ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένῳ μέν σοι καὶ ἀπὸ τῶν θείων ὀλογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γρα φαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων· εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως. τυχεῖν δυνήσεται. ἀλλ’ ἐπειδὴ τὰς τῶν δι δασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖον ἐ στὶν ἅπερ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γρά φειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τήν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλο γον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον· ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ᾧ μάλιστα, καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ ὁ ρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρω κυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρω ται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαν τες αὐτοῦ τῇ θεότητι τὸν νοῦν· ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην· ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στροῦ γενομένου πᾶσα μὲν εἰδωλολατρία καθῃρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτου ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὅσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει; πως εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινόν ἀνινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοί δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ἐπὶ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς· καὶ καλλίων ὁ τοῦ φω τὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκου μένην πᾶσαν τὴν αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος· εἶναι θεὸν θν καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διελέ ξα γξα ντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψῃ· καὶ θαρρῇς καὶ αὐτός ὦ ἄνθρωπε ανε ὅτι ἀληθείᾳ πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων, οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦ μαι φιλοχρίστῳ ὄντι· τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐ δὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ἄ νοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτῶν ἀνα τυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνε πλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεύς θεὸς θς , ὁ ὑπερέκεινα πά σης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ τὸ ἀνθρώπινον ἀνίνον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιὀ τητος. κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς, ἰδίας ἀϊδιότητος ἔν νοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ἀποστῇ, μήτε τῆς τῶν ἁγίων συζητήσεως ἀποπη δήσῃ· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρικοῦ πρικοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλῆ τῶ θεί ω, ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπὲρ ἄνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῇ δυνάμει τοῦ νοῦ συνα πτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν· ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ, καὶ πάντα τὰ ἀνθρώπινα ἀνίνα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾷ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον, ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ· κατὰ τὴν ἀρχήν ἀνεπαισχύντῳ παρρησίᾳ τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ· ἣν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπι κῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ αὐτῆς ἐντοπτρίζεσθαι· καθάπερ καὶ ὁ κύριός κς φησί· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ὅτι αὐτοί τόν θεὸν θν ὄψονται · οὕ τω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατε σκεύασε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειτ τόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλ λον ἑαυτῶν ἐζήτησαν. ἐγγύτερα δὲ τούτοις ἦν· τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν, ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο. ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ, τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαν τες δὲ τούτοις· καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς. συνέκλεισαν ἑαυτῶν τὴν ψυχήν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦ το δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ. κἀκεῖνος γὰρ· ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα φιλιαν· ὅτε δὲ συμβουλίᾳ τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦ τα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυ μνοὶ ἦσαν· καὶ γνῶντες, ᾐσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυ μνοὺς· οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ὃν ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γί νεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας κατα λεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ. καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυ μιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπι θυμοῦσα δὲ καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν ση μᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῇ τοῦ σώ ματος θεωρίᾳ, καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονήν αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς· καὶ ἀπ αιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν. ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη. ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐ κέτι μὲν κατὰ ἀρετὴν. οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν. ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτο εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε. δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύν αται. τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσ κουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀ μφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τά καλὰ· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τά καλὰ· καίτοι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμὸς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συν τάξεως, γίνωσκειν τὸν δημιουργὸν. ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπα κρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων. ἔχοντος δὲ καὶ χεῖρας, εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θε ωρίας· καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν αὐτῆς ὡς προ εῖπον ὁρῶσα· καὶ τούτῳ καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦ το ἀντὶ τοῦ τὴν κτίσιν ὁρἄν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυ τῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰ δυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τού του γὰρ χάριν καὶ ἀποστολικὴ φωνή παρεγγυᾷ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέ ρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία πι εῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φο νεύειν πεποίηκε. καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικἤς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδο ρίας καὶ ἐπιορκείας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρω τον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδὲ μία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφὴ. ὡς γὰρ ἐ ὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ· καταφρονήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνῃ τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ, ὡς βούλεται· καὶ πολλάκις μὲν, εἰς τοὺς ἀπαντῶντας ὁρμᾷ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει. φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέ χων, οὐκ ἐσφάλη τοῦ σκοποῦ. πρὸς γὰρ μόνον τὸν δρόμον ἀπο βλέπει, καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ’ ἑ αυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῇ πλάττει· οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ· καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέ πων ἔλεγε, κατὰ σκοπὸν διώκω εἰςτὸ βραβεῖον τῆς ἄνω κλή σεως χριστοῦ χὔ ἰησοῦ ἰῦ · σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ· καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κα κίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα: ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων. οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς . εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν: ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι, καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύ νατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν· οὐδὲ ἐν αὐτῷ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν, ἢ αἴτίου γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέ σεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παρα φρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθι νὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν, τὸν καὶ τῆς κτίσεως δημιουρ γὸν· τούτοις δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν· ἔκ τε τῶν θείων γρα φῶν· καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα· ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα, ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι · καὶ ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴ η ποιητής, ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς , κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν, εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅ ρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμέ νοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλον τος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀ σθένειά ἐστιν· ἴση μέν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστίν, ὅτι μὴ βουλομένοις· παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγα θοῦ· ἄλλως τε, καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐ δέν πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα· οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθεί η· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα χωρίς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθεί η ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεός θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου· ἄδη λον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀδύνατον· σα θρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγ κη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ . οὐδὲ ἐν θεῷ θῷ . οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαν τασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης, καμ μύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκό τους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ· πολλά κις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος: δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾷ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύ ναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη· οὐκ οἶ δεν ὅτι δοκοῦσα τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάτ τεται· καὶ οὐχ ὁποία γέγονε· τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυ τὴν ἐνέφυρε· τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα , ἐγγράφως φησί· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς· κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὕπω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκῃς ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις· οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγο νε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοίᾳ τῶν ἀνθρώπων ἀνων ἡ ψυχή, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρ ξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην, ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα· καὶ τὰς τούτων δόξας ἀποβλέ πουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων ἀλλὰ μόνα τὰ πρόσκαιρα· καὶ τὰ σωματικὰ εἶναι τὰ καλὰ. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῇ κάτοπτρον· δι’ οὗ μόνου ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρός πρς , οὐκέ τι μὲν ὁρᾷ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται· καὶ μό να ἐκεῖνα ὁρᾷ τὰ τῇ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις τα ραττομένη· λοιπόν ὃν ἐπελάθετο τῇ διανοίᾳ θεὸν θν , τοῦτον ἐν τοῖς σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξά ζουσα, ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾷ· προηγεῖται τοί νυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄν τας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ· εἴ τις εἰς βυθὸν κατα δὺς, μηκέτι μὲν βλέποι τὸ φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα· διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕ δατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ ταῦτα τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πά λαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶς τῷ λογισμῷ· μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν πα ρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζον τες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα, οἱ εἰς τὸν βυθὸν κατα δυόμενοι, ὅσῳ μᾶλλον ἐπικαταβαίνουσι· τοσοῦτον εἰς τὰ σκο τεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέ πονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαι μονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πά λιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν. τοῦτο δὲ καὶ α’ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθῃ ἀσεβὴς εἰς βά θος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἀνθρώποις ἀνοις τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς νομίζοντες εἶναι, ἀλλὰ β’ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαί γ’ νοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα· καὶ τὰ ἐν τῷ ἀέρι, προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχρὰν· καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶν ται δίκην τῶν ἐν τῇ χέρσῳ κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς. τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον· ὡς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς ξύλα. καὶ λίθους. καὶ ἑρπε τὰ. ἔνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ τοῦ θεοῦ θῦ προσηγορίαν μετή νεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀλη θινὸν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· το σοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ· καὶ ἐσκοτίσθη σαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δόλως μηδαμῶς ὑπάρχοντα μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες· καὶ ἀνόμοι α τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοὶ εἰσὶ οἱ παρ’ αἰ γυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλήν καὶ ὦμον. καὶ χεῖρα καὶ πόδα· καθ’ ἑαυτὰ διελόντες· ἕκαστον, εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθεί ασαν· ὥσπερ οὐκ ἀρνούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώ ματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν· θεοποιήσαντες, προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥ σπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεὺς· καὶ ἐν ἀρκαδίᾳ, ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἶσις καὶ ὄσιρις καὶ ὧρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν, καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον , οὐ σεμνὸν· ἀλλ’ ἀ σελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων· τελευτή σαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρη σκεύεσθαι· αὐτὸς μὲν, καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός· ἔλεγ χον δὲ ὅμως καθ’ ἑαυτοῦ, καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως εὐρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐ πιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προ μαρτύρεται λέγουσα· ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσῃς· μὴ δὲ μακρὰν πίστεως νομίσῃς εἶναι τὸ λε γόμενον· ὅπου γε καὶ οὐ πολλῷ πρότερον· ἢ τάχα καὶ νῦν ἡ ῥωμαίων σύγκλητος· τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλονται καὶ κρίνωσι, δογ ματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφου σιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους, τὴν φύ σιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττου σιν· ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν· αὐτοὶ ἄνθρωποι ἄνοι τυγ χάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦν τας αὐτούς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων· τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, κρείττων καὶ μείζων ἐστὶν· εἴπερ οὖν οὓς θέλου σιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι· ἔδει καὶ αὐτοὺς πρῶ τον εἶναι θεοὺς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνή σκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος, οὐ καινὸν· οὐ δὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς. ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων· καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα· καὶ δήμητρα· καὶ ἀθηνᾶ· καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστο ρουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καὶ οἱ μὲν δια ταξάμενοι, ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαν το, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσ φαλὲς, ταύτας τῇ τοῦ θεοῦ θῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις ἶ σις καὶ κόρη καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη. τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά· πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβάλοντες φίλτατα καὶ ἀδελφοὺς. καὶ συγγε νεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς. τούτους θρηνοῦν τες καὶ διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες ἀνδριάντας τε ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν ἀπάτην καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσ κευσαν· ὠνομάζοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν, οὐκ ἂν γὰρ εἴπερ ᾔδεσαν αὐτοὺς θεοὺς ὡς ἀπολυμένους ἐνόμισαν· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς· ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώ σαντο· ἵνα τοῦ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες πα ραμένουσαν, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν, τούτοις περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰσέτι καὶ νῦν ὁ περὶ ὀσίριως καὶ ὥρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος. τῆς ἀπολείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα· καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον, ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμα στόν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι· σοφός· καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανοηθεὶς· ὁ πλάτων, εἰς τὸν πειραιᾶ μετὰ σωκρά τους κατέρχεται· τὴν ἀνθρώπου ἀνου τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυ νήσων. ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ· λέγουσα, ἀρ χὴ πορνείας. ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν,φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπαρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξίᾳ γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διατοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρῳ γὰρ πένθει τρυχόμενος πατήρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου· εἰκόνα ποιήσας. τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις, μυστή ρια καὶ τελετὰς. εἶτ’ ἐν χρόνῳ κρατηθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο τὰ γλυπτὰ· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν οἱ ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν· τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα, ὡς πα ρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν, γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβι άσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελ κόμενον διὰ τὸ εὔμορφον τῆς ἐργασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν εἰς θεοὺς ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα, λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῶν εἰ δώλων εὑρέσεως, ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξα μένης καὶ ἀναπλασθείσης, ὅρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτἢς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντες· εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελ γείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν. ἁρπάζοντα μὲν τὸν γανυμή δην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ, καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη. οἷόν ἐστιν αὐτὸν ἰδεῖν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἥρας· καὶ ποσειδῶνος· βοηθούμενον δὲ, ὑπὸ θέτιδος γυναικὸς· καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξί· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντα σίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλήν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμευόμενον κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα . ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν ; τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μὴ δὲ οἱ κοινοὶ ῥω μαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος. τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην· καὶ λήδαν· καὶ ἀλακμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην· καὶ δανάην· καὶ ἀντιόπην· παρανομίαν καὶ φθορὰν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελ φὴν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειεν καὶ ζημιώσειεν θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν πολλὰς καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας, θεοποιήσας ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρα νομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς · καὶ διόσκοροι καὶ ἑρμῆς· καὶ περσεῦς καὶ σώτειρα· τίς δὲ ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίῳ τῶν ἑλλήνων καὶ τρώων χάριν· οὐ κατα γνώσεται τῆς ἀσθενείας αὐτῶν; ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονει κίαν· καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους, τι τρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, τὴν ἥραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν, ὑ πὸ περσέως· ἀθηνᾶν δὲ, ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα· οὐ καταγνώσεται τῆς φύσεως; καὶ ἀποστραφή σεται μὲν, τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεοὺς· φθαρτοὺς δὲ καὶ παθη τοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο· ἢ ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀνους ἀσθε νεῖς ἐπιγνώσεται. καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστον κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς· ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους· καὶ ὁρῶντας αὐτῶν τὴν ἀ σέλγειαν· οὐκ ἂν γελάσειεν καὶ καταγνώσεται τῆς φαυλότητος αὐ τῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφά λην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν; τὰς γὰρ καθ’ ἡδο νὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦν τες, τὸν ἐπιβαίνοντα μοιχόν, τοὺς τῆς μοιχείας διδασκάλους θεο ποιοῦντες, οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπι μιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦν τες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦ τα τοῖς παρ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶ σιν ὅτι τὰ μὲν ὅμοια. τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη, θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς· ἀλλὰ τὴν τέχνην τοῦ γλύψαν τος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος· καὶ ἡ ὕ λη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμωτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ· τῆς ἰδίας ἐπιστήμης ἐπιβάλῃ τὰς συμ μετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τό τε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυ νοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλά κις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς· ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα· τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε· πολλῷ οὖν μᾶλλον δικαι ότερον ἦν τὸ τεχνίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑπ’ αὐτοῦ πε ποιημένα, ὅτι τὲ καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες. τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαν τος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτει ρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ τοὺς μὴ βλέποντας προσ κυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ· τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι · τοὺς μηδ’ ὅλως κινουμένους· ἀλλὰ ἀψύχους ὄντας ὡς θεοὺς προσαγορεύουσι; καὶ τό γε θαυμαστὸν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες· τού τοις ὡς δεσπόταις δουλεύουσιν· καὶ μή τι νομίσῃς ταῦτα λέγειν ἁ πλῶς ἢ ψεύδεσθαι κατ’ αὐτὸν· ἔστι γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα. κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀρ γύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι, καὶ οὐ λαλή σουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀ κούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφραθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσου σιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλά σαντες θεὸν θν · καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένον το, ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνῳ εἰργάσατο αὐτό· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίῃ ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκ των, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔ στησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ ἐφύ τευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν· ἵνα ᾖ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λα βὼν ἀπ’ αὐτοῦ θερμανθῇ· καὶ καύσαντες, ἔπεμψαν ἄρτους ἐπ’ αὐτῷ· τὸ δὲ λοιπὸν, εἰργάσαντο εἰς θεοὺς· καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε· καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν; προσεκύνει