ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον οὐχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα, δυναμένῳ μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ, πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδα σκάλων, εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐ μάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι, καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ᾧ μά λιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες οὐχ ὁρῶσι τὴν τούτου δύναμιν, πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ, τὰ τῆς θεογνωσίας ἔργα. πᾶσι πεφανέρωται. οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν ἐχλεύαζον τὸ τηλικουτὸν· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντὸς, καὶ τὸν σταυρὸν στρον μὴ βλάβην ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλο λατρία καθῃρέθη, πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτῳ ἀπελαύνεται καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται, καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ , καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται, ὁ δὲ, τῶν λεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει πῶς εἰκότως ἄν τις εἴποι πρὸς αὐτοὺς· ἔτι ἀνθρώπινον ανινoν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς· τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοί δοκοῦσιν ὅμοιον· ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπηται. ὡς γὰρ καλὸν· τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτω θείου πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν, τὴν αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος, εἶναι θεὸν θν καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψῃ· καὶ θαρρῇς καὶ αὐτός ὦ ἄνθρωπε ανε , ὅτι ἀληθείᾳ πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων, οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν, ἡγεῖσθαί πεπίστευκα· Ἐ ξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν, οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτῶν ἀντι τυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο, τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς · ὁ ὑπερεπέκεινα πάσης οὐσίας ἀνθρωπίνης ἀνίνης καὶ ἐπινοίας ὑπάρχων, ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ , τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιὀτητος, κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων· μήτε τῆς περὶ θεοῦ θυ φαντασίας ποτὲ ἀποστῇ, μήτε τῆς τῶν ἁγίων συζητήσεως ἀποπηδήσῃ· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρικοῦ πρικοῦ λόγου δύναμιν, ἀγάλληται καὶ συνομιλεἴ τῷ θείῳ· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ θεοῦ θῦ γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινό γινόμεννος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα νοητὰ, τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς ἐκ τούτων ἐπι θυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾷ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ, καὶ ἀνα καινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ, κατὰ τὴν ἀρχὴν· ἀνεπαισχύντῳ παρρησίᾳ τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συν διαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ· ἣν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ ὃν καὶ ὁ ἅγιος μωϋσῆς, τροπικῶς παράδεισον ὠνόμασεν. ἱκανὴ δὲ καὶ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ· καὶ τὸν θεὸν θν · δι’ αὐτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριός κς φησι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημι ουργὸς ὥσπερ εἴρηται, τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν· ο ἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα, καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν αὐτ ὸ ω ν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμ βανόμενοι καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες, τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις· καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχήν· τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος, ἀληθές· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀκεῖνος γὰρ· ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸ θεὸν θν καὶ τὴν τούτου θ εωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλίᾳ τοῦ ὄ φεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες, ᾐσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνούς, οὐ τοσοῦτον ἀπὸ ἐνδύματος· ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως· καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι· ἑκάστου καὶ πολλῶν ἐπιθυ μίαν λαμβάνοντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι· καὶ ἡδοναί, καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγ χάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔ λογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα, κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς καὶ ἀπαιτῶν ξίφος, κατὰ τῶν ἀπαντώντων νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται. κινεῖται οὖν, οὐκέτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτῳ, εἰς ἃς ἐπε νόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε. δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γᾶρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τὰ καλὰ· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρ μονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργὸν· ἔχοντος δὲ καὶ ἀκοὴν ε ἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων. ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη, κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα· καὶ τούτῳ καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρἄν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ ἁμαρ τάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου δὲ χάριν, καὶ ἀποστολικὴ φωνή παρεγγυᾷ· π άντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ἤρξατο ποιεῖν· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη, εἰς τὸ μοιχεύειν, ἀντὶ νομικἤς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπ λήρωτον· ἅπερ πάντα, κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν. αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφὴ. ὡς γὰρ ἐὰν ἡνίοχος· ἐπιβὰς ἵπποις ἐν σταδίῳ, καταφρονήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀ ποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βού ληται, καὶ πολλάκις μὲν, εἰς τοὺς ἀπαντῶντας ὁρμᾷ· πολλάκις δὲ καὶ κατὰ κρη μνῶν ἐλαύνει, φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι· νο μίζων ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῇ πλάττει· οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χὔ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινες πλανη θέντες τῆς ὁδοῦ. καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες ἐν ὑποστάσει, καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν, ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι, καὶ τὸ κακὸν κατ’ αὐτοὺς ἐστὶ· τοῦτο δὲ, ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῷ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη· μεμιγμένην ἔχον τὴν φύσιν, ἢ αἴτιον γενόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέ σεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας καὶ περὶ τὴν πίστιν ναυαγή σαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δ ὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν, τὸν καὶ τῆς κτίσεως δημιουργὸν. τούτοις δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν. ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται. ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τ οῖς ἑαυτοῦ εὐαγγελίοις, φησὶ βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καὶ ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς , καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς, ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν, εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ · τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴ ποιεν. ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη. καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει· τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς, παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος, παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι, εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ, φαίνεται γὰρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα· οὐκ ὄντων αὐτοῦ ἔργων, δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκετα· πῶς δὲ ὅλως καὶ δύο ἂν εἶεν ἐναντία ἀλ λήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα, ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνη θείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως. οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεός θς . ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου· ἄδηλον φανήσεται. τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀ δύνατον. σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάτ τειν τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμούς, σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατῇ, πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος. δοκῶν γὰρ βλέπειν, οὐδ’ ὅλως ὁρᾷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται. καὶ οὐχ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται. πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν, ἀναγκαῖον· ἵνα γινώσκῃς ὅ τι ὅλως τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν, ἐν οὐδενί ποτε καλὸν κριθείη ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα οὐδὲ τῇ τῆς κακίας ἐπινοίᾳ ἡ τῶν ἀνθρώπων ἀνων ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλὰ· ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῇ κάτοπτρον δι’ οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρός πρς , οὐκέτι μὲν ὁρᾷ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾷ, τὰ τῇ αἰσθήσει προσπί πτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταρατ τομένη, λοιπόν ὃν ἐπελάθετο τῇ διανοίᾳ θεὸν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούληται καὶ ὡς ἡδέα ὁρᾷ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπι νοεῖν, οὕτω καὶ τοὺς οὐκ ὄντας θεοὺς, ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ εἴ τις εἰς βυθὸν καταδύς· μηκέτι μὲν βλέποι τὸ φῶς· μηδὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες, καταδύντες εἰς τὰς τῶν σαρκικῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης, ἀμυδρῷ τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινόμενα, θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν. ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσῳ μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώ τοις ἐχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προ κόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν, ἐπεκτείνοντες τὴν ἀσέβειαν. τοῦτο δὲ καὶ ἡ θεία γραφὴ, μαρτύρεται λέγουσα· ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες τ αῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτε ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχρὰν· καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐ ν τῇ χέρσῳ κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς, τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον, ὡς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ ἔνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ, καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδόλως μηδαμῶς ὑπάρχοντα μηδὲ ἐν τοῖς γενομένοις φαινόμενα· ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες· καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν. οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι, καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ λίβυσι κρυοκέφαλος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων, κεφαλήν· καὶ ὦμον· καὶ χεῖρα· καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιή σαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως, καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι. ἢ διὰ τιμὴν τῶν ἀρξάντων ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος, ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτῶν περιβόητος ζεύς· καὶ ἐν ἀρκαδίᾳ ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἶσις καὶ ὄσιρις καὶ ὧρος, καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον· καὶ ἄνθρωπον οὐ σεμνὸν, ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων· τελευτή σαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ· καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρείας παρέχων· ὅτι οὐκ ἄλλως ἐυρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυ μίαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ · προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσῃς· μὴ δὲ μακρὰν πίστεως νομίσῃς εἶναι τὸ λεγόμενον, ὅπου γε καὶ οὐ πολλῷ πρότερον ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σ ύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμο λογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀν δραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν· α ὐτοὶ ἄνθρωποι τυγχάνοντες, καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεο ποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεοὺς· τὸ γὰρ ποιοῦν τοῦ ποιουμένου κρεῖτ τον εἶναι δοκεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου, ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδούς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς, ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι, ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος, οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώ μενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεὺς καὶ ποσειδὼν· καὶ ἀπόλλων καὶ ἥφαιστος· καὶ ἑρμῆς, καὶ ἐν θηλείαις, ἥρα καὶ δήμητρα· καὶ ἀθηνᾶ· καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἀποθνή σκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται. ὢ πολλῆς ἐναντιότητος καὶ μανίας τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο, προτι μῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλολατρία· καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῇ τοῦ θεοῦ θῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις ἶσις καὶ κόρη καὶ νεωτέρα, καὶ παρ’ ἄλλοις ἀφρο δίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πάσης χλεύης ὄντα μεστὰ. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς· καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι· οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος· ἀναζωγραφήσαντες καὶ θυσίας ἀνα πλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτι μίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπο λομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον νομίζοντες αὐτοὺς εἶναι θεούς, ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται, καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν, τούτοις περιτιθέασιν· ἐ ν γοῦν αἰγύπτῳ εἰσέτι καὶ νῦν ὁ περὶ ὀσίρεως· καὶ ὥρου· καὶ τυφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα· καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον· καὶ τοῦτον ἐκ πατρὸς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστόν· πατρὸς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφός· καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸν πειραιᾶ κατέρχεται μετὰ σωκράτους· τὴν ἀνθρώπου τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ ἐδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορ νείας. ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀ π’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξίᾳ γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρῳ γὰρ πένθει τρυ χόμενος πατὴρ. τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον, νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις, μυστήρια καὶ τελετὰς. εἶτ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα, κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας· ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν, γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασμα ἐλογίσατο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα, λίθοις καὶ ξύλοις περιέθηκαν. τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι, καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι, τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγο μένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πράξεις εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷὸν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν γανυμήδην, καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας, δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπηδόνος, καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον, καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶνος, βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικός, καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς, ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν, κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς ἐπιβουλὴν· τὸν δὲ κρόνον, ὑ π’ αὐτοῦ δεσμευόμενον, κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα· ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν τοσαῦτα δράσαντα καὶ διαβληθέντα, ἃ μηδὲ οἱ κοινοὶ ῥωμαίων νόμοι, καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν, ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τὶς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην· καὶ λήδαν· καὶ ἀλκμήνην. καὶ ἄρτεμιν καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην· καὶ δανάην· καὶ ἀντιόπην· παρανομίαν καὶ φθορὰν, ἢ τὶς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν, εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτῳ, ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας, θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος κ αὶ ἡρακλῆς· καὶ διόσκοροι καὶ ἑρμῆς· καὶ περσεὺς· καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγο μένων θεῶν ἔριν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἐν ἰλίῳ τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν· ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονει κίαν, καὶ τοὺς ἀνθρώπους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκο μένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, τὴν ἥραν καὶ τὸν ὑποχθόνιον ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν, ὑπὸ περσέως· ἀθηνᾶν δὲ, ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον, ῥιπτόμενον καὶ χωλεύοντα, οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφή σεται μὲν τοῦ λέγειν αὐτοὺς εἶναι θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς, καὶ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τὶς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστον κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας· ὑπὸ τοῦ ἡφαίστου καλουμένους καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσηται τῆς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν, ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ, καὶ χαλκῷ καὶ σιδήρῳ. καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μύσος· καὶ δι’ ἑαυτῶν, ἐπιδεικνυμένων, τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες, οὐκ αἰσχύνονται, καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους, θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέ πουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν. εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη, θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην, γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι· καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμο τέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλῃ τὰς σ υμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς ὡς ἐπιλαθόμενος ὧν εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέ κοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα τ ὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα, τοῦ πεποι ηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη, οὕτω καὶ γεγόνασι. νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπι στήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα, προσκυ νοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα, ὡς ἀθά νατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοῖς μὴ βλέπουσι προσκυνοῦσι. καὶ ἀκούοντες αὐτοὶ, τοὺς μὴ ἀκούοντας προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄν θρωποι, τοὺς μηδ’ ὅλως κινουμένους ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καὶ μή τοι νομίσῃς ταῦτα με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ ταῦτα. κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις, ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς αἰσχύνθητε οἱ πλάσσοντες θεὸν· καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο, ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνῳ εἰργάσατο αὐτὸ· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίῃ ὕδωρ· ξύ λον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκῳ·καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· ὃ ἐφύτευσεν ὁ κύριος κς , καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῇ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡ μίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξέλου με, ὅτι θεός μου εἶ σὺ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρδία αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῆ ψυχῆ αὐτοῦ, οὐδὲ ἔγνω τῆ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε· καὶ προσκυνοῦσιν αὐτὸ. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξε λέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. π ῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορού μενοι, ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπὶς, ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη, πεποιθόσιν ἐπὶ τὰ ἄλογα. καὶ ἀκίνητα, ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέ βουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας, φανερὸν ἔχωσι τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων· εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων οἷον ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κινούμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν· καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν νῦν δὲ ἔχοντες, οὐκ ἔχουσι· καὶ στήκοντες, οὐ στήκουσι· καὶ καθεζό μενοι, οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠ θέλησεν, οὕτω καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα, μηδὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνῃ φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁ πλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἠδύναντο γὰρ καὶ μόνῳ τῷ τῆς θεότητος ὀνόματι, τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι· νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς, καὶ παιδοφθορίας τῶν ἄλλων, καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν. καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεῶν διη γοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυ θολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς, ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν κατα φεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα, τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται, ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασι καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς· οὐδὲ κρόνος· οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ, πρὸς ἀπάτην τῶν ἀκουόντων· πλατ τόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φήσουσι, τὰ μὲν ὀνόματα οὐ πλάττονται· τὰς δὲ πράξει, ψεύδονται κ ατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλὲς. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε οἱ εἶναι τούτους θεοὺς μυθολο γήσαντες, ἴσασιν ἀληθῶς, καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀν θρώπων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον, τῷ ὕδατί τις ἀναθήσει· τὸ μὲν γὰρ, καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχρὰν· εἰ μὲν οὖν α ἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ καὶ ἀνθρώπων ἀνων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἄνοι ἂν εἶεν καὶ οὐ θεοὶ οἱ ταῦτα πράξαντες· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις, καὶ τὰς πράξεις εἶναι χρὴ· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ· καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ· ὥσ περ οὖν εἴ τίς διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς· καὶ τὰς τούτων ἐνεργείας ἀπαγ γέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάνοις καὶ καρποῖς σπείρεσθαι· ἀλλὰ καὶ λέγων, πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς, εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν, ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι, καὶ ἀνθρώπους ἀνους , οὐ σώφρονας· ἢ εἰ ἐ ψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδῃ, διατί μὴ καὶ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρείας, ἀσθένειαν, ἀντὶ δὲ ἀσθενείας, ἀνδρείαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτω καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύσασθαι, τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσ σέως, ἀσυνεσίαν διαβαλεῖν· τοῦ δὲ νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος, γυναικείας πράξεις, τῆς δὲ ἑκάβης ἀνδρείαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγο μένων θεῶν, οὐκ ἐφοβήθησαν καταψεύδεσθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι, ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις· ὅταν πατέρα θεῶν· καὶ ὕπατον· καὶ ὀλύμπιον, καὶ ἐν οὐρανοῖς οὐνοῖς βασιλεύοντα λέγωσι τὸν δία, οὐ πλάττονται· ἀλλ’ ἀληθεύοντες λέγουσι· τοῦτον δὲ οὐ μόνος ἐγὼ, ἀλλὰ πᾶς ὅστις ἐλέγξειε, κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν ἀνθρώπων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων, ἀκατάλλη λόν ἐστι πρὸς ἑαυτὸ· οὔτε γὰρ τῶν ἐν ἀνθρώποις ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας, ὑπονοεῖν τις δύναται θεοὺς. τὶ οὖν ὑπολείπεται νοεῖν· ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει· αἱ δὲ πράξεις ἀλη θεύουσαι κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τίς ἐπιγνώσηται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰς, κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον, ἐπαίρουσι τ οῖς ἐγκωμίοις· ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος, μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας μηδὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων. διὰ τὴν ἐν τούτοις αἰσχύνην, ἄλλως δὲ αὐτοὺς ἐπαίροι τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτω καὶ οἱ παρ’ αὐτοῖς θαυ μαστοὶ ποιηταὶ δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα· ἀ λλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι. τὰς θεοῦ θῦ ἐννοίας μὴ ἁρ μόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰ ρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς· ἀλλὰ ἀνθρώποις ἀνοις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι, καὶ μέγα καὶ ἀσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τὶς οὖν ἀπολογία· τὶς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῷ πρότερον, ἀνθρώπους ἀνους αὐτοὺς, καὶ ἀνθρώπους ἀνους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίῳ χρησί μοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται, πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν χαλκευτικὴν· ἀθηνᾶ δὲ, τὴν ὑφαντικήν· καὶ ἀπόλλων μὲν, τὴν μουσικὴν· ἄρτεμις δὲ, τὴν κυνηγετικήν· καὶ ἥρα στο λισμόν· δήμητρα, γεωργίαν· καὶ οἱ ἄλλοι ἄλλως ὡς ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθεῖναι, ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενί ζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα· εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν τέχνην ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῇ ἀνθρωπίνῃ ἀνίνῃ διανοίᾳ καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀπο βλέποντες καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς, θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· γράμματα μὲν γὰρ ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν, ζήνων ὁ ἐλεάτης· ῥητορικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μ ελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν, τριπτόλεμος· καὶ νόμους μὲν, λυκοῦργος ὁ σπαρτιάτης· καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια, παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀνων ἀπήγγειλαν χρήσιμα, κατὰ τὴν τῶν ἀνθρώπων ἀνων μαρτυρίαν· εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι, καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοί, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους, εἶναι κατ’ αὐτοὺς θεοὺς· ἢ εἰ μὴ τούτους ἀ ξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς ἀλλ’ ἀνθρώπους ἀνους ἐπιγινώσκουσιν, ἀκολουθεῖ καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους, μὴ ὀνομάζεσθαι θεοὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν ὡς καὶ ἀπ’ αὐτῆς τῆς διὰ τῶν ἀγαλμάτων γλυφῆς, οὐδὲν ἕτερον, ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυναικῶν καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν· πετεινῶν παντοίων· τετραπόδων ἡμέρων τε καὶ ἀγρίων· καὶ ἑρ πετῶν ὅσα γῆ καὶ θάλασσα καὶ πᾶσα τῶν ὑδάτων φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι , καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας· ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσι παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς ἀληθείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· ἐματαιώθησαν ἐν τοῖς δια λογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν· καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀοράτου θεοῦ θῦ , ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου· καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν ὡς παροφ θέντες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπεικάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστή μονες· ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους, τοὺς φαινομένους αὐτῶν θεοὺς· ἀπολογούμενοι δὲ λέγουσι διὰ τοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλο σοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντες, φασὶ διατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυ πῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων, ἵνα διὰ τούτων ἐπι φαινόμενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμ ματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολο γοῦσιν· οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τις ἐξετάσῃ τὸν λόγον μετ’ ἐπιμελείας, εὑ ρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ. εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ’ ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· π ότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφὴν εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς· καὶ μὴ πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπι φαίνεσθαι τὸν θεόν θν · μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον ἢ ξύλον, ἢ χρυσοῦ μέρος· πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας· εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσι μορφαὶ τὰ γλύμ ματα, τὸν θεόν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ τοῦ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτῶν λόγον ἐ γεγόνει· εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο, καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι, ἢ διὰ τὴν ἀ γριότητα· ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις χρυσῷ γλύψαντες, θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶα θρησκεύειν αὐτοὺς, ἢ τοὺς τούτων τύπους ἐν τύποις προσκυνεῖσθαι· ἢ τάχα τούτων μὲν οὐδὲν οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ θῦ παρουσίας ἐστί· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται· ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαί νεται ὁ θεός θς , καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄντας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι ὅσῳ καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑ αυτοῖς· περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκο λούθως εἴποι εἰ οὐ διὰ τὴν αὐτῶν τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες, ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διὰ τί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθε τὰς δυνάμεις κρείτ τονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ καταλήψεως γλύφοντες τὰς μορφὰς ὥς φατε, αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμ μασι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγές· ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ θῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος, καὶ διατοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ ἑαυτῶν· τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες οὗ τὴν παρουσίαν ἐφοβή θητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ τοῖς ξύλοις ἀνεθήκατε· καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομάζετε καὶ προσκυνεῖτε· εἰ γὰρ καὶ ὡς γράμματά εἰσιν ὑμῖν ταῦτα ὡς ψεύ δεσθε τῆς ἐπὶ θεὸν θν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι τὶς τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι τὸ γράμμα τοῦ βασιλέως προτιμᾶν· ἀλλ’ ὁ τοιοῦτος, θάνατον μὲν ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύ πωται, οὕτω καὶ ὑμεῖς· εἴπερ ἐρρωμένον ἔχετε τὸν λογισμὸν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώρισμα εἰς ὕλην καταφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμμα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπιφάνειαν· καὶ διὰ τοῦτο ὡς θεὸν θν σημαί νοντα· θεοποιίας εἰσὶν ἄξια, ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα· φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῷ πλέον ἔδει θεοποιηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα· ὅσῳ κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν, ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμ ματα θαύματός εἰσιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι διὰ τὴν τε τέ χνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην. οὐκοῦν εἰ μὴ διατοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς παρ’ αὐτῶν ἀξιῶν μαθεῖν. εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον διατοῦτο οὕτως τετύπωται δ ιατὶ καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν· εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυφὰς· εἰ δὲ τὸ συναμφότερόν ἐστι, καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν θν ὅτι τὲ ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα· ἡ σκύλλα καὶ ἡ χάρυβδις· καὶ ὁ ἱπποκένταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄνουβις· ἔ δει γὰρ ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς, ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πάλιν εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐτοῖς, περιτιθέασι τύπους· εἰ δὲ καὶ θηλυκῶν εἰσὶ, διατί καὶ ἀρρενικῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφὰς· εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι· ἀλλὰ ἀμφότερα συνάπτεσθαι· καὶ γίνεσθαι κατὰ τοὺς λεγο μένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχῃ· καὶ ὅλως εἰ σωματοειδὲς τὸ θεῖον ὑπολαμ βάνουσιν ὥστε καὶ γαστέρα καὶ χεῖρας· καὶ πόδας· καὶ πάλιν αὐχένα· καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀνων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς ὥστε τοιαῦτα ἐπινοεῖν περὶ τοῦ θείου· ἀκο λουθεῖ γὰρ αὐτῷ καὶ τὰ ἄλλα τοῦ σώματος πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι, καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα, οὐκ ἴδια θεοῦ, ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστὶν. ὁ μὲν γὰρ θεὸς θς , ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ, καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γὰρ ὁρῶ μεν ἀνακαινιζουμένους τοὺς παλαιωθέντας· καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς, ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττωμένους· ἐφ’ ᾧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατα κλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται καλοῦντες. οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα· εἰ γὰρ αὐτοὶ θεοὶ εἰσὶν ὡς λέγουσι καὶ περὶ αὐτῶν φι λοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνῃ κυριωτέρους· ἵνα ἢ τὸν θεὸν θν θαρρήσῃ προσκυνῶν,ἤ ὥς φασιν ἐν αὐτοῖς μὴ διστάζῃ γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοὶ, ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα, καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας· φοίνικες γὰρ, οὐκ ἴσασι τοὺς παρ’ αἰ γυπτίοις λεγομένους θεοὺς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ παρὰ φοίνιξι προσκυνοῦσιν εἴδωλα· κ αὶ σκύθαι μὲν, τοὺς περσῶν· πέρσαι δὲ τοὺς σύρων οὐ παραδέχονται θεοὺς. ἀλλὰ καὶ πελασγοὶ μὲν τοὺς ἐν θρᾴκῃ θεοὺς διαβάλλουσι· θρᾷκες δὲ τοὺς παρὰ θηβαίοις οὐ γινώσκου σιν· ἰνδοὶ δὲ κατὰ ἀράβων· καὶ ἄραβες, κατ’ αἰθιόπων· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται· καὶ σύροι μὲν, τὰ κιλίκων οὐ σέβουσι· καπ παδοκῶν δὲ τὸ γένος, ἄλλους παρὰ τούτους ὀνομάζουσι θεούς· καὶ βιθυνοὶ μὲν, ἑτέρους· ἀρμένιοι δὲ, ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο· καὶ τί μοι πολλῶν· ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει· καὶ μόνους τούτους εἶναι νομίζει θεοὺς. περὶ γὰρ τῶν ἐν αἰγύπτῳ μυσαρῶν, οὐδὲ λέγειν ἐστὶ· πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις, ἔχουσι τὰς θρησκείας αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίον τὰ ἐναντία σέβειν· ὁ γοῦν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον, βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες, ἀποκτένουσιν ὡς θη ρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθὺς, οὗτος ἄλλων ἀλήθεται τροφῆ· ὅθεν δὴ πό λεμοι καὶ στάσεις καὶ πᾶσα φόνων πρόφασις, καὶ πᾶσα τῶν παθῶν ἡδονὴ, παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεοὺς· ἀλλὰ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστὶν ἡ δόξα καὶ ἡ θρησκεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως τοῦτο γε πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον τὸν πάντων σωτῆρα σρα χριστὸν χν , εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις, πολλὰς ἀνόδους κυκλεύουσιν ὁδοὺς, καὶ τοὺς μὲν παρόντας· οὐχ ὁρῶσι, τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας· καὶ βλέποντες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον οἱ τὸν θεὸν θν ἀποστραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται· ταῦτα δὲ, οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λεγομένων θεῶν γίνονται θυσίαι καὶ σπονδαὶ· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλιν εἰσὶ θεοὶ. αἰγύ πτιοι δὲ τὸν βοῦν· καὶ τὸν ἄπιν μόσχον ὄντα, σέβουσι· καὶ τούτους ἄλλοι τῷ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες, πρόβατον ὃ καλοῦσιν ἄμμωνα, θεὸν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφάζεται· ἰνδοὶ, τὸν διόνυσον θρησκεύουσι· συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι· ἄ λλοι ποταμοὺς καὶ κρήνας· καὶ πάντων μάλιστα, αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι· καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία, τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι, ὅτι μὴ θεοὺς, ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα, θεοποιοῦσιν· ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξη νέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι καὶ μορφαὶ, τοῖς παρ’ αὐτοῖς ψευδο θέοις κατασφάττειν καὶ θυσίας προσάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες ὅτι τὰ σφαγιαζόμενα θύματα, ἀρχέτυπά εἰσι τῶν ὑπ’ αὐτῶν πλασθέντων καὶ προσκυ νουμένων θεῶν· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις· ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι· σκύθαι γὰρ οἱ καλούμενοι ταύριοι· τῇ παρ’ αὐτοῖς π αρθένῳ καλουμένῃ· τοὺς ἀπὸ ναυαγίων· καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίαν ἀναφέρουσι· τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων · καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὑτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι, ὅτι τὴν ἐκείνοις εὐεργεσίαν, τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύπτουσιν· ἄλλοι δὲ τῷ ἄρει ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνι καῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας, καὶ ἀφ’ ἑκάστης ἕνα λαμβά νοντες, τοσούτους κατασφάττουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται· οὐ μόνοι δὲ σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσαρὰ δρῶσιν, ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δρᾶμα· καὶ γὰρ αἰγύπτιοι, ἔθυον μὲν πάλαι τῇ ἥρᾳ, τοιαῦτα σφάγια· φοίνικες δὲ καὶ κρῆτες· τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο· καὶ οἱ πάλαι δὲ ῥωμαῖοι τὸν καλούμενον λατηάριον δῖα, ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως· καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο· ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικὰ· ἐμίαινον δὲ τοὺς αὐτῶν ναοὺς, τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὲ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις εἰς πλῆθος ἔφθασεν· ὁ ρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοὺς το ί ι ούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον ἡγούμενοι κατόρθωμα, τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μίμησιν· ἔνθεν ἀνδρο φονίαις· καὶ τεκνοκτονίαις, καὶ πάσαις ἀσελγείαις ἡττήθησαν ἄνθρωποι ἄνοι . καὶ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γινομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ’ αὐτοῖς, ἐπ’ ἀσελγείᾳ μαρτυρούμενος· γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς φοινίκης πάλαι προεκαθέζοντο· παρεχόμενοι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν ** *** γὰρ ἀπαρχή τὴν τοῦ σώματος αὐτῶν μισθαρνίαν· νομίζουσαι τῇ πορνείᾳ, τὴν θεὸν ἑ αυτῶν ἱλάσκεσθαι, καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων. ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι· καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν, μετηλλάξαντο τὴν φυσικὴν χρῆσιν, εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγο μένους αὐτῶν θεοὺς, τοιοῦτον ἐσχηκέναι τὸν βίον. ἐκ μὲν γὰρ διὸς, τὴν π αιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεος, τοὺς φόνους· καὶ ἐξ ἄλλων, ἄλλα τοιαῦτα μεμαθήκασιν· ἃ οἱ νόμοι μὲν, κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέ φεται· ἆρ’ οὖν ἐπὶ τούτοις ἄξιον νομίζειν εἶναι θεοὺς τοὺς τὰ τοιαῦτα ποιοῦντας· καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους , καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους· καὶ τῶν ἀψύχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις κατεπεπτώ κεισαν ὅλοι πρηνεῖς, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεόν θν . ἀλλ’ ἴσως οἱ ἐ παναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων εἰδώλοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα, ταῦτα οὐκ ἀρνήσονται καὶ αὐτοὶ· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται· τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ ὡς λίθους· καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων, πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς· ἀλλ’ ἥλιον καὶ σελήνην, καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσμον· καὶ γῆν αὖ πάλιν, καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα, οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τὴν ἀνθρώπων ἀνων ὑπεραίρει φύσιν, τῷ τὰ μὲν, ἐν οὐρανοῖς οὐνοῖς , τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἰδεῖν ἡμᾶς καὶ τῆς ἀπο δείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι· καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεὸν θν τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα· τὸν πατέρα πρα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ ὃν ἀποστρέφονται μὲν οἱ δοκησί σοφοι, τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν θεοποιοῦσι, καίτοι προσκυν οῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυ σωπήσῃ ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα κύριον κν καὶ ποιητὴν τὸν τοῦ λόγου πατέρα πρα . τῇ ἀναντιρρήτῳ προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ᾗ φησιν ἡ θεία νομοθεσία, οἱ οὐρανοὶ οὐνοὶ διη γοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ, ἀναγγέλλει τὸ στερέωμα. πίστις δὲ τ ούτων, οὐκ ἀφανὴς· ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς δια νοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι, καὶ ἕκαστον ἰδίᾳ νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον· καὶ σελήνην χωρὶς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ καὶ ἰδίᾳ θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ· ἀλλὰ πάντα τῆς ἀλ λήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνιστάμενα· ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ οὐνῷ περιφέρεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας· οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα, μαρτυροῦσι τὴν παρὰ ἡλίου γινομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· ο ἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτὲ· ὅ, τε ἀὴρ οὐχ ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑπὸ τοῦ αἰθέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος, λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ, οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπερι έχεται δὲ καὶ αὕτη κατὰ τὸ μεσὸν συνδεθεῖσα τοῦ παντὸς· ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς, ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται· ὅποι δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσσῃ βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς· ἀλλά κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ ση(ειωτἐον) ὅτι οἱ ἄνεμοι ἐκ τῆς τοῦ ἀέρος πρὸς τόν αἰθέρα διακαύσεως καὶ θερμότητος συνίστανται αἰθέρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῷ τῷ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν, ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημ μένα ταῦτα συνίστανται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλ λήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικρατείαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος, ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ, διυγραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται. πῶς οὖν ταῦτα εἶεν θεοὶ, δεόμενα τῆς παρ’ ἑτέρων ἐπικου ρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε· καὶ αὐτῷ ἀπαιτούντων παρ’ ἀλ λήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ θῦ λόγος ἐστὶ μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ· καὶ ἐν αὐτῷ τὰ πάντα συστήκειν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσι ἐπιδιδόναι, πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα τοι αῦτα· ἀλλὰ καὶ τὰ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεοὺς· ἀλλ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνο μολογοῦσι τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δέ πάντα συνάπτοντες· καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάντος γὰρ τοῦ ὅ λου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενή σεται, πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας, οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει· εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν τὸ ὅλον ἀναπληροῖ καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει· τοῦτο δὲ τ ῶν περὶ θεοῦ θῦ ἐννοιῶν, πολὺ πόρρωθεν καθέστηκεν· ὁ γὰρ θεὸς θς , ὅλον ἐστὶ καὶ οὐ μέρη, καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής· θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦτα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως· αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται, καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλή ρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν· τοῦ τοιούτου αὐτῶν λόγου· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν, καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοὴ· οὐδὲ ἡ ἀκοὴ χείρ· οὐδὲ ἡ γαστήρ ἐ στι στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι ποὺς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα· συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν, διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν, ὅταν ἡ φύσις, ἡ συνά ξασα ταῦτα διέλῃ ὡς ὁ προστάξας θεὸς θς βούλεται, οὕτως συγγνώμης δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος, εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύσουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν. καὶ ὅλως δ’ ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεω ρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι· καὶ ἀόρατος· καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι, καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς, καὶ ὧν ψαύομεν τῇ χειρὶ, θρησκεύουσι τῇ τοῦ θεοῦ θῦ τιμῇ· καὶ πάλιν· εἰ ὁ περὶ θεοῦ θῦ κρατεῖ λόγος, δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες, οὐχ ὁρῶσιν αὐτὴν, ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν fortasse· τὸ περιστρέφεσθαι τὸν ἥλιον καὶ ὑπὸ γῆς γίνεσθαι καὶ οὐκ ἄψυχον εἶναι· εἰ ὅσα τοιαῦτα τῇ δόξᾳ τῶν ἔξω ἀκολουθέντων λέγει· οὐ πάντα δογματίζων αὐτὸς οὕτως ταῦτα λέγει· ἀλλ ἕκαστος αὐτοῖς ὁμολογούμενοι ἀνατρέπων τὰ αὐτῶν ἄ*****α ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, πολλάκις χάλαζα βλάπτει· τὸ δὲ πῦρ εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται· καὶ χειμῶνα μὲν, ἔαρ παραγ κωνίζεται· θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον, τὰς ἰδίας ὥρας ἐξέρχεσθαι· εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι, καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τῶν ἄλλων τῶν ἀστέρων χορὸν, ἴσως ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα· καὶ ἔαρ καὶ μετόπωρον, ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις , τὸ πόμα παρέχειν· ἔδει νηνεμίας· καὶ τῶν ἀνέμων τὰς πνοὰς, ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ, κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε· θεῶν ὄντων κατ’ αὐτούς, καὶ μηδὲν ἐπὶ βλάβῃ, ἐπ’ ὠφελείᾳ δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν, ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνα τὴν φύσιν ἔχοντα, πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν, καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις· ο ὔτε οὖν ἥλιος εἰκότως, οὔτε σελήνη, οὔτε ἄλλό τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον, οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα· οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι, ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ, ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν, αὐτῶν, μέρη τῆς κτίσεώς ἐστι· τὰ δὲ, αὐτῶν, ἄψυχα τυγχάνει· τὰ δὲ, μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία, οὐκ εὐσεβείας ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλάνης ἔλεγχος, ἀ πὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως, λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ὅτε ταῦθ’ οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστὴ· καὶ οὐκ ἐπ’ ὠφελείᾳ, ἀλλ’ ἐπ’ ἀπωλείᾳ τῷ βίῳ τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα, φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τὸν τοῦ πατρὸς πρς λόγον· ἵνα δι’ αὐτοῦ, καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ γνώσωσιν ἕλληνες· ὅσον τῆς ἀληθείας, ἑαυτοὺς ἀπεσχοί νισαν· τὰ μὲν προειρημένα, οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς· πρὸς τὸν ὄντως ὄντα θεὸν θν , ἕξει τὸν σκοπόν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπερ ἐστὶν αὐτὸς ὁ θεὸς θς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς τοῦτον ὁδὸς, πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστι καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατὸν καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πίστεως, ἐντὸς τῆς καρδίας σου ἐστίν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν·ἡ βασιλεία τοῦ θεοῦ θῦ , ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι, περὶ τῆς ἀληθοῦς θεοσεβείας τὸν τοῦ παντὸς βασιλέα, τοῦ πατρὸς πρς σωτήριον σριον λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις λατρεύοντες, μηδὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διὰ τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων· πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν· εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παρο δεύειν ἐκβαίνοντες θέλουσι διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη αὕτη, φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῇ νοῦν. δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτω καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸς τῶν ἄλλων λέγοντες· οὐ γὰρ ἐχόντων ἔστι νοῦν, ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν · ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἀνων ἔχει καὶ ταύτην λογικὴν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκεραίους· ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώτερον δι’ ἑαυτῶν, τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων περὶ ψυχῆς λογικῆς ὅτι ἀνθρωπίνης ἀνίνης καὶ νοερᾶς· καὶ διαφορᾶς ἀλόγων καὶ λογικῶν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτὴν· διατοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν· ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος, ἐστὶ λογικὸν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἑαυτοῦ λογίζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀ φθαλμοῖς ὁρμᾷ, κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχῃ. ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾷ· ἀλλὰ τῷ λογισμῷ, τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας, κεκράτηκε τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φίλος· ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς· διατοῦτο γοῦν ὡς ἄλλος ὤν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρίνει· καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλμοῦ μὲν γάρ ἐστι, μόνον τὸ ὁρᾶν· καὶ ὤ των, τὸ ἀκούειν· καὶ στόματος, γεύεσθαι· καὶ ῥινὸς, ὀδμῶν ἀντιλαμβάνεσθαι καὶ χειρῶν, τὸ ἅπτεσθαι· ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἅπτεσθαι δεῖ· καὶ γεύεσθαι· καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεων ἐστὶν, ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι· ἀ μέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνῃ· καὶ ἔοικέ γε τὸ τοιοῦτον· ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρᾳ καλῶς κατεσκευασμένῃ, καὶ τῷ ταύτην κρα τοῦντι μουσικῷ, μετ’ ἐπιστήμης· ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον, ἡ μὲν, βαρὺν· ἡ δὲ, ὀξὺν· ἡ δὲ, μέσον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ, ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία· καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος, τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ ὅταν ὁ κατέχων τὴν λύραν πλήξῃ τὰς νευρὰς καὶ ἁρμονίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων· ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύῃ, τότε καὶ διακρίνει ἡ ψυχὴ, καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει. τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἀνων ἐστὶ· καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ᾧ χρωμένη, διαλλάττει τῶν ἀλόγων, καὶ δεί κνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενον ἐστὶν ἐν σώματι· πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλάκις τοῦ σώ ματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος , καὶ τὰ ἔξωθεν αὐτοῦ θεωρεῖ· χώρας ἀποδημῶν καὶ περιπατῶν, καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολλάκις διὰ τούτων, τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προ γινώσκων· τοῦτο δὲ, τί ἂν εἴη ἕτερον, ἢ ψυχὴ λογικὴ, ἐν ᾗ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις, πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον, ὑπὲρ ἀρετῆς προκαλεῖται· ἢ πῶς, προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδὼν καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα, οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσ καιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν, ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ οὐκ ἔξωθεν· ἀλλ’ ἔνδοθεν αὕτη τοῦ σώματος· ὡς ὁ μουσικὸς τῇ λύρᾳ ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν, καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν τὰ μὲν, ἀπο στρέφονται, τὰ δὲ αἱροῦνται· τὶς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων· ἢ τὶς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν, ἀποκλείει τοῦ ἀκούειν· ἢ τὶς τὴν γεῦσιν κατὰ φ ύσιν οὖσαν γευστικὴν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς· τὶς δὲ τὴν χεῖρα κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινὸς· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι· τὶς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργὼν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέ φεται πρὸς τὰς ἑτέρου συμβουλίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται, ταῦτα γάρ, οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν, ἡγεμονεύουσαν τοῦ σώματος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν, ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν, ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται. διατοῦτο γοῦν, καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις τ ὰ καλὰ μὲν πράττειν· τὴν δέ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ μένει καὶ ἄκριτα, ἅτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας, ἐκτὸς τυγχάνουσιν· εἶναι ὅτι ἀθάνατος ἐστιν ἡ λογικὴ ψυχή μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὄτι δὲ καὶ ἀθά νατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ, πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον, ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτὴν. εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα, ἔσται δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι, τῷ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τὴν ψυχὴν, καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν, ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτὴν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν, ἑαυτὴν κινεῖν· ἑαυτῇ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῇ· ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἢ ἡ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὁ τε τῆς κινήσεως παύεται· τοῦτο δὲ, καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ ὅτε τῷ σώματι ἐπιβέβηκε καὶ συνδέδεται τούτῳ· οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου· ἀλλ’ ὡς ἐν θανάτῳ κοιμωμένου, αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου μένουσα ἐν τῷ σώματι· τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ, καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾷ· καὶ πρὸς αὐτοὺς ἀφικνεῖται τῇ τοῦ νοῦ θαρροῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολλῷ πλέον, ἀπολυθεῖσα τοῦ σώματος ὅτε ὁ συνδήσας αὐτὴν βούλεται θεὸς θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ γὰρ καὶ συνδεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῷ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύσεται τὸ ζῆν διὰ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ· ἐπεὶ καὶ ἀθάνατός ἐστι· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος, θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῇ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῇ γινόμεναι, πρὸς ἀσφάλειαν τῆς ἀθανασίας. διατοῦτο γ οῦν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν, καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς, οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν περὶ τοῦ θεοῦ θῦ λόγου γνῶσιν καὶ κατάληψιν· λέγομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτως καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις κατα ριθμούμενοι· καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δυσειδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν· καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν, εἰκότως τοῦτο ποιοῦντες, διατὶ ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγον τολμῶσι, καὶ οὐχ ἃ δεῖ φρονοῦσιν, ἀλλὰ κρείττονας ἑαυτοὺς τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν· ἢ διατὶ ὥσπερ ἀπέ στησαν ἀπὸ τοῦ θεοῦ θῦ , οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτὸν· δύνανταί γὰρ ὥσπερ ἀπεστράφησαν τ ῇ διανοίᾳ τὸν θεὸν θν · καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς, οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν θεὸν θν · ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψωνται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμ βεβηκὸς ἀλλότριον τῇ ψυχῇ· καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῇ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον καθ’ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι. κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται· καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν. ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτιθῆται, καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως διαλαμπρυνθέντος τούτου, ὡς ἐν κατόπτρῳ θεωρεῖ τὴν εἰκόνα τοῦ πατρὸς πρς τὸν λόγον. καὶ ἐν αὐτῷ τὸν πατέρα πρα , οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογί ζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον, ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ δεσπότην ποιητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεός θς ὅτι ἀόρατος καὶ ἀκατάληπτος ὁ θεός θς ἐστιν καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν· ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων· καὶ διατοῦτο ἔμελλε τὸ ἀνθρώπινον ἀνινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως, τῷ τὸν μὲν, ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ, ἀγένητον. τούτου ἕνεκεν τὴν κτίσιν, οὕτω διεκόσμησε τῷ ἑαυτοῦ λόγῳ ὁ θεός θς · ἵνα ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῇ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολ λάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματο ποιοῦ φειδίου, ὡς τὰ τούτου δημιουργήματα, ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας, ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτω δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως, τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεὸν θν , κἂν τοῖς τοῦ σώματος ὀφ θαλμοῖς μὴ θεωρῆται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημι· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ παῦλος, ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρατα α ὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι, νοούμενα καθορᾶται. λυκάοσι δὲ παρ ρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν· καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ὑμῖν ὑετοὺς, διδοὺς, καὶ καιροὺς καρποφόρους· ἐμπι πλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κ ύκλον, καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης, καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις ἐναντίας μὲν καὶ διαφόρους γενομένας, ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτὰ, ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής· τίς δὲ ὁρῶν ἥλιον μὲν ἀνα τέλλοντα καθ’ ἡμέραν, σελήνην δὲ φαίνουσαν κατὰ νύκτα, καὶ φθίνουσαν καὶ πλη ρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμὸν, καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους, τὰ δὲ, ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι, ὅτι πάντως ἔστιν ὁ κυβερνῶν αὐτὰ δημιουργὸς· τὶς ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον τίς ἰδὼν πῦρ ψυχρῷ καὶ ξηρὸν ὑγρῷ κεκραμμένον· καὶ ταῦτα εἰ μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα, ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων, τὸν ταῦτα συνάψαντα· τὶς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι, καὶ ἔαρ θέρει, καὶ θέρος μετοπώρῳ, καὶ ὅτι ἐναντία ταῦτα τῇ φύσει· τὸν μὲν γὰρ, ψύχει· τὸ δὲ, καίει· τὸ δὲ, τρέφει· τὸ δὲ, φθίνει· ὅμως τὰ πάντα, ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἐστι τις κρείττων τούτων, ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα· κἂν μὴ βλέπῃ τοῦτον· τὶς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας, καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι· ἢ τὶς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει· ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθή σεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεόν θν · τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν, καὶ οὐρανό οὐνό θεν ὑετοὺς, καὶ ποταμῶν ἐπιρροίας, καὶ πηγῶν ἀναβλύσεις· καὶ ζώων ἐξ ἀνομοίων γονὰς· καὶ ταῦτα οὐκ ἀεὶ, ἀλλὰ κατὰ καιροὺς ὡρι σμένους γινόμενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις, τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἐστὶ μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα ὡς ἂν αὐτῇ δοκῇ μένουσα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ, φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δέ νεφέλαι, κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον· καὶ πάλιν ἡ μὲν γῆ, βαρυτάτη ἐστὶ· τὸ δὲ αὖ πάλιν ὕδωρ, κουφότερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων, τὸ βαρύ τερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν, ο ὐ ταὐτόν ἐστι τῷ θήλει· καὶ ὅμως εἰς ἓν συνάγεται, καὶ μία παρ’ ἀμφοτέρων τελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῷ θερμῷ, ἐναντίον ἐστὶ· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται· καὶ ὅμως συνεισελθόντα, οὐ στασιάζει πρὸς ἑαυτὰ, ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἐπιτελοῦσιν· οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναν τία ὄντα τῇ φύσει ἑαυτὰ συνήγαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότῃ ὑπακούοντα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν, ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτὰ· φύσει μὲν ὄντα ἐναντία· τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῷ ἐ λαφρῷ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ, ἢ τὸ περιφερὲς τῷ ὀρθῷ, ἢ τὸ πῦρ τῷ ψυχρῷ, ἢ ὅλως ἡ θάλασσα τῇ γῇ· ἢ ὁ ἥλιος τῇ σελήνῃ, ἢ τὰ ἄστρα τῷ οὐρανῷ οὐνῷ , καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν· ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καίοντος, τοῦ δέ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος κάτω· τ οῦ δὲ κούφου, ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου· φωτίζοντος, τοῦ δὲ ἀ έρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα, ἐστασίασαν ἂν πρὸς ἑαυτὰ· ὅτι τὰ μὲν, ἀνω τέρω, τὰ δέ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δέ, οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ· ἀλλ’ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γιγνομένων, λοιπὸν ἦν ἰδεῖν, οὐκέτι κόσμον, ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν, ἀλλ’ ἀσύστατον ὅλον· οὐκέτι μέτρα· ἀλλ’ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ, ἢ πάντα ἀνῃροῦντο, ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο. καὶ τοῦτο πάλιν, τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα· ποῖος γὰρ κόσμος ἦν, εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν, ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία, εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλαττα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων· καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ· ἢ ξηροῦ συνέστη τι τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν ἠδυνήθη ἂν συστῆναι, χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ ἀταξία , ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντὶ, καὶ οὐκ ἀμετρία, ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία· ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος, καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐννοεῖν ἐπὶ τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα· ὥσπερ γὰρ π όλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων συνεστῶσαν μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων, καὶ πάλιν γερόντων καὶ νεωτέρων, καὶ ἀρρένων καὶ θηλέων, εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας, ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς, καὶ μήτε τοὺς πλουσίους, κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γενομένους, ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτα νεύει· κἂν μὴ ὁρῶμεν αὐτὸν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ· οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει, ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σ ώματι τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτὴν, οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ, τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεόν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλοὺς. καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς· ὅτι εἷς ἐστιν ὁ θεὸς θς · ὁ πατὴρ πηρ · ὁ υἱὸς· καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν πάντα, καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν, ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως, ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμό νοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. καθάπερ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης, καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφω νίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ, μὴ δὲ μόνη ἡ ὀξεῖα, μὴ δὲ μόνη ἡ μέση, ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν, ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κερά σαντα τῇ ἐπιστήμῃ· κἂν μὴ τοῦτον βλέπῃ, οὕτω παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντί· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω, μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα πάσης κτίσεως· τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητὰς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν προσήκει πιστεύειν· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμ φανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο, τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν, ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῷ θῷ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, οὐ μόνον ἀσεβὲς, ἀλλὰ κ αὶ πέρα τῶν ἀθεμίτων ἐστὶ· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον, ἀλλὰ ἀσθενῆ· εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη ἔργον· εἰ δὲ ἕκαστος μὲν, ἠδύνατο τὸ ὅλον ἀποτελέσαι, οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπο νοηθῇ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστὶν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τὶς ἡ χρεία τῶν πολλῶν, ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε, ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη εἰ τὸ μ ὲν ποίημα ἓν τυγχάνει, οἱ δὲ ποιήσαντες, διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ, τὸ ἓν καὶ τέλειον, τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δέ ἰστέον ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις· καὶ ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾷ καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία, καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ, οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη, κατ’ ὀρθὸν πλευ σεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη, σύμφωνον ἀποτελέσει τὸν ἦχον εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως καὶ ἑνὸς ὄντος κόσμου τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν, ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μὴ τῇ περὶ τοῦτον ἀγνοίᾳ, πλανηθείς τις ἕτερον ὑπολάβῃ· καὶ εἰς τὴν αὐτὴν πάλιν τὴν προτέραν ἀθεότητα ἐμπέσῃ· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς, οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε, καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀ σέβειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων λοιπὸν, παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυτ τόμενον τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ· τὸν καὶ τῆς κτίσεως κύριον κν καὶ πάσης ὑπο στάσεως δημιουργὸν· τὶς δὴ οὖν ἐστιν οὗτος· ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερεπέκεινα πάσης γενητῆς οὐσίας, ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ κῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ , τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκῇ· ἔχει δὲ καλῶς ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· ε ἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε καὶ παντὶ κόσμῳ διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον· οὐκ ἄλλον τινὰ, ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δέ φημι, οὐ τὸν ἐν ἑκάστῳ τῶν γενομένων συμ πεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν ἄψυχον ὄντα, καὶ μηδὲν λογιζόμενον, μήτε νοοῦντα· ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινό μενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν αὐτολόγον λέγω· ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τ οῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ. ἀγαθοῦ γὰρ πατρὸς πρς , ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσ μησε διάταξιν· τὰ μὲν ἐναντία, τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δέ, μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις· καὶ θεοῦ θῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας, καὶ ἐπὶ μηδενὸς κειμένην, τῷ ἰδίῳ, νεύματι ἥδρασε· τούτῳ φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη, μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον, καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα περιορίζεται· ἡ δὲ γῆ παν τοίοις φυτοῖς, κομᾷ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος, ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως, ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγῳ θεοῦ θῦ καὶ σοφίᾳ συνέστηκε, καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων, εἰ μὴ λόγῳ ἐγεγόνει, καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέχθη· λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρός πρς ἐστιν εἰκὼν ἀπαράλ λακτος· ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς ὁ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς, ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὁ λόγος ὁ τοῦ θεοῦ θῦ , λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἐστὶν ἀληθῶς θαυμαστὴ· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι, ὥσπερ καὶ ἐστὶ. τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις· ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς , ἀγαθὸς καὶ ὑπέρκαλος, τὴν φύσιν ἐστὶ. διὸ καὶ φιλ άνθρωπός άνός ἐστὶν. ἀγαθῷ γὰρ, περὶ οὐδενὸς γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται, ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται. ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην, ἵνα μὴ τοῦτο πάθῃ καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον, τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει, φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ θῷ , τὴν σύμπασαν διακυβερνᾷ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγε μονίᾳ καὶ προνοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δ υνηθῇ, ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα· καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ, τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας, οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν. αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος, ἐπιβὰς τ οῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, καὶ φωτίσας τά τε φαινό μενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει, μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς· ἀλλὰ πάντα καὶ διὰ πάντων καὶ ἕκαστον ἰδίᾳ· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ, καὶ ὑγρὰ καὶ ξηρὰ, εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν. δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν, οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν, τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία, συνελ θόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν, ἀρχαὶ γίνονται. τούτῳ τῷ θεῷ θῷ λόγῳ πειθόμενα, τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ ἐν οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα· καὶ ὁ μέγας ὠκεανὸς, ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα, χλοηφορεῖ· καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων, ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν, ᾗ φησι καὶ ὁ θεολογίας ἀνήρ· ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν θν , καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ. ἐγένετο οὐδὲ ἕν·. οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγὼν, ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον, καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν, ἀκίνητος μένων παρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῇ ἑ αυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ πατρὶ πρὶ δοκῇ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεό τητος, τοῦτό ἐστιν· ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι, πάντα ὁμοῦ· καὶ οὐκ ἐκ διαστημάτων ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσω· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρὰ· τὰ φαινόμενα· καὶ τὰ ἀόρατα, περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν, ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι κινεῖται· τὸ θερμὸν, θερμαίνεται· καὶ τὸ ξηρὸν, ξηραίνεται· καὶ τὰ ὅλα, ὡς ἔχει φύσεως, ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ. καὶ ἵνα ἐκ παραδεί γματος τὸ τοιοῦτο νοηθείη, ἔστω τὸ λεγόμενον, ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τ οῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων, γυναικῶν αὖ καὶ γερόντων, καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος, ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ· ὁ μὲν ἀνὴρ, ὡς ἀνὴρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων. ὡς γέρων· καὶ ὁ νέος, ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς τὰς πάσας ὁμοῦ κινεῖσθαι, καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν· τὴν δὲ ἀκοὴν, ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ, ἔοικεν οἰκοδομηθείσῃ μά λιστα μεγάλῃ πόλει καὶ οἰκονομουμένῃ ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄ ρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσό μενοι σπεύδουσιν· ἄλλος δὲ ἐπισιτισόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς, ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων, ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης, ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης, ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων, ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος, ἐπὶ τὴν οἰκοδομὴν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δέ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται, καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα, τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίνονται καὶ συνίστανται, κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως, κἂν μικρὸν ᾖ τὸ παρά δειγμα, ὅμως μείζονι διανοίᾳ· χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου, ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου, οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν, ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει· καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα, καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀνα βλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὑετοὶ κατέρ χονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται· καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δέ, πεπαίνεται· τὰ δὲ, αὐξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δέ, γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδο ξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποιῶν, τῷ ἑαυτοῦ νεύματι, κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφεὶς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπερι λαβὼν, ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προ νοίᾳ· καὶ τούτου, οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ αὐτοῦ προνοίᾳ καὶ σώματα μὲν αὔξει, ψυχὴ δὲ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει, καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα, οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θ ῦ λόγος, ἑνὶ καὶ ἁπλῷ νεύματι τῇ ἑαυτοῦ δυνάμει, τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις, κινεῖ καὶ συνέχει· ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδοὺς· ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ, ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις· γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ, διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀνα λόγως ὁ γενεσιουργὸς ὁρᾶται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τ ὸν κόσμον αὐτοῦ· καὶ τὸ τῶν ἄστρων φῶς ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτω νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐστιν ἀνάγκη, καὶ τὸν τούτου πατέρα πρα θεόν θν · ἐξ οὗ προϊὼν, εἰ κότως τοῦ ἑαυτοῦ πατρὸς πρς , ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων , ἐνθυμούμεθα πηγὴν εἶναι τὸν νοῦν καὶ τῷ λόγῳ ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ, πολλῷ πλέον μείζονι φαντασίᾳ καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔν νοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ, ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησιν· ὁ ἐμὲ ἑω ρακὼς, ἑώρακε τὸν πατέρα πρα μου. ταῦτα δὲ, καὶ πᾶσα θεόπνευστος γραφὴ φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν·οὐ σεσιώ πηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος, ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέψαντες· οὐχ ὡς ἔργα θεοῦ θῦ , ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλ μοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς, προσκυνήσῃς αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ . ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν, τὸν τῶν πάντων δημιουργὸν θεὸν θν , ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων, ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν, εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοῖς ἀνθρώποις ἀνοις ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων, φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις, τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες, οὐκ ὄντες θεοὶ· καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δ ι’ ἧς φησὶν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλ λουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία, καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι, οὐχί γε· ἀλλὰ καὶ προα παντᾷ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ ἰὴλ κύριος κς ὁ θεός θς σου, κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου· καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήσῃ· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης θεο πνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ᾗ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει τῇ διατάξει σου· διαμένει τῇ διατάξει σου, διαμένει ἡ ἡμέρα·καὶ πάλιν· ψάλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν· τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν· διάτινος δὲ δίδωσιν, ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος, ἢ ὁ τοῦ θεοῦ θῦ λόγος περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου κυ , οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στό ματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνε τείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωϋσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεός θς , ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν αὐτῷ, εἶπεν ὁ πατήρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕδατα· καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην· καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν, οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· ἄν τις ἐλέγξειεν, οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς κατὰ ἰουδαίων καὶ τῶν ἀρνούμενων τὸν κύριον καὶ ἀρχὴν θεοῦ θῦ εἶναι καὶ τὸ πνεῦμα αὐτοὺς ὡμίλει ὁ θεὸς θς , ἵνα καὶ προστάττων λαλῇ· εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέ ταττε καὶ ὡμίλει περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν· ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ· τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τῷ μηδέπω γενομένῳ προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ , καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε· νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς , ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων· οὐκοῦν ἀνάγκη συνεῖναί τινὰ τούτῳ· ᾧ καὶ ὁμιλῶν· ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν, ἢ τῷ ἑαυτοῦ λόγῳ· ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν· ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμπαρήμην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασίᾳ, πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει· συνὼν δὲ ὡς σοφία, καὶ ὡς λόγος τὸν πατέρα πρα βλέπων, ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ᾗ φησι καὶ ὁ σωτήρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταὶ· καὶ ὅτι ἀγαθὸν ἐξ ἀγαθοῦ γέννημα· καὶ ἀληθινὸς θεὸς θς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρὸς πρς , καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὤν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῷ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρὸς πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετὴ· καὶ μὴν καὶ χαρακτὴρ· καὶ ἀ παύγασμα· καὶ εἰκὼν· καὶ συνελόντι φράσαι· καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς· εἰκὼν ἀπαράλλακτος τοῦ πατρὸς πρς τὶς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτως κ αὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωὴ· καὶ θύρα· καὶ ποιμὴν· καὶ ὁδὸς· καὶ βασιλεὺς· καὶ ἡγεμὼν· καὶ ἐπὶ πᾶσι σωτήρ σήρ · καὶ ζωοποιὸς· καὶ φῶς· καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατήρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέ κρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι, διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει καθὼς ὁ σωτὴρ σὴρ φησιν· ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων καὶ οὐδενὸς ἔ ξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς· καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες· παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ τὰ μὴ ὄντα ἐθεοποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, πρᾶγμα πάσχοντες, ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη, τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν ἢ ναῦν· ἢ λύραν, μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου, καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος, καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται καὶ ὑπερεπέ κεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν, οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβές ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου, ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν ἐστιν ὁ καρπὸς· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους, ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἔστι τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως· ὅτι καίτοι νοήσαντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔ γνωσαν ἔπραξαν.