De divisione psalmorum Τῆς βίβλου τῶν ψαλμῶν ἥδε ἂν εἴη ἡ διαίρεσις, ὡς τὰ ἀκριβῆ τῶν ἀντιγράφων αὐτό τε τὸ ἑβραϊκὸν περιέχει· εἰσὶ τοίνυν οἱ μὲν πάντες ἕκατον πεντήκοντα καὶ εἷς. ἡ δὲ διαίρεσις αὐτῶν ἡ μὲν κατ᾽ αὐτὸ τὸ ἑβραϊκόν, ἵνα πρότερον δηλώσωμεν, ἔστιν ἥδε· ἀνεπίγραφοι ιηʹ, ἐπιγεγραμμένοι ρλβʹ. Τῶν δὲ ἐπιγεγραμμενῶν διαίρεσις ἥδε· τοῦ μὲν Δαυὶδ ογʹ. τῶν δὲ υἱῶν Κορὲ ιαʹ. τοῦ Ἀσὰφ ιβʹ. Αἰθὰμ τοῦ Ἰσραηλίτου αʹ. Σολομῶνος βʹ. Μωσέως αʹ. ὧν τὸ Ἀλληλούϊα ιεʹ. οἳ ἐπιγραφὰς μὲν ἔχουσιν, οὐ δηλοῦσι δέ, τίνος εἰσίν, ιζʹ. Ἡ δὲ κατὰ τὴν παραδοθεῖσαν ἔκδοσιν ἐκ τῶν ἑρμηνευσάντων τὴν ἐν ταῖς ἐκκλησίαις τῶν ψαλμῶν διαίρεσίς ἐστιν ἥδε· ἀνεπίγραφοι βʹ, αὐτῷ τῷ Δαυὶδ οθʹ, τοῦ δὲ Δαυὶδ ζʹ, τοῖς υἱοῖς Κορὲ ιαʹ, τῷ Ἀσὰφ ιβʹ, τῷ Μωϋσεῖ αʹ, εἰς Σολομῶν αʹ, τῷ πτωχῷ αʹ, τῷ Ἰσραηλίτῃ αʹ, Ἀλληλούϊα ιϛʹ, Ἀγγαίου καὶ Ζαχαρίου δʹ, τῶν ἀναβαθμῶν χωρὶς τῶν αὐτῷ ιβʹ, ἀναστάσεως αʹ, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου αʹ, εἰς ἐξομολόγησιν αʹ, εἰς τὸ τέλος ἐν ὕμνοις ἰδίως αʹ. Τῶν δὲ καθ’ ἕκαστον ψαλμῶν ἡ κατὰ μέρος ἐκλογή ἐστιν ἥδε· Ἀνεπίγραφοι μὲν ὁ αʹ καὶ ὁ βʹ. Αὐτῷ δὲ τῷ Δαυίδ· Αὐτοῦ δὲ τοῦ Δαυὶδ οἵδε· προσευχῆς ὁ ιϛʹ. αὐτοῦ ἰδίως μόνον ὁ κεʹ, κζʹ, λϛʹ. πρὸ τοῦ χρισθῆναι ὁ κϛʹ. ὑπὲρ τῶν υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων ὁ οʹ. μονομαχήσαντι, ἰδιόγραφος ὁ ρναʹ. Τοῖς δὲ υἱοῖς Κορὲ οἵδε· εἰς σύνεσιν ὁ μαʹ, μγʹ. ὑπὲρ ἀλλοιωθησομένων, τοῦ ἀγαπητοῦ, εἰς σύνεσιν ὁ μδʹ. ὑπὲρ τῶν κρυφίων ὁ μεʹ, μϛʹ. Σαββάτου δευτέρας ὁ μζʹ. εἰς τὸ τέλος ὁ μηʹ, πδʹ. ὑπὲρ τῶν ληνῶν ὁ πγʹ. ψαλμὸς ᾠδῆς ὁ πϛʹ. ὑπέρ Μαελέθ, συνέσεως, Αἰμὰν τῷ Ἰσραηλίτῃ ὁ πζ´. Τῷ δὲ Ἀσὰφ οἵδε· ψαλμοὶ αὐτῷ ἰδίως μόνον ὁ μθʹ, οϛʹ, οηʹ, παʹ. ἐκλειπόντων ὕμνων Δαυὶδ υἱοῦ Ἰεσσαὶ ὁ οβʹ. συνέσεως ὁ ογʹ, οζʹ. μὴ διαφθείρῃς, ᾠδὴ ὁ οδʹ. πρὸς τὸν Ἀσσύριον ὁ οεʹ. ὑπὲρ τοῦ Ἀσσυρίου ὁ οθʹ. ὑπὲρ τῶν ληνῶν ὁ πʹ. ᾠδὴ ψαλμοῦ ὁ πβʹ. Τῷ Μωϋσεῖ προσευχὴ ἀνθρώπῳ τοῦ θεοῦ ὁ πθʹ. Εἰς Σολομῶν ὁ οαʹ. Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐκχέῃ τὴν δέησιν ὁ ραʹ. Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ ὁ πηʹ. Ἀγγαίου καὶ Ζαχαρίου ὁ ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ. Ἀναβαθμῶν δὲ χωρὶς τῶν αὐτῷ αὐτῶν οἵδε· Ἀναστάσεως ὁ ξεʹ. Εἰς τὴν ἡμέραν τοῦ Σαββάτου ὁ ϙαʹ. Εἰς ἐξομολόγησιν ψαλμοῦ ὁ ϙθʹ. Εἰς τὸ τέλος, ἐν ὕμνοις, ψαλμοῦ ὁ ξϛʹ. Ὁμοῦ πάντες οἱ ψαλμοὶ ρναʹ.