De psalmis Moysis Ἐγὼ μὲν ᾤμην ἕνα εἶναι ἐν τῇ Βίβλῳ τῶν ψαλμῶν Μωϋσέως, ὃς ἐπεγέγραπτο· προσευχὴ τοῦ Μωϋσῆ, ἀνθρώπου τοῦ θεοῦ. ὕστερον δὲ ἀνακοινούμενος περί τινων λογίων θεοῦ Ἰούλλῳ τῷ πατριάρχῃ καί τινι τῶν χρηματιζόντων παρὰ Ἰουδαίοις σοφῶν ἀκήκοα, ὅτι δι’ ὅλης τῆς Βίβλου τῶν ψαλμῶν μετὰ τὸν πρῶτον καὶ δεύτερον οἱ παρ’ Ἑβραίοις ἀνεπίγραφοι ἢ ἐπιγραφὴν μὲν ἔχοντες, οὐχὶ δὲ καὶ ὄνομα τοῦ γράψαντος, ἐκείνου εἰσίν, οὗ τὸ ὄνομα φέρεται ἐν τῷ πρὸ τούτων ἐπιγραφὴν ἔχοντι ψαλμῷ. Καὶ περὶ τούτων λέγων πρότερον μὲν ἔφασκεν, ὅτι τρισκαίδεκά εἰσιν οἱ τοῦ Μωϋσέως. ὡς δὲ ἐξ ὧν ἀκήκοα καὶ αὐτὸς ἐφίστην, ἀνέφερον ἐπ’ αὐτόν, ὡς εἶεν ἕνδεκα. εἶτα πυθόμενος τοῦ παρόντος δοκοῦντος σοφοῦ ἐμάνθανεν, ὅτι εἶεν ἕνδεκα· πρῶτον τὸν ὀγδοηκοστὸν ἔνατον, οὗ ἡ ἀρχή· κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, καὶ τὸν ἑξῆς παρ’ ἡμῖν ὡς ἐνενηκοστὸν φερόμενον, οὗ ἡ ἀρχή· ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως. ἀλλὰ καὶ τὸν ἔχοντα μὲν ἐπιγραφήν, οὐ μετ’ ὀνόματος δὲ τοῦ γράψαντος αὐτόν – λέγω δὲ τὸν ἐνενηκοστὸν πρῶτον οὕτως ἐπιγεγραμμένον· ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου – ἔλεγεν εἶναι Μωϋσέως, οὗ ἡ ἀρχή· ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε. ἀνεπίγραφος δὲ ἦν καὶ ὁ ὡς ἐνενηκοστὸς δεύτερος φερόμενος, οὗ ἡ ἀρχή· ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως, ὁμοίως δὲ καὶ τὸν ἐνενηκοστὸν τρίτον, οὗ ἡ ἀρχή· θεὸς ἐκδικήσεων κύριος , καὶ τὸν ἐνενηκοστὸν τέταρτον, οὗ ἡ ἀρχή· δεῦτε, ἀγαλλιασώμεθα τῷ κυρίῳ , καὶ τὸν ἐνενηκοστὸν πέμπτον, οὗ ἡ ἀρχή· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ , καὶ τὸν ἐνενηκοστὸν ἕκτον, οὗ ἡ ἀρχή· ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ , καὶ τὸν ἐνενηκοστὸν ἕβδομον, ὃς ἐπεγέγραπτο μόνον ψαλμός · τὸ γὰρ τῷ Δαυίδ , ὡς ἔχει ἔν τισιν ἀντιγράφοις, οὔτε ἐν τῷ ἑβραϊκῷ ἦν οὔτε ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν. ἡ δὲ ἀρχὴ αὐτοῦ ἦν· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν . καὶ τὸν ἐνενηκοστὸν ὄγδοον ἔλεγεν τοῦ αὐτοῦ εἶναι, οὗ ἡ ἀρχή· ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί , καὶ τὸν ἐνενηκοστὸν ἔνατον, ὃς ἐπεγέγραπτο· ψαλμὸς εἰς ἐξομολόγησιν , οὗ ἡ ἀρχή· ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ . μετὰ δὲ τούτους τοὺς ἕνδεκα ἐπεγέγραπτο καὶ ἐν τῷ ἑβραϊκῷ καὶ παρὰ πᾶσιν τῷ Δαυὶδ ψαλμὸς καὶ ἦν ὁ ἑκατοστὸς οὐκέτι Μωϋσέως. Τούτων εἰρημένων εἰς τοὺς ψαλμούς, οἳ ὑπὸ Ἑβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφορὰν ὑπειδόμενος ὁ Ἰουδαῖος ἔθηκεν αὐτὴν καὶ τὴν φαινομένην αὐτῷ λύσιν αὐτῆς. ἑώρα γάρ, ὅτι ἀντεῖπεν ἄν τις περὶ τοῦ μὴ εἶναι τὸν ἕνα τῶν ἕνδεκα ψαλμῶν, τὸν ἐνενηκοστὸν ὄγδοον, Μωϋσέως ἐκ τοῦ· ὑψοῦτε κύριον, τὸν θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν. ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς . καὶ ὁ ἀντιλέγων εἶπεν ἄν· πῶς τὸ ὄνομα τοῦ Σαμουὴλ γενομένου πλείοσιν ὕστερον γενεαῖς Μωϋσῆς ἔθηκεν ἐν τῷ ἑαυτοῦ ψαλμῷ; ἔλεγεν οὖν πρὸς τοῦτο, ὅτι οὐδὲν θαυμαστὸν προπεφητεῦσθαι ὑπὸ Μωϋσέως τὸ ὄνομα Σαμουήλ, ἀνδρὸς ἱεροῦ καὶ συναριθμηθέντος ὑπὸ Ἱερεμίου τῷ Μωϋσῇ ἐν τῷ· οὐδ’ ἂν στῇ Μωϋσῆς καὶ Σαμουήλ , ὁπότε καὶ ἐν ταῖς Βασιλείαις Ἰωσίας προεφητεύθη ἐσόμενος ὑπὸ τοῦ εἰπόντος προφήτου· θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ Δαυίδ, Ἰωσίας ὄνομα αὐτῷ , καὶ τὰ ἑξῆς.