ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀ ληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρ’ ἀνθρώπων ἀνων δι δασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώρι μον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγεν, ἀλλὰ καὶ ἡλίου λαμπρότερον ἑαυτὴν δι ὰ τῆς τοῦ σωτῆρος σρς ἡμῶν χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· καὶ μετά τινα· δ ιὰ τοῦτο γ’οῦν· καὶ νόμοι μὲν ἀνθρώποις ἀνοις · τὰ καλὰ μὲν πράττειν, τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις· ἀλόγιστα κακὰ καὶ ἄκριτα μέ νει· ἅτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας· ἐκτὸς τυγχάνουσιν· εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐκ τῶν προειρημένων ἐν ἀνθρώποις· νομίζω δεδεῖχθαι· ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ· καὶ τοῦτο ἀναγκαῖον ἰ δεῖν πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως· γένοιτο δ’ἂν οὖν ἡ περὶ τούτων γνῶσις· ἐγγυτέ ρω μᾶλλον ἐκ τῆς τοῦ σώματος γνώσεως· καὶ τοῦ περὶ τὸ σῶμα διαλάττειν αὐτήν· εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα· ἔστι δὲ τὸ σῶμα φύσει θνητὸν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι· τῶ μὴ εἶναι κατὰ τὸ σῶμα· καὶ πάλιν· εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖται ὡς δέδεικται· καὶ οὐχ’ ὑ πὸ ἄλλων κεινεῖται· ἀκόλουθον ὑφ ἑαυτῆς κινου μένην τὴν ψυχὴν, καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν κινεῖσθαι αὐτὴν πάλιν ὑφ ἑαυτῆς· οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀνα χώρησιν, ἀποθνήσκει τὸ σῶμα· εἰ μὲν οὖν καὶ αὐτὴ ὑφ ἑτέρου κινεῖται, ἀκόλουθον ἦν· ἀναχω ροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτὴν· εἰ δὲ ἡ ψυχὴ κινεῖ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑ αυτὴν κινεῖν· αὐτὴ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ θάνατον τοῦ σώματος ζῆ· ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἢ ἡ ζωὴ αὕτη· ὥσπερ οὖν ἀμέλει· καὶ τὸ σῶμα ζῆν λέγομεν, ὅτε κινεῖται· καὶ τότε θνητὸν εἶναι, ὅτε τῆς κινήσεως παύεται· τοῦτο δὲ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργειας αὐτῆς, φανερώτερον ἄν τις ἴδοι· εἰ γὰρ καὶ ὅτε τῶ σώματι ἐπιβεβήκει· καὶ συνδέδεται τοῦτω· οὐ κατὰ τὴν σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται· ἀλλὰ πολλάκις τούτου ἐπὶ κλί νης κειμένου καὶ μὴ κινουμένου· ἀλλ’ ὡς ἐν θανά τω κοιμωμένου· αὕτη κατὰ τὴν ἑαυτῆς δύνα μιν ὑπερεκβαινει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου μὲν οὖσα, ἐν τῶ σώματι τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ· πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηγεινῶν σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾶ· καὶ πρὸ αὐτοὺς ἀφικνεῖται· τῆ τοῦ νοῦ καθαρότητι θ σοῦσα· πῶς οὐχὶ μᾶλλον καὶ πολλῶ πλέον ἀπ λυθεῖσα του σώματος, ὅτε ὁ συνδήσας αὐτὴν βού λεται θεὸς θς , φανερωτέραν ἕξει τὴν τῆς ἀθανασί ας γνῶσιν· εἰ γὰρ καὶ συνδεθεῖσα τῶ σώματι τ ἐκτὸς τοῦ σώματος ζωὴν ἕξη, πολλῶ μᾶλλον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται· και οὐ παύσεται τοῦ ζῆν διὰ τὸν οὕτως αὐτὴν ποιήσαν τα θεὸν θν , διὰ τοῦ ἑαυτοῦ λόγου τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · διατοῦτο γὰρ καὶ ὡς ἀθάνατος λογίζεται καὶ φρο νεῖ· ὅτι καὶ ἀθάνατος ἐστι· καὶ ὥσπερ τοῦ σώ ματος θνητοῦ τυγχάνοντος· θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις· οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχὴν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῆν· αἱ γὰρ περὶ τῆς ἀ θανασίας ἔννοιαι καὶ θεωρίαι, οὐδαμῆ αὐτὴν ἀφίουσι· μένουσαι ἐν αὐτῆ, καὶ ὥσπερ ἔγκαυμα ἐν αὐ τῆ γιγνομέναι πρὸς ἀσφάλειαν τῆς ἀθανασίας· διατοῦτο γ’οὖν καὶ τῆς περὶ θεοῦ θῦ θεωρίας ἔχει τὴν ἔννοιαν· καὶ αὐτὴ ἑαυτῆς γίννεται ὁδός· οὐκ ἔξω θεν ἀλλ’ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ θεοῦ θῦ γνῶ σιν καὶ κατάληψιν.