Γνῶσις τοῦ διαψάλματος Πολλάκις ζητήσας τὴν αἰτίαν τοῦ ἐπιγράφεσθαι μεταξύ τινων ψαλμῶν διάψαλμα , ὕστερον παρατηρήσας ἐν τῷ ἑβραϊκῷ καὶ συνεξετάσας αὐτῷ τὸ ἑλληνικὸν εὗρον, ὅτι ὅπου τὸ ἑβραϊστὶ σέλ, ἑλληνιστὶ δὲ ἀεὶ ἤ τι τούτῳ ἰσοδυναμοῦν, ἐκεῖ οἱ Ἑβδομήκοντα καὶ Θεοδοτίων καὶ Σύμμαχος ἔταξαν τὸ διάψαλμα . Οὐ χεῖρον δὲ παραδείγμασι τὸ λεγόμενον βεβαιῶσαι· οἷον ἐν τῷ ἑβδομηκοστῷ τετάρτῳ ψαλμῷ, οὗ ἡ ἀρχή· ἐξομολογησόμεθά σοι, ὁ θεὸς, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου , μετὰ τό· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, παρὰ τοῖς ἑβδομήκοντα καὶ Θεοδοτίωνι καὶ Συμμάχῳ ἐστὶ διάψαλμα , ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ· ἐγὼ ἐσταθμισάμην τοὺς στύλους αὐτῆς. ἀεί, ἐν δὲ τῇ πέμπτῃ· ἐγώ εἰμι <ὃς> ἡτοίμασα τοὺς στύλους αὐτῆς. ἀεί, ἐν δὲ τῇ ἕκτῃ· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διαπαντός . ἔκειτο δὲ ἐν τῷ ἑβραϊκῷ μετὰ τὸ ἀμουδᾶ , ὅ ἐστι στύλους αὐτῆς , τὸ σέλ . Πάλιν τε αὖ ἐν τῷ ἑβδομηκοστῷ πέμπτῳ, οὗ ἡ ἀρχή· γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός , εὕρομεν παρὰ τοῖς Ἑβδομήκοντα καὶ Θεοδοτίωνι μετὰ τό· ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον , διάψαλμα, παρὰ δὲ Συμμάχῳ μετὰ τό· ἀσπίδα καὶ μάχαιραν καὶ πόλεμον, ὁμοίως διάψαλμα, ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ μετὰ τό· θυρεὸν καὶ πόλεμον καὶ μάχαιραν, τὸ ἀεί, ἐν δὲ τῇ πέμπτῃ μετὰ τό· ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, τὸ ἀεί, ἐν δὲ τῇ ἕκτῃ μετὰ τό· ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, τὸ εἰς τέλος . ἦν δὲ πάλιν ἐν τῷ ἑβραϊκῷ μετὰ τὸ οὐμάλαμα , ὅ ἐστι καὶ πόλεμον , τὸ σέλ . Καὶ ἔτι ἐν τῷ αὐτῷ ψαλμῷ μετὰ τό· τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς , διάψαλμα , παρὰ δὲ Συμμάχῳ ὁμοίως διάψαλμα , παρὰ δὲ τῷ Ἀκύλᾳ μετὰ τό· σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, τὸ ἀεί , οὕτω δὲ καὶ ἐν τῇ πέμπτῃ μετὰ τό· τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς , τὸ ἀεί , ἐν δὲ τῇ ἕκτῃ μετὰ τό· τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς , τὸ εἰς τέλος , καὶ ἐν τῷ ἑβραϊκῷ ἦν μετὰ τὸ ἀνίη ἄρς , ὅ ἐστι πραεῖς τῆς γῆς , τὸ σέλ . Καὶ οὕτως ἀδιάπτωτον εὑρόντες τὴν τοιαύτην παρατήρησιν ταῦτα ἐσημειωσάμεθα. πότερον δὲ μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ γινομένης ἐναλλαγῆς ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες ἢ ἄλλως κινηθέντες, καὶ σὺ ἐπιστήσεις.