4 ἔχων τὴν τοῦ δεδωκότος χά χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρικοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομολογεῖ τῷ θείῳ. παύσασθαι καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα ὡς προεῖπον, εὐκίνητος, καὶ γινώσκουσα τὸ αὐτεξούσιον αὐτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ' ἀμφό τερα τοῖς τοῦ σώματος μέρεσι χρᾷσθαι, εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλὰ, οὐκ ὄντα δὲ τὰ φαῦλα· εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει δεικνύουσα ὅτι καὶ τοῦτο δύναται καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι, ἀλλ' εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνὴ παρεγγυᾶ, πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει ὀσφρανθήσονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπα τήσουσιν· οὐ φωνήσουσιν ἐπὶ ἐν τῷ το λάρυγγι αὐτῶν· ὅμως ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποι οῦντες αὐτά.