί ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν καὶ θεοῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτόν ἡμῖν, πρότερον διελέγξαντες τήν τῶν πιστῶν ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ αὐτῆς ἐπι λάμψη· καὶ θαῤῥῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ὅτι ἀληθείᾳ πεπί στευκας· καὶ τὸν χριστόν γινώσκων οὐκ ἠπατήθεις· πρέπειν δέ σοι ἡγοῦμαι, φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τήν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαι σοι πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γάρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦ σθαι· ὅθεν δὴ καὶ τήν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλά σαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντός δημη ουργὸς καὶ παμβασιλεὺς θεὸς, ὁ ὑπερεπέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρ καλος ὢν, διὰ τοῦ ἰδίου λόγου, τοῦ σωτῆρος ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ, τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητήν καὶ ἐπιστήμονα, διὰ τῆς πρός αὐτόν, ὁμοιότητος κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν, καὶ γνῶσιν· ἵνα τήν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ φαντασίας ποτὲ ἀποστῇ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήσῃ, ἀλλ’ ἔχων τήν τοῦ δεδω κότος χάριν, ἔχων καὶ τήν ἰδίαν ἐκ τοῦ πατρικοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλεῖν τῷ θείῳ, ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντος καὶ ἀθάνατον βίον· οὐδὲν γάρ ἔχων ἐμπόδιον εἰς τήν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τήν τοῦ πατρὸς εἰκόνα· τὸν θεον λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήτ τεται δὲ κατανοὼν δι’ αὐτοῦ τήν εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενον· πρὸς δὲ τὰ ἐν οὐρανοῖς θεῖα καὶ νοητὰ τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων, οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τά αἰσθητά καὶ πάντα ἀνθρώ πινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων γενόμενον, ὃς καὶ κατὰ τήν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραί γραφαὶ κατὰ τήν ἀρχήν ἀνεπαισχύντῳ παῤῥησίᾳ τὸν νοῦν ἐσχηκέναι πρός τόν θεόν· καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ, ἥν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ, ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶν· καὶ τὸν θεὸν δι’ αὐτῆς κατοπτρίζεσθαι καθάπερ καί ὁ κύριος φησὶ· μακά ριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων γένος καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαν περὶ τήν τούτων κατάληψιν, τὰ ἐγγυτέρῳ μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν, ἑαυτούς δὲ κατανοοῦντες· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεω ρίας· ἐνδιατρίψαντες δὲ τούτοις, καὶ τῶν ἐγγυτέρῳ μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τήν ψυχήν, τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπε λάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ δυνάμεως. τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀληθές· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ· κἀκεῖνος γάρ ἕως μὲν τόν νοῦν εἶχε πρὸς τὸν θεὸν, καὶ τήν τούτου θεωρίαν, ἀπεστρέφετο τήν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλίᾳ τοῦ ὄφεως ἀπέστημεν τῆς πρὸς τὸν θεὸν διανοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. καὶ γνόντες, ᾐσχύνθησαν. οὐκ ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, ἀλλ’ ὅτι γυμνοί τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ μόνον θεὸν λέγω κατανοήσεως καί τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος· εἶτα, οἷα φιλεῖ γίνε σθαι, ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τήν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας κατα λεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον, καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθον φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημάναι· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ᾑσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τήν ἡδονήν· πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τήν ἡδονήν αὐτὸ τὸ ὄντος καλόν· ὥσπερ εἴ τις τήν διάνοιαν παραπληγείς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπατώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξαντο· οὖσα γὰρ τήν φύσιν εὐκίνητος, εἰ καί τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκ ἔτι μὲν κατὰ ἀρετήν, οὐδὲ ὥστε τὸν θεὸν ὁρᾶν, ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ, καταχρωμένη τούτῳ εἰς ἅς ἐπενόησεν ἐπιθυμίας ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφ ό ο μεν ος η δὲ τὸ καλόν, πάντως τὰ ἐναντία λογίζεται· παύ σασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τήν φύσιν οὖσαν ὡς προεῖπον εὐκίνητος, καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑ α ὐ υ τῆς, ὁρᾷ ἑαυτήν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέρεσι χρᾶσθαι εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημὶ τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κατα λέγω, καθότι ἐπι νοίαις ἀνθρώπων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γάρ τοῦ σώματος ὀφθαλμοὺς, εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντες δὲ καὶ ἀκοήν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν, τοῦ θεοῦ νόμων· ἔχοντες δὲ καὶ χεῖρας, εἴς τε τήν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς θεὸν εὐχῆς, ἡ ψυχὴ ἀποστάσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τούτω καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τήν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίαν τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καί τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σῴζει τήν ἑαυτῆς ἀξίαν, καὶ οὐχ’ ἁμαρτάνει ποιουσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἅ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνὴ παρεγγυᾶ, πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τήν ἀκοὴν εἰς παρακοήν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τό μοιχεύειν ἀντί νομικῆς τεκνογονίας· καὶ τήν μέν γλῶτταν, ἀντί εὐφημίας, εἰς βλασφημίας, καὶ λοιδορίας, καὶ ἐπιορκίας· τάς δέ χεῖρας αὖ πάλιν, εἰς τό κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους· καὶ τήν μὲν ὄσφησιν εἰς ὀδμῶν ἐρω τικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τήν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ, καταφρονήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προ σήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνῃται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνη φερόμενος ὅπου δ’ ἂν ἑαυτῷ τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ, πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτω καὶ ἡ ψυχὴ ἀπο στραφεῖσα τήν πρὸς τὸν θεὸν ὁδόν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ’ αὑτὴν ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ, ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χῦ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει. ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν χριστὸν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτήν εἶναι τήν κακίαν ἀπεφῄναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητήν τῶν ὄντων, οὐκ ᾂν γὰρ εἴη τῶν ὄντων κύριος, εἴ γε κατ’ αὐτοὺς ἡ κα κία ἡ ὑ πόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητήν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείῃ· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν οὐδὲ ἐν αὐτῷ ἐστίν, οὐδὲ δι’ ἑαυτοῦ, ἐπεὶ οὐκ ἔτι καλὸν εἴη μεμιγμέν ο η ν ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τήν πίστιν ναυαγήσαν τες , καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάτ τοντε δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ πατέρα, θεὸν ἕτερον, καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητήν καὶ τῆς κακίας ἀρχηγὸν τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος καὶ σωτήρ ἡμῶν ἰησοῦς ἰς χριστός, ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησί, βεβαι ῶν τὰ μωυσέως ῥήματα, ὅτι κύριος ὁ θεός θς εἷς ἐστι· καί ἐξομολογοῦ μαι σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεός, καὶ οὗτος οὐρανοῦ καὶ γῆς κύριος, πῶς ἄλλως ἂν εἴη θεὸς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός; τὰ πάντα τοῦ μόνον καὶ ἀληθινοῦ πληροῦντος κατὰ τήν τοῦ οὐρανοῦ καὶ γῆς περίληψιν; πῶς δὲ καὶ ἄλλ ω ο ς ἂν εἴη ποιητὴς ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ τοῦ χριστοῦ ἐστι κύριος κατὰ τήν τοῦ σωτῆρος φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι γε νέσθαι κύριον εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἀσθένεια ἐστὶν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τήν βούλησιν ἐν τῷ εἶναι· ἀσθέ νεια δὲ ἀμφοτέροις ἐστὶν, ὅτι μὴ βουλομένων, αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα, ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τό ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γὰρ οὐδὲν, πλήν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἄν γνωσθείῃ· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γι νώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων, ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γάρ αὐτά ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον, καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκ οὖν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς· ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως, πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφο τέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τήν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακόν οὐ παρὰ θεοῦ, οὐδὲ ἐν θεῷ· οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης καμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανόμενος περιπατεῖ, πολλάκις πίπτων καὶ κατά κρη μνῶν ὑπάγων νομίζων εἶναι φῶς ἀλλ’ οὐ σκότος, δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν ὁρᾶν δύναται, ἑαυτήν τὰ κακὰ ἐπε νόησεν· ἐν οἷς κινουμέν οι η , οὐδ’ οἶδεν, ὅτι δοκοῦσα τί ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται, καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτήν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε γάρ εἰς τὸ ὁρᾷν τὸν θεὸν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἐποίησεν εὐθύ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλοὺς· κακίας δή οὖν εὕρεσις καὶ ἐπινοια τοῖς ἀνθρώποις ἐξ ἀρχῆς οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τήν τῶν εἰδώλων πλάνην μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκῃς ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τήν ἀρχήν ἔχον κακήν, ἐν οὐδενί ποτε καλόν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῇ τῆς κακίας ἐπινοίᾳ ἡ τῶν ἀνθρώπων ψυχή, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτήν ἐξά γειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τήν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικὰ εἶναι τὰ καλὰ· ἀποστραφεῖσα δὲ καί ἐπιλαθομένη ἑαυτήν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ, οὐκ’ ἔτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως, τὸν θεὸν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπι κρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῇ κάτοπτρον, δι’ οὗ μόνον ὁρᾷν ἠδύνατο τήν εἰκόνα τοῦ πατρός, οὐκ’ ἔτι μὲν ὁρᾷ, ἃ δεῖ ψυχήν νοεῖν· παντί δὲ περιφέρεται· καί μόνα ἐκεῖνα ὁρᾶ τὰ τῇ αἰσθήσει προσπίπτοντα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπὸν ὃν ἐπελάθετο ἐν διανοίᾳ θεὸν, τοῦτον ἐν σω ματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ προσηγορίαν ἀνατιθεῖσα, καί μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καί ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία. μαθόντες γάρ οἱ ἄνθρωποι τήν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτω καὶ τοὺς οὐκ’ ὄντας θεούς, ἑαυτοῖς ἀνεπλάσσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς μηκ’ἔτι βλέπ ει οι τὸ φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τήν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῶ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες καταδῦντες εἰς τάς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ ἐννοίας καί δόξης ἀμυδρῷ τῷ λογισμῷ μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, τήν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, καὶ τά ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν· ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παραδειγμα οἱ εἰς τόν βυθόν καταδυόμενοι, ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύ τερα ὁρμῶσιν· οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τήν εἰδωλολατρίαν, οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν, ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμόνίας· καί κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνέπιπτον κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχύστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τήν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθη κακῶν καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ θεοῦ· καὶ καταβαίνοντες ταῖς ἐν ν οίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι πρώτοις οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνη· καὶ τοῖς ἄστροις τήν τοῦ θεοῦ τιμήν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτούς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα, καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δέ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα, καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως, τήν θερμήν καὶ τήν ψυχράν καὶ τήν ξηράν οὐσίαν θεοὺς ἀνύμνησαν· ὡς δὲ, οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσῳ κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων, πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους καὶ ἀνθρώπων μορφὰς· τῶν μὲν ἔτι ζώντων· τῶν δὲ καὶ μετὰ θάνατον ὡς θεοὺς ἀνέθηκαν, ἔτι δὲ καὶ χείρονα βουλόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ, ἔνυδρά τε· καὶ χερσαῖα καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα· τήν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ προσηγορίαν μετήνεγκαν, πᾶσαν τιμήν θεοῦ αὐτοῖς ἀπονέμον τες· καὶ τὸν ἀληθινὸν καὶ ὄντος ὄντα θεὸν τὸν τοῦ χριστοῦ πατέρα ἀποστρεφόμενοι· εἴθε δὲ κἄν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρῳ βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέ φυρον· τοσοῦτον γὰρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκο τίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα, μη δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεο ποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν, οἷοι εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυ νοκέφαλοι καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρ ν κ ούμενοι ἐξ ὁλοκλήρου τοῦ σώματος ὅλου ἔχειν τήν θρησκείαν· ἐπιτείνοντες δὲ τήν ἀσέβειαν ἕτεροι, τήν πρόφασιν τῆς τούτων αἱρέσεως καὶ τῆς ἑαυτῶν κακίας τήν ἡδονήν καὶ τήν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦσιν· οἷος ἐστὶν ὁ παρ’ αὐτοῖς ἔρως καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, ὥσπερ αὐτῶν φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεούς ἀναθεῖναι· ἢ διὰ τιμήν τῶν ἀρξάντων, ἤ διαφόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεὺς· καὶ ὁ ἐν ἀρκαδίᾳ ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος, ὃν καίπερ ειδόντες ἄνθρωπον, καὶ ἄνθρωπον οὐ σεμνὸν ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων τελευ τήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρη σκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων, ὅτι οὐκάλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις αὕτη, ἢ δι’ ἐπι θυμίαν, τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ προμαρτύρεται λέ γουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσης, μὴ δὲ μακρὰν πίστεως εἶναι τὸ λεγόμενον νομίσης, ὅπου γε καὶ οὐ πολλῶ πρότερον, ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τούς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλονται καὶ κρίνουσι δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι ν καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ κατα θυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττου σιν· ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν αὐτοὶ, ἄνθρωποι τυγχά νοντες καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς μᾶλλον εἶναι θεούς αὐτούς· τὸ γὰρ ποιοῦν τοῦ ποιμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων, τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδούς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χα ρίζεται τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστὶν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ, τούτους θεούς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστὸν τοῦτο ἐστὶν· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι, ἐλέγχουσι τήν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος, οὐ καινὸν οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον, καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβο ὴ η μένοι θεοί ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων, καὶ ἥφαιστος καὶ ἑρμῆς, καὶ ἐν θηλείαις ἥρα καὶ δήμητρα καὶ ἀθην ἀ ὰ καὶ ἄρτεμις, ταῖς θη σέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καί οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἀποθνή σκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι· καὶ εἴθε μέχρις ἀῤῥένων εἱστήκει τούτων ἡ εἰδωλολατρία καὶ μὴ εἰς θηλείας κατέφερον τήν θείαν προση γορίαν· καὶ γὰρ καὶ γυναῖκας, ἃς οὐδὲ εἰς κοινήν περί πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλές, ταύτας τῇ τοῦ θεοῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι, ἃς προειρήκαμεν, παρά δὲ αἰγυπτίοις, ἴσις καὶ κόρη, καὶ νεωτέρα, καὶ παρ’ ἄλοις ἀφροδίτην· τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδέ λέγειν εὐαγές ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστὰ. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι ἀλλά καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καί ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἤλεγξεν ἡ φύσις εἶναι θνητούς, τούτους καὶ ταύτας διὰ τὸ πολύ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες, καὶ θυσίας ἀναπλάσσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τήν πλάσιν, καὶ τήν τοῦ τεχνίτου φιλοτιμίαν, θεούς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολλoμένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον νομίζοντες θεοὺς εἶναι αὐτοὺς, ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνᾳ τούτους ἐτυπώσαντο· ἵνα τὸ μηκέτι εἶναι τήν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τήν τοῦ ἀληθινοῦ θεοῦ τιμήν περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὥρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα, καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεόν ἐλέγχουσιν, ἀλλ’ ἄνθρωπον, καὶ τοῦτον ἐκ πα τρὸς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστόν, ὅτι καί ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸ πειραῖα μετὰ σωκράτους κατέρχεται τήν ἀνθρώπου τένη τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφή λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδο ξία γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον· καὶ διατοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχόμενος πατήρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς· εἴτ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυ λάχθη, καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτὰ, οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τό μακρὰν οἰκεῖν, τήν πόῤῥωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐτίμησαν γρ(άφε) ἐποίησαν · ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προ ετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τήν ὁμοι ό τητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον, διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτῃς τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως, ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης· ὥρα λοιπόν σοι, καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγο μένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεούς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας. οἷον γὰρ, οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν· ἁρπάζοντα μὲν τὸν γανυμήδην, καὶ τὰς κλοπιμαίους ἐργα ζόμενον μοιχείας. δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρῴων ἀπόληνται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτόν αχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπιδῶνος· καί βουλόμενον αὐτῷ βοη θῆσαι καὶ μή δυνάμενον· καί ἐπιβουλόμενον ὑπὸ τῶν ἄλλων λεγο μένων θεῶν, ἀθηνᾶς δή λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθού μενον δὲ ὑπὸ θέτιδος γυναικός καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύονται· καὶ πάλιν αὐτὸν κρυπτόμενον διὰ τήν τοῦ πατρὸς ἐπιβουλήν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον, κᾀκεῖνον ἀποτέμνοντα τόν πατέρα, ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεόν, τοσαῦτα δράσαντα, καὶ διαβλη θέντα, ἅ μὴ δέ οἱ κοινοί ῥωμαίων νόμοι καί τοὺς ἁπλῶς ἀνθρώπους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· τὶς ἰδὼν αὐτοῦ τήν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμην καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην, καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν, ἢ τίς ἰδὼν τήν εἰς τήν ἰδίαν αὐτοῦ ἀδελφήν ἐπιχείρησιν καί τόλμαν· ὅτι τήν αὐτήν ἀδελφήν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καί ζημιώσειε θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τούς ἐκ τῆς μοιχείας αὐτῷ γενομένους παῖδας θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τήν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσὶ διόνυσος καὶ ἡρα κλῆς καὶ διόσκοροι καὶ ἑρμῆς καὶ περσεύς καί σώτειρα· τίς ἰδών τὴν τῶν λεγομένων θεῶν ἀκατάλακτον πρὸς αὐτοὺς ἕριν ἐν ἰλίῳ, τῶν ἑλλήνων καί τῶν τρῴων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν; ὅτι διὰ τήν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τούς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην, ὑπὸ δὲ ἡρακλέους τήν ἥραν καὶ τὸν ὑποχθόνιον, ὃν κα λοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως, ἀθηνὰν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα οὐ καταγνώ σεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τὸ εἶναι αὐτοὺς ἔτι λέγειν θεούς· φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τίς ἰδὼν τήν ἄρεος πρὸς ἀφροδίτην μοιχείαν, καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τήν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσηται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τήν ἡρακλέους πρὸς τήν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονήν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σι δήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδει κνυμένων τὸ τῆς πλάνης γνώρισμα, ἐφ’ οἷς μάλιστα καὶ οἰκτιρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται, καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι, καὶ ὁμολογοῦντες εἶναι κακὸν τήν παιδοφθορίαν, τούς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἅ μὴ δὲ ἐν ἀνθρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις θεοῖς περιτιθέντες οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσί πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶντες, οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς ἀλλὰ τήν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξιστός ἐστιν ὁ λίθος, καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμω τέρας χρῶνται· ἐπειδ’ἂν δ’ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστή μης ἐπιβάλλη τὰς συμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικός εἰς τήν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος, ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τήν τέχνην θεοὺς προσα γορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τήν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾷν· οὐ γὰρ ἡ ὕλη τήν τέχνην, ἀλλ’ ἡ ὕλη τήν τέχνην ἐκόσμησε, καὶ ἐθεοποίησε· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προ υπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἠβουλήθη, οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τήν ἐπιστήμην καὶ τήν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τήν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι, τούς μη δ’ὅλως κινουμένους, ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καὶ μή τι νομίσης ταῦτα με λέγειν ἁπλῶς, ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾷν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς, προδιδάσκουσ ει η ς ἄνωθεν καὶ λεγούσ ει η ς· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάριγγι αὐτῶν· ὅμοιοι αὐτο ὺ ῖ ς γένοιντο οἱ ποιοῦντες αὐτὰ· οὐδὲ προφητικὴ δὲ τούτων ἀπέστη μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέγοντος τοῦ πνεύματος, αἰσχυνθήσονται οἱ πλάσαντες θεόν, καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθνήτωσαν ἅμα· ὅτι ᾤξυνε τέκτων σίδηρον, καὶ σκεπάρνῳ εἰργάσατο αὐτὸ· καὶ ἔστησεν αὐτὸ τὸ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίει ὕδωρ· ξύλα γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλη ἐρύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιοτάτου ἀνθρώπου· ἔστησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, καὶ ὃ ἐφύτευσεν ὁ κύριος καὶ ὑετὸς ἐμήκυνεν ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καί λαβών ἀπ’ αὐτοῦ θερμανθῇ· καί καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσεκύνησαν αὐτούς, οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσε πυρὶ· καὶ ἐπὶ τῷ ἥμίσυ αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθείς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνησε λέγων· ἐξελοῦμαι ὅτι ὁ θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ’ ἀνελογίσατο τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέ καυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτὸ. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τήν ψυ χήν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖται ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. π ῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείαν κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαί μονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας; ποία δέ τούτων ἐλπίς; ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη; πεποιθῶσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἅ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ σέβουσιν; εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τούς θεούς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερόν ἔχωσι τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τήν ὑπόνοιαν τῶν ἀκεραίων, ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων, οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς τήν τῆς αἰσθήσεως χρῆσιν, καὶ τήν τῶν αἰσθητῶν ἀντίληψιν νῦν δὲ, ἔχοντες οὐκ ἔχουσι· καὶ στήκοντες οὐ στήκουσι· καὶ καθεζόμενοι οὐ καθέζονται· οὐ γάρ ἔχουσι τούτων τήν ἐνέργειαν, ἀλλ’ ὡς ὁ πλάσας ἠθέ λησεν, οὕτω καὶ μένουσι κείμενοι· θεοῦ μὲν γνώρισμα μὴ δὲν παρέχον τες· ἄψυχοι δὲ καθόλου μόνον ἀνθρώπου τέχνῃ φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιηταί λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχρο ποιοῦ πολιτείας ἀναγραφήκεισαν· ἠδύναντο γὰρ καί μόνῳ τῷ τῆς θεό τητος ὀνόματι τήν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τούς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι· νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγού μενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων· καί ζηλωτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους καὶ δειλίας καί τάς ἄλλας κακίας οὐδὲν ἄλλο, ἢ ἑαυτοὺς ἐλέγχουσιν ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων σεμνῶν· περί δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακράν ὄντων μυθολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυ σ σεβεῖς ἐπὶ τὴν ἰδιώτητα τῶν ποιητῶν καταφεύξονται, λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι τόν χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονήν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ τῶν θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἔωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καί προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστὶ πλάσματα καὶ ψευδῆ, ψευδ ει ὴ ς ἂν εἴη καὶ αὐτὴ, ἡ περὶ τοῦ διός καί κρόνου καὶ ἥρας καὶ ἄρεος καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασὶ καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεύς, οὐδὲ κρόνος οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταί πρός ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄντας αὐτούς θρησκεύουσιν; ἢ ἴσως γὰρ ἂν πάλιν φήσωσι τὰ μὲν ὀνόματα οὐ πλάττονται· τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ’ ἀσφαλές· εἰ γάρ τάς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καί τά ὀνόματα, ὧν καί τάς πράξεις εἶναι διηγήσαντο· ἤ ἀλη θεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καί περί τάς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε, οἱ εἶναι τούτους θεούς μυθολογήσαντες, ἴσασιν ἀληθῶς, καί ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τάς ἀνθρώπων θεοῖς προσάψειεν εὐνοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρός ἔργον τῷ ὕδατι τὶς ἀναθήσει· τὸ μὲν γὰρ καίει, τὸ δὲ ἔμπαλιν τήν οὐσίαν ἔχει ψυχρὰν· εἰ μέν οὖν αἰ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοί ἂν εἶεν καί οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων εἰσὶ, καὶ ἀνθρώπων οὐ καλῶν· τὸ μοιχεύειν, καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἂν εἶεν οἱ ταῦτα πράξαντες καί οὐ θεοί· κατ’ ἀλλήλους γάρ ταῖς οὐσίαις καὶ τάς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ, καί ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ ὥσπερ οὖν εἴ τίς διαλεγόμενος περὶ ὕδατος καί πυρός, καί τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ’ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν τὸ δέ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγείτο, ἔλεγεν ἂν τήν μὲν γῆν φωτίζειν, τόν δὲ ἥλιον βοτάναις καὶ καρποῖς σπείζεσθαι, ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ’ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξο χότατος ποιητὴς, εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις· αἵ μή εἶναι θεούς αὐτούς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους εἶναι, καὶ ἀν θρώπους οὐ σώφρονας· ἤ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδη, διὰ τί μή ἐπὶ τῆς ἀνδρείαν τῶν ἡρώων ἐψεύσαντο· καί ἀντί μέν ἀνδρείας ἀσθένειαν· ἀντὶ δὲ ἀσθενείας ἀνδρείαν ἐπλάσαντο· ἔδει γάρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας· οὕτω καὶ τοῦ μὲν ἀχιλλέαν ἀνδρίαν κατὰ ψεύσασθαι, τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσέως, ἀσυνεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καί ἔκτορος γυναικείας πράξεις· τῆς δὲ ἑκάβης ἀνδρείαν μυθο λογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν· ἔδει τοὺς ποιητάς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις τήν ἀλήθειαν ἐφύλαξαν τῶν δὲ λεγομένων θεῶν, οὐκ’ ἐφοβήθησαν καταψεύδεσθαι· καὶ τοῦτο γάρ ἄν τις αὐτῶν εἴποι, ἐν μέν ταῖς περὶ ἀσεβείας ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται, ἐν δὲ τοῖς ἐπ ’ ἀνθρώποις ἀνοις αίνοις ὅτ ι αν πατέρα θεῶν καὶ ὕπατων καὶ ὀλύμπιον καὶ ἐν οὐρανῷ βασιλεύοντα λέγωσι τόν δία, οὐ πλάτ τονται ἀλλ’ ἀληθεύοντες λέγουσι· τοῦτον δὲ οὐ μόνον ἐγὼ, ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ’ αὐτῶν εἶναι τόν λόγον· πάλιν γάρ ταις πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια ὑπέρ τήν ἀνθρώπων ἀνων ἐστίν φύσιν· ἕκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρός ἑαυτό· οὔτε γάρ τῶν ἐν οὐρανοῖς ἴδιόν ἐστι ταῦτα πράττειν, οὔτε τούς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τίς δύναται θεούς· τί οὖν ὑπολείπεται νοεῖν, ἤ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει· αἱ δὲ πράξεις ἀληθεύουσαι κατ’ αὐτῶν· καί τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινάς, καὶ κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλά μᾶλλον οἷς εἰσίν αἱ πράξεις αἰσχραί, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τήν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος, μή εὑρίσκοι μὲν ἐκ πολιτείας, μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τήν πρόφασιν τῶν ἐγκωμίων διὰ τήν ἐν τούτοις αἰσχύ νην, ἄλλως δὲ αὐτοὺς ἐπαίρει τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτῳ καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ’ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα, ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι τάς θεοῦ ἐνοίας μὴ ἁρμό ζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καί τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τήν τοῦ θεοῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμήν τοῖς οὐκ’ οὖσι θεοῖς, ἀλλ’ ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μὴν ἴσως, μέν καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον· τούτου ἕνεκεν καί ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα πρὸς ἔλεγχον τοῦ μή εἶναι τούτους θούς ἐν ταῖς περί αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπο λογία, τίς ἀπόδειξ ε ι ς περὶ τοῦ εἶναι τούτους θεούς γένοιτ’ ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεγχθέντων μικρῷ πρότερον, ἀνθρώπους αὐτοὺς καὶ ἀνθρώπους ἀσέμνους ὄντας ὁ λόγος ἀπέ δειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται, καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίῳ χρησίμοις, λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται πλαστικήν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ τήν τοῦ κυβερνήτου· καὶ ἤφαιστος μὲν χαλκευτικήν, ἀθηνά δὲ τήν ὑφαν τικήν· καὶ ἀπόλλων μὲν τήν μουσικήν· ἄρτεμις δὲ τήν κυνηγετι κήν· καὶ ἥρα στολισμόν, δήμητρα γεωργίαν· καὶ ἄλλοι ἄλλας ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταῦτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀναθ ῆ εῖ ναι, ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων φύσει· εἰς ἥν ἀτενίζοντες ἄνθρωποι τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοί λέγουσι φύσεως εἶναι μίμημα· εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδαζαν τέχνας γεγόνασιν, οὐ διατοῦτο καί θεούς αὐτοὺς νομίζειν ἀνάγκη, ἀλλὰ μᾶλλον ἀνθρώπους· οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι, ἀλλ’ ἐν ταύταις καὶ αὐτοί τὴν τέχνην φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι κατὰ φύσιν, δεκτικοί ἐπιστήμης κατὰ τῶν περὶ αὐτῶν τιθέντα ὅρον, οὐδὲν θαυ μαστὸν εἰ τῇ ἀνθρωπίνη διανοία, καὶ αὐτοὶ εἰς τήν ἑαυτῶν φύσιν ἀποβλέποντες, τὰς τέχνας ἐπενόησαν· ἤ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέ σεις, θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεούς ἀναγορεύειν· καθ’ ὃν λόγον κᾀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· γράμματα μὲν γὰρ ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκήν ὅμηρος· καὶ διαλεκτικήν μέν ζήνων ὁ ἐλεάτης· ῥητορικήν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσών, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν λυκοῦργος ὁ σπαρτιάτης καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τήν σύνταξιν καὶ ἀριθμητικήν, καί μέτρα καὶ στάθμια παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀπήγγειλαν χρήσιμα κατὰ τήν τῶν ἀνθρώ πων μαρτυρίαν· εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι, καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καί τούς ὕστερον ἐκείνων ἐφευ ρετάς τῶν ἄλλων γενομένους εἶναι κατ’ αὐτούς θεούς· ἤ εἰ μή τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ τιμῆς, ἀλλ’ ἀνθρώπους ἐπιγινώσκουσι, ἀκό λουθον ἄν εἴη καὶ τόν δία καὶ τήν ἥρα καὶ τούς ἄλλους μή ὀνομά ζεσθαι θεούς· ἀλλὰ καὶ αὐτούς ἀνθρώπους γεγενῆσθαι πιστεύειν· ὅτι μηδὲ σεμνοὶ γεγόνασιν ὡς καὶ ἀπ’ αὐτῆς τῆς διὰ τῶν ἀγαλμάτων γλυφῆς οὐδέν ἕτερον, ἤ ἀνθρώπους αὐτούς ἐ γ λ έγχουσι· τινά γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφήν, ἢ τήν ἀῤῥένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρῳ τούτων καὶ ἀλόγων ὄντων τήν φύσιν· πετεινῶν παντοίων· τε τ ραπόδων ἡμέρων τε καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τήν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρω ποι, καὶ πλέον οὐδὲν ὁρῶντες, ἤ ἡδονὰς καὶ σαρκός ἐπιθυμίας ὡς ἐν τούτοις τοῖς ἀλόγοις τήν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο κατὰ τήν ποικιλίαν τῶν παθῶν ἑαυτῶν· καὶ θεοὺς τοσούτους γλύψαντες, τετραπόδων γὰρ εἰκόναι καί ἑρπε τῶν καὶ πετεινῶν εἰσί παρ’ αὐτοῖς· καθὼς καί ὁ τῆς θείας καὶ ἀλη θοῦς εὐσεβείας ἑρμηνεύς φησιν· ἐματαιώθησαν ἐν τοῖς διαλογισ μοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, φάσκοντες εἶναι σοφοί ἐμωράνθησαν καὶ ἤλλαξαν τήν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτῆς ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτούς εἰς πάθη ἀτιμίας· προπαθόντες γάρ τήν ψυχήν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τήν τοιαύτην θεοπλαστίαν κατέπεσον· καί πεσόντες λοιπόν, ὡς παροφθέντες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς, οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν ἀπεικάζουσι· περί ὧν οἱ παρέλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες, ἐλεγχόμενοι μέν οὐκ ἀρνοῦνται ἀνθρώπων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους τούς φαινομένους αὐτῶν θεούς· ἀπολογούμενοι δέ λέγουσι, διατοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, ἤ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντες φασί· διατοῦτο ταῦτα κατεσκευάσθαι, καὶ τετυπῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφανείαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις· οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ κατα λήψεως ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφα νείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γάρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάση τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων οὐκ’ ἔλαττων τῶν προτέρων δειχθέντων, τήν δόξαν εἶναι ψευδήν· εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθών υπ’ ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται, ἤ γνωρίζεται θεός διὰ τούτων· πότερον διὰ τήν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τήν ἑαυτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τήν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς; καὶ μήν πρὶν πλα σθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεὸν· μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν συγκλείοντες ἕνα λίθον, ἢ ξύλον, ἢ χρυσοῦ μέρος πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· ἡ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φυσιζώων ὧν εἰσί μορφαί τά γλύμματα τὸν θεὸν ἐπιφαίνεσθαι; καλλίον γὰρ ἂν ὑπερὶ τοῦ θεοῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει, εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο, καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προ σεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φυσίζωα, τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυτ τόμενοι καὶ ἀποστρεφόμενοι, ἢ διὰ τήν ἀγριότητα, ἤ διὰ τήν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυ σῷ γλύψαντες θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζ ῶ ω ντα θρη σκεύειν αὐτοὺς, ἢ τοὺς τούτων τύπους ἐν τύποις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν, οὔτε ἡ μορφή, οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ παρου σίας ἐστι· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται, ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τήν ἐπιστή μην ἐπιφοιτᾶ τὸ θεῖον τοῖς γλύμμασιν, τίς πάλιν ἡ χρεία τῆς ὕλης οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις· εἰ γὰρ ὅλως διὰ τήν τέχνην ἐπιφαίνεται ὁ θεὸς, καὶ διατοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμ ματα, ἔδει τοὺς ἀνθρώπους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσ κυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσο καί λογικοὶ καὶ τήν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς· περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καί ταῦτα ἄν τις ἀκολούθως εἴποι, εἰ οὐ δι’ αὐτοῦ τοῦ θεοῦ τὴν ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες, ἀλλὰ διὰ τήν ἀγγέλων ἐκεῖ παρουσίαν, διὰ τὶ τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθαι τὰς δυνάμεις, κρείττονα καί ὑπέρ αὐτάς τάς ἐπικλη θείσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ καταλήψεως γλύφοντες τὰς μορφὰς ὥς φατέ, αὐτοῦ τοῦ θεοῦ τήν τιμήν καὶ προ σηγορίαν, αὐτοῖς τοῖς γλύμασι περιτίθετε; πρᾶγμα πάσχοντες οὐκ εὐαγὲς· ὁμολογοῦντες γάρ ὑπεραίρειν τήν τοῦ θεοῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος· διατοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τάς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες οὗ τήν παρουσίαν ἐφοβήθητε, τούτου τήν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματα εἰσίν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν· οὐδὲ γὰρ ἐγράφοι τίς τῷ βασιλεῖ ὄνομα ἀκινδύνως ἔχει τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος θάνατον μὲν ἔχει τήν ζημίαν· τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται· οὕτω καὶ ὑμεῖς, εἴπερ ἐῤῥωμένον ἔχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεό τητος γνώρισμα, εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου· εἰ γὰρ καί ὅλως ὡς γράμματα σημαίνουσι τήν τοῦ θεοῦ ἐπιφάνειαν, καὶ διατοῦτο ὡς θεὸν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια, ἀλλά γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα, φημὶ δὴ πάλιν τόν τεχνίτην, πολλῶ πλέον ἔδει θεοποιηθῆναι, ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσω κᾀκεῖνα κατά τήν αὐτοῦ βού λησιν ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμματα θαύματός ἐστιν ἄξια, πολλῶ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι, διὰ τήν τέχνην καὶ τήν τῆς ψυχῆς ἐπιστήμην· οὐκοῦν εἰ μή διατοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτούς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας, τήν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς παρ’ αὐτῶν ἀξιῶ μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον, διατοῦτο οὕτω τετύπωται, διατί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος διὰ τί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυ φὰς; εἰ δὲ τὸ συναμφότερόν ἐστι καί ἐξ ἀμφοτερον κατειλήφασι τὸν θεὸν, ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα; καὶ χωρίσουσι τήν ἀλόγων καὶ ἀνθρώπων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτῶν γλύφουσιν ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα, ἡ σκύλα καὶ ἡ χάρυβδις καὶ ὁ ἱππο κένταυρος, καὶ ὁ παρ’ αἰγυπτίοις κυκνοκέφαλος ἄννουβις· ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς, ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τήν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πάλιν εἰ ἀῤῥενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διὰ τί καά θηλειῶν αὐτοῖς περιτιθέασι τύπους; εἰ δὲ θηλυκῶν εἰσί, διὰ τί καὶ ἀῤῥενικῶν καταυτῶν ψεύδονται τάς μορφὰς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσὶν ἔδει μὴ διαιρεῖσθαι, ἀλλ’ ἀμφότερα συνάπτεσθαι, καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφρο δτ´ · ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχῃ· καὶ ὅλως εἰ σωματοειδὲς τό θεῖον ὑπολαμβά νουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς, ὥστε τοιαῦτα νοεῖ περί τοῦ θείου· ἀκο λουθεῖ γὰρ αὐτῷ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν, ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα οὐκ ἴδια θεοῦ, ἀλλά μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστιν· ὁ μὲν γὰρ θεὸς ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος, οὐδ’ἑνὸς εἰσοτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καί σωμάτων εἰσί τύποι· καί τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γὰρ ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιωθέντας· καὶ οὓς ὁ χρόνος, ἤ ὑετὸς, ἤ ἄλλο τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ὧ ἄν τις αὐτῶν καταγνώ σηται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καί οὕς αὐτοί ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν αἰτοῦσιν· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὕς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ καὶ γῆς ἁπάσης δεσπότας, οὐκ’ αἰσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τήν ἀθεότητα καταμάθοι· ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστίν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τις πρόσθηται τούτων; καὶ ποίους ἂν αὐτῶν κρίνει κυριοτέρους· ἵνα, ἢ τὸν θεὸν θαῤῥή σῃ προσκυνῶν· ἢ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζειν γινώσκων τὸ θεῖον οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστον ἐστὶν ἔθνη, τοσοῦτοι καὶ θεοί ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα καί μία πόλις πρὸς ἑαυτάς στασιάζουσι περί τῆς τῶν εἰδώλων δεισιδαιμονίας· φοίνικες γοῦν, οὐκ’ ἴσασι τούς παρ’ αἰ γυπτίοις λεγομένους θεοὺς· οὐδὲ αἰγύπτιοι τὰ αὐτά τοῖς παρά φοί νιξι προσκυνοῦσιν εἴδωλα· καὶ σκύθαι μὲν τοὺς περσῶν, πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεοὺς· ἀλλὰ καὶ πελασγοὶ μὲν τοὺς ἐν θράκῃ θεοὺς διαβάλλουσι· θράκες δὲ τοὺς παρά θηβαίοις οὐ γινώσκουσι· ἰνδοὶ δὲ κατὰ ἀῤ ῥ άβων, καὶ ἄραβες κατ’ αἰθιό των· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν τὰ κιλίκων οὐ σέβουσι· καππαδοκῶν δὲ τὸ γένος ἄλλους παρὰ τούτους ὀνομάζουσι θεούς· καί βιθυνοὶ μὲν ἑτέρους, ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι δεῖ πολλῶν, ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις ἄλλους θεούς προσκυνοῦσι, καί νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλει καὶ κώμῃ τούς ἐκ γειτόνων οὐκ’ εἰδυῖα θεούς τούς ἑαυτῆς προκρίνει, καὶ μόνους τούτους εἶναι β θεοὺς α νομίζει· περί γάρ τῶν ἐν αἰγύπτῳ μυσαρῶν, οὐδὲ λέγειν ἐστὶ πᾶσιν ἐν ὀφθαλ μοῖς ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἔχουσιν ἀλλήλας τὰς θρησκείας αἱ πόλεις· καί οἱ ἐκ γειτόνων σπουδάζουσιν ἀεί κατά τῶν πλησίον τὰ ἐναντία σέβειν· ὁ γοὖν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδηλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομί ζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεός θρησκευόμενος, τοῦτον οἱ ἀστειγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλά καί εὑρόντες ἀπο κτένουσιν ὡς θηρίον· καί ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθὺς, οὗτος ἄλλων ἀλήθεται τροφὴ· ὅθεν δὴ πόλεμοι καί στάσεις καί πᾶσα φθόνων πρόφασις καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστόν, ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίων θεούς, ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορος ἐστὶν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρά τοῖς αὐτοῖς εὑρίσκεται· καί εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεόν κατανοήσεως, εἰς πολλά καὶ διάφορα καταπεπτώκασι· καί ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς λόγον, τὸν πάντων σωτῆρα χριστόν, εἰκότως εἰς πολλὰ τήν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καί ἐν σκοτεινοῖς γενόμενοι τόποις πολλὰς ἀνόδους κυκλεύουσιν ὁδῷ· καὶ τοὺς μὲν παρόντας οὐχ’ ὁρῶσι· τούς δέ μή ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέ πουσι, τὸν αὐτὸν τρόπον οἱ τόν θεόν ἀποστραφέντες καί σκοτισθέν τες τήν ψυχήν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τά οὐκ ὄντα ὡς μεθύοντες καί μή ὁρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρός ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν· διαφόρων γὰρ ὄντων καὶ πολλῶν, κατὰ πόλεις καὶ χώρας θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεόν, οἱ πάντες παρά πάντων ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γίνονται θυσίαι καί σπονδαὶ· καί ἄλλων αἱ θυσίαι ἄλλων ἔμπαλιν εἰσί θεοί· αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν ἄπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ διὶ θύουσι· κἂν γὰρ μή αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες πρόβατον, ὃ καλοῦσιν ἄμμωνα, θεὸν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίας σφάζεται· ἰνδοὶ τὸν διόνυσον θρησκεύουσι συμβολικῶς οἶνον αὐτὸν ὀνομά ζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄλλοι ποταμοὺς καὶ κρήνας, καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκα σι καὶ θεοὺς ἀναγορεύουσι, καὶ ὅμως ἄλλοι, καὶ αὐτοί δέ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρί πτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μή θεούς, ἀλλά τὰ τῶν ἄλλων ἔτι τε καὶ παρ’ αὐτοῖς ἀποτρο πιάσματα καί θυσίας ὄντα θεοποιοῦσιν· ἤδη δέ τινες εἰς το σαύτην ἀσέβειαν καί παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους, ὧν εἰσί τύποι καί μορφαὶ, τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καί θυσίας προσάγειν· καί οὐχ’ ὁρῶ σιν οἱ κακοδαίμονες, ὅτι τὰ σφαγιαζόμενα θύματα, ἀρχέτυπά εἰσὶ τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους· σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις· ἤ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττωσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καί λογικὰ τοῖς ἀκινήτοις προσάγουσι· σκύθαι γὰρ οἱ καλούμενοι ταύριοι τῇ παρ’ αὐτοῖς παρθένῳ καλουμένῃ τοὺς ἀποναυαγίων καὶ ὅσους ἄν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίαν ἀναφέρουσι· τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων, καὶί οὕτως ἐλέγχοντες τῶν θεῶν αὐτῶν τήν ὠμότητα· ὅτι οὓς ἡ πρό νοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατα σφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τήν ἐκεί νης εὐεργεσίαν, τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύπτουσιν· ἄλλοι δὲ τῷ ἄρει ἐπειδ’ἄν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, το τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες, τοσούτους κατα σφάζουσιν, ὅσους ἄν κατά μίαν ἑκατοντάδα ἐκλέξωνται· οὐ μόνοι δὲ οἱ σκύθαι διὰ τήν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μισαρὰ δρῶσιν, ἀλλ’ ἴδιόν ἐστι τοῖς τῶν εἰδώ λων καὶ δαιμόνων κακίας τοῦτο τὸ δράμα· καὶ γὰρ αἰγύπτιοι ἔθυον μέν πάλαι τῇ ἥρᾳ τοιαῦτα σφάγια φοίνικες δὲ καὶ κρῆτες τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις αὐτῶν ἰλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατιάριον δία ἀνθρωποθυσίαις ἐθρή σκευον· καὶ ἄλλοι ἄλλως, καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαί νοντο· ἐμιαίνοντο μὲν αὐτοί δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελή μασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο, ἴδιον ἡγούμενοι κατόρθω μα τήν πρὸς τὰ κρείττονα ὡς αὐτοί νομίζουσι μίμησιν· ἔνθεν ἀν δροφονίαις καὶ τεκνοκτονίαις, καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι· καὶ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ. δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γινομένη· καί οὐκ’ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μή μόνος ὁ παρ’ αὐτοῖς ἐπ’ ἀσελγείᾳ μαρ τυρούμενος· γυναῖκες γοὖν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκα θέζοντο· ἀπαρχόμεναι τοῖς ἐκεῖθεν ἑαυτῶν τήν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν· νομίζουσαι τῇ πορνείᾳ τήν θεόν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν ἑαυτῶν διὰ τούτων· ἄνδρες δὲ τήν φύσιν ἀρνούμενοι, καὶ μηκέτι εἶναι θέλοντες ἄῤῥενες, τήν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμήν τῇ μητρὶ μρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχύ στοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἀμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος, αἵ τε γάρ θήλειαι αὐτῶν, μετήλλα ξαν τήν φυσικήν χρῆσιν εἰς τήν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες ἀφέντες τήν φυσικήν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄῤῥενες ἐν ἄρσεσι τήν ἀσχημο σύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμο λογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τὸν βίον· ἐκ μὲν γὰρ διὸς, τήν παιδοφθορίαν καὶ τήν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τήν πορνείαν· καὶ ἐκ μὲν ῥέας, τήν ἀσέλ γειαν· ἐκ δὲ ἄρεος τούς φόνους· καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμα θήκασιν, ἅ οἱ νόμοι μὲν κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέ φεται· ἆρ’ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεούς τούς τά τοιαῦτα ποιοῦντας; καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τήν ἀσέλγειαν τῶν τρόπων; ἆρ’ ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς, νομίζειν ἀνθρώπους; καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέ ρους, καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτήρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἄν ἐν τούτοις καταπεπτώκεισαν ὅλοι πρηνεῖς, καὶ τήν ἀληθῆ ἠρνοῦντο τοῦ χριστοῦ πατέρα πρα θεὸν· ἀλλ’ ἴσως οἱ ἐπανα βεβηκότες τούτων καὶ περὶ τήν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τούς περὶ τῶν βδελυγμάτων ἐλέγχους, ἐκ εὐ κατάγνωστα μὲν καὶ εὐέ λεγκ τ α παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐτοὶ· ἐκεί νην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντήρητον εἶναι οἰήσονται· τήν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ’ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων καὶ ἀλόγων πτη νῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλ’ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ’ οὐρανὸν κόσμον· καὶ γῆν αὖ πάλιν καὶ σύμπασαν τοῦ ὑγροῦ τήν φύσιν σέβοντες καὶ θρησκεύοντες· καί φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ, ὅτι οὔτε ἄψυχα, οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν· τῷ τὰ μὲν ἐν οὐρανοῖς, τά δὲ ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περί τούτων ἰδεῖν καί διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις ὁ λόγος εὑρήσει τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρίν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τήν κτίσιν αὐτήν κατ’ αὐτῶν μονονουχί βοῆσαι, καὶ δεῖξαι τόν αὐτῆς ποιητὴν καί δημιουργόν θεόν τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ· ὃν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι· τήν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποιοῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτήν καί ὁμολογοῦσαν, ὃν ἐκεῖνοι δι’ αὐτήν ἀρνοῦνται κύριον. οὕτω γὰρ τούς ἀνθρώπους εἰς τὰ ταύτης μέρη κεχηνόταις καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήσῃ ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνωρίζει δὲ καί σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον καὶ ποιητὴν, τὸν τοῦ λόγου πατέρα, τῇ ἀναντη ρ ρήτῳ προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ἧ φησι καὶ ἡ θεία νομοθεσία· οἱ οὐρανοὶ διη γοῦνται δόξαν θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελλεῖ τὸ στερέωμα. πίστις δὲ τούτων οὐκ’ ἀφανὴς, ἀλλὰ καὶ λίαν ἐναργ ῆ ὴ ς ἐστι τοῖς τὸν ὀφθαλ μὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι, καὶ ἕκαστον ἰδία νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον καὶ σελήνην χωρίς, καὶ γῆν αὖ καὶ ἀέρα, καὶ τήν θερμήν καὶ ψυχρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι καθ’ἑαυτὸ καὶ ἰδία θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ, ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικου ρίαις συνιστάμενα· ἥλιος μὲν γάρ τῷ σύμπαντι οὐρανῷ συμπε ριφέρεται καὶ ἐμπεριέχεται· καὶ ἐκτός τῆς ἐκείνου κυκλοφο ρίας, οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα τήν παρὰ ἡλίου γενομένην αὐτοῖς ἐπικουρίαν· γῇ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ, χωρὶς τῆς τῶν νεφε λῶν χρείας, οὐκ’ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος, καθ’ ἑαυτὰ ἂν φανείη καί συσταίη ποτέ· ὅ, τε ἀὴρ, οὐχ’ ὑφ’ ἑ αυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου κατα λαμπόμενος λαμπρύνεται· καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ’ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ’ ἀφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τήν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντὸς, ἥ, τε θάλασσα καὶ ὁ ἔξωθεν περιῤῥέων τήν σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται, ὅποι δ’ ἂν αὐτὴ ἡ τῶν ἀνέμων προσῥήσση βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι, οὐκ ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος, ἐν αὐτῷ τῷ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέ στηκεν ἡ τῶν σωμάτων φύσις, τήν θερμήν λέγω καὶ τήν ψυχρὰν ξηρὰν τε καὶ ὑγρὰν οὐσίαν, τὶς τοσοῦτον ἀπέστραπται τήν διάνοιαν, ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τήν τοῦ πλεονάζοντος ἀναιρεῖται καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραίνεται, καὶ τοῦτο ὑπό τοῦ ἑτέρου ξηραί νεται· πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ’ ἑτέρων ἐπικου ρίας; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε, καὶ αὐτῶν ἀπαι τούτων παρ’ ἀλλήλων τήν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ λόγος ἐστι, μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι, ἀλλ’ αὐτάρκης καὶ πλήρη ἑαυτοῦ· καὶ ἐν αὐτῷ τὰ πάντα συνεστηκέναι· καί μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην καί τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα, ἀλλὰ καί λειπόμενα τῆς ἀλλήλων χρείας, ἀνα γορεύειν ἄξιον θεοὺς; ἀλλ’ ἴσως διαιρούμενα μὲν, καί καθ’ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες, καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τό ὅλον θεόν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενήσεται πρὸς πάντα λέξουσι οἱ δοκησίσοφοι, ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τήν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει· εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν, τὸ ὅλον ἀναπληροῖ, καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνίσταται, καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει. τοῦτο δὲ τῶν περί θεοῦ ἐννοιῶν πολύ πόῤῥωθε καθέστηκεν· ὁ γὰρ θεὸς ὅλον ἐστὶ καὶ οὐ μέρη, καὶ οὐκ’ ἐκ διαφόρων συνέστηκεν, ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεως ἐστὶ ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται, ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ’ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶ ν , οὐκ’ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ’ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τήν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου. τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοὴ οὐδὲ ἡ ἀκοὴ χείρ, οὐδὲ ἡ γαστήρ ἐστι στέρνα, οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστὶ ποὺς, ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τήν ἐνέργειαν, καὶ ἐκ τούτων διαφόρων ὄντων, ἓν συνίσταται σῶμα, συνημμένα μὲν ἔχον τὰ μέρη κατά τήν χρείαν· διαιρούμενα δέ κατὰ τήν τοῦ χρόνου παρουσίαν, ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλη, ὡς ὁ προστάξας θεὸς βούλεται, οὕτω· συγγνώμ ὴ ή δέ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος, εἰ τά μέρη τῆς κτίσεως συνάγοντες εἰς ἕν σῶμα θεὸν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δέ πάλιν κατὰ τήν τῶν μερῶν εἰς τό μερίζεσθαι γενομένην φύσιν, καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειε τήν ἀθεότητα κατά τήν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστιν, καὶ ἀώρατος καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν θεὸν ἐπινοοῦσι; καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαύομεν τῇ χειρὶ θρησκεύουσι τῇ θεοῦ τιμῇ· καὶ πάλιν εἰ ὁ περὶ θεοῦ κρατεῖ λόγος, δυνατόν αὐτόν εἶναι κατὰ πάντα· καὶ μὴ δέν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν, καὶ δεσπόζειν, πῶς οἱ τήν κτίσιν θεοποιοῦντες, οὐχ’ ὁ ρῶσιν αὐτήν ἐκτός οὖσαν τοῦ τοιούτου περὶ θεοῦ γρ(άφε) ὅρου · ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μή ὁρᾶσθαι· σε λήνην δέ μεθ’ ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπη δόνῃ· καὶ γῆς μὲν τοὺς καρποὺς, πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ’ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον, τὰς ἰδίας ὥρας ἐξέρχεσθαι· εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι· καὶ κοινάς ἅμα τάς εὐεργεσίας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετά νύκτα, ἥλιον ὁμοῦ καί σελή νην, καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσως ἔχειν τό φῶς, καὶ τοῦτο πᾶσι λάμπειν καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα, καὶ ἔαρ καὶ μετόπωρον ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τήν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι καὶ κοινὸν ἀνθρώποις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῷ γίνεσθαι· ἔδει τό πῦρ ὁμοῦ καί τό ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις τήν χρείαν παρέχειν· οὐδε γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε θεῶν ὄντων κατ’ αὐτούς· καὶ μὴ δὲν ἐπὶ βλάβῃ, ἐπ’ ὠφελεία δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον, διὰ τήν πρὸς ἄλλα ἐναν,τιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα καί μὴ δυνάμενα ἀλλήλων συστῆναι; ἔτι θεοὺς ὀνομάζειν, ἢ θεοῦ θρη σκεύεσθαι τιμαῖς; τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τήν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν; καί ὁμονοίας αὐτοῖς γένοιντο πρύτανεις; οὔτε οὖν ἥλιος εἰκότως, οὔτε σελήνη οὔτε ἄλλό τι μερος τῆς κτίσεως, πολλῶ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα, οὐδὲ οἱ παρὰ ποιηταῖς μυθευόμενοι, ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεως ἐστὶ· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία, καὶ θεοποιία, οὐκ’ εὐσεβείας, ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσή γησις, καὶ μεγάλης πλάνης ἔλεγχος, ἀπό τῆς πρὸς τόν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν γνώσεως λέγω δή τόν τοῦ χριστοῦ πατέρα· ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστή, καὶ οὐκ’ ἐπ’ ὠφε λείᾳ, ἀλλ’ ἐπ’ ἀπωλείᾳ τῷ βίῳ τῶν ἀνθρώπων εἰσαχθεῖσα, φέρε λοιπόν, ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλάνης διελεγχθείσης, τήν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσωμεν τόν ἡγεμόνα καὶ δημιουργόν τόν τοῦ πατρὸς λόγον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα οὐδὲν ἕτερον, ἤ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρός τὸν ὄντος ὄντα θεὸν θν ἕξει τὸν σκοπὸν· πρός δὲ τήν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἡμῖν ἐστὶν χρεία· ἀλλ’ ἡμῶν αὐτῶν, οὐδ’ ὥσπερ ἐστὶν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς τούτων ὁδὸς πόῤῥωθεν, ἤ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστὶν, καὶ ἀφ’ ἡμῶν εὑρεῖν τήν ἀρχήν δυ νατὸν, καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πί στεως, ἐντὸς τῆς καρδίας σου ἐστιν· ὅπερ καὶ ὁ σωτὴρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν, ἡ βασιλεία τοῦ θεοῦ, ἐντὸς ὑμῶν ἐστιν· ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τήν πίστιν καὶ τήν βασιλείαν τοῦ θεοῦ, δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τόν τοῦ παντὸς βασιλέα τοῦ πατρὸς τὸν σωτήριον λόγον· καὶ μή προφασιζέσθω σαν ἕλληνες, οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μὴ δὲ ἄλλός τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τήν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διατοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων· πάντες γάρ εἰς αὐτήν ἐπιβεβήκαμεν καί ἔχομεν, εἰ καί μή πάντες αὐτήν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι, διὰ τάς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο, τίς ἂν εἴη αὕτη, φημὶ δὴ τήν ἑκάστου ψυχὴν εἶναι· καὶ τὸν ἐν αὐτῇ νοῦν· δι’ αὐτοῦ γὰρ δύναται μόνον θεὸς θεωρεῖσθαι, καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν ἠρνήσαντο, οὕτω καὶ ψυχήν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες· οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητήν καὶ δημιουργὸν θεὸν· ὅτι μὲν οὖν ἕκαστος ἀνθρώπων ψυχήν ἔχει καὶ ταύτην λογικήν, καί τοῦτο ἀναγκαῖον ἐστί δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστα τινές ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μὴ δὲν εἶναι τὸν ἄνθρωπων, ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώτερον δι’ ἑαυτῶν, τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικήν εἶναι τήν ψυχήν τῶν ἀνθρώπων, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν καλεῖν ἄλογα ἡ φύσις εἴωθε· ἐπειδή τό τῶν ἀνθρώπων γένος ἐστὶ λογικὸν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν, οὐ τό τυχόν ἂν εἴη, ἐκ τοῦ μόνον τόν ἄνθρωπον τά ἔξωθεν ἑαυτοῦ λογίζεσθαι καί ἐνθυμεῖσθαι τά μή παρόντα, καὶ πάλιν ἐπιλογίζεσθαι· καί κρίσει τό κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾶ, κἂν μετὰ ταῦτα τήν βλάβην ἔχειν. ὁ δὲ ἄνθρωπος ἄνος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾶ ἀλλὰ τῷ λογισμῷ τὰ ἐν ὀφθαλμοῖς ὀ ὁ ρώμενα κρίνει· πολλάκις γοὖν ὁρμήσας, κε κράτηκε τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστίν ὁ τῶν ἀνθρώπων νοῦς. διατοῦτο γοὖν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὕτος διακρίνει, καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾷν, καὶ ὤτων τὸ ἀκούειν· καὶ στόματος γεύεσθαι· καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι, καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλα δεῖ ὁρᾶν καὶ ἀκούειν, καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκ’ἔτι τῶν αἰσθήσεών ἐστιν, ἀλλὰ καὶ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ, καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα, ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει τὰ ταῦτα γρ(άφε) ταῦτα , εἰ μὴ ὁ νοῦς διακρίνη· καὶ ἔοικέ γε τό τοιοῦτον· ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν λύρᾳ καλῶς κατεσκευασμένης· καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ’ ἐπιστήμης· ὡς γάρ αἱ ἐν τῆ λύρᾳ νευραὶ ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον, ἡ μὲν βαρύν· ἡ δὲ ὀξύν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονον, ἡ δὲ ἄλλον ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος, τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθή, ὅτ ι αν ὁ κατέχων τήν λύραν πλήξῃ τὰς νευράς καὶ ἁρμονίως ἑκάστης ἅψεται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθή σεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων, ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύη, τότε καὶ διακρίνει ἡ ψυχή, καί οἶδέν ὅ ποιεῖ καὶ πράττει, τοῦτο δέ μόνον ἴδιον· ἀνθρώπων ἐστι, καί τοῦτό ἐστι τό λογικόν τῆς ψυχῆς τῶν ἀνθρώπων ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων· καί δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐν σώματι ἐστὶ· πολλάκις γοὖν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς φαντάζεται καί θεωρεῖ ὁ ἄνθρωπος· καί πολλάκις τοῦ σώματος ἡρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κι νεῖται ἔνδον ὁ ἄνθρωπος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων, τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τὶ ἂν εἴη ἕτερον, ἢ ψυχὴ λογική; ἐν ᾗ λογί ζεται καὶ ἀπονοεῖ τὰ ὑπὲρ αὐτόν ὁ ἄνθρωπος· καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις, πῶς τοῦ σώματος θνητοῦ κατά φύσιν ὄντος λογί ζεται ἄνθρωπος τὰ περὶ ἀθανασίας, καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος· ὥστε τῶν μὲν ἐμποδὼν καταφρονεῖν, εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνά γκη δὲ ἕτερον εἶναι τὸ τά ἐναντία καὶ παρὰ τήν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο, πάλιν, ἡ ψυχὴ λογική καὶ ἀ θάνατος· καὶ γὰρ οὐκ ἔξωθεν, ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι ὡς ὁ μουσικός τῆ λύρα καὶ ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατα φύσιν ὢν ὁ ὀφθαλμός εἰς τὸ ὁρᾷν, καὶ ἡ ἀκοὴ εἰς τό ἀκούειν, τὰ μὲν ἀποστρέφονται, τὰ δὲ αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων; ἤ τίς τήν ἀκοήν κατὰ φύσιν οὖσαν ἀκουστικήν ἀποκλείει τοῦ ἀκούειν; ἢ τίς τήν γεῦσιν κατὰ φύσιν οὖσαν γευ στικήν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς; τίς δὲ τήν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τό ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός· τίς δὲ τήν ὄσφρησιν καὶ αὐτήν εἰς τὸ ὁδμᾶσθαι γενομένην ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τίς ὁ ταῦτα κατά τῶν φυ σικῶν τοῦ σώματος ἐνεργειῶν, ἤ πῶς τό σῶμα τήν φύσιν ἀπο στραφὲν, ἐπιστρέφεται πρός τάς ἑτέρου συμβουλίας καὶ πρὸς τό ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γάρ οὐδέν ἕτερον, ἤ ψυχήν λογικήν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος· οὐδε γὰρ ἑαυτὸ τό σῶμα πέφυκεν ἐλαύνειν, ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτόν ὑποζεύγνυσιν, ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται· διατοῦτο γοὖν καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις τὰ καλὰ μὲν πράττειν, τήν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις ἀλόγιστα τὰ κακά μένει καὶ ἄκριτα· ἅτε δή τῆς λογιότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτός τυγχάνουσιν· εἶναι μὲν οὖν ψυχήν λογικὴν ἐν ἀνθρώποις ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχή, καὶ τοῦτο ἀναγκαῖον εἶναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρῳ μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως, καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν· εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τό σῶμα φύσει θνητὸν, ἀνάγκη τήν ψυχήν ἀθάνατον εἶναι τὸ τῷ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται, καὶ οὐχ’ ὑπό ἄλλων αὐτή κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τήν ψυχήν, καὶ μετὰ τήν εἰς γῆν από θεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γάρ ἡ ψυχή ἐστὶν ἡ ἀποθνήσκουσα, ἀλλά διὰ τήν ταύτης ἀναχώ ρησιν, ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν ἐκινεῖτο καὶ αὕτη ὑπό τοῦ σώματος, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀπο θνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχή κινεῖ καί τό σῶμα, ἀνάγκη μᾶλλον αὐτήν ἑαυτήν κινεῖν· ἑαυτῇ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερον ἐστὶν, ἢ ζωή αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ πότε ἴσως, τότε θάνατον αὐτοῦ εἶναι· ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώ τερον ἄν τις ἴδοι. εἰ γὰρ καὶ ὅτε τό σῶμα ἐπιβέβηκε καὶ συνδέχεται τούτῳ, οὐ κατὰ τήν τοῦ σώματος σμικρότητα συστέλλεται καί συμ μετρεῖται, ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου, καὶ ὡς ἐν θανάτῳ κοιμωμένου, αὕτη κατὰ τήν ἑαυτῆς δύναμιν γρη γορεῖ καὶ ὑπερεκβαίνει τήν τοῦ σώματος φύσιν· καί ὥσπερ ἀπο δημοῦσα τούτου, μένουσα ἐν τῷ σώματι, τὰ ὑπὲρ γὴν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ· καί πρός αὐτούς ἀφικνεῖται τῇ τοῦ νοῦ θαῤῥοῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπο λυθεῖσα τοῦ σώματος, ὅτε ὁ συνδήσας αὐτήν βούλεται θεός φανερωτέραν ἕξει τήν τῆς ἀθανασίας γνῶσιν; εἰ γὰρ καί συν δεθεῖσα σώματι τήν ἐκτὸς τοῦ σώματος ζῳὴν ἔζη, πολλῶ πλέον καί μετὰ θάνατον τοῦ σώματος ζήσεται· καί οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτήν ποιήσαντα θεὸν, διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ· διατοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ, ἐπειδὴ καὶ ἀθάνατός ἐστι· καί ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος θνητὰ καί αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχήν, ἀνάγκη καὶ αὐτήν ἀθάνατον εἶναι καὶ ζῆν ἀεὶ· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καί θεωρίαι, οὐδέποτε αὐτήν ἀφιᾶσι μένουσαι ἐν αὐτῇ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῇ γινόμεναι πρός ἀσφάλειαν τῆς ἀθανασίας· διατοῦτο γοὖν καὶ τῆς περὶ θεοῦ θεωρίας ἔχει τὴν ἔννοιαν, καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς, οὐκ’ ἔξωθεν, ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τήν τοῦ θεοῦ λόγου γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν θεὸν ἠρνήσαντο, καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ τήν ψυχήν οὐκ’ ἔχειν λογικήν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τήν ἐπιτιμίαν ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τήν δεισιδαιμο νίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δέ ψυχήν ἀξιοῦ σιν ἔχειν, καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν, εἰκότως τοῦτο ποιοῦντες, διατὶ ὡς μή ἔχοντες ψυχήν παρὰ λόγον τολμῶσι, καὶ οὐχ’ ἃ δεῖ φρονοῦσιν, ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι; ψυχήν γαρ ἀθάνατον ἔχοντες, καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν; ἢ δι ὰ α τὶ ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ, οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτόν· δύνανται γὰρ ὥσπερ ἀπεστράφησαν τῇ δια νοίᾳ τὸν θεὸν, καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι τὸν θεὸν· ἐπιστρέψαι δὲ δύνα ν ται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπ ώ ό θωνται· καὶ τὸ σοῦτον ἀπονίψωνται ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῇ ψυχῇ· καὶ μό νην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῇ θεω ρῆσαι τὸν τοῦ πατρὸς λόγον καθ’ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι· κατ’ εἰκόνα γὰρ θεοῦ πεποίηται, καὶ καθ’ ὁμοίωσι γέγονεν, ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν· ὅθεν καί ὅτε πάντα τόν ἐπιχυθέντα ῥῦπον τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτίθεται· καὶ μόνον τό κατ’ εἰκόνα καθαρὸν φυ λ λ ά ττει, εἰκότως διαλαμπρυνθέντος τούτου, ὡς ἐν κατόπτρῳ θεωρεῖ τήν εἰκόνα τοῦ πατρὸς τόν λόγον· καὶ ἐν αὐτῷ τόν πατέρα, οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστιν, ἤ ἡ παρὰ τῆς ψυχῆς διδασκαλία ν διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν, καί μή ὁρᾶν αὐτήν τὸ κρεῖττον· ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων τήν περὶ τοῦ θεοῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τόν ἑαυτῆς δεσπότην καὶ ποιητήν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλάνθρωπος ὁ θεὸς, καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν· ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τήν φύσιν, ἐπέκεινα πάσης γεννητῆς οὐσίας ὑπάρχων· καὶ διατοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῷ τὰ μὲν ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ ἀγέννητον, τούτου ἕνεκεν τήν κτί σιν οὕτω διεκόσμησεν ὁ θεός τῷ ἑαυτοῦ λόγῳ· ἵν’ ἐπειδή τήν φύσιν ἐστίν ἀόρατος, κᾄν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῇ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καί μή ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας, καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας, ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτω δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητήν καὶ δημιουργὸν θεὸν θν , κᾄν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μή θεωρεῖται· οὐ γὰρ κατεχρή σατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον, οὕτω διεκόσμησε τήν κτίσιν, ὥστε καὶ μή ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐ μαυτοῦ φημὶ, ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ παῦλος, ῥωμαίοις μὲν γράφων οὕτω· τὰ γὰρ ἀώρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, λυκάοσι δὲ παῤῥησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπα θεῖς ἐσμέν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν μα ταίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τήν γῆν καὶ τήν θάλασσαν καὶ πάντα τά ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳ χημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ’ ἁμάρτηρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρα νόθεν ὑμῖν διδοὺς ὑετοὺς καὶ καιροὺς καρποφόρους ἐμπιπλῶν τροφῆς εὐφροσύνης τὰς καρδίας ὑμῶν· τίς γάρ ὁρῶν τὸν οὐρανοῦ κύκλον καί τόν δρόμον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τάς θέσεις καί τὰς περιπολήσεις ἐναντίας μὲν καὶ διαφόρους γινομένας, ἐν δὲ τῇ διαφορᾷ, ὁμοίαν τήν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται, ὅτι οὐκ’ αὐτά ἑαυτά, ἀλλ’ ἕτερος τις ὁ διακοσμῶν ποιητὴς. τίς δέ ὁρῶν ἥλιον ἀνατέλονται καθ’ ἡμέραν, σελήνην δέ φαίνουσαν κατὰ νύκτα καί φθίνουσαν καί πληρου μένην ἀπαραλλάκτως κατὰ τόν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμὸν καί τῶν ἄστρων, τὰ μὲν διατρέχοντα καὶ ποικίλως διαλλάσσοντα τοὺς δρό μους, τὰ δὲ ἁπλανῶς κινούμενα, οὐκ’ ἂν ἔννοιαν λαβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός; τίς ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, καί σύμφωνον ἔχοντα τήν ἁρμονίαν, οἷον τὶς ἰδὼν πῦρ ψυχρῷ καὶ ξηρὸν ὑγρῷ κεκραμμένον, καί ταῦτα μή ἀντιστατοῦντα πρός ἄλληλα, ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ’ ἂν ἐνθυμη θείη ἔξωθεν εἶναι τούτων τόν ταῦτα συνάψαντα; τίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι, καὶ ἔαρ θέρει, καί θέρος μετοπώρῳ, καί ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει· τό μὲν γὰρ ψύχει, τό δὲ καίει· τό δὲ τρέφει τὸ δὲ φθίνει, ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῇ τοῖς ἀνθρώποις ἀπο τελοῦντα τήν χρῆσιν, οὐκ’ ἂν ἐννοήσειεν, ὅτι ἔστι τις κρείττων τούτων, ὁ τήν ἰσότητα παρέχων πᾶσιν καὶ κυβερνῶν τὰ πάντα· κἂν μὴ βλέπη τοῦτον τίς ὁρῶν ἐν ἀέρ ει ι τὰς νεφέλας ὑποβασταζομένας καὶ ἐν νεφέλαις τήν τοῦ ὕδατος δεθεῖσαν βαρύτητα, οὐκ’ ἔννοιαν λαμ βάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι· ἤ τις ὁρῶν αὐτήν τήν γῆν βαρυτάτην οὖσαν τῇ φύσει ἐπὶ τὸ ὕδωρ ἐδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τό φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτην διαταξάμενον καὶ ποιήσαντα θεόν· τίς ἰδών τήν κατὰ καιρόν τῆς γῆς καρποφορίαν, καὶ οὐρανόθεν ὑετοὺς καὶ ποταμῶν ἐπιῤῥοίας, καὶ πηγῶν ἀναβλήσεις, καὶ ζώων ἐξ ἀνομοίων γονὰς, καὶ ταῦτα οὐκ ἀεί, ἀλλὰ κατὰ καιρούς ὡρισμένους γινόμενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καί ἐναντίοις, τήν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ’ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα, καὶ διέπουσα ὡς ἂν αὐτὴ μένουσα καλῶς, αὐτὰ μὲν γὰρ καθ’ ἑαυτά, οὐκ ἄν συσταίῃ καὶ φανῇ μή ποτε δυνηθείη διὰ τήν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τό βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον, καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστὶ· τό δ’ αὖ πάλιν ὕδωρ, κουφότερον ἐστὶ ταύτης, καὶ ὅμως, ὑπό τῶν ἐλαφροτέρων τό βαρύτερον βαστάζεται, καὶ οὐ καταφέρεται· ἀλλ’ ἔ στηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄῤῥεν οὐ ταὐτόν ἐστι τῷ θήλει, καί ὅμως εἰς ἓν συνάγεται, καί μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι· τό ψυχρὸν τῷ θερμῷ ἐναντίον ἐστὶ· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται, καί ὅμως συνελ θόντα, οὐ στασιάζει πρὸς ἑαυτὰ, ἀλλ’ ἐξ ὁμονοίας, ἓν σῶμα καὶ τήν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ᾂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτά συνήγαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος ὁ συνδήσας αὐτὰ· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότῃ ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ’ εἰς τήν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρός τό ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτὰ· φύσει μὲν ὄντα ἐναντία, τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλι άζοντα· ἐπεὶ εἰ μή κρείττονι προστάξει ἐγεγόνει τούτων μία κράσις, πῶς ἂν τὸ βαρύ τῷ ἐλαφρῶ· ἤ τό ξηρόν τῷ ὑγρῷ· ἤ τὸ περιφερὲς τῷ ὀρθῷ· ἢ τό πῦρ τῷ ψυχρῷ· ἢ ὅλως ἡ θάλασσα τῇ γῇ· ἢ ὁ ἥλιος τῇ σελήνῃ· ἢ τὰ ἄστρα τῷ οὐρανῷ· καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν, ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καίοντος· τοῦ δὲ ψύχοντος· καὶ τοῦ μὲν βαρέως κάτω, τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου φωτίζοντος, τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα ἐστασίασαν ἂν πρὸς ἑαυτᾲ· ὅτι τὰ μὲν, ἀνωτέρῳ· τὰ δὲ, κατω τέρῳ τήν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ οὐκ ᾂν παρεχώρησε τῇ ἡμέρᾳ ἀλλ’ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτήν καὶ στασιάζουσα τούτων δὲ γινομένων, λοιπὸν ἦν ἰδεῖν, οὐκέτι κόσμον, ἀλλ’ ἀκοσμίαν οὐκ ’ἔ έ τι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ ’ἔ έ τι σύστασιν, ἀλλ’ ἀσύστατον ὅλον· οὐκ ’ἔ έ τι μέτρα, ἀλλ’ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ, ἢ πάντα ἀνηροῦντο, ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν τήν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποὺς, καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ᾂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα. ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν; ἢ σελήνη μόνη περιεπόλει, ἢ νὺξ μόνη ἦν, ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία, εἰ μόνος ἦν ὁ οὐρανὸς χωρὶς τῶν ἀστέ ρων, ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ· τί δὲ καὶ χρήσιμον, εἰ μόνη θά λασσα ἦν, καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο; πῶς δὲ καὶ ἄνθρωπος ἐφάνη, ἢ ὅλως ζῶον ἐπὶ γῆς τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος καὶ μὴ δυναμένου πρὸς τήν τῶν σωμάτων σύστασιν ἀρκεῖν; οὐκ ᾂν γάρ ἐκ μόνου θερμοῦ, ἢ μόνου ψυχροῦ, ἢ μόνου ὑγροῦ ἢ ξηροῦ συνέστη τί τῶν ἄλλων, ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύν θετα καθόλου· ἀλλ’ οὐκ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν, ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέ στηκεν· ἐπεὶ οὖν οὐ κατ’ ἀξίαν, ἀλλὰ τάξις ἐστὶν ἐκ τῷ παντὶ, καὶ οὐκ ἀμετρία, ἀλλὰ συμμετρία, καὶ οὐκ’ ἀκοσμία, ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καί συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κ’ἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων ἐννοεῖν ἔστι τὸν τούτων ἄρχοντα καί κοσμήτορα καί βασιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων συνεστῶσαν, μικρῶν καὶ μεγάλων, καὶ πλουσίων καὶ πενήτων, καὶ πάλιν γερόντων καὶ νεωτέρων καὶ ἀῤῥένων καί θηλεῶν εἰ θεωρήσομεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῆ διαφόρους μὲν ὄντας, ὁμονοοῦντας δὲ πρός ἑαυτοὺς, καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν, μήτε τούς νέους κατὰ τῶν γερόντων γινομένους, ἀλλὰ πάντας κατὰ τήν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέπομεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τήν ὁμόνοιαν πρυτανεύει κἄν μή ὁρῶμεν αὐτὸν· ἡ μὲν γὰρ ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ τήν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες, ὅτι οὐ μάχεται ὁ ὀφθαλμός τῇ ἀκοῇ, οὐδὲ ἡ χεὶρ τῷ ποδί στασιάζει, ἀλλ’ ἕκαστον τήν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τήν τούτων ἡγεμονεύουσαν κἂν μή βλέπωμεν αὐτὴν, οὕτως ἐν τῇ τοῦ παντῶς τάξει καὶ ἁρμονία, τόν τοῦ παντὸς νοεῖν ἡγεμόνα θεὸν θν ἀνάγκη· καὶ τοῦτον ἕνα καὶ οὐ πολλοὺς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως, καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων, ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς ἕλκοντος ἑκάστου πρὸς τήν ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου πρὸς τόν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τήν πολιθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τήν πολύαρχον ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τήν τοῦ ἑτέρου ἀρχήν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπόν ἄρχων, ἀλλ’ ἦν ἀναρχίᾳ παρὰ πᾶσι· ἔνθα δὲ μή ἐστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καί ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καί τόν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόῤῥωθεν ἀκούων λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης καὶ θαυμάζοι τούτων τήν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μή μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μηδὲ μόνη ἡ ὀξεῖα· μηδὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσα κατὰ τήν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι, καὶ πάντως ἐκ τούτων ἐννοεῖ, οὐχ’ ἑαυτήν κινεῖν τήν λύραν, ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτήν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον, πρὸς τήν ἐναρμόνιον συμφωνίαν κερά σαντα· τῇ ἐπιστήμῃ κᾄν μὴ τοῦτο βλέπῃ· οὕτω παναρμονίου οὔσης τῆς τά ξεως ἐν τῷ κόσμῳ παντί· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀπο τελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν, ἀκούλουθόν ἐστι τόν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως, τόν τῷ ἑαυτοῦ φωτὶ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας ποιητὰς, ἀλλὰ πρὸς εὐ σέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τόν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητήν εἶναι τοῦ παντὸς ἐστὶ τοῦτο· τό μή πολλούς, ἀλλ’ ἕνα εἶναι τόν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατα σκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι, εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἕν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα, οὐ τὸ τυχὸν ἦν τῆς ἀτε λοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν ἐν θεῷ δὲ λέγειν εἶναι τί ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστὶ· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις, οὐκ’ ἄν τις εἴποι τέλειον ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος, ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· εἰ πάντες δὲ εἰργάσαντο διὰ τήν τοῦ γι ν γ νομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτο· εἰ δὲ διὰ δόξαν ἕκαστος εἰργάσα· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ, κενοδοξίαν πάλιν ἐν θεοῖς λέγειν τῶν ἀτοπωτάτων ἐστὶν, ἔπειτα εἰ ἕκαστος δυνατὸς ἦν πρὸς τήν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν ἑνός αὐτάρκους γινομένου πρὸς τό πᾶν. ἄλλως τε ἀσεβές καί ἄτοπον ἂν φανείη· εἰ τό μὲν ποίημα ἓν τυγχά νει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καί τοῦτο δέ ἰστέον, ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καί τὰς κι νήσεις καὶ ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γάρ τῶν ποιησάντων ἀπο βλέπων, διαφόρους εἶχεν καί τάς κινήσεις· ἐν δὲ τῇ διαφορᾷ κα θάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀτα ξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευ σεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη, σύμφωνον ἀποτελέσει τὸν ἦχον· εἰ μὴ τις εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκ’οὖν μιᾶς οὔσης τῆς κτίσεως, καὶ ἑνός ὄντος τοῦ κόσμου, καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν καὶ τὸν ταύτης βασιλέα καί δημιουργόν· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργός, ἕνα τόν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιητοῦ, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ’ ὅτι εἷς ἐστὶν ὁ δημιουργὸς διατοῦτο καὶ εἷς ἐστὶν ὁ κόσμος· ἠδύνατο γάρ καί ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς, ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνά γκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς οὖν ἄν εἴη ὁ τοιοῦτος, καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καί λέγειν ὅτι μή τῇ περὶ τούτων ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάβοι, καὶ εἰς τήν αὐτήν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέσῃ· νομίζω δὲ μηδένα περὶ τούτου τήν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποι ηταῖς λεγομένους θεοὺς, οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καί τούς τήν κτίσιν θεοποιοῦντας, ἤλεγξε πλανωμένους· καὶ καθόλου τήν τῶν ἐθνῶν εἰδωλολατρίαν, ἀθεότητα καὶ ἀσέβειαν οὖσαν, ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τήν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι θεόν ἀληθῆ καὶ τὸν τῆς κτίσεως κύριον καὶ πάσης ὑποστάσεως δημιουργόν· τίς δή οὖν ἐστιν οὗτος, ἀλλ’ ἢ ὁ παν άγιος καὶ ὑπερεπέκεινα πάσης γεννητῆς οὐσίας, ὁ τοῦ χριστοῦ πατήρ πήρ , ὅστις καθάπερ ἄριστος κυβερνήτης τῇ ἰδίᾳ σοφία καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ τὰ πανταχοῦ διακυβερνᾶ σω τηρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκ εῖ ῇ · ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδή καί τοῦτο βούλεται, καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις, καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ, λόγῳ καὶ σοφία καὶ ἐπιστή μῃ συνέστηκε, καὶ παντί κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπι κείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ’ ἄλλόν τινα, ἤ λόγον εἶναι τοῦ θεοῦ θοῦ · λόγον δέ φημι, οὐ τόν ἐν ἑκάστῳ τῶν λεγομένων συμπεπλεγ μένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικόν τινα εἰώθασι καλεῖν· ἄψυχον ὄντα καὶ μὴ δὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα κατά τήν τοῦ ἐπιβάλλοντος αὐτόν ἐπιστήμην· οὐδέ οἷον ἔχει τό λογικόν γένος λόγον· τόν ἐκ συλλα βῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τόν τοῦ ἀγαθοῦ καὶ θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν, αὐτὸν λόγον λέγω, ὃς ἄλλος μέν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρός ὑπάρχει λόγος, ὅς τόδε τὸ πᾶν διε κόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ· ἀγαθοῦ γὰρ πατρὸς ἀγαθὸς λόγος ὑπάρχων, αὐτός τήν τῶν πάντων διεκόσμησε διάτα ξιν· τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ δύναμις καὶ θεοῦ σοφία ὤν· οὐρανὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας, καί ἐπί μὴ δενός κειμένην, τῷ ἰδίῳ νεύματι ἤδρασε· τούτῳ φωτιζόμενος ἥλιος τήν οἰκου μένην καταυγάζει· καὶ σελήνη μεμετριμένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τήν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα περιορίζεται· ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περί τῶν λεγομένων, εἰ ὅλος ἐστὶ λόγος θεοῦ, μένοιτο μὲν ὁ τοιοῦτον ἀμφιβάλλων περὶ λόγου θεοῦ· ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τήν ἀπόδειξιν· ὅτι πάντα λόγῳ θεοῦ καὶ σοφίᾳ συνέστηκε· καί οὐκ’ ᾂν ἡδράσθη τί τῶν γενομένων εἰ μὴ λογῳ ἐγεγόνει· καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέγχθη· λόγ ῳ ος δὲ ὢν, οὐ κατὰ τήν ἀνθρώπων ὁμοιώτητα ὥσπερ εἶπον ἐστὶ, συγκείμενον ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ πατρός εἰκὼν ἐστιν ἀπαράλλακτος. ἄνθρωποι μὲν γάρ ἐκ μερῶν συγκείμενοι καί ἐκ τοῦ μή ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυ όμενον τῶν ἑαυτῶν λόγον· ὁ δὲ θεός ὤν ἐστι καὶ οὐ σύνθετος. διὸ καὶ ὁ τούτου λόγος ὢν ἐστι καὶ οὐ σύνθετος, ἀλλ’ εἷς καὶ μονογενής θεός, ὁ καὶ ἐκ πατρός οἶα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καί συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστή καὶ γνωρίζουσα, ὅτι οὐκ’ ἄλλως ἔπρεπεν, ἤ οὕτω γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γάρ γενητῶν ἔστιν ἡ φύσις ἅτε δή ἐξ οὐκ’ ὄντων ὑποστά σα, ῥευστή τις καὶ ἀσθενὴς καί θνητή καθ’ ἑαυτήν συγκρινομένη· ὁ δὲ τῶν ὅλων θεὸς ἀγαθὸς καὶ ὑπέρκαλος τήν φύσιν ἐστὶ· διὸ καὶ φιλάνθρωπός ἐστιν· ἀγαθῷ γὰρ περὶ οὐδενός ἄν γ ὲ έ νοιτο φθό νος. ὅθεν οὐδε τό εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁρῶν οὖν τήν γενητὴν πᾶσαν φύσιν, ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ δια λυομένην, ἵνα μὴ τοῦτο πάθη καὶ πάλιν εἰς τό μή εἶναι ἀναλυθῆ τὸ ὅλον, τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τά πάντα, καὶ οὐσιώσας τήν κτίσιν, οὐκ’ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι· ἵνα μὴ καὶ κινδυνεύση πάλιν εἰς τό μή εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ τήν σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προνοία καὶ διακόσμησει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς λόγος μεταλαμβάνουσα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τό εἶναι, μὴ ἄρα πάθη ὅπερ ἔπα θεν, εἰ μὴ ὁ λόγος αὐτήν ἐτήρει· λέγω δή τό μή εἶναι, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα τὰ τε ὁρατὰ καὶ τὰ ἀώρατα· καὶ αὐτὸς ἐστὶν ἡ κεφαλή τῆς ἐκκλησίας, οἱ τῆς ἐκκλησίας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν· αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρός λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, καὶ φωτίσας τά τε φαινόμενα, καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει, μὴ δὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελιπὼς· ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον ἰδία καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καί διαφυλάττων, τάς τε ἀρχὰς πάσης αἰσθη τῆς οὐσίας, αἵπερ εἰσί θερμὴ καὶ ψυχρά, καὶ ὑγρὰ καὶ ξηρὰ, εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμ φωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τήν αὐτοῦ δύναμιν, οὔτε τό πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία, συνελθ ώ ό ντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ, καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται τούτῳ τῷ θεῷ λόγῳ πειθόμενα· τὰ μὲν, ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ, ἐν τοῖς οὐρανοῖς συνίστᾳται· καὶ διατοῦτο θάλαττα μὲν πάσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τήν ἑαυτῶν κίνησιν· ἡ δέ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾶ παντίοις καὶ διαφόροις φοιτοῖς ὡς προείρηται· καὶ ἵνα μή τὸ καθ’ἕκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων, ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἔστηκε· ἧ φησι καὶ ὁ θεολόγος ἀνὴρ· ἐν ἀρχῆ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεός ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι, καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συνα γαγὼν, ἓν τό σημαινόμενον μέλος ἀποτελοίη, οὕτω καὶ ἡ τοῦ θεοῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συνα γαγὼν· καὶ τὰ ἐν οὐρανῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καί μίαν τήν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσ μένως, αὐτός μὲν ἀκίνητος μένων παρὰ τῷ πατρὶ· πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ δοκῆ πατρὶ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ’ ἐκ διαστημάτων· ἀλλ’ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω τά μέσα τά κάτῳ· τὰ ὑγρά τὰ ψυχρὰ, τὰ θερμὰ τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τήν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθόν· τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμόν θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ἄλλα ὡς ἔχει φύσεως ζωοποιεῖται καί συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καί θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ. καὶ εἶναι ἐκ παραδείγματος τό τηλικοῦτον νοηθείη· ἔστω τὸ λε γόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶ τος ἐκ διαφόρων ἀνθρώπων, παίδων γυναικῶν αὖ καὶ γερόντων καί τῶν ἔτι νέων· καί ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τήν φύσιν ἑαυτοῦ καὶ δύναμιν φανῆ· ὁ μὲν ἀνὴρ, ὡς ἀνήρ· ὁ δὲ παῖς ὡς παῖς· ὁ δὲ γέρων, ὡς γέρων· καί ὁ νέος ὡς νέ ω ο ς· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἤ ὡς ἡ καθ’ ἡμᾶς ψυχή ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τήν ἑκάστης ἐνέργεια κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾷν· τήν δὲ ἀκοήν, ἀκούειν· τήν δὲ χεῖρα ἅπτεσθαι· καὶ τήν ὄρ ὄ σφρησιν ἀντιλαμβάνεσθαι· καὶ τήν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σ τό ώ ματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημαν θῆ, ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει· καὶ οἰκονομου μένῃ ἐπὶ παρουσία τοῦ καὶ ταύτην οἰκοδομήσαντ α ο ς ἄρχοντ α ο ς καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καί προστάττοντος καὶ πρὸς πάντα τὸν ὀφθαλμόν τείνοντος, ἑπόμενοι πάντες, οἱ μὲν ἐπὶ τήν γεωρ γίαν, οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ σιτησόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τήν βουλήν βαδίζει· ὁ δὲ, ἐπὶ τήν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστής ἐπί τὸ δικάζειν, ὁ δὲ ἄρχων, ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνί της ἐπὶ τήν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τήν θάλασσαν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τήν θεραπείαν· ὁ οἰκο δόμος ἐπὶ τήν οἰκοδομίαν· καὶ ὁ μὲν, εἰς τόν ἀγρόν βαδίζει· ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἐπανήκει· καί οἱ μὲν περί τήν πόλιν ἀναστρέφονται· οἱ δὲ ἀπὸ τῆς πόλεως ἐξέρχονται καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου δια τάξει γίνονται, καὶ συνίστανται· κατὰ ταῦτα δή καὶ ἐπὶ τῆς συμ πάσης κτίσεως κᾂν μικρὸν ᾖ τὸ παράδειγμα, ὅμως μείζονι διανοία χρὴ νοεῖν· ὑπὸ μιᾶς γὰρ ῥοπῆς νεύματός τινος τοῦ θεοῦ λόγου ὁμοῦ τὰ πάντα διακοσμεῖται καί τά οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γάρ καί ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ λόγου· οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δέ σελήνη περιπολεῖ· καὶ ἀήρ μέν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθήρ δέ θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμμένα ἵστανται· ἡ θάλασσα κυμαίνει, καί τά ἐν αὐτῇ ζῷα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος πλάττεται, καὶ ζῆ καὶ θνήσκει πάλιν· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει τὸ ὕδωρ ψύχει πηγαὶ ἀνα βλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καί ὧραι παραγίνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλος π ή ί γνυται· πετεινὰ ἴπτανται, ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλασσα πλέεται· γῆ σπείρεται καὶ κατα τούς ἰδίους καιρούς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὐξάνεται· γηράσκει καὶ φθίνει· καί τά μέν ἀφα νίζεται· τὰ δὲ γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα, καὶ ἔτι πλείῳ τούτων, ἅ διὰ τό πλῆθος οὐκ’ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξο ποιός καί θαυματοποιὸς τοῦ θεοῦ λόγος φωτίζων καὶ ζωοποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν οὐκ’ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφεὶς· καί γὰρ καί ταύτας οἷα δή καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπεριλαβὼν ἐν τοῖς ὅλοις, συνέχει καὶ ζῳοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι· καὶ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ τούτου οὐκ’ ἄν τις γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ ἑαυτοῦ προνοίᾳ, καὶ σώματα μὲν αὔξει· ψυχή δέ ἡ λογι κή κινεῖται, καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καί τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τά γινόμενα· οὕτω δή πάλιν αὐτὸς ὁ τοῦ θεοῦ λόγος, ἑνὶ καὶ ἁπλῷ νεύματι τῇ ἑαυτοῦ δυνάμει· τόν τε ὁ ρατὸν κόσμον καὶ τάς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστῳ τήν ἰδίαν ἐνέργειαν ἀποδιδοὺς· ὥστε τὰς μὲν θείας θειο τέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτός δέ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεύς καί σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς ἐργάζεται· μονονουχί διὰ τῶν φαινομένων ἔργων αὐτοῦ διδάσκων καί λέγων· ἐκ μεγέ θους καὶ καλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργός θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν· καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τόν ταῦτα διακοσ μοῦντα λόγον θεοῦ, νοεῖν ἐστιν ἀνάγκη· καὶ τὸν τούτου πατέρα θεὸν, ἐξ οὗ προϊ ῶ ὼ ν εἰκότως τοῦ ἑαυτοῦ πατρὸς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δή λόγου προϊόντος παρὰ ἀνθρώπων, ἐνθυμούμεθα τήν τούτου πηγήν εἶναι τόν νοῦν καὶ τῷ λόγῳ ἐπιβάλλοντες, τόν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ, πολλῷ πλέον μείζονι φαντασίᾳ καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τήν δύναμιν ὁρῶντες ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς αὐτοῦ, ὡς αὐτός ὁ σωτήρ φησιν· ὁ ἐμέ ἑω ρακώς, ἑώρακε τὸν πατέρα μου· ταῦτα δὲ καὶ πᾶσα θεόπνευ στος γραφή φανερώτερον καί κατά μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαῤῥηκότες ταῦτα σοί γράφομεν· καί σύ ταύταις ἐντυγχά νων, δυνήση τῶν λεγομένων ἔχειν τήν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντήρ ρ ητον ἔχει τήν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν τῶν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσης σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ οὐρανῷ ἄνῳ καί ἐπὶ τῆς γῆς κάτῳ· τήν δέ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· τά εἴδωλα τῶν ἐθνῶν ἀργύριον καί χρυσίον ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι κᾳὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ σεσιώπηκε δὲ τήν περί τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἐναποβλέψαντες, οὐχ’ ὡς ἔργα θεοῦ, ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους λέγων· καί μή ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τήν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσης αὐτοῖς, ἃ ἀπέ νειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ· ἀπένειμε δὲ, οὐκ’ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ, ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ, γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν, τόν τῶν ἁπάντων δημιουρ γὸν θεὸν ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαός κατά πλεῖον εἶχε τήν διδασκαλίαν· ὅτι μή μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων, ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τήν περὶ θεοῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀπὸ τῆς περί τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων, φησίν· οὐκ’ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμου· οὐχ’ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν, ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοι εἰσὶν οἱ παρὰ ποιηταῖς καὶ συγγρα φεῦσιν ὀνομασθέντες καί δειχθέντες οὐκ’ ὄντες θεοί· καί αὐτή δὲ ἡ λέξις τὸ μή εἶναι αὐτοὺς θεούς δείκνυσι· δι’ ἧς φησιν, οὐκ’ ἐ σονταί σοι θεοὶ ἕτεροι, ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ’ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνε λὼν τήν τῶν ἐθνῶν, ἢ εἰδώλων ἀθεότητα, σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ θεοῦ γνώσεως φέρεσθαι; οὐχί γε, ἀλλὰ καὶ προαπαντᾶ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ ἰὴλ · κύριος κς ὁ θεός θς σου, κύριος ὁ θεός εἷς ἐστι· καὶ πάλιν, ἀγαπήσεις κύριον κν τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καί πάλιν κύριον κν τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης τῆς θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τά νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τήν πίστιν, ᾗ φασὶν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τήν γῆν καὶ διὰ μένει τῇ διατάξει σου· δια μένει ἡ ἡμέρα· καὶ πάλιν ψάλλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβαλλόντι τοὺς οὐρανοὺς ἐν νεφέλαις· τῷ ἑτοιμάζοντι τῇ γῇ 6 ὑετὸν· τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· καί διδόντι τοῖς κτήνεσι τροφήν· διά τινος δὲ δίδωσιν· ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γάρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ λόγος; περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν, καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντων μέγας μωϋσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεὸς θς ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόναν ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τήν οὐρανοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ πατήρ· γενηθείτω οὐρανὸς οὐνὸς καὶ συναχθείτω τὰ ὕδατα καὶ ὀφθείτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῷον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ὡμίλει ὁ θεὸς θς , ἵνα καὶ προστάττων λαλεῖ· εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττός ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι προστάττει· καὶ λαλεῖ τό μὴ δέπω γενόμενον· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς, ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρα νὲ καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη καὶ ποιήθειτή ἄνεμε· νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δέ λέγων· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα , καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων ὡς καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γάρ ἄν τις φαίη θεὸν ὁμολογεῖν, ἢ τῷ ἑαὐτ ῶ οῦ λόγῳ; ἢ τίς τούτω συνῆν ποιοῦντι τήν γεννητήν πᾶσαν οὐσίαν, ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τόν οὐρανὸν οὐνὸν καὶ τήν γῆν συμπαρήμην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῷ καὶ γῇ γενητὰ συμ περιλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα βλέ πων ἐδημιούργει τὸ πᾶν καὶ συνίστη, καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς, τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει, ᾗ φησι καὶ ὁ σωτὴρ· πάντα ὅσα βλέπω τὸν πατέρα ποιοῦντα κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσ κουσι μαθηταὶ· καὶ ὅτι ἀγαθὸν ἐξ ἀγαθοῦ γέννημα, καὶ ἀλη θινὸς θεὸς ὑπάρχων, δύναμις ἐστι τοῦ πατρός καί σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὤν, οὐδὲ ἔξωθεν ἐπιγινομένων τούτων αὐτῷ κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ, καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους, ἀλλ’ αὐτοσοφία αὐτολόγος, αὐτοδύναμις ἰδία τοῦ πατρός ἐστιν· αὐτοφῶς αὐτοαλή θεια αὐτοδικαιοσύνη αὐτοαρετή· ναὶ μήν καὶ χαρακτήρ καὶ ἀπαύγασμα καὶ εἰκὼν· καὶ συνελόντι φάναι γρ(άφε) φράσαι · καρπὸς παν τέλειος τοῦ πατρὸς ὑπάρχων· καί μόνος ἐστιν υἱὸς· εἰκὼν ἀπα ράλλακτος τοῦ πατρὸς· τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι; ἔστι γάρ ὥσπερ τοῦ πατρὸς λόγος καὶ σοφία, οὕτω καὶ τοῖς γενητοῖς συγκατα βαίνων, γίνεται πρὸς τήν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωὴ καὶ θύρα καὶ ποιμήν καὶ ὁδὸς καὶ βασιλεὺς καὶ ἡγεμὼν, καὶ ἐπὶ πᾶσι σωτήρ καὶ ζωοποιὸς καὶ φῶς ὡς πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατήρ, οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψε· ἀλλὰ καὶ ὡς ἡμέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθώς ὁ σωτήρ φησιν, ἐγὼ ἐν τῷ πατρί καί ὁ πατὴρ ἐν ἐμοὶ· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρί διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ, ὅμως ἄνθρω ποι παράφρονες παραγκωνισάμενοι τήν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ’ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ, τὰ μή ὄντα ἐθεοποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσ σεβὲς· ὅμοιον γὰρ εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα καταπλαγείς, τόν τούτων δη μιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικόν ὄργανον ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρονες καὶ πολὺ τὸν λογισμὸν γρ(άφε) ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἄλλως ἄν ἔγνωσαν οἰκοδομὴν, ἢ ναῦν, ἢ λύραν, μή οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου, καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερε πέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τήν διάνοιαν οἱ τὸν θεὸν μὴ ἐπιγινώσκοντες, καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες· τὸν σωτῆρα τῶν πάντων τὸν κύριον ἡμῶν ἰησοῦν ἰν χριστὸν· δι’ οὗ τὰ πάντα ὁ πατὴρ διακοσμεῖ, καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὅν σὺ τήν πίστιν ἔχων καὶ τὸ θεοσεβὲς ὧ φιλόχριστε, χαίρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πί στεως καὶ εὐσεβείας ἀθανασία καὶ βασιλεία οὐρανῶν ἐστὶν ὁ καρπὸς μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους, ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἔστι τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτω τοῖς τὴν ἐναντίαν καὶ μὴ τήν τῆς ἀρετὴς ατραπόν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως· ὅτι καίτοι γν ῶ ό ντες τήν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.