λέγων· ἐξέλου με ὅτι θεός θς μου εἶ σὺ· οὐκ ἔγνωσαν φρονῆσαι· ὅτι ἀπημαυρώ θησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν· καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυ σεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέα ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίη σε· καὶ προσκυνοῦσιν αὐτὸ· γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐ τῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· οἱ καὶ παρὰ τῆς θείας γρα φῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαί μονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι· τὰ ἄψυχα θρησκεύον τες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς, ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη· πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν, εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναι σθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον, ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπό νοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς· καὶ ῥῖνας καὶ ὦτα· καὶ στόματα· καὶ χεῖρας εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν· καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες, οὐκ ἔχουσι· καὶ στήκοντες, οὐ στήκουσι· καὶ καθεζόμενοι, οὐ καθέζονται· οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλά σας ἠθέλησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα μηδὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου· μόνον ἀνθρώπου ἀνου τέχνῃ φαι νόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις· ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ καὶ μὴ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγ χον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκει σαν· ἠδύναντο γὰρ καὶ μόνῳ τῷ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι· νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδοφθο ρίας τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φό βους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐ λέγχουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων ἀνων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυ θολογοῦσιν·ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεύδεσθαι περὶ μύθων· εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πε ποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται· ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία. ἴσως γὰρ ὡς αὐ τοί φασιν καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς οὐδὲ κρόνος οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ· πρὸς ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποι ητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φήσωσι· τὰ μὲν ὀνόματα, οὐ πλάττονται· τὰς δὲ πράξεις, ψεύδονται κατ’ αὐτῶν; ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν ἀσφαλὲς. εἰ γὰρ τὰς πράξεις ἐψεύ σαντο, πάντως καὶ τὰ ὀνόματα· ὧν τὰς πράξεις εἶναι δι ηγήσαντο· ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης· ἄλλως τε· οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες, ἴσασιν ἀληθῶς μυθολογήσαντες, καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προσάψοιειν εὐνοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον, τῷ ὕδατι τίς ἀναθήσει· τὸ μὲν, γὰρ· καί ει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν· εἰ μὲν οὖν αἱ πρά ξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων εἰσὶν· καὶ οὐκ ἀνθρώπων ἀνων καλῶν· τὸ μοιχεύειν· καὶ τὰ προειρημένα, ἄνθρωποι ἄνοι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοὶ· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρὴ· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ· καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ· ὥσπερ οὖν εἴ τίς διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς· καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν· τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βο τάναις καὶ καρποὶς σπείρεσθαι· ἀλλὰ καὶ λέγων· πᾶσαν παρὰ πληξίαν ὑπερέβαλεν; οὕτως· οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγρα φεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς· εἴπερ ᾔδει σαν θεοὺς εἶναι τὸν δῖα καὶ τοὺς ἄλλους· τοιαῦτας αὐτοῖς περιέθη καν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους ἀνους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδῃ· διά τι μὴ καὶ ἐπὶ τῆς ἀνδρίας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρίας, ἀσθέ νειαν· ἀντὶ δὲ ἀσθενείας, ἀνδρίαν ἐπλάσαντο· ἔδει γὰρ ὥσ περ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτω καὶ τοῦ μὲν ἀχιλλέως ἀνανδρίαν καταψεύσασθαι· τοῦ δὲ θερσίτου δύναμιν θαυ μάσαι· καὶ τοῦ μὲν ὀδυσσέως, ἀσυνεσίαν διαβαλεῖν, τοῦ δὲ νέστορος, παραφροσύνην πλάσασθαι, καὶ τοῦ μὲν διομή δους καὶ ἕκτορος, γυναικείας πράξεις· τῆς δὲ ἑκάβης, ἀν δρίαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν, οὐκ ἐφοβήθησαν καταψεύδεσθαι· καὶ τοῦτο γὰρ ἄν τις ἑαυτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι, ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις· ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον, καὶ ἐν οὐ ρανῷ βασιλεύοντα λέγωσι τὸν δῖα, οὐ πλάττονται: ἀλλ’ ἀληθεύον τες λέγουσι· τοῦτων δὲ οὐ μόνος ἐγὼ, ἀλλὰ πᾶς ὅστις ἐλέγ ξειεν κατ’ αὐτῶν εἶναι τὸν λόγον πάλιν γὰρ ταῖς πρώταις ἀπο δείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πρά ξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν τῶν ἀνθρώπων ἀνων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων, ἀκατάλληλόν ἐστι πρὸς ἑαυτὸ· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται θεοὺς· τί οὖν ὑπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια, ψευδῆ καὶ κεχαρισμένα τυγχάνει· αἱ δὲ πράξεις, ἀληθεύουσαι κατ’ αὐ τῶν· καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσηται· οὐ δεὶς γὰρ ἐγκωμιάζων τινὰς καὶ κατηγορεῖ τῆς τούτων πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῇ τούτων ὑπερβολῇ· τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος· μὴ εὑρί σκοι μὲν, ἐκ πολιτείας· μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρό φασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ· δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον ἄνον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα ἀνίνα · ἀλλὰ μᾶλλον τοῖς ἀνθρω πίνοις αὐτῶν ἐλαττώμασι. τὰς θεοῦ θῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω, καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς ἀλλ’ ἀνθρώποις ἀνοίς ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον· τούτου ἕνε κεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη· ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγ χον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνεται· τίς οὖν ἀπολογία· τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν· τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῷ πρότερον, ἀνθρώπους ἀνούς αὐτοὺς· καὶ ἀνθρώπους ἀνούς , οὐ σεμνοὺς ὄντας ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τε ἀπή σονται καὶ μέγα φρονήσουσιν· ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῷ βίῳ χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι· ὅτι τοῖς ἀνθρώποις ἀνοις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται, πλα στικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ, τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν, χαλκευτικὴν· ἀθηνᾶ δὲ, τὴν ὑφαντικήν· καὶ ἀπόλων μὲν, τὴν μουσικὴν· ἄρτεμις δὲ, τὴν κυνηγε τικὴν· καὶ ἥρα, στολισμὸν· δήμητρα, γεωργίαν· καὶ οἱ ἄλλοι, ἄλλως. ὡς ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνούς ἀναθεῖναι· ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀ τενίζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνούς · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις, καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης· κατὰ τὸν περὶ αὐτὸν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῇ ἀνθρωπίνῃ ἀνίνῃ διανοίᾳ· καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες· καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν· ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις· θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύε σθαι λέγουσιν, ὥρα καὶ τῶν ἄλλων εὑρετὰς, θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· γράμματα μὲν γὰρ, ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν, ζήνων ὁ ἐλεάτης· ῥητο ρικὴν δὲ τέχνην, κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν, τριπτόλεμος· καὶ νόμους μὲν, λυ κοῦργος ὁ σπαρτιάτης καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμά των τὴν σύνταξιν· καὶ ἀριθμοὺς· καὶ μέτρα· καὶ στάθμια , παλαμήδης ἐφεῦρεν· καὶ ἄλλοι ἄλλα· καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀνών ἀπήγγηλαν χρήσιμα κατὰ τὴν τῶν ἀνθρώπων ἀνών μαρτυρίαν· εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι· καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυ πτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενο μένους, εἶναι κατ’ αὐτοὺς θεοὺς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς· ἀλλ’ ἀνθρώπους ἀνούς ἐπιγινώσκουσιν, ἀκολουθεῖ καὶ τὸν δῖα. καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους· μὴ δὲ ὀνομάζεσθαι θεοὺς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους ἀνούς γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν, ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς τῶν ἀ γαλμάτων γλυφῆς, οὐδέν ἕτερον ἢ ἀνθρώπους ἀνούς αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυναικῶν· καὶ τῶν ἐπί κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν· πετεινῶν παντοίων· τετραπόδων ἡμέρων τε καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα· καὶ πᾶσα τῶν ὑδά των ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι · καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας· ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχον τες, ἐν ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπό δων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσι παρ’ αὐτοῖς· κα θὼς καὶ ὁ τῆς θείας καὶ ἀληθείας εὐσεβείας ἑρμηνεὺς φησὶ·ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκο τίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἠλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ , ἐν ὁμοι ώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνού · καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προ παθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παροφθέντες ἐν τῷ ἀποστραφῆναι τὸν θεὸν θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται· καὶ ἐν ἀλόγοις, τὸν τοῦ λόγου πατέρα πρα θεὸν θν ἀπει κάζουσι. περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπι στήμονες, ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων ἀνων εἶναι καὶ ἀλό γων μορφὰς καὶ τύπους, τοὺς φαινομένους αὐτῶν θεοὺς· ἀπο λογούμενοι δὲ, λέγουσι διατοῦτο αὐτοὺς ἔχειν· ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐ τὸν τὸν ἀόρατον δύνασθαι γνῶναι, ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέ γειν νομίζοντες, φασὶ· διατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τε τυπῶσθαι· πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαινόμενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμ ματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνοντες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γενομένης τῶν θείων ἀγγέλων ἐπιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦ σι· οὐ γὰρ θεολογοῦσι μὴ γένοιτο· ἐὰν δέ τίς ἐξετάσῃ τὸν λόγον μετ’ ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ· εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ’ ἀληθείᾳ κρινούσῃ· πῶς ἀπο κρίνεται ἢ γνωρίζεται θεὸς θς διὰ τούτων· πότερον διὰ τὴν περικει μένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφὴν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς, καὶ μὴ πρὶν πλασθῆναι ταῦτα διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεὸν θν · μά την δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν· συγκλείοντες ἕνα λίθον ἢ ξύλον· ἢ χρυσοῦ μέρος· πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας. εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων· καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων ὧν εἰσι μορφαὶ τὰ γλύμματα· τὸν θεὸν θν ἐπιφαίνεσθαι· καλλίων γὰρ ἂν ἡ περὶ τοῦ θεοῦ θῦ δόξα κατὰ τὸν αὐτῶν λόγον ἐγεγόνει· εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο· καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προ σεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται· τὰ γὰρ φύσει ζῶα· τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ· βδε λυττόμενοι καὶ ἀποστρεφόμενοι· ἢ διὰ τὴν ἀγριότητα· ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες, θεοποιοῦσιν· ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶν τα θρησκεύειν αὐτοὺς, ἢ τοὺς τούτων τύπους ἐν τύποις προσκυ νεῖσθαι· ἢ τάχα τούτων μὲν, οὐδὲν· οὔτε ἡ μορφὴ, οὔτε ἡ ὕλη αἰτία τῆς τοῦ θεοῦ παρουσίας ἐστί· μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη, τὸ θεῖον ἐκκαλεῖται, ἅτε δὴ μίμημα τῆς φύσεως αὕτη τυγχά νουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ θεῖον τοῖς γλύμμα σι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις ἀνοις · εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεός θς , καὶ διὰ τοῦτο θρησ κεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους ἀνους τῆς τέχνης ὄν τας ἀρχηγοὺς, προσκυνεῖσθαι καὶ θρησκεύεσθαι· ὅσῳ καὶ λογι κοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς· περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ θῦ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται ὦ ἕλληνες· ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διατί τὰ ἀγάλματα δι’ ὧν ἐπικαλεῖσθαι φατὲ τὰς δυνάμεις· κρείττονάς τε καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποι εῖτε· χάριν γὰρ τῆς περὶ θεοῦ θῦ ὑπολήψεως γλύφοντες τὰς μορφὰς, αὐτοῦ τοῦ θεοῦ θῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμα σι περιτίθετε· πρᾶγμα πάσχοντες οὐκ εὐαγὲς· ὁμολογοῦντες γὰρ ὑπεραίρειν, τὴν τοῦ θεοῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμι κρότητος· καὶ διατοῦτο μὴ τολμῶντες τὸν θεὸν θν δι’ αὐτῶν· τὰς δὲ ἐλάτ τω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες οὗ τὴν παρουσίαν ἐφοβήθητε· τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε; καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ἀνων ὀνομά ζετε καὶ προσκυνεῖτε; εἰ γὰρ καὶ ὡς γράμματα εἰσὶν ὑμῖν ταῦτα ὡς ψεύδεσθε τῆς ἐπὶ θεὸν θεωρίας, οὐ δίκαιον τὰ σημαί νοντα τοῦ σημαινομένου προτιμᾶν. οὐδὲ γὰρ εἰ γράφοι γράφει τίς τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι· τὸ γράμμα προτι μῶν τοῦ βασιλέως· ἀλλ’ ὁ τοιοῦτος, θάνατον μὲν, ἔχει τὴν ζημίαν· τὸ δὲ γράμμα, τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται· οὕτως καὶ ὑμεῖς· εἴπερ ἐρρωμένον ἔχετε τὸν λογισμόν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα, οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου ἀνου · εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ θῦ ἐπι φάνειαν· καὶ διατοῦτο ὡς θεὸν θν σημαίνοντα θεοποιίας εἰσὶν ἄ ξια, ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα, φη μὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῷ δεῖ πλέον θεοποιηθῆναι· ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα, ὅ σῳ κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται· εἰ τοίνυν τὰ γράμματα θαύματος εἰσιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι· διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην. οὐκοῦν εἰ μὴ διατοῦτο θεοὺς αὐτοὺς ἄ ξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο, περὶ τῆς τῶν εἰδώλων μανίας, τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς, παρ’ αὐτῶν ἀξιῶν μαθεῖν· εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον διατοῦτο οὕτως τετύπωται, διατί καὶ ἀλόγων αὐτῷ τύπους πε ριτιθέασιν· εἰ δὲ ἀλόγων ζώων ἐστὶν ὁ τούτου τύπος, διατί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυφὰς· εἰ δὲ τὸ συναμφό τερόν ἐστι· καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν θεὸν· ὅτι τὲ ἀλό γων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα· καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων ἀνων γλυφὴν· καὶ οὐ πάντοτε ἐξ ἀμ φοτέρων αὐτὸν γλύφουσιν· ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλά σματα· ἥ τε σκύλλα καὶ χάρυβδις· καὶ ὁ ἱπποκένταυρος· καὶ ὁ παρ’ αἰγυπτίοις κυνοκέφαλος ἄννουβις· ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτως γράφεσθαι διφυεῖς· ἢ μίαν αὐτῶν ἐχόντων μορφὴν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ’ αὐτῶν· καὶ πά λιν, εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαὶ, διατί καὶ θηλειῶν αὐ τοῖς περιτιθέασι τύπους· εἰ δὲ θηλυκῶν εἰσὶ, διατί καὶ ἀρρενι κῶν κατ’ αὐτῶν ψεύδονται τὰς μορφὰς· εἰ δὲ πάλιν τὸ συναμφό τερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι· ἀλλ’ ἀμφότερα συνάπτεσθαι. καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους· ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχῃ· καὶ ὅλως εἰ, σωματοειδὲς τὸ θεῖον ὑπολαμβάνουσιν· ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πό δας· καὶ πάλιν αὐχένα καὶ στήθη. καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων ἀ νων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέ βειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁνοῦς· ὥστε τοιαῦτα ἐπινοεῖν περὶ τοῦ θείου· ἀκολουθεῖ γὰρ αὐτῷ· καὶ τὰ ἄλλα τοῦ σώ ματος πάσχειν· ὥστε καὶ τέμνεσθαι καὶ διαιρεῖσθαι· καὶ πά λιν ἐξόλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα οὐκ ἴδια θεοῦ θῦ · ἀλλὰ τῶν ἐπὶ γῆς σωμάτων ἐστὶν. ὁ μὲν γὰρ θεὸς θς , ἀσώμα τός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος· οὐδενὸς εἰς ὁτιοῦν δεό μενος· ταῦτα δὲ, καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι· καὶ τῆς παρ’ αὐτῶν ἐπιδεόμενα χρείας ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γoῦν ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιωθέντας· καὶ οὓς χρόνος ἢ ὑετὸς ἢ ἄλλό τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους· ἐφ’ ᾧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι, παρὰ τούτων αὐτοὶ σωτηρίαν σρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ οὐνοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται καλοῦντες· οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ’ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα. εἰ γὰρ αὐτοὶ θεοί εἰσιν ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τίς πρόσθηται τούτων· καὶ ποίους ἂν αὐτῶν κρίνῃ κυριωτέρους· ἵ να ἢ τὸν θεὸν θν θαρρήσῃ προσκυνῶν· ἤ ὥς φασιν ἐν αὐτοῖς μὴ δι στάζῃ γινώσκων τὸ θεῖον· οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοὶ· ἀλλ’ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι θεοὶ καὶ ἀ ναπλάττονται· ἔστι δὲ ὅπου καὶ μία χώρα· καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι, περὶ τῆς τῶν εἰδώλων δεισιδαιμο νίας· φοίνικες γοῦν οὐκ ἴσασι τοὺς παρ’ αἰγυπτίοις λεγομένους θεοὺς· οὐδὲ αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ φοίνιξι προσκυνού μενα εἴδωλα σέβουσιν· καὶ σκύθαι μὲν τοὺς περσῶν· πέρ σαι δὲ τοὺς σύρων,οὐ παραδέχονται θεοὺς. ἀλλὰ καὶ πελασγοὶ μὲν, τοὺς ἐν θρᾴκῃ θεοὺς, διαβάλλουσι· θρᾷκες δὲ· τοὺς παρὰ θηβαίοις, οὐ γινώσκουσιν· ἰνδοὶ δὲ, κατὰ ἀρράβων· καὶ ἄρα βες, κατ’ αἰθιόπων· καὶ αἰθίοπες κατ’ αὐτῶν ἐν τοῖς εἰδώ λοις διαφέρονται· καὶ σύροι μὲν, τὰ κιλίκων οὐ σέβουσι· καπ παδοκῶν δὲ τὸ γένος, ἄλλους παρὰ τούτους ὀνομάζουσι θεοὺς· καὶ βιθυνοὶ μὲν, ἑτέρους· ἀρμένιοι μὲν δὲ , ἄλλους ἑαυτοῖς ἀνε πλάσαντο· καὶ τί μοι πολλῶν· ἠπειρῶται· παρὰ τοὺς ἐν ταῖς νήσοις, ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται, παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι· καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεοὺς, τοὺς ἑαυτῆς προκρίνει· καὶ μό νους τούτους εἶναι νομίζει θεοὺς· περὶ γὰρ τῶν ἐν αἰγύπτῳ μυ σαρῶν, οὐδὲ λέγειν ἐστὶ· πᾶσιν ἐπ’ ὀφθαλμῶν ὄντων· ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις τὰς θρησκείας ἔχουσιν αἱ πόλεις· καὶ οἱ ἐκ γειτόνων, ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίον τὰ ἐναντία σέβειν· ὁ γοῦν παρ’ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗ τος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ’ ἑτέροις λέων ὡς θεὸς θς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύου σιν, ἀλλὰ καὶ εὑρόντες ἀποκτένουσιν ὡς θηρίον· καὶ ὁ παρ’ ἄλλοις ἀνατεθεὶς ἰχθῦς, οὗτος ἄλλων ἀλήθεται τροφὴ· ὅθεν δὴ πόλεμοι καὶ στάσεις· καὶ πᾶσα φθόνων πρόφασις· καὶ πᾶσα τῶν πα θῶν ἡδονὴ παρ’ αὐτοῖς ἐστι· καὶ τό γε θαυμαστὸν, ὅτι ὡς οἱ ἱστορή σαντες ἐξηγοῦνται· παρ’ αἰγυπτίων οἱ πελασγοὶ μαθόντες τὰ ὀ νόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ’ αἰγυπτίοις θεοὺς· ἀλλὰ καὶ ἄλλους παρ’ ἐκείνους θρησκεύουσι· καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν, διάφορός ἐστι ἡ δόξα καὶ ἡ θρησ κεία· καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται· καὶ εἰκότως γε τοῦτο πάσχουσιν· ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα θεὸν θν κατα νοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀπο στραφέντες τὸν ἀληθῶς τοῦ πατρὸς πρς λόγον· τὸν πάντων σωτῆρα σρα χριστὸν χν , εἰκό τως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην· καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες· καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις· πολλὰς ἀνόδους κυκλεύουσιν ὁδοὺς· καὶ τοὺς μὲν παρόντας, οὐχ ὁρῶσι· τοὺς δὲ μὴ ὄντας, φαντάζονται ὡς παρόντας· καὶ βλέπον τες οὐ βλέπουσι, τὸν αὐτὸν τρόπον καὶ οἱ τὸν θεὸν θν ἀποστραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν, ῥεμβόμενον ἔχουσι τὸν νοῦν· καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται· ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν· διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν· καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεὸν θν , οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ, τῶν παρ’ ἄλλοις λε γομένων θεῶν· γίνονται θυσίαι καὶ σπονδαὶ· καὶ ἄλλων αἱ θυσί αι, ἄλλων ἔμπαλιν εἰσὶ θεοὶ· αἰγύπτιοι δὲ, τὸν βοῦν καὶ τὸν ἅ πιν μόσχον ὄντα, σέβουσι· καὶ τούτοις ἄλλοι τῷ διὶ θύουσι· κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν· ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι· λίβυες, πρόβατον ὃ καλοῦσιν ἄμμωνα· θεὸν θν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ’ ἑτέρων εἰς θυσίαν σφάζεται· ἰνδοὶ, τὸν διόνυσον θρησκεύουσι συμβο λικῶς· οἶνον αὐτὸν ὀνομάζοντες. καὶ τοῦτον τοῖς ἄλλοις σπένδου σιν ἕτεροι· ἄλλοι, ποταμοὺς καὶ κρήνας· καὶ πάντων μάλιστα αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι· καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι· καὶ αὐτοὶ δὲ, οἱ ταῦτα θρησκεύοντες αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους· καὶ τοὺς ἑαυτῶν, ἀπονίπτονται τοῖς ὕδασι. καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρρίπτουσι· σχεδὸν δὲ πᾶσα ἡ τῶν αἰγυπτίων εἰδωλοποιία· τῶν παρ’ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ’ ἂν αὐτοὺς καὶ παρ’ αὐτῶν ἐκείνων χλευάζεσθαι· ὅτι μὴ θεοὺς, ἀλλὰ τὰ τῶν ὅλων ἔτι τὲ καὶ παρ’ αὐτοῖς ἀποτροπιάσματα καὶ θυ σίας ὄντα, θεοποιοῦσιν· ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀνους ὧν εἰσι τύποι· καὶ μορφαὶ, τοῖς παρ’ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν· καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες· ὅτι τὰ σφαγιαζόμενα θύματα· ἀρχέτυπά εἰσι τῶν ὑπ’ αὐτῶν πλασ θέντων καὶ προσκυνουμένων· καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους ἀνους · σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις· ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐ λάττουσι προσάγουσιν· ἔμψυχα γὰρ ἀψύχοις θύουσι· καὶ λογι κὰ τοῖς ἀκινήτοις προσάγουσιν· σκύθοι γὰρ οἱ καλούμενοι ταύ ριοι· τῇ παρ’ αὐτοὺς παρθένῳ καλουμένῃ τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν ἑλλήνων, εἰς θυσίαν ἀναφέρουσι· τοσοῦ τον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων ἀνων · καὶ οὕτως ἐλέγχον τες τῶν θεῶν αὑτῶν τὴν ὅμοιότητα, ὅτι οὓς ἡ πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττου σι· μονονουχὶ κατὰ τῆς προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν· τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύπτουσιν· ἄλλοι δὲ, τῷ ἄρει· ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι, καὶ νίκας φέ ρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας, καὶ ἀφ’ ἑκάστης ἕνα λαμβάνοντες, τοσούτους κατασφάττουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται· οὐ μόνοι δὲ σκύ θαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα, τὰ τοιαῦτα μυσαρὰ δρῶσιν, ἀλλ’ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμό νων κακίας τοῦτο τὸ δρᾶμα· καὶ γὰρ αἰγύπτιοι, ἔθυον μὲν πά λαι τῇ ἥρᾳ τοιαῦτα σφάγια. φοίνικες δὲ καὶ κρῆτες, τὸν κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν, ἱλάσκοντο. καὶ οἱ πάλαι δὲ ῥωμαῖ οι, τὸν καλούμενον λατιάριον δῖα, ἀνθρωποθυσίαις, ἐθρήσκευον· καὶ ἄλλοι, ἄλλως· καὶ πάντες ἁπλῶς, ἐμίαινον καὶ ἐμιαίνοντο· ἐ μιαίνοντο μὲν αὐτοὶ· δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυ τῶν ναοὺς, τοιαύταις καπνίζοντες θυσίαις· ἀπὸ δὲ τούτων, τὰ κα κὰ τοῖς ἀνθρώποις ἀνοις , εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ’ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιού τοις πλημμελήμασι, τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο· ἴδιον ἡγού μενοι κατόρθωμα, τὴν πρὸς τὰ κρείττονα ὡς αὐτοὶ νομίζουσι μί μησιν· ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις· καὶ πάσαις ἀ σελγείαις ἡττήθησαν οἱ ἄνθρωποι ἄνοι · καὶ γὰρ σχεδὸν πᾶσα πόλις, πάσης ἀσελγείας ἐστὶ μεστὴ· δι’ ὁμοιότητα τρόπων τῶν παρ’ αὐτοῖς θεῶν γι νομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ’ αὐ τοῖς ἐπ’ ἀσελγείᾳ μαρτυρούμενος· γυναῖκας γοῦν ἐν εἰδώλοις τῆς φοινίκης, πάλαι προεκαθέζοντο· παρεχόμενοι τοῖς ἐκεῖ θεοῖς αὐτῶν, τὴν τοῦ σώματος αὐτῶν μισθαρνίαν· νομίζουσαι τῇ πορνείᾳ, τὴν θεὸν θν ἑαυτῶν ἱλάσκεσθαι· καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων· ἄνδρες δὲ τὴν φύσιν ἀρνούμενοι καὶ μη κέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύ σιν· ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν, τῇ μητρὶ τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες· πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι· καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ χριστοῦ χῦ διάκονος παῦλος· αἵ τε γὰρ θήλειαι αὐτῶν, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁ μοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσον τες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς, τοιοῦτον ἐσχηκέναι τὸν βίον. ἐκ μὲν γὰρ διὸς, τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν· ἐκ δὲ ἀφροδίτης, τὴν πορνείαν· καὶ ἐκ μὲν ῥέ ας, τὴν ἀσέλγειαν· ἐκ δὲ ἄρεος, τοὺς φόνους· καὶ ἐξ ἄλλων, ἄλλα τοιαῦτα μεμαθήκασι· ἃ οἱ νόμοι μὲν, κολάζουσι· πᾶς δὲ σώφρων ἀνὴρ, ἀποστρέφεται· ἆρ’ οὖν ἄξιόν ἐστι τούτους νομί ζειν εἶναι θεοὺς, τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον ἀλογωτέρους ἡγεῖσθαι τούτους, διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους ἀνους , καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους, καὶ τῶν ἄψυχων ἀψυχοτέρους οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις κατεπεπτώκεισαν ὅ λοι πρηνεῖς, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ χριστοῦ χυ πατέρα πρα θεόν θν . ἀλλ’ ἴ σως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκα τάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα, οὐκ ἀρνήσονται καὶ αὐτοὶ· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν· καὶ ἀναντίρρητον εἶναι οἰήσονται, τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσ μου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ ὡς λίθους καὶ ξύλα· καὶ μορφὰς ἀνθρώπων ἀνων καὶ ἀλόγων· πτηνῶν τε καὶ ἑρπετῶν, καὶ τετραπό δων ἁπλῶς, ἀλλ’ ἥλιον καὶ σελήνην· καὶ πάντα τὸν κατ’ οὐρανὸν οὐνὸν κόσ μον· καὶ γῆν αὖ πάλιν· καὶ σύμπασαν τοῦ ἀγροῦ τὴν φύσιν σέ βοντες καὶ θρησκεύοντες· καὶ φήσουσι, μὴ δύνασθαί τινας ἀπο δεῖξαι, καὶ τούτους, μὴ εἶναι φύσει θεοὺς· πᾶσιν ὄντος φανεροῦ, ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει· ἀλλὰ καὶ τὴν τῶν ἀνθρώπων ἀνων ὑπε ραίρει φύσιν· ὥστε τὰ μὲν, ἐν οὐρανοῖς οὐνοῖς · τὰ δὲ, ἐπὶ τῆς γῆς κατοικεῖν· ἄξιον δὲ καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι· πάντως γὰρ καὶ ἐν τούτοις, εὑρήσει ὁ λόγος τὸν ἔλεγχον, ἀληθῆ κατ’ αὐτῶν· πρὶν δὲ ἰδεῖν ἡμᾶς καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ’ αὐτῶν μονονουχὶ βοῆσαι καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δη μιουργὸν θεὸν θν · τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα·τὸν πατέρα πρα ἡμῶν τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · ὃν ἀποστρέφονται μὲν, οἱ δοκησίσο φοι· τὴν δὲ παρ’ αὐτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποι οῦσι· καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐ κεῖνοι δι’ αὐτὴν ἀρνοῦνται κύριον κν · οὕτω γὰρ τοὺς ἀνθρώπους ἀνους εἰς τὰ ταύτης μέ ρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήσῃ ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνωρίζει δὲ καὶ σημαί νει τὸν καὶ αὐτῶν ὄντα κύριον κν · καὶ ποιητὴν τοῦ λόγου πατέρα πρα · τῇ ἀναν τιρρήτῳ προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς· ᾗ φησι καὶ ἡ θεία νομο θεσία· οἱ οὐρανοὶ οὐνοὶ διηγοῦνται δόξαν θεοῦ θῦ · ποίησιν δὲ χειρῶν αὐτοῦ ἀ ναγγέλλει τὸ στερέωμα· πίστις δὲ τούτων οὐκ ἀφανὴς· ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν· εἰ γάρ τις καθ’ ἑαυτὰ τὰ μέρη τῆς κτί σεως λάβοι· καὶ ἕκαστον ἰδίᾳ νοήσει· οἷον ἥλιον καθ’ ἑαυτὸν μό νον· καὶ σελήνην χωρὶς· καὶ γῆν αὖ καὶ ἀέρα· καὶ τὴν θερμὴν καὶ ψυχρὰν· καὶ ξηρὰν· καὶ ὑγρὰν οὐσίαν· διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς· ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸ· καὶ ἰδίᾳ θεωρή σειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ· ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα· καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίας συνιστάμενα· ἥλιος μὲν γὰρ, τῷ σύμπαντι οὐρανῷ οὐνῷ συμπεριφαί νεται καὶ ἐμπεριέχεται· καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα, μαρτυροῦ σι τὴν παρὰ ἡλίου γινομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν, οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας, οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ’ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ’ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ· ὅ, τε ἀὴρ, οὐχ ὑφ’ ἑαυτοῦ· ἀλλ’ ὑπὸ μὲν τοῦ αἰ θέρος διακαίεται· ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος, λαμ πρύνεται· καὶ πηγαὶ μὲν καὶ ποταμοὶ, οὐκ ἄνευ τῆς γῆς συ στήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ’ ἑαυτοῖς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν· ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντὸς· ἥ, τε θάλασσα καὶ ὁ ἔξω θεν περιρρέων τὴν σύμπασαν γῆν μερίσας ὠκεανὸς, ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται· ὅποι δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρρή σῃ βία· καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν αὐτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέ ρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῷ τῷ ἀέρι συνίστανται· καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσι· περὶ γὰρ τῶν τεσσάρων στοιχείων ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις· τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν· ξηράν τε καὶ ὑγρὰν οὐσίαν· τίς τοσοῦτον ἀπέ στραπται τὴν διάνοιαν· ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν, συνημ μένα ταῦτα συνίσταται· διαιρούμενα δὲ καὶ καθ’ ἑαυτὰ γι νόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικράτειαν· θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος, ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν, ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ, ὑπὸ τοῦ ὑγροῦ διυγραίνεται· καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται· πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ· δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας· ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκε, καὶ αὐτῶν ἀπαιτούντων παρ’ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν· εἰ γὰρ περὶ θεοῦ λόγος ἐστὶ· μηδενὸς αὐτὸν ἐπιδιᾶ εἶναι· ἀλλ’ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ καὶ ἐν αὐτῷ τὰ πάντα συ στήκειν· καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι, πῶς ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως· οὐκ ὄντα τοιαῦτα ἀλλὰ καὶ λειπόνα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεοὺς. ἀλλ’ ἴσως διαιρούμενα μὲν καὶ καθ’ ἑαυτὰ λαμβανόμενα ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι· τῆς ἀποδείξεως ἐπ’ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα· τὸ ὅλον θεὸν θν εἶναι φήσουσι· συστάν τος γὰρ τοῦ ὅλου· οὐκ ἔτι μὲν, ἔξωθεν αὐτοῖς χρεία γενήσεται· πρὸς πάντα λέξουσιν οἱ δοκησίσοφοι ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶ σιν· οὗτος δὲ ὁ λόγος, καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ με γάλης ἀπαιδευσίας, οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει· εἰ γὰρ τὸ καθ’ ἕκαστον συναφθὲν· τὸ ὅλον ἀναπληροῖ· καὶ τὸ ὅλον ἐκ τῶν καθ’ ἓν συνίσταται, τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη· καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει· τοῦτο δὲ τῶν περὶ θεοῦ ἐννοιῶν πολὺ πόρρωθεν καθέστηκεν. ὁ γὰρ θεὸς θς · ὅλον ἐστὶ καὶ οὐ μέρη· καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν· ἀλλ’ αὐτὸς τῆς πάντων συστά σεώς ἐστι ποιητὴς. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ θείου ταῦ τα λέγοντες ἐξηγοῦνται· εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται· καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν· εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστὶν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασ σα· καὶ οὕτως ἀφ’ ἑκάστου λαμβάνων ἄν τις, εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου· τοῦτο δ’ ἄν τις καὶ ἐκ τοῦ καθ’ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν καταγνοίη τούτων· ὡς γὰρ ὁ ὀφθαλ μὸς οὐκ ἔστιν ἀκοὴ· οὐδὲ ἡ ἀκοὴ χεὶρ· οὐδὲ ἡ γαστήρ ἐστι στέρνα· οὐδ’ αὖ πάλιν ὁ αὐχήν ἐστι πούς· ἀλλ’ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν· καὶ ἐκ τούτων διαφόρων ὄντων, ἓν συνίσταται σῶ μα· συνημμένα μὲν, ἓν ἔχοντα τὰ μέρη κατὰ τὴν χρείαν· διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν· ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέπει ὡς ὁ προστάξας θεὸς θς βούλεται· οὕτως συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ’ αὐτοῦ τοῦ κρείττονος· εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν θν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ’ ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι· ὥσπερ ἐδείχθη· διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν· καὶ ἄλλως δ’ ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν· εἰ γὰρ ὁ θεὸς θς ἀσώματός ἐστι καὶ ἀό ρατος καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν θεὸν θν ἐπινοοῦσι· καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς· καὶ ὧν ψαύομεν τῇ χειρὶ, θρησκεύουσι τῇ θεοῦ θῦ τιμῇ· καὶ πάλιν· εἰ ὁ περὶ θεοῦ θῦ κρατεῖ λόγος, δυ νατὸν αὐτὸν εἶναι κατὰ πάντα· καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν· αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν, πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες, οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ περὶ θεοῦ θῦ ὅρου· ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενο μένου, τὸ φῶς ἡ γῆ σκι άζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ’ ἡμέραν ὁ ἥλιος ἐπικρύ πτει τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς καρποὺς, πολλάκις χά λαζα βλάπτει· τὸ πῦρ δὲ εἰ γένηταί τις ὑδάτων πλημ μύρα, σβέννυται· καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται. θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει· καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρ χεσθαι· εἴπερ οὖν ἦσαν θεοὶ, ἔδει τούτους μὴ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ὑποκρύπτεσθαι· ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι· καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ’ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην· καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσως ἔχειν τὸ φῶς· καὶ τοῦτο πᾶσι λάμπειν· καὶ παρ’ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον· ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι· καὶ κοινὸν ἀνθρώποις ἀνοις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ, κοινὴν καὶ μίαν ἀνθρώποις ἀνοις τὴν χρείαν παρέχειν· οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε. θεῶν ὄντων κατ’ αὐτοὺς, καὶ μηδὲν ἐπὶβλάβῃ ἐπ’ ὠφελείᾳ δὲ μᾶλλον πάντα ποιούντων· εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναν τία καὶ μαχόμενα· καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι· ἔτι θεοὺς ὀνομάζειν· ἢ θεοῦ θῦ θρησκεύεσθαι τιμαῖς· τὰ δὲ πρὸς ἑαυτὰ ἀ σύμφωνον τὴν φύσιν ἔχοντα· πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχειεν· καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις· οὔτε οὖν ἥλιος καὶ εἰκότως· οὔτε σελήνη· οὔτε ἄλλό τι μέρος τῆς κτίσεως· πολλῷ δὲ πλέον· οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα. οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι· ζεὺς καὶ ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοὶ ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐστι· τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει· τὰ δὲ μόνον ἄνθρωποι ἄνοι θνητοὶ γεγόνασι· διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία, οὐκ εὐσεβείας· ἀλλὰ ἀθεό τητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις· καὶ μεγάλης πλά νης ἔλεγχος· ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν θν γνώσεως· λέγω δὴ τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · ὅτε τοίνυν ταῦθ’ οὕτως ἐλέγ χεται· καὶ δέδεικται ἡ παρὰ τοῖς ἕλλησιν εἰδωλολατρία πάσης ἀθεότητος οὖσα μεστὴ. καὶ οὐκ ἐπ’ ὠφελείᾳ τῷ βίῳ τῶν ἀνθρώπων ἀνων εἰσαχθεῖσα· φέρε λοιπὸν ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο τῆς πλάνης διελεγχείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν· καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τὸν τοῦ πατρὸς πρς λό γον· ἵνα δι’ αὐτοῦ καὶ τὸν τούτου πατέρα πρα θεὸν θν κατανοήσωμεν· καὶ γνῶσιν ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν· τὰ μὲν προειρημένα, οὐδὲν ἕτερον, ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς, πρὸς τὸν ὄντως ὄντα θεὸν θν ἕξει τὸν σκοπὸν· πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀκριβῆ κατάληψιν, οὐκαλλως ἐστὶν ἡμῖν χρεία· ἀλλ’ ἡμῶν αὐτῶν· οὐδ’ ὥσπέρ ἐστιν αὐτὸς ὁ θεὸς θς ὑ περάνω πάντων, οὕτως καὶ ἡ πρὸς τοῦτον ὁδὸς. πόρρωθεν ἢ ἔ ξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν ἐστι· καὶ ἀφ’ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν· καθὼς καὶ μωϋσῆς ἐδίδασκε λέγων· τὸ ῥῆμα τῆς πί στεως, ἐντὸς τῆς καρδίας σου ἐστὶν. ὅπερ καὶ ὁ σωτὴρ σηρ σημαίνων καὶ βεβαιῶν, ἔλεγεν· ἡ βασιλεία τοῦ θεοῦ θῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ θεοῦ θῦ , δυνάμε θα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα τοῦ πατρὸς πρς σω τήριον λόγον· καὶ μὴ προφασιζέσθωσαν ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μὴ δὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω· ὡς τὴν τοι αύτην ὁδὸν οὐκ ἔχων· καὶ διατοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφα σιν εὑρίσκων πάν τες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν. εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι· διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου· καὶ εἴ τις ἂν ἔροιτο τίς ἂν εἴη αὕτη φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι καὶ τὸν ἐν αὐτῇ νοῦν. δι’ αὐτοῦ γὰρ μόνου δύναται θεὸς θς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μὴ ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο, οὕτως καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς· εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγον τες· οὐ γὰρ ἐχόντων ἐστὶ νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δη μιουργὸν θεὸν θν · ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἀνων ἔχει καὶ ταύτην λογικὴν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι’ ὀλίγων διὰ τοὺς ἀκε ραίους· ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο· οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον ἄνον , ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώτερον δι’ ἑαυτῶν τὸν κατὰ εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι· πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ἀνων ψυχὴν, ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτὴν· διατοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα κα λεῖν ἡ φύσις εἴωθεν· ἐπειδὴ τῶν ἀνθρώπων ἀνων τὸ γένος ἐστὶν λογικὸν· ἔπει τα δὲ, καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη· ἐκ τοῦ μόνον τὸν ἄνθρωπον ἄνον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα· καὶ πάλιν ἐπιλογίζεσθαι· καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα, μόνα τὰ παρόντα βλέπει· καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾷ· κἂν μετὰ ταῦτα τὴν βλά βην ἔχῃ. ὁ δὲ ἄνθρωπος ἄνος , οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾷ· ἀλλὰ τῷ λογισμῷ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας, κεκράτηκε τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο· καὶ αἰσθάνεται ἕκαστος εἰ τῆς ἀληθείας γένοιτο φί λος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων ἀνων νοῦς· διατοῦτο γοῦν ὡς ἄλλος ὤν αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτὴς· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρί νει· καὶ ἀναμιμνήσκει· καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον· ὀφθαλ μοῦ μὲν γὰρ ἐστι, μόνον τὸ ὁρᾶν· καὶ ὤτων, τὸ ἀκούειν· καὶ στόμα τος, γεύεσθαι· καὶ ῥινὸς, ὀδμῶν ἀντιλαμβάνεσθαι· καὶ χειρῶν, τὸ ἅπτεσθαι· ἀλλὰ δεῖ ὁρᾶν καὶ ἀκούειν· καὶ ὧν ἅπτεσθαι δεῖ· καὶ γεύε σθαι· καὶ ὀδμᾶσθαι· οὐκέτι τῶν αἰσθήσεών ἐστι· ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρίναι· ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χείρ· καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ’ οὐκ οἶδεν ὅτι βλάπτει ταῦτα εἰ μὴ ὁ νοῦς διακρίνει· καὶ ἔοικέ γε τὸ τοιοῦτον ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρᾳ καλῶς κατεσκευασμένῃ· καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ’ ἐπιστήμης· ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ· ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον· ἡ μὲν, βαρύν· ἡ δὲ, ὀξύν· ἡ δὲ, μέ σον· ἡ δὲ, ὀξύτονον· ἡ δὲ ἄλλον, διάκριτος δὲ ἐστιν αὐτῶν ἡ ἁρμονία· καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθὴ· ὅταν ὁ κατέ χων τὴν λύραν πλήξῃ τὰς νευρὰς καὶ ἁρμονίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσ μένων· ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύει, τότε καὶ δι ακρίνει ἡ ψυχὴ· καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει· τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἀνων ἐστί· καὶ τοῦτο ἐστὶ τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων ἀνων · ᾧ χρωμένη δι αλάττει τῶν ἀλόγων· καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινό μενον ἐν σώματι ἐστὶ· πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς οὐνοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος ἄνος · καὶ πολλά κις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος ἄνος καὶ τὸ ἔξωθεν ἑαυτοῦ θεωρεῖ· χώρας ἀπο δημῶν καὶ περιπατῶν· καὶ ἀπαντῶν τοῖς γνωρίμοις· καὶ πολ λάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων· τοῦτο δὲ τί ἂν εἴη ἕτερον· ἢ ψυχὴ λογικὴ· ἐν ᾗ λογί ζεται καὶ νοεῖ τὰ ὑπὲρ αὐτὸν ὁ ἄνθρωπος ἄνος · καὶ τοῦτο δ’ ἂν εἴη πρὸς ἀπό δειξιν ἀκριβῆ· τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμέ νοις· πῶς τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος· λογίζεται ἄνθρωπος ἄνος τὰ περὶ ἀθανασίας· καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον ὑπὲρ ἀρε τῆς προκαλεῖται· ἢ πῶς προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώ νια φαντάζεται ὁ ἄνθρωπος ἄνος · ὥστε τῶν μὲν ἐμποδὼν, καταφρονεῖν· εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν· τὸ μὲν οὖν σῶμα, οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται· καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογί ζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν. ἀνάγκη δὲ καὶ ἕτερον εἶναι· τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον· τί οὖν ἂν εἴη τοῦτο πάλιν· ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος· καὶ γὰρ, οὐκ ἔξωθεν· ἀλλ’ ἔνδοθεν αὕτη τῷ σώματι ὡς ὁ μουσικὸς τῇ λύ ρᾳ ἐνηχεῖ τὰ κρείττονα· πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾶν· καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν· τὰ μὲν, ἀποστρέψονται· τὰ δὲ, αἱροῦνται· τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾶν ἀποστρέφων. ἢ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν τοῦ ἀκούειν, ἢ τίς τὴν γεῦσιν κατὰ φύσιν οὖσαν γευστικήν καὶ ἀντιλαμβάνεσθαι τῆς φυσικῆς ὁρμῆς· τίς δὲ τὴν χεῖρα κατὰ φύσιν ἔχουσαν τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινὸς· τίς δὲ τὴν ὄσφρησιν καὶ αὐτὴν εἰς τὸ ὀδμᾶ σθαι γενομένην· ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι, τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν· ἢ πῶς τὸ σῶμα τὴν φύσιν ἀποστραφὲν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβου λίας· καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται· ταῦτα γὰρ οὐδὲν ἕτερον, ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώμα τος· οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν· ἀλλ’ ὑφ’ ἑτέρου ἄγεται καὶ φέρεται· ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν· ἀλλ’ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται· διατοῦτο γοῦν καὶ νόμοι μὲν, ἀνθρώποις ἀνοις · τὰ καλὰ μὲν, πράττειν· τὴν δὲ κακίαν, ἀποστρέφεσθαι τοῖς δὲ ἀλόγοις, ἀλόγιστα τὰ κακὰ μένει καὶ ἄκριτα. ἅτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν· εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἀνοις , ἐκ τῶν προειρημένων νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ· πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ ἂν οὖν ἡ περὶ τούτων γνῶσις, ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως· καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτὴν. εἰ γὰρ ἄλλην ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνα τον εἶναι· τῷ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ ὡς δέδεικται· καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ’ ἑαυτῆς κινουμένην τὴν ψυχὴν· καὶ μετὰ τὴν εἰς γῆν ἀπόθε σιν τοῦ σώματος, κινεῖσθαι πάλιν αὐτὴν ἀφ’ ἑαυτῆς· οὐ γὰρ ἡ ψυ χή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀποθνή σκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀ κόλουθον ἦν ἀναχωροῦντος τοῦ κινοῦντος ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα κινεῖ, ἀνάγκη μᾶλλον αὐτὴν αὐτὴν ἑαυτὴν κινεῖν· ἑαυτῇ δὲ κινουμένη, ἐξανάγκης καὶ μετὰ τοῦ σώματος θάνατον ζῇ· ἡ γὰρ κίνησις τῆς ψυχῆς, οὐδὲν ἕτερόν ἐστιν, ἢ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει· καὶ τὸ σῶμα· τότε ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θάνατον αὐτοῦ εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ σύνεστι καὶ ἐπιβέβηκε καὶ συνδέδεται τούτῳ· οὐ κατὰ τὴν τοῦ σώματος αὕτη σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλ’ ἀπ’ αὐτῆς ἐκείνου συγκειμένου· ἀλλ’ ὡς ἐν θανάτῳ κοιμωμένου αὐτοῦ καὶ ἀργοῦντος κατὰ δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου· μένουσα ἐν τῷ σώματι τὰ ὑπὲρ γῆν φαν τάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σω μάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾷ καὶ πρὸς αὐτοὺς ἀφικνεῖ ται. τῇ τοῦ νοῦ θαρροῦσα καθαρότητι, πῶς οὐχὶ μᾶλλον καὶ πολ λῷ πλέον ἀπολυθεῖσα τοῦ σώματος· ὅτε ὁ συνδήσας αὐτὴν βού λεται θεὸς θς φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν· εἰ καὶ γὰρ καὶ συνδεθεῖσα τῷ σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῷ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· καὶ οὐ παύε ται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα θεὸν θεὸν · διὰ τοῦ ἑαυτοῦ λό γου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ· ἐπειδὴ καὶ ἀθάνατός ἐστι· καὶ ὥσπερ τοῦ σώματος θνητοῦ τυγχάνοντος· θνητὰ καὶ αἱ τούτου θεωροῦ σιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ αὐτὴν ζῆν· αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδέποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῇ· καὶ ὥσπερ ἔκκαυμα ἐν αὐ τῇ γινόμεναι· πρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διατοῦτο γ οῦν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυ τῆς γίνεται ὁδὸς. οὐκ ἔξωθεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδὸς. οὐκ ἔ λόγου καὶ γνῶσιν καὶ κατάληψιν. λέγομεν οὖν καθάπερ εἴρηται πρότερον· ὥσπερ τὸν θεὸν θν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτως καὶ τὴν ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχου σι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις καταριθμού μενοι· καὶ διατοῦτο ὡς ἄψυχοι ἐν ἐνψύχοις ἔχοντες τὴν δεισιδαι μονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι· εἰ δὲ ψυχὴν αὐχοῦ σιν ἔχειν· καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν· εἰκότως τοῦτο φρονοῦντες, διατί ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγων τολμῶ σι καὶ οὐχ ἃ φρονοῦσιν; ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ θείου ποιοῦσι· ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν θεὸν θν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζου σιν; ἢ διατὶ ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ θῦ · οὕτως οὐ κατα φεύγουσι πάλιν πρὸς αὐτὸν· δύνανται γὰρ ὥσπερ ἀπεστρά φησαν τῇ διανοίᾳ τὸν θεὸν θν · καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεοὺς. οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς καὶ ἐπιστρέψαι πρὸς τὸν θεὸν θν · ἐπιστρέψαι δὲ δύνανται εἰ ὃν ὑποδέξαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται· καὶ τοσοῦτον ἀπονίψονται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς τῇ ψυχῇ ἀλλότριον καὶ μόνην αὐτὴν ὥσπερ γέ γονεν ἀποδείξωσιν· ἵν’ οὕτως ἐν αὐτῇ θεωρῆσαι τὸν τοῦ πατρὸς πρς λόγον καὶ καθ’ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς δυνηθῶσι· κατ’ εἰκόνα γὰρ θεοῦ θῦ πεποίηται καὶ καθ’ ὁμοίωσιν γέγονεν· ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ θεοῦ θῦ λέγουσα· ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν· ὅθεν καὶ ὅτε πάν τα τὸν ἐπιχυθέντα ῥῦπον τῆς ἁμαρτίας ἀφ’ ἑαυτῆς ἀποτι θεῖται, καὶ μόνον τὸ κατ’ εἰκόνα καθαρὸν φυλάττει· εἰκότως διαλαμπρυνθέντος τούτου ὡς ἐν κατόπτρῳ, θεωρεῖ τὴν εἰκό να τοῦ πατρὸς πρς τὸν λόγον· καὶ ἐν αὐτῷ τὸν πατέρα πρα οὗ καὶ ἔστιν εἰκὼν ὁ σωτὴρ σηρ λογίζεται· ἢ εἰ μὴ αὐτάρκης ἐστὶν, ἡ παρὰ τῆς ψυχῆς διδασ καλία· διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν καὶ μὴ ὁρᾶν αὐτὴν τὸ κρεῖττον· ἀλλ’ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων, τὴν περὶ τοῦ θεοῦ θῦ γνῶσιν καταλαβεῖν· τῆς κτίσεως ὥσπερ γράμμα σι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποι ητὴν σημαινούσης καὶ βοώσης· ἀγαθὸς γὰρ ὢν καὶ φιλ άνθρωπος άνος ὁ θεός θς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν· ἐπειδὴ ἀό ρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν· ἐπέκεινα πάσης γενη τῆς οὐσίας ὑπάρχων· καὶ διατοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀ τυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως· τῷ τὰ μὲν, ἐξ οὐκ ὄντων εἶναι· τὸν δὲ, ἀγέννητον, τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησε λόγῳ τῷ ἑαυτοῦ ὁ θεὸς θς · ἵν’ ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος· κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῇ τοῖς ἀνθρώποις ἀνοις · ἐκ γὰρ τῶν ἔργων πολλά κις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέ γουσι περὶ τοῦ ἀγαλματοποιοῦ φειδίου· ὡς τὰ τούτου δημιουρ γήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας· ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν, οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δη μιουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προ φασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν· ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώ μενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γίνεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημὶ· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔ μαθον· ὧν ἐστὶν ὁ παῦλος· ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νο ούμενα καθορᾶται· λυκάωσι δὲ παρρησιαζόμενος καὶ λέ γων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι ἄνοι · εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν· καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύε σθαι ἐν ταῖς ὁδοῖς αὐτῶν· καίτι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆ κεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρ ποφόρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν· τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης, καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περι πολήσεις· ἐναντίας μὲν καὶ διαφόρους γινομένας· ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν καὶ τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην· οὐκ ἐνθυμεῖται ὅτι αὐτὰ οὐκ ἑαυτὰ ἀλλ’ ἕ τερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητὴς· τίς δ’ ὁρῶν ἥλιον μὲν, ἀνατέλλοντα καθ’ ἡμέραν· σελήνην δὲ, φαίνουσαν κατὰ νύκτα· καὶ φθίνουσαν καὶ πληρουμένην ἀπαραλλά κτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλῶς κινούμενα· οὐκ ἂν ἔνοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργὸς· τίς ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον· τίς ἰδὼν πῦρ ψυχρῷ· καὶ ξηρὸν ὑγρῷ κεκραμ μένον καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἐν ἀ ποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα· οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα τίς ἰδὼν χειμῶνα παρα χωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπόρῳ· καὶ ὅτι ἐ ναντία ὄντα ταῦτα τῇ φύσει· τὸν μὲν γὰρ ψύχει· τὸ δὲ, καίει· τὸ δὲ τρέφει· τὸ δὲ, φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἔστι τις κρείτ των τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα· κἂν μὴ βλέπῃ τοῦτον· τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβαστα ζομένας, καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι· ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει, ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν, καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύ σει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξά μενον καὶ ποιήσαντα θεὸν θν · τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρπο φορίαν, καὶ οὐρανό οὐνό θεν ὑετοὺς καὶ ποταμῶν ἐπιρροίας, καὶ πηγῶν ἀναβλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονὰς. καὶ ταῦτα οὐκ ἀεὶ, ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα, καὶ ὅλως τίς κατανοή σας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀπο τελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα ὡς ἂν αὐτῇ δοκῇ μένου σα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, οὐκ ἂν συσταίη καὶ φανῆ ναί ποτε δυνηθείη· διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότη τα· τὸ μὲν γὰρ ὕδωρ, φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν αἱ δὲ νε φέλαι, κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ, ὁρῶμεν ἐν ταῖς νεφέλαις βαστα ζόμενον· καὶ πάλιν· ἡ μὲν γῆ, βαρυτάτη ἐστὶ· τὸ δ’ αὖ πάλιν ὕδωρ, κουφότερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέ ρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν, οὐ ταὐτόν ἐστι τῷ θήλει· καὶ ὅμως, εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῷ θερμῷ ἐναν τίον ἐστὶ· καὶ τὸ ὑγρὸν, τῷ ξηρῷ μάχεται· καὶ ὅμως συνελθόντα, οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνήγαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότῃ ὑπακούον τα εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτὰ· φύσει μὲν ὄντα ἐναντία τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει, φιλιάζοντα· ἐπεὶ, εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρίσις, πῶς ἂν τῷ βαρὺ τῷ ἐλαφρῷ, ἢ τὸ ξηρὸν τῷ ὑγρῷ, ἢ τὸ περιφερὲς τῷ ὀρθῷ, ἢ τὸ πῦρ τῷ ψυχρῷ, ἢ ὅλως ἡ θάλασσα τῇ γῇ, ἢ ὁ ἥλιος τῇ σελήνῃ, ἢ τὰ ἄστρα τῷ οὐρανῷ οὐνῷ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλ θεν· ἀνομοίου οὔσης τῆς ἑκατέρου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν, καίοντος· τοῦ δὲ, ψύχοντος· καὶ τοῦ μὲν βαρέος, κάτω· τοῦ δὲ κούφου, ἐκ τοὒ ἐναντίου ἀνθρώπῳ ἀνῳ ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου, φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα· ἐστασίασαν ἂν πρὸς ἑαυτὰ· ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ· ἀλλ’ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γιγνομένων· λοιπὸν ἦν ἰδεῖν, οὐκέτι κόσμον· ἀλλ’ ἀκοσμίαν· οὐκέτι τάξιν ἀλλ’ ἀταξίαν· οὐκέτι σύστασιν· ἀλλὰ ἀσύστατον ὅλον· οὐκέτι μέτρα, ἀλλὰ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ· ἢ πάν τα ἀνῃροῦντο, ἢ τὸ κρατούμενον ἐφαίνετο μόνον· καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυεν· μόνον γὰρ γενό μενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα· οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα. ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλασσα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη, ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦν τος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ συνέστη τι τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθ’ ὅλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐ πεὶ οὖν οὐκ ἀταξία· ἀλλὰ τάξις ἐστὶ ἐν τῷ παντὶ· καὶ οὐκ ἀμε τρία· ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία· ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβά νειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμ φωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βα σιλέα· ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνε στῶσαν· μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πά λιν γερόντων καὶ νεωτέρων· καὶ ἀρρένων καὶ θηλειῶν· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας· ὁ μονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γινομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας, εἰ ταῦτα βλέποιμεν, πάντως ἐννο οῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει· κἂν μὴ ὁρῶμεν αὐτὸν. ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισ μα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ τὴν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες· ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ· ἡ δὲ χεὶρ τῷ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀπο τελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν· κἂν μὴ βλέπωμεν αὐτὴν· οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ, τὸν τοῦ παν τὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεὸν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁ μονοίας ἁρμονία, οὐ πολλοὺς· ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς· ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκά στου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολ λῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχον τα δείκνυσι. καθάπερ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολ λῶν καὶ διαφόρων νευρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα· μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν· ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πο λλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπι στήμῃ κἂν μὴ τοῦτον βλέπῃ, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως· τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποι ητὰς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν· ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμ φανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποι ητὴν εἶναι τοῦ παντὸς ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τοῦτον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασ κευάζειν· οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ἐγεγόνει ὁ εἷς κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν, ἔργον ἓν ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολ λοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῷ θῷ δὲ λέγειν εἶναί τι ἐλλι πὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστὶ· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν εἴποι τίς τέλειον· ἀλλὰ ἀσθενῆ· εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκα στος ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δό ξαν ἕκαστος εἰργάσατο· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῇ· κενω δοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστὶν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν· ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε· ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινή σεις καὶ ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ δια φορᾷ καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ ἀταξία τοῦ παντὸς· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερ νωμένη κατoρθὸν πλευσεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμ φωνον ἀποτελέσει τὸν εἶχον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τε χνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως καὶ ἑνὸς ὄντος κόσ μου· καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκε, ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑ νὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσ μος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν· ἵνα μὴ τῇ περὶ τούτου ἀγνοίᾳ πλανηθείς τίς ἕτερον ὑπολάβῃ· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέσῃ· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν, εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν, ἀνάγκη πᾶσα τούτων ἀ ναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν, καὶ τὸν παρ’ ἡμῖν προσκυνούμενον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως κύριον κν καὶ πάσης ὑποστάσεως δημιουργὸν· τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερε πέκεινα πάσης γεννητῆς οὐσίας, ὁ τοῦ χριστοῦ χῦ πατὴρ πήρ ὅστις καθάπερ ἄριστος κυβερνήτης, τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ κῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ , τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκῇ· ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁ ρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε· καὶ παντὶ κόσμῳ διακε κόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον, οὐκ ἄλλόν τινα ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δὲ φημι, οὐ τὸν ἐν ἑκάστῳ τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν λογιζό μενον μήτε νοοῦντα, ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην, οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον, τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεὸν θν αὐτολόγον λέγω, ὃς ἄλλος μὲν ἔστι τῶν γεννητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πρς ὑπάρχει λόγος· ὃς τόδε τὸ πᾶν διεκόσμη σε· καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ· ἀγαθοῦ γὰρ πατρὸς πρς ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναν τία τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ, μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὣν, οὐρανὸν οὐνὸν μὲν περιστρέ φει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην τῷ ἰδίῳ νεύματι ἥδρασε. τούτῳ φωτιζόμενος ἥλιος, τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη, μεμετρημένον ἔχει τὸ φῶς· διατοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νε φελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασ σα, περιορίζεται· ἡ δὲ γῆ, παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ. καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ , ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγῳ θεοῦ θῦ καὶ σοφίᾳ συ νέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων, εἰ μὴ λόγῳ ἐγεγό νει· καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέχθη· λόγος δὲ ὢν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρὸς πρς ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι. καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς , ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς · ὁ καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάν τα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γεννητῶν, ἔστιν ἡ φύσις ἅτε δὴ ἐξ οὐκ ὄν των ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς· καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς , ἀγαθὸς καὶ ὑπέρκα λος τὴν φύσιν ἐστὶ. διὸ καὶ φιλ άνθρωπός άνός ἐστὶν. ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁ ρῶν οὖν πᾶσαν τὴν γενητὴν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους· ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθῃ· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον, τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμά ζεσθαι, ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἐξ ἀρχῆς τῷ αὐτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ θῷ , τὴν σύμπασαν δια κοσμήσας κτίσιν καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακυβερνήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῇ; οὕτω καὶ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα καὶ παρηγμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέ γω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου πρω τότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας· οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν· αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας καὶ φωτίσας, τά τε φαινό μενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς· ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδίᾳ· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ φυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐ σίας· αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ· εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν· οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται· οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελ φὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελθόντα ὁμοῦ, τά τε φαινό μενα ζωογονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· ταῦτα τῷ θεῷ θῷ λόγῳ πειθόμενα τὰ μὲν ἐπὶ γῆς, ζωογονεῖται· τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς , συνίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ, πᾶσα χλοηφορεῖ καὶ κομᾷ· παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν· ἥ φησι καὶ ὁ θεολο γίας ἀνὴρ· ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν θν · καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲν. οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄκροις τῇ τέχνῃ προ σαγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη· οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι· ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀπο τελεῖ καλῶς καὶ ἡρμοσμένως. αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει ὡς ἂν ἕκα στον τῷ ἑαυτοῦ πατρὶ πρὶ δοκεῖ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος, τοῦτό ἐστιν· ὅτι ἓν καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ· τὰ περιφέρη· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρὰ· τὰ θερμὰ· τὰ φαινόμενα καὶ τὰ ἀόρατα· περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ· τὸ μὲν ὀρθὸν, ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς, περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι κινεῖται· τὸ θερμὸν, θερμαίνεται· καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως, ζωοποιεῖται καὶ συ νίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμο νία ἀποτελεῖται δι’ αὐτοῦ. καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων· γυναικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φανῇ· ὁ μὲν ἀνήρ, ὡς ἀνήρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων, ὡς γέρων· καὶ ὁ νέος ὡς νέος πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ ἐκι νεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾶν· τὴν δὲ ἀκοὴν, ἀκούειν· τὴν δὲ χεῖρα, ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν, ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν, γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώ ματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτῳ παρα δείγματι τὸ λεγόμενον σημανθῇ, ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει· καὶ οἰκονομουμένῃ ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκεί νου γὰρ παρόντος καὶ προστάττοντος· καὶ πρὸς πάντα τὸν ὀ φθαλμὸν τείνοντος, ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ, σιτιμόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς· ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων, ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης, ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης, ἐπὶ τὴν θάλατ ταν κατέρχεται· ὁ τέκτων, ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς, ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος, ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος· καὶ τῇ τούτου διατάξει γίνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ᾖ τὸ παράδειγμα, ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου· ὁμοῦ τὰ πάντα διακοσμεῖ ται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπι στατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου· οὐρανὸς οὐνὸς μὲν, περιστρέφεται· τὰ δὲ ἄστρα, κινεῖται· καὶ ὁ μὲν ἥλιος, φαίνει· ἡ δὲ σελήνη, περιπολεῖ· καὶ ἀήρ μὲν, ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ, θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατε ταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει· καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα, καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ, καίει· τὸ ὕδωρ, ψύχει· πηγαὶ ἀναχβλύζουσι· ποταμοὶ πλημ μυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται··ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦνται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλατ τα πλέεται· γῆ σπείρεται· καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφο ρεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ αὐξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δὲ, γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων· ἃ διὰ τὸ πλῆθος, οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος· φωτίζων καὶ θεοποιῶν τῷ ἑαυτοῦ νεύματι, κινεῖ καὶ διακοσμεῖ· ἕνα τὸν κόσμον ἀπο τελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφεὶς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων συμ περιλαβὼν, ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει, καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γι νόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος· ἑνὶ καὶ ἁπλῷ νεύ ματι· τῇ ἑαυτοῦ δυνάμει· τόν τε ὁρατὸν κόσμον· καὶ τὰς ἀο ράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδοὺς. ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσ περ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἰδόντας τὸν κόσ μον αὐτοῦ· καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον, οὕτως νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐστιν ἀ νάγκη καὶ τὸν τούτου πατέρα πρα θεὸν θν · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἀνων ἐνθυμού μεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγῳ ἐπιβάλλον τες τὸν νοῦν, σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ, πολλῷ πλέον μείζονι φαντασίᾳ καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησίν· ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν πατέρα πρα μου. ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ, φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώ λων ἀναιρέσεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω καὶ ὁσα ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι· καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι· καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν. οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως ·διδασκαλίαν· ἀλλὰ καὶ μά λα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέ ψαντες, οὐχ ὡς ἔργα θεοῦ θῦ ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφα λίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς· καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσκυνούσῃς αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶ σι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ· οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκω σιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάντων δημιουργὸν θεόν θν ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς· κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν· εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοῖς ἀνθρώποις ἀνοις ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαν τασίας ἀφέλκων φησὶν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοι εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγ γραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοὶ· καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησὶν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι, οὐχί γε· ἀλλὰ καὶ προ απαντᾷ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ ἰὴλ · κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήσῃ· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ δια κόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ᾗ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν· καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα· καὶ πάλιν· ψάλλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετὸν· τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε. δι’ οὗ γὰρ γέ γονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος περὶ οὗ καὶ ἐν ἑτέρῳ ψαλ μῷ λέγει· τῷ λόγῳ κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωϋσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον· ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεὸς θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκόνα ἡμε τέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάν των ὑφιστὰς γένεσιν αὐτῶν εἶπεν ὁ πατὴρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην· καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς · ἵνα καὶ προστάττων λαλῇ· εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔ πω γὰρ ἦν· ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς γὰρ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι τῷ μηδέπω γενομένῳ προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς θς , ἔδει λέγειν αὐτὸν· γε νοῦ οὐρανὲ οὐνὲ · καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν, οὐκ ἐποίησε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων· οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτῳ· ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν, ἢ τῷ ἑαυτοῦ λόγῳ· ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γεννητὴν πᾶσαν οὐσίαν, ἢ ἡ τούτου σο φία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν· συμπαρή μην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασίᾳ, πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει. συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος τὸν πατέρα πρα βλέπων, ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι καὶ ἰσχυροποίει· ᾗ φησι καὶ ὁ σωτὴρ σήρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα· κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς θεὸς θς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λό γος· οὐ κατὰ μετοχὴν ταῦτα ὢν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῷ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετή· καὶ μὴν καὶ χαρακτὴρ καὶ ἀπαύγασμα· καὶ εἰκὼν· καὶ συνελόντι φράσαι· καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει καὶ μόνος ἐστὶν υἱὸς· εἰκὼν ἀ παράλλακτος τοῦ πατρὸς πρς · τίς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν αὐτοαγιασμός καὶ αὐτο ζωὴ· καὶ θύρα· καὶ ποιμὴν· καὶ ὁδὸς· καὶ βασιλεὺς· καὶ ἡ γεμὼν· καὶ ἐπὶ πᾶσι σωτὴρ σήρ · καὶ ζωοποιὸς· καὶ φῶς· καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατὴρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁση μέραι τοῦτον ἀπεκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων αὐτοῦ συ στάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει· καθὼς ὁ σωτὴρ σὴρ φησὶν·ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοὶ· ὥστε ἐξ ἀνάγ κης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων· καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες· παραγκωνισά μενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄν τα ἐθεοποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· πρᾶγ μα πάσχοντες ἀνόητον καὶ δυσσεβὲς· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειεν· καὶ τὰ ἐν τῇ πόλει δημι ουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν καταπα τοίη· ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον, ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον· ἐκβάλλοι· ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκο δομὴν ἢ ναῦν ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος· καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διά νοιαν τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύον τες· τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ δι ακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβὲς, ὦ φιλόχριστε· χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστὶν ὁ καρπὸς· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολι τευομένοις ἐστὶ τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀ τραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη· καὶ κίν δυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρί σεως· ὅτι καίτοι γνῶντες τὴν· τῆς ἀληθείας ὁ δὸν, ἐναντί α ὧν ἔγνωσαν, ἔπρα ξαν.