Εἰκὸς δ’ ἔχειν ἀναλογίαν καὶ τὸ μόνον προφητῶν τὸν Δαυὶδ σὺν ὀργάνῳ πεπροφητευκέναι τῷ παρὰ μὲν Ἕλλησι καλουμένῳ ψαλτηρίῳ, παρὰ δὲ Ἑβραίοις νάβλα, ὅπερ μόνον ὀργάνων μουσικῶν ὀρθότατον εἶναι οὐδὲν ἔχον ἐπικαμπές. καὶ μὴν οὐδὲ συνεργεῖται εἰς ἦχον ἐκ τῶν κάτω μερῶν, ὡς συμβαίνει ἐπὶ κιθάρας καὶ ἄλλων τινῶν, ἀλλ’ ἄνωθεν. Ὄργανον δὲ πάλιν ἐκ τῶν ἄνω τὴν ἀφορμὴν τοῦ ἠχεῖν ἐν ῥυθμῷ λαμβάνον ποῖον ἂν εἴη ἢ τὸ σῶμα τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ; ὄργανον τὴν εὐθύτητα μόνον τετηρηκός, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ , ὄργανον σύμφωνον, ἐναρμόνιον, ἐμμελές, οὐδεμίαν ἀνθρωπίνην ἀσυμφωνίαν εἰληφὸς οὐδὲ παρὰ μέλος τι πεποιηκός, πάντη δὲ τὴν ἁρμονίαν τὴν πρὸς τὸν πατέρα τετηρηκός, ὡς γάρ φησιν αὐτός· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ, ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ὃ ἑώρακε καὶ ἤκουσε, μαρτυρεῖ . Λοιπόν ἐστι διαλαβεῖν ὄντων ψαλμῶν οὐσῶν ᾠδῶν καὶ ψαλμῶν ᾠδῆς καὶ ᾠδῶν ψαλμοῦ περὶ τῆς τούτων διαφορᾶς. ἡγούμεθα τοίνυν ψαλμοὺς μὲν εἶναι τοὺς πρὸς τὸ ὄργανον μόνον φωνῆς οὐ συνεζευγμένης κρουομένους καὶ δι’ αὐτοῦ οἱονεὶ ἀπαγγελλομένους· ᾠδὰς δὲ τὰς τῇ φωνῇ ἐκδεχομένῃ εἰς τὸ στόμα ἐπαγγελίας μουσικῆς ἐναρμόνιον ἐκφωνεῖσθαι λεγομένας ὑπάρχειν· ᾠδὰς δὲ ψαλμῶν, ὅταν προτάσσηται μὲν τὸ ὄργανον, χώραν δὲ λαμβάνῃ δευτέραν ἡ φωνὴ ἑπομένη τῇ διὰ τῶν χορδῶν μουσικῇ· ψαλμοὺς δὲ ᾠδῶν, ὅτε προτέτακται μὲν ἡ φωνή, ταύτης δὲ ἤρτηται ὁ ἐκείνης συγγενὴς ἦχος ἀποδεδομένος εὐρύθμως διὰ τῶν ὀργάνων. Καὶ ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν τῶν σημαινομένων. κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς νόμους ψαλμὸς μὲν ἂν εἴη, ὅτε τὸ ὄργανον, τὸ σῶμα, κρούοντες διὰ τῶν καλῶν ἔργων πρᾶξιν ἀγαθὴν ἐπιτελοῦμεν, κἂν μὴ πάνυ ἐν τῇ θεωρίᾳ προκόπτοντες ὑπάρχωμεν· ᾠδὴ δέ, ὅτε χωρὶς τοῦ πρακτικοῦ θεωρήσαντες τὰ τῆς ἀληθείας μυστήρια, τούτοις συγκατατιθέμενοι φρονοῦμεν τὰ κάλλιστα περὶ θεοῦ καὶ τῶν λογίων αὐτοῦ, γνώσεως φωτιζούσης καὶ σοφίας ἐν ταῖς ψυχαῖς ἡμῶν τρανουμένης· ᾠδὴ δὲ ψαλμοῦ, ὅτε προαγούσης πράξεως ἀγαθῆς κατὰ τὸ εἰρημένον· ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν, συνίεμεν κριθέντες ἄξιοι ὑπὸ θεοῦ τῆς ἀληθείας τὰ τέως ἡμῖν ἀποκεκρυμμένα· ψαλμὸς δὲ ᾠδῆς, ὅτε τεθεωρηκότες τῆς γνώσεως σαφηνιζούσης τινὰ τῶν κεκρυμμένων ἠθικῶν, πρότερον ἐπὶ τὸ πράττειν γινόμεθα συνιέντες καὶ ὃ πρακτέον καὶ ὅτε πρακτέον καὶ ὡς πρακτέον. Καὶ τάχα διὰ τοῦτο αἱ πρῶται ἐπιγραφαὶ οὐδαμῶς περιέχουσι τὰς καθ’ αὑτὰς ᾠδάς, ἀλλὰ μόνον ψαλμὸν ἢ μόνους ψαλμούς· οὐ γὰρ ἀπὸ θεωρίας ἄρχεται ὁ ἅγιος, ἀλλ’ ἁπλούστερον πιστεύσας κατὰ ὀρθοδοξίαν ταῖς πραττομέναις πράξεσιν ἑαυτὸν ἐπιδίδωσιν. διὰ τοῦτο ἐπὶ τέλει πολλαὶ ᾠδαὶ καὶ ὅπου ἀναβαθμοί, οὐδαμοῦ ψαλμὸς οὔτε καθ’ αὑτὸν οὔτε μετά τινος ἐπιπλοκῆς, ἀλλὰ πάντα ᾠδαὶ καθ’ αὑτάς. ἐν γὰρ ταῖς ἀναβάσεσιν πρὸς οὐδενὶ οἱ ἅγιοι ἔσονται ἢ πρὸς μόνῳ τῷ θεωρεῖν. καὶ ταῦτα εἰρήσθω ἡμῖν καθολικὰ δουλεύουσι τοῖς σημαινομένοις τῆς ἑρμηνείας τῶν Ἑβδομήκοντα . Ἐπεὶ δὲ εὕρομεν παρὰ τοῖς Ἑβδομήκοντα καὶ Θεοδοτίωνι καὶ Συμμάχῳ ἐπί τινων κείμενον ἐν μέσῳ ψαλμῶν οὐκ ὀλίγων τὸ διάψαλμα, ἐστοχασάμεθα μήποτε ὑπεσήμαναν οἱ θέντες αὐτὸ ῥυθμοῦ τινος ἢ μέλους ἢ μέρους μεταβολὴν γεγονέναι κατὰ τοὺς τόπους. οὔτε δὲ παρὰ τῷ Ἀκύλᾳ κεῖται οὔτε ἐν τῷ ἑβραϊκῷ, ἀλλ’ ἀντὶ διαψάλματος ἀεί